Migne Reading Room

PG 48 · cols. 909–914 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:909Read from the page
ψαν· μὴ καὶ τοὺς προφήτας ἄνθρωποι ἔπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν ἀνεῖλον; μὴ τὰ ἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως; Καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν πάσας εἶχε τὰς ἀρχὰς, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν· οἷόν τι λέγω, θυσίας συνεχώρησε γενέσθαι. Ὁ μὲν οὖν βωμὸς κάτω ἦν, καὶ τὰ ξύλα, καὶ ἡ μάχαιρα, καὶ ὁ ἱερεύς· τὸ δὲ πῦρ, τὸ μέλλον ἰέναι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ τὰς θυσίας δαπανᾷν, ἄνωθεν εἶχε τὴν ἀρχήν. Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα, οὕτω τὴν ἐπὶ τῆς θυσίας διακονίαν ἐπλήρου. Καὶ πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀνὰ μέσον τῶν χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο, καὶ τὰ μέλλοντα προὔλεγε. Πάλιν ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις, καὶ τὰ μέλλοντα ἐσήμαινε. Πρὸς τούτοις, ἡνίκα τινὰ χρίεσθαι ἔδει, ἡ τοῦ Πνεύματος χάρις ἐφίπτατο, καὶ τὸ ἔλαιον ἀνεπήδα· καὶ προφῆται τούτοις διηκόνουν τοῖς πράγμασι, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. Ἵν' οὖν μὴ ἀναισχυντῶσιν οἱ Ἰουδαῖοι, μηδὲ ἀνθρώποις λογίζωνται τὴν αὐτῶν ἐρήμωσιν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν, καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι ἐποίησε, τὸ πῦρ, τὴν φωνὴν, τὴν τῶν λίθων ἔκλαμψιν, τὰ ἄλλα πάντα τὰ τοιαῦτα. Ὅταν οὖν λέγῃ σοι ὁ Ἰουδαῖος, ὅτι ἄνθρωποι ἡμῖν ἐπολέμησαν, ἄνθρωποι ἐπεβούλευσαν, εἰπὲ πρὸς αὐτὸν, Μάλιστα μὲν οὐκ ἂν ἐπολέμησαν ἄνθρωποι, εἰ μὴ ὁ Θεὸς συνεχώρησεν. Ἔστω δὲ, τὸ τεῖχός σου καθεῖλον οἱ ἄνθρωποι· μὴ τὸ πῦρ ἄνωθεν καταφέρεσθαι ἄνθρωπος ἐκώλυσεν; μὴ τὴν φωνὴν τὴν ἐκ τοῦ ἱλαστηρίου συνεχῶς ἀκουομένην ἄνθρωπος ἐπέσχε; μὴ τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων; μὴ τὸ χρῖσμα τὸ ἱερατικόν; μὴ τὰ ἄλλα ἅπαντα καθεῖλεν ἄνθρωπος; οὐχ ὁ Θεὸς ταῦτα ἀνέστειλεν; Παντί που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἀνεῖλεν; οὐκ εὔδηλον, ὅτι μισήσας ὑμᾶς καὶ ἀποστραφεὶς καθάπαξ; Οὐχὶ, φησίν· ἀλλ' ἐπειδὴ τὴν μητρόπολιν οὐκ ἔχομεν, διὰ τοῦτο ταῦτα οὐκ ἔχομεν. Τίνος δὲ ἕνεκεν τὴν μητρόπολιν οὐκ ἔχετε; οὐκ ἐπειδὴ ὑμᾶς ὁ Θεὸς ἐγκατέλιπε;
—did men also put an end to the prophets? Did they take away the grace of the Spirit? Did they themselves abolish the other venerable things among you, such as the voice borne forth from the mercy-seat, the operation that took place at the anointing, the manifestation upon the stones of the priest? For the Jewish commonwealth did not have all its origins from below, but had the greater part, and the more venerable ones, from above out of the heavens. For instance, He permitted sacrifices to take place: the altar, then, was below, and the wood, and the knife, and the priest; but the fire that was to enter those innermost sanctuaries and consume the sacrifices had its origin from above. For no man brought fire into the temple, but a flame borne down from above thus fulfilled the ministry over the sacrifice. And again, if ever there was need to learn anything, from between the cherubim out of the mercy-seat a certain voice was borne forth, and foretold the things to come. Again, upon the stones on the breast of the high priest—which they called the Manifestation—a certain radiance arose and signified the things to come. In addition to these things, whenever anyone had to be anointed, the grace of the Spirit flew down, and the oil leapt up; and prophets ministered in these matters, and often a cloud and smoke took possession of the innermost sanctuaries. In order, therefore, that the Jews might not act shamelessly, nor impute their desolation to men, He not only suffered the city to fall and the temple to be laid waste, but He also caused those very things which had their origins out of the heavens to vanish out of the way: the fire, the voice, the radiance of the stones, and all other such things. When, therefore, the Jew says to you, Men waged war against us, men plotted against us, say to him: Above all, men would not have waged war had God not permitted it. Yet grant it: men pulled down your wall; did a man hinder the fire from being borne down from above? Did a man check the voice that was continually heard from the mercy-seat? Or the manifestation upon the stones? Or the priestly anointing? Or did a man pull down all the other things? Did not God withdraw these things? To everyone, surely, it is manifest. For what reason, then, did He take them away? Is it not plain that it was because He hated you and turned away from you once for all? Not so, one says; because we do not have our mother-city, for this reason we do not have these things. And for what reason do you not have your mother-city? Is it not because God abandoned you?
