Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν. Ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα ἀνήρηται, κἂν δοκῇ τι γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ λόγου ὅτι οὐδέποτε ἐπανήξει πρὸς τὸ οἰκεῖον σχῆμα, κἀκεῖνο συναποδέδεικται, ὅτι οὔτε ἡ λοιπὴ λατρεία πρὸς τὴν προτέραν ἐπανήξει κατάστασιν πάλιν, οὐχ ἱερεὺς ἔσται τις, οὐ βασιλεύς. Εἰ γὰρ τοῖς ἐκ τοῦ σπέρματος αὐτῶν, κἄν τις ἦν τῶν ἰδιωτευόντων, οὐκ ἐφεῖτο γοῦν λατρεύειν ἀλλογενέσι, πολλῷ μᾶλλον αὐτὸν τὸν βασιλέα ὑποκεῖσθαι ἑτέροις, θέμις οὐκ ἦν. Πλὴν ἀλλ' ἐπειδὴ ἀγὼν ἡμῖν ἐστι καὶ σπουδὴ, οὐκ ἐκείνους ἐπιστομίσαι μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην σοφίσαι, φέρε τοῦτο αὐτὸ ἑτέρωθεν ἀποδείξωμεν, οἷον ὅτι καὶ τὰ τῶν θυσιῶν, καὶ τὰ τῆς ἱερωσύνης αὐτῶν πέπαυται, ὡς μηκέτι πάλιν ἐπανελθεῖν ἐπὶ τὸ πρότερον ἔθος. Τίς οὖν ταῦτά φησιν; Ὁ θαυμαστὸς καὶ μέγας προφήτης Δαυῗδ. Οὗτος γὰρ δηλῶν ὅτι θυσιῶν ἡ μὲν ἐκβάλλεσθαι μέλλει, ἡ δὲ εἰσάγεσθαι, οὕτως ἔλεγε· Πολλὰ ἐποίησας, σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα. Ὅρα σοφίαν προφήτου. Εἰπὼν, Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, καὶ ἐκπλαγεὶς τὴν τοῦ Θεοῦ θαυματουργίαν, οὐδὲν περὶ τῆς ὁρωμένης ἡμῖν διαλέγεται κτίσεως, οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ὕδατος καὶ πυρὸς, οὐ περὶ τῶν κατ' Αἴγυπτον γενομένων παραδόξων ἐκείνων θαυμάτων, οὐ περὶ ἄλλων τινῶν τοιούτων σημείων, ἀλλὰ τίνα φησὶ θαυμαστὰ εἶναι; Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Τί λέγεις; εἰπέ μοι· τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν; Οὐχὶ, φησίν· οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν Δεσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον· καὶ ἔτι συνιδὼν ὅτι οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι οἱ ἀτελέστερον διακείμενοι, τὴν διὰ θυσιῶν καὶ ὁλοκαυτωμάτων καὶ τῶν ἄλλων τῶν σωματικῶν ἀφέντες θεραπείαν, ἐπὶ τὴν ἡμετέραν καὶ οὗτοι φιλοσοφίαν ἤχθησαν· καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετερῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν (ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ), ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Καὶ ὅτι ἐκ προσώπου τοῦ Χριστοῦ τὴν προφητείαν ταύτην ἅπασαν προλέγει, εἰπὼν, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ἐπήγαγε, Σῶμα δὲ κατηρτίσω μοι· τὸ σῶμα λέγων τὸ δεσποτικὸν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἣ τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς
Jewish polity will return; there remains the demonstration that the temple will no longer be raised up. For just as now, when this does not exist, all things have been taken away, and even if anything seems to take place, it is dared lawlessly; so, once our argument has demonstrated that it will never return to its own form, that point too has been demonstrated together with it, that neither will the rest of the worship return again to its former condition, nor will there be any priest, nor king. For if those from their seed, even if one was among private citizens, were at all events not permitted to be in servitude to foreigners, far more was it unlawful for the king himself to be subject to others. Yet nevertheless, since our contest and zeal is not only to stop their mouths, but also to make your charity wise, come, let us demonstrate this very point from elsewhere, such as that both the matters of their sacrifices and those of their priesthood have ceased, so as no longer to return again to the former custom. Who then says these things? The wondrous and great prophet David. For he, declaring that of sacrifices the one is about to be cast out and the other brought in, spoke thus: Many hast Thou made, O Lord my God, Thy wondrous works, and in Thy thoughts there is none who shall be likened unto Thee; I declared and I spoke. Behold the wisdom of a prophet. Having said, Many hast Thou made, O Lord my God, Thy wondrous works, and being struck with amazement at God's working of wonders, he says nothing concerning the creation visible to us—sky and earth and sea and water and fire—nor concerning those marvellous wonders that took place in Egypt, nor concerning certain other such signs; but what things does he say are wondrous? Sacrifice and offering Thou didst not will. What are you saying? Tell me: is this what is marvellous and wondrous? No, he says; for he certainly did not see this alone, but having discerned from afar with prophetic eyes the bringing near of the Gentiles, and how those riveted to the gods, and worshipping stones, and in a more wretched state than brute beasts, suddenly recovered their sight, and recognized the Master of all, and leaving aside the defiled worship of demons, worshipped God purely and without blood; and perceiving further that not those alone, but also the Jews who were in a more imperfect state, leaving aside the service through sacrifices and whole-burnt-offerings and the other bodily rites, were themselves also led to our philosophy; and reckoning up the ineffable loving-kindness of God that surpasses every mind, and being struck with amazement at how great a transformation of affairs came to pass, and how He refashioned them, and out of demons wrought men into angels, and brought in a polity worthy of the heavens (and all these things came to pass when the ancient sacrifice was abrogated, and another brought in besides, that through the body of Christ), struck with amazement and marvelling he said: Many hast Thou made, O Lord my God, Thy wondrous works. And inasmuch as he foretells this whole prophecy from the person of Christ, having said, Sacrifice and offering Thou didst not will, he added, But a body hast Thou fitted unto Me; meaning the Master's body, the common sacrifice that came to pass on behalf of the inhabited world, which cleansed out our souls, and the