Μᾶλλον δὲ, ἵνα ἐκ περιουσίας τὰ ἀναίσχυντα αὐτῶν ἐμφράξωμεν στόματα, φέρε καὶ τοῦτο δι' αὐτῶν ἀποδείξωμεν τῶν Γραφῶν, ὅτι οὐχ ἡ τοῦ ναοῦ κατασκαφὴ τῆς κατὰ τὴν προφητείαν ἀναιρέσεώς ἐστιν ἡ αἰτία, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ, καὶ τὸ μειζόνως αὐτὸν παροξῦναι νῦν διὰ τῆς εἰς τὸν Χριστὸν μανίας, ἢ ὅτε τὸν μόσχον προσεκύνησαν. Ὅτε γοῦν ὁ Μωϋσῆς προεφήτευσεν, οὔτε ναὸς ἦν, οὔτε βωμὸς, ἀλλὰ μυρία ἀσεβοῦντες διετέλουν, καὶ τὸ τῆς προφητείας οὐκ ἀπέπτη χάρισμα, ἀλλὰ καὶ οὗτος αὐτὸς ὁ μέγας καὶ γενναῖος ἀνὴρ, καὶ ἕτεροι πρὸς τούτῳ πάλιν ἑβδομήκοντα ἀνεδείχθησαν τότε προφῆται. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ναοῦ δοθέντος, καὶ τῆς ἄλλης λατρείας ἁπάσης· εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ Δανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, με-
Or rather, that out of superabundance we may stop their shameless mouths, come, let us demonstrate this also through the Scriptures themselves: that not the razing of the temple is the cause of the taking away of prophecy, but the wrath of God, and their having provoked Him more severely now through their madness against Christ than when they worshipped the calf. When, for instance, Moses prophesied, there was neither temple nor altar, and they continually wrought ten thousand ungodly deeds, and yet the gift of prophecy did not fly away, nay, both this great and noble man himself and seventy others besides him were then declared prophets (cf. Num. 11:24-25). And not only then, but after these things also, when a temple had been given and all the rest of the worship, and then when this had been burned down and all had been led away to Babylon, again Ezekiel and Daniel, neither beholding the Holy of Holies nor standing beside the altar, but being in the midst of a land of barbarians, among-
PG 48:910Read from the page
ταξὺ παρανόμων καὶ ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον, καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν ἐθεάσαντο θείαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, νῦν οὐκ ἔχετε προφήτας; οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; Τίνος οὖν ἕνεκεν ὑμᾶς ἀπεστράφη; Εὔδηλον καὶ τοῦτο πάλιν, ὅτι διὰ τὸν σταυρωθέντα καὶ τὴν τόλμαν τὴν παράνομον ἐκείνην. Πόθεν τοῦτο δῆλον, φησίν; Ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες, πάντων ἐπετυγχάνετε, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῆν μετὰ τὸν σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.
lawless and unclean men, were filled with the Spirit, and foretold the things to come, and spoke things far more numerous and more marvellous than those before them, and beheld a divine vision, so far as it was possible for them to see. For what reason, then, tell me, do you have no prophets now? Is it not plain that it is because God has turned away from your affairs? And for what reason has He turned away from you? This also is plain again: because of Him Who was crucified and because of that lawless audacity. Whence is this manifest, one says? From the fact that before this, while acting ungodly, you obtained all things; whereas now, though seeming to live more moderately after the cross, you endure a greater punishment, and enjoy none of the things you had before.
εʹ. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν προφητῶν τοῦτο σαφῶς καὶ διαρρήδην παριστώντων τὴν αἰτίαν τῶν παρόντων κακῶν μάθητε, ἀκούσατε τί φησιν Ἠσαΐας, πῶς καὶ τὴν ἐσομένην εὐεργεσίαν πᾶσι διὰ τοῦ Χριστοῦ προλέγει, καὶ τὴν ὑμετέραν ἀγνωμοσύνην· Τῷ μώλλωπι αὐτοῦ, φησὶν, ἡμεῖς ἰάθημεν· τὴν διὰ τοῦ σταυροῦ σωτηρίαν πᾶσι γενομένην προλέγων. Εἶτα λέγων ἡμεῖς τίνες, ἐπήγαγε· Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος ἐν τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ λέγων τοῦ σταυροῦ τὸν τρόπον, οὕτω πώς φησιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ ποῦ ταῦτα ἔστιν ἰδεῖν ἐξελθόντα; Ἐν τῷ παρανόμῳ δικαστηρίῳ Πιλάτου. Τοσαῦτα γὰρ καταμαρτυρησάντων αὐτοῦ, φησὶν, οὐδὲν ἀπεκρίνατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ εἶπε πρὸς αὐτὸν ὁ ἡγεμών· Ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσι; Καὶ οὐδὲν ἀπεκρίνατο, ἀλλ' εἱστήκει σιγῶν. Τοῦτο τοίνυν ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Εἶτα δεικνὺς τὴν παρανομίαν τὴν ἐν τῷ δικαστηρίῳ γενομένην τότε, φησίν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Οὐδεὶς αὐτὸν κατὰ τὸν τοῦ δικαίου λόγον ἐψηφίσατο τότε, ἀλλ' ἐδέξαντο τὰς ψευδεῖς μαρτυρίας τὰς κατ' αὐτοῦ. Τὸ δὲ αἴτιον διὰ τὸ μὴ βούλεσθαι αὐτὸν ἐπεξελθεῖν· εἰ γὰρ ἐβούλετο, πάντα ἂν ἐδόνησε καὶ ἔσεισεν. Εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ τότε ὢν, τὰς πέτρας διέῤῥηξε, τὴν οἰκουμένην ἐσκότισε, τὰς ἀκτῖνας ἀπέστρεψε τὰς ἡλιακὰς, νύκτα ἐν ἡμέρᾳ πανταχοῦ τῆς γῆς ἐποίησε, καὶ ἐν τῷ δικαστηρίῳ δυνατὸς ἦν τοῦτο ποιῆσαι. Ἀλλ' οὐκ ἠθέλησε, πραότητα καὶ ἐπιείκειαν ἐπιδεικνύμενος. Διὰ τοῦτό φησιν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Εἶτα δεικνὺς ὡς οὐκ ἄνθρωπος ἦν εἷς τῶν πολλῶν, ἐπήγαγε· Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τίς γάρ ἐστι περὶ οὗ φησιν ὅτι Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε σὺν αὐτῷ ἐν δόξῃ. Ἀλλ' ὅπερ προεθέμην εἰπεῖν καὶ δεῖξαι, ὅτι δι' αὐτὸν τὰ παρόντα ὑπομένουσι κακὰ, ὥρα λοιπὸν εἰσαγαγεῖν τὸν Ἠσαΐαν λέγοντα. Ποῦ τοίνυν τοῦτό φησι; Μετὰ τὸ δικαστήριον, μετὰ τὴν σφαγὴν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὸ εἰπεῖν ὅτι Αἴρεται
5. And that you may learn this from the prophets themselves, who clearly and explicitly set forth the cause of your present evils, hear what Isaiah says—how he foretells both the benefaction to come for all men through Christ, and your own ungrateful perversity: By His bruise, he says, we were healed (Isa. 53:5)—foretelling the salvation that came to pass for all men through the cross. Then, stating who we are, he added: All we like sheep have gone astray; man has gone astray in his way (Isa. 53:6). And stating the manner of the cross, he speaks somewhat thus: Like a sheep He was led to slaughter, and like a lamb voiceless before him that shears it, so He opens not His mouth; in His humiliation His judgement was taken away (Isa. 53:7-8). And where may these things be seen fulfilled? In the lawless court of Pilate. For when they witnessed so many things against Him, it says, Jesus answered them nothing; and the governor said to Him: Do You hear how many things these men witness against You? And He answered nothing, but stood silent (cf. Matt. 27:12-14). This, then, the prophet spoke from of old: Like a sheep He was led to slaughter, and like a lamb voiceless before him that shears it. Then, showing the lawlessness that took place in the court at that time, he says: In His humiliation His judgement was taken away. No one cast a vote for Him according to the rule of justice at that time, but they received the false testimonies against Him. And the cause was that He did not wish to avenge Himself; for had He wished, He would have shaken and convulsed all things. For if, while upon the cross at that time, He rent the rocks, darkened the inhabited world, turned back the rays of the sun, and made night at midday everywhere on earth, in the court also He was able to do this. Yet He did not wish to do so, displaying meekness and gentleness. For this reason he says: In His humiliation His judgement was taken away. Then, showing that He was not a mere man, one of the many, he added: And His generation who shall declare? For who is He concerning Whom he says that His life is taken up from the earth (Isa. 53:8)? For this reason Paul also says: Our life is hidden with Christ in God. When Christ, our life, shall be manifested, then you also shall be manifested with Him in glory (Col. 3:3-4). Yet as for what I purposed to say and demonstrate—that on His account they endure their present evils—it is time now to bring in Isaiah speaking it. Where, then, does he say this? After the court, after the slaughter, after the taking up, after saying that His life is taken up
Notes, col. 910

On the reading

Printed μώλλωπι, for μώλωπι.

PG 48:911Read from the page
ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἐπήγαγε λέγων· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἰουδαίους, ἀλλά, Τοὺς πονηρούς. Τί γὰρ ἐκείνων πονηρότερον γένοιτ' ἂν, οἳ μετὰ τὰς τοσαύτας εὐεργεσίας τὸν εὐεργέτην ἔσφαττον; Εἰ μὴ ἐξέβη ταῦτα, καὶ ἠτίμωσθε νῦν, καὶ πάντων ἀπεστέρησθε τῶν πατρῴων, εἰ μὴ ἔπεσεν ὑμῶν ἡ πόλις, καὶ ἐρείπιον ἐγένετο ὁ ναὸς, καὶ τραγῳδίαν ἅπασαν ὑπερέβη τὰ καθ' ὑμᾶς, μὴ πιστεύῃς, ὦ Ἰουδαῖε· εἰ δὲ τὰ πράγματα βοᾷ, καὶ τέλος ἔλαβεν ἡ προφητεία, τίνος ἕνεκεν ἀναισχυντεῖς εἰκῆ καὶ μάτην; Ποῦ γὰρ τὰ σεμνὰ τὰ παρ' ὑμῖν νῦν; ποῦ ὁ ἀρχιερεύς; ποῦ δὲ ἡ στολὴ, καὶ τὸ λογεῖον, καὶ ἡ δήλωσις; Μὴ γάρ μοι τοὺς πατριάρχας τούτους εἴπῃς, τοὺς καπήλους, τοὺς ἐμπόρους, τοὺς πάσης παρανομίας γέμοντας. Ποῖος ἱερεὺς, εἰπέ μοι, χρίσματος οὐκ ὄντος ἐκείνου τοῦ παλαιοῦ, οὐδὲ τῆς ἄλλης ἁγιαστίας ἁπάσης; ποῖος ἱερεὺς, εἰπέ μοι, θυσίας οὐκ οὔσης, οὐδὲ βωμοῦ, οὐδὲ λατρείας; βούλει σοι τοὺς περὶ τῆς ἱερωσύνης λαλήσω νόμους, πῶς τὸ παλαιὸν ἐγίνοντο, ἵνα μάθῃς ὅτι οὗτοι οἱ νῦν πατριάρχαι παρ' ὑμῖν λεγόμενοι οὐχ ἱερεῖς εἰσιν, ἀλλὰ ἱερεῖς ὑποκρίνονται, καὶ παίζουσι καθάπερ ἐν τῇ σκηνῇ, μᾶλλον δὲ οὐδὲ ὑπόκρισιν διατηρῆσαι δύνανται· τοσοῦτον οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ τῆς ὑποκρίσεως αὐτῆς ἐξηκοντίσθησαν. Ἀναμνήσθητι τοίνυν πῶς Ἀαρὼν ἐγένετο ἱερεὺς τότε, πόσας ἐπ' αὐτῷ θυσίας ἔθυσεν ὁ Μωϋσῆς, πόσα κατέβαλεν ἱερεῖα, πῶς αὐτὸν ἔλουσε, πῶς αὐτοῦ ἔχρισε τὸν λοβὸν τοῦ ὠτίου, τὴν χεῖρα τὴν δεξιὰν, τὸν πόδα τὸν δεξιόν· εἶτα εἰς τὰ ἅγια τῶν ἁγίων εἰσήγαγεν· εἶτα ἐκέλευσε ῥητόν τινα ἀριθμὸν ἡμερῶν ἔνδον μεῖναι. Μᾶλλον δὲ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥήσεων. Αὕτη, φησὶν, ἡ χρίσις Ἀαρὼν, καὶ ἡ χρίσις τῶν υἱῶν αὐτοῦ. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λαβὲ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς αὐτῶν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ κριὸν, καὶ ἐκκλησίασον τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ εἶπε Μωϋσῆς πάσῃ τῇ συναγωγῇ· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος. Καὶ ἐπειδὴ προσήγαγεν αὐτοὺς (δεῖ γὰρ συντεμεῖν), ἔλουσεν αὐτοὺς ὕδατι, ἐνέδυσε τὸν χιτῶνα, ἔζωσε τὴν ζώνην, ἐνέδυσε τὸν ἐπενδύτην, ἐπέθηκε τὴν ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέρῥανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν, καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ' αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς αὐτοῦ ὁμοίως ἐποίησε, καὶ προσήγαγε τὸν μόσχον. Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. Εἶτα ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ αὐτὸν ὡλο-
His life from the earth, he added, saying: And I will give the wicked instead of His burial, and the rich instead of His death. And he did not simply say, Jews, but, The wicked. For what could become more wicked than those who after such great benefactions slaughtered their Benefactor? If these things did not come to pass, and you have not now been dishonoured, and deprived of all your ancestral goods, if your city did not fall, and the temple did not become a ruin, and your affairs did not surpass every tragedy, do not believe, O Jew; but if the deeds cry out, and the prophecy received its end, for the sake of what are you shameless in vain and to no purpose? For where are the venerable things among you now? Where is the high priest? And where is the robe, and the oracle-pouch, and the manifestation? For do not speak to me of these patriarchs, the hucksters, the merchants, those teeming with all lawlessness. What sort of priest, tell me, when that ancient unction does not exist, nor all the rest of the sanctification? What sort of priest, tell me, when there is no sacrifice, nor altar, nor worship? Do you wish that I speak to you the laws concerning the priesthood, how they used to take place of old, so that you may learn that these men now called patriarchs among you are not priests, but play the part of priests, and jest just as upon the stage, or rather cannot even maintain the play-acting—so far have they been flung forth not only from the truth, but even from the play-acting itself? Call to mind therefore how Aaron became a priest then, how many sacrifices Moses sacrificed over him, how many victims he struck down, how he washed him, how he anointed the lobe of his ear, his right hand, his right foot; next led him into the Holy of Holies; next commanded him to remain within for a certain specified number of days. Or rather it is worthy to hear the very utterances themselves. This, it says, is the anointing of Aaron, and the anointing of his sons. And the Lord spoke to Moses, saying: Take Aaron and his sons, and their robes, and the oil of anointing, and the calf that is for sin, and a ram, and convene the synagogue at the door of the tabernacle of witness. And Moses said to all the synagogue: This is the word which the Lord enjoined. And when he brought them near (for one must abridge), he washed them with water, put on the tunic, girded the girdle, put on the under-robe, laid upon him the shoulder-piece, girded him, and bound it fast, laid upon him the oracle-pouch, and upon the oracle-pouch the manifestation and the truth, and the mitre upon his head, and upon the mitre the golden plate; next, taking from the oil, he sprinkled from it upon the altar, and sanctified it, and the vessels, and the laver, and its base, and sanctified them, and poured from it upon the head of Aaron; and to his sons he did likewise, and brought near the calf. And when he had sacrificed it, Aaron and his sons having laid their hands upon it, taking from the blood, he placed it upon the horns of the altar, and cleansed the altar, and poured out the blood upon the base of the altar, and sanctified it so as to make propitiation upon it. Next, when he had burned certain parts of it, some within and others without, he brought a ram again, and offered it as a whole-
PG 48:912Read from the page
καύτωσε· καὶ προσήγαγε πάλιν κριὸν ἕτερον τὸν τῆς τελειώσεως, καὶ πάλιν ἐπιθέντος Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ τὰς χεῖρας, ἔσφαξε· καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λαβὼν, ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτίου Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως ἐποίησεν. Εἶτά τινα τῆς θυσίας λαβὼν, ἐπέθηκεν ἐπὶ ταῖς χερσὶν Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, καὶ οὕτω προσήνεγκε. Καὶ λαβὼν αἷμα πάλιν, καὶ ἐκ τοῦ ἐλαίου, ἔῤῥανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ. Καὶ ἡγίασεν αὐτοὺς, καὶ ἐκέλευσεν ἑψῆσαι κρέας ἐν τῇ αὐλῇ τῆς σκηνῆς, καὶ ἐκεῖ φαγεῖν αὐτό· καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, φησὶν, ἑπτὰ ἡμέρας ἕως ἡ ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. Ὅταν οὖν λέγῃ ὅτι διὰ τούτων ὁ Ἀαρὼν ἐτελειώθη, διὰ τούτων ἐκαθαρίσθη, διὰ τούτων ἡγιάσθη, διὰ τούτων ἐξιλάσατο τὸν Θεὸν, μηδὲν δὲ τούτων γίνηται νῦν, μήτε θυσία, μήτε ὁλοκαύτωσις, μήτε αἵματος ῥαντισμὸς, μήτε ἐλαίου χρῖσις, μήτε σκηνὴ παρῇ τοῦ μαρτυρίου, μήτε τὸν ὡρισμένον τῶν ἡμερῶν ἀριθμὸν ἔνδον καθέζηται· εὔδηλον ὅτι καὶ ἀτελὴς καὶ ἀκάθαρτος καὶ ἐναγὴς καὶ βέβηλός ἐστιν ὁ παρ' αὐτοῖς ἱερεὺς νῦν, καὶ τὸν Θεὸν παροξύνει. Εἰ γὰρ ἄλλως οὐκ ἐνῆν αὐτὸν τελειωθῆναι, ἀλλ' ἢ διὰ τούτων, ἀνάγκη πᾶσα, τούτων μὴ γινομένων, ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι. Ὁρᾷς ὅτι δικαίως ἔλεγον ὅτι οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ὑποκρίσεως τοῦ πράγματος ἐξηκοντίσθησαν μακράν που καὶ πόῤῥω γενόμενοι;
burnt-offering; and he brought near again another ram, that of consecration, and again, Aaron and his sons having laid their hands upon it, he slaughtered it; and taking from its blood, he laid it upon the lobe of Aaron's right ear, and upon the tip of his right hand, and upon the tip of his right foot, and to his sons he did thus. Next, taking certain parts of the sacrifice, he laid them upon the hands of Aaron and of his sons, and thus offered them. And taking blood again, and of the oil, he sprinkled it upon Aaron, and his robes, and his sons, and the robes of his sons. And he sanctified them, and commanded them to boil the flesh in the court of the tabernacle, and there to eat it; and from the door of the tabernacle of witness you shall not go out, it says, for seven days until the day be fulfilled, the day of your consecration; for seven days shall he consecrate your hands, so as to make propitiation concerning you. When, therefore, it says that through these things Aaron was consecrated, through these things he was cleansed, through these things he was sanctified, through these things he propitiated God, and yet none of these things takes place now—neither sacrifice, nor whole-burnt-offering, nor sprinkling of blood, nor anointing of oil, nor is the tabernacle of witness present, nor does he sit within for the appointed number of days—it is quite clear that the priest among them now is unconsecrated and unclean and polluted and profane, and provokes God to anger. For if it was not possible for him to be consecrated otherwise than through these things, there is every necessity, since these things do not take place, that no priesthood subsists for them. Do you see that I justly said that they have been flung forth not only from the truth, but even from the very play-acting of the matter, having come to be far and wide away?
ϛʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα. Ὅτε γοῦν τῷ Ἀαρὼν ἐπανέστησαν μιαροί τινες ἄνθρωποι καὶ πανώλεθροι, τῆς ἀρχῆς αὐτὸν ἐκβάλλειν ἐπιχειροῦντες, καὶ ὑπὲρ τῆς τιμῆς πρὸς αὐτὸν ἀμφισβητοῦντες· ὁ πραότατος Μωϋσῆς, βουλόμενος αὐτοὺς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχ ὡς ἀδελφὸν καὶ προσήκοντα καὶ οἰκεῖον ἐπὶ ταύτην ἤγαγε τὴν ἀρχὴν, ἀλλὰ τῇ ψήφῳ τοῦ Θεοῦ πειθόμενος ἐνεχείρισεν αὐτῷ τὴν ἱερωσύνην ἐκείνην, ἐκέλευσεν ἀνὰ ἑκάστην φυλὴν ῥάβδον κομίσαι, ἔτι δὲ καὶ τῷ Ἀαρών. Ἐπειδὴ δὲ ἐκόμισαν, λαβὼν αὐτὰς ἁπάσας, ἔνδον ἀπέθετο, καὶ ἀποθέμενος τὴν τοῦ Θεοῦ λοιπὸν κρίσιν ἀναμένειν ἐκέλευσε τὴν διὰ τῶν ῥάβδων γινομένην ἐκείνων. Εἶτα ἀθρόον τῶν ἄλλων μενουσῶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἡ τοῦ Ἀαρὼν ἐβλάστησε μόνη, καὶ φύλλα ἤνεγκε καὶ καρποὺς, ἵνα μάθωσιν ὅτι ὁ τῆς φύσεως Δεσπότης πάλιν αὐτὸν ἐχειροτόνει, ἀντὶ γραμμάτων τοῖς φύλλοις χρώμενος. Ὁ γὰρ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ τὴν δύναμιν αὐτῆς πρὸς καρπογονίαν διεγείρας, οὗτος καὶ τὸ ξύλον τότε ἐκεῖνο, ξηρὸν ὂν καὶ ἄκαρπον, καὶ γῆς χωρὶς καὶ ῥίζης, βλαστῆσαι ἐποίησε· καὶ ἦν λοιπὸν ἔλεγχος καὶ μαρτυς καὶ τῆς ἐκείνων κακίας καὶ τῆς τοῦ Θεοῦ κρίσεως ἡ ῥάβδος ἐκείνη, φωνὴν μὲν οὐκ ἀφιεῖσα, σάλπιγγος δὲ λαμπρότερον διὰ τῆς ὄψεως πᾶσι παραινοῦσα, μηκέτι τοῖς τοιούτοις ἐπιχειρεῖν πράγμασι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρῳ πάλιν αὐτὸν ἐχειροτόνησε τρόπῳ. Ἐπειδὴ γὰρ πολλοὶ συστάντες ἐπεθύμουν αὐτοῦ τῆς τιμῆς (περιμάχητον γάρ πως ἡ ἀρχὴ, καὶ πολλοῖς ἐπέραστον), ἐκέλευσε πυρεῖα πάλιν ἐνεγκόντας, καὶ θυμίαμα ἐπιθέντας, τὴν ἄνωθεν
6. And not from here only, but also from elsewhere it is possible to learn how venerable was the dignity of the priesthood. When, at all events, certain defiled and utterly pestilent men rose up against Aaron, attempting to cast him out of his office, and disputing with him over the honour, most gentle Moses, wishing to persuade them through the deeds themselves that not as a brother and kinsman and relative did he lead him to this office, but in obedience to the vote of God placed that priesthood in his hands, commanded them to bring a rod for each tribe, and moreover for Aaron as well. And when they had brought them, taking them all, he laid them up within, and having laid them up he commanded them henceforth to await the judgement of God that was to come to pass through those rods. Next, all at once, while the others remained in the same form, that of Aaron alone sprouted, and bore leaves and fruits, so that they might learn that the Master of nature was ordaining him anew, using leaves instead of letters. For He Who said from the beginning: Let the earth sprout forth an herb of grass, and roused up its power unto fruit-bearing, He also caused that wood then, though dry and fruitless, and without earth and root, to sprout; and henceforth that rod was a proof and witness both of their malice and of the judgement of God, not indeed sending forth a voice, yet more clearly than a trumpet exhorting all through sight no longer to attempt such deeds. And not this only, but in yet another manner again did He ordain him. For since many banded together and coveted his honour (for rulership is somehow fought over, and loved by many), he commanded them to bring censers again, and having laid incense upon them, to
Notes, col. 912

On the reading

Printed μαρτυς, for μάρτυς.

PG 48:913Read from the page
ἀναμένειν ψῆφον. Καὶ θυμιώντων αὐτῶν, ἡ γῆ διαστᾶσα πάντας κατέπιε τοὺς συναιρομένους αὐτοῖς, καὶ τοὺς τὰ πυρεῖα λαβόντας ἄνωθεν κατέφλεξε πῦρ. Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην. Ὁρᾷς πῶς τὸ παλαιὸν οἱ ἱερεῖς ἐχειροτονοῦντο; Νυνὶ δὲ παίγνια τὰ παρὰ Ἰουδαίοις πάντα καὶ γέλως καὶ αἰσχύνη καὶ καπηλεία καὶ μυρίας μεστὰ παρανομίας. Τούτοις οὖν ἀκολουθεῖς, εἰπέ μοι, τοῖς ἀπεναντίας ἀεὶ τοῖς τοῦ Θεοῦ νόμοις ἅπαντα καὶ ποιεῖν καὶ λέγειν φιλονεικοῦσι, καὶ πρὸς τὰς συναγωγὰς αὐτῶν τρέχεις; καὶ οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ σου τὴν κεφαλήν; Οὐκ οἶδας ὅτι, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστευόντων σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν;
await the vote from above. And as they were burning incense, the earth split apart and swallowed up all those taking part with them, and fire from above burned down those who had taken the censers. And lest what had happened, delivered over to oblivion by time, should cause those afterwards to be ignorant of the marvellous vote of God, Moses ordered them to take those censers and hammer them round about the altar, so that just as the rod without a voice sent forth a voice through sight, so also these plates might converse with all those afterwards, and exhort and counsel them in no way to imitate the folly of the former men, lest they undergo the same punishment. Do you see how of old the priests were ordained? Now, however, all things among the Jews are playthings and laughter and shame and huckstering, and full of ten thousandfold lawlessness. Do you then follow these men, tell me, who contend always both to do and to speak all things in opposition to the laws of God, and do you run to their synagogues? And do you not fear lest a thunderbolt borne down from above burn down your head? Do you not know that, even if one does not play the robber, yet is seen in the cave of robbers, he pays the same penalty as they? And why do I speak of the deeds of robbers?
Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτε τοὺς ἀνδριάντας καθεῖλον παρ' ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, πῶς οὐκ ἐκεῖνοι μόνον οἱ τολμήσαντες, ἀλλὰ καὶ ὅσοι παρόντες ἁπλῶς τοῖς γενομένοις ἐφάνησαν, εἰς δικαστήριον ἀναρπασθέντες καὶ συναπαχθέντες ἐκείνοις, τὴν ἐσχάτην ἔδωκαν δίκην; Σὺ δὲ, ἔνθα Πατὴρ ὑβρίζεται, καὶ Υἱὸς βλασφημεῖται, ἔνθα τὸ Πνεῦμα τὸ ἅγιον καὶ ζωοποιὸν ἀθετεῖται, σπεύδεις τρέχειν, εἰπέ μοι; καὶ οὐ δέδοικας οὐδὲ φρίττεις εἰς τοὺς βεβήλους καὶ ἀκαθάρτους τόπους ἐκείνους σαυτὸν εἰσάγων; Καὶ ποίαν ἕξεις, εἰπέ μοι, ἀπολογίαν, τίνα συγγνώμην, ἑκὼν σεαυτὸν εἰς τὸ βάραθρον ὠθῶν, καὶ κατὰ κρημνῶν ἀφιείς;
You all know, no doubt, and remember, when certain defiled men and impostors pulled down the statues among us, how not only those who had dared the deed, but also all who were seen merely present at what took place, were snatched off to the law-court and led away together with them, and paid the extreme penalty? And do you haste to run, tell me, where the Father is insulted, and the Son is blasphemed, where the Holy and life-giving Spirit is rejected? And do you neither fear nor shudder as you bring yourself into those profane and unclean places? And what sort of defence will you have, tell me, what pardon, willingly thrusting yourself into the pit, and hurling yourself down precipices?
Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία. Οὐκ ἀρκεῖ τοῦτο ποιῆσαι τόπον ἅγιον. Τί γὰρ μεῖζόν ἐστι, βιβλία κεῖσθαι ἐν τόπῳ, ἢ φθέγγεσθαι τὰ ἀπὸ τῶν βιβλίων; Εὔδηλον ὅτι τὰ ἀπὸ τῶν βιβλίων φθέγγεσθαι καὶ ἔχειν ἐν διανοίαις. Τί οὖν, εἰπέ μοι, ἐπειδὴ ὁ διάβολος ἐφθέγξατο ἀπὸ τῶν Γραφῶν, ἆρα ἡγιάσθη αὐτοῦ τὸ στόμα; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἔμεινεν ὢν διάβολος. Τί δὲ οἱ δαίμονες; ἐπειδὴ ἐκήρυττον καὶ ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ εἰσι τοῦ ὑψίστου, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας, ἆρα οὖν διὰ τοῦτο εἰς τοὺς ἀποστόλους αὐτοὺς ἐντάξομεν; Οὐδαμῶς, ἀλλ' ὁμοίως αὐτοὺς μένομεν ἀποστρεφόμενοι καὶ μισοῦντες. Εἶτα ῥήματα μὲν προφερόμενα οὐχ ἁγιάζει, τὰ δὲ βιβλία κείμενα ἁγιάζει; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Διὰ τοῦτο μάλιστα μὲν μισῶ τὴν συναγωγὴν, ἐπειδὴ τὸν νόμον ἔχει καὶ τοὺς προφήτας, καὶ πλέον αὐτὴν μισῶ νῦν, ἢ εἰ μηδὲν εἶχε τούτων. Τί δήποτε; Ὅτι μέγα τὸ δέλεαρ, πολλὴ ἡ ἀπάτη τοῖς ἀφελεστέροις ἐντεῦθεν γίνεται· ἐπεὶ καὶ τὸν δαίμονα ἐκεῖνον διὰ τοῦτο φθεγγόμενον μᾶλλον ἢ σιωπῶντα ἤλαυνεν ὁ Παῦλος. Διαπονηθεὶς γὰρ, φησὶ, τῷ πνεύματι εἶπεν· Ἔξελθε ἀπ' αὐτῆς. Καὶ τίνος ἕνεκεν; Ἐπειδὴ ἐβόα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί. Σιγῶντες μὲν γὰρ οὐχ οὕτως ἠπάτων, φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ
For do not say this to me, that the law lies there and the books of the prophets. This does not suffice to make a place holy. For what is greater, for books to lie in a place, or to utter the things from the books? It is quite clear that it is to utter the things from the books and to hold them in one's thoughts. What then, tell me: since the devil uttered words from the Scriptures, was his mouth sanctified? One cannot say so, but he remained the devil. And what of the demons? Since they proclaimed and said: These men are servants of the Most High God, proclaiming to you the way of salvation, shall we therefore on this account enrol them among the apostles? By no means, but we remain likewise turning away from them and hating them. Next, uttered words do not sanctify, and yet books lying there sanctify? And how could this make sense? On this account most of all I hate the synagogue, because it has the law and the prophets, and I hate it more now than if it had none of these. Why so? Because great is the bait, and abundant the deceit that arises from here for the simpler folk; since Paul too drove out that demon on this account when it spoke rather than when it kept silent. For being sorely troubled, it says, he said to the spirit: Come out of her. And for the sake of what? Because it was crying out: These men are servants of the Most High God. For by keeping silent they did not so deceive, whereas by speaking they were going to drag away many of the simpler folk and
PG 48:914Read from the page
πείθειν, καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν. Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις, καὶ τῷ ψεύδει πολλὴν δῶσι παῤῥησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα, μέλιτι τὸ στόμα τῆς κύλικος περιχρίοντες, εὐπαράδεκτον ποιοῦσι τὴν βλάβην. Διὰ τοῦτο δὴ μάλιστα Παῦλος διεπονεῖτο, καὶ ἔσπευδεν αὐτοὺς ἐπιστομίσαι, ἐπειδὴ μὴ τὴν αὐτοῖς προσήκουσαν ἥρπαζον ἀξίαν. Διὰ τοῦτο κἀγὼ μισῶ Ἰουδαίους, ἐπειδὴ νόμον ἔχουσι, νόμον ὑβρίζοντες, καὶ ταύτῃ τοὺς ἀφελεστέρους δελεάζειν ἐπιχειροῦντες. Οὐκ ἦν ἔγκλημα τοσοῦτον αὐτοῖς, εἰ μὴ πιστεύοντες τοῖς προφήταις, ἠπείθουν τῷ Χριστῷ. Νῦν δὲ πάσης ἀπεστέρηνται συγγνώμης, ἐκείνοις μὲν πείθεσθαι λέγοντες, καθυβρίζοντες δὲ τὸν προφητευόμενον ὑπ' ἐκείνων.
persuade them to give heed to them in other matters as well. For so that they might open a door for their own deceits, and grant ample boldness to falsehood, on this account they also mingled in certain true things, just as those who mix destructive poisons, smearing the rim of the cup round about with honey, make the harm easy to receive. On this very account most of all Paul was sorely troubled, and hastened to stop their mouths, because they were seizing a dignity not befitting them. On this account I too hate the Jews, because they have the law while insulting the law, and in this way attempt to lure the simpler folk. There would not have been so great a charge against them if, not believing the prophets, they had disobeyed Christ. Now, however, they have been deprived of all pardon, saying indeed that they obey those men, while heaping insult upon Him Who was prophesied by them.
ζʹ. Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν. Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, κρατήσαντες οἱ Ἀζώτιοι, καὶ τὴν κιβωτὸν λαβόντες, εἰς τὸ ἑαυτῶν ἱερὸν εἰσήγαγον. Ἆρα οὖν διὰ τοῦτο ἅγιος ἦν ὁ ναὸς, ἐπειδὴ τὴν κιβωτὸν εἶχεν; Οὐδαμῶς, ἀλλὰ καὶ βέβηλος καὶ ἀκάθαρτος. Καὶ εὐθέως τοῦτο διὰ τῶν ἔργων ἐδείκνυτο. Ἵνα γὰρ μάθωσιν οἱ πολέμιοι ὅτι οὐ δι' ἀσθένειαν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν παρανομίαν τῶν θεραπευόντων αὐτὸν ἡ ἧττα γέγονε· καὶ ἡ κιβωτὸς ληφθεῖσα αἰχμάλωτος, ἐν ἀλλοτρίᾳ γῇ τὴν ἰσχὺν τὴν οἰκείαν ἐπεδείκνυτο, δὶς τὸ εἴδωλον χαμαὶ ῥίψασα, καὶ διακλασθῆναι παρασκευάσασα. Τοσοῦτον ἀπεῖχεν ἁγιάσαι τὸν τόπον, ὅτι καὶ ἐπολέμει τῷ τόπῳ. Ἄλλως δὲ, ποία κιβωτὸς νῦν παρὰ Ἰουδαίοις, ὅπου ἱλαστήριον οὐκ ἔστιν, ὅπου οὐ χρισμὸς, οὐ διαθήκης πλάκες, οὐ τὰ ἅγια τῶν ἁγίων, οὐ τὸ καταπέτασμα, οὐκ ἀρχιερεὺς, οὐ θυμίαμα, οὐχ ὁλοκαύτωσις, οὐ θυσία, οὐ τὰ ἄλλα τὰ ποιοῦντα σεμνὴν τὴν κιβωτὸν τότε ἐκείνην; Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον. Καὶ γὰρ τοὺς παριόντας οὐδὲν μὲν ταῦτα βλάψαι δύναται, ἐκείνη δὲ πολλὴν καθ' ἡμέραν τοῖς αὐτῇ προσιοῦσιν ἐργάζεται βλάβην. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως. Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τοῦτο χρὴ δεδοικέναι, μὴ κατὰ τὴν ἡμέραν ἐκείνην ἀκούσητε παρὰ τοῦ μέλλοντος κρίνειν ὑμᾶς· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· τοῖς γὰρ ἐμὲ σταυρώσασιν ἐκοινωνήσατε, καὶ τὰς ἑορτὰς, ἃς κατέλυσα, φιλονεικοῦντές μοι πάλιν ἀνεστήσατε, πρὸς τὰς συναγωγὰς ἐδράμετε τῶν εἰς ἐμὲ παρανομησάντων Ἰουδαίων. Κἀγὼ μὲν τὸν ναὸν καθεῖλον, καὶ ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε. Εἰ γὰρ
7. Quite generally, if you suppose, because the law lies there and the books of the prophets, that the place is holy, it is high time for you henceforth to suppose also that idols and the temples of idols are holy. For indeed, when war once overtook the Jews, the men of Azotus prevailed, and taking the ark, brought it into their own sanctuary. Was the temple therefore holy on this account, because it held the ark? By no means, but both profane and unclean. And straightway this was shown through deeds. For so that the enemies might learn that the defeat came to pass not through weakness of God, but through the lawlessness of those who worshipped Him, the ark too, though taken captive, displayed its own strength in a foreign land, twice hurling the idol to the ground, and causing it to be shattered in pieces. So far was it from sanctifying the place, that it even waged war against the place. Besides, what sort of ark is there now among the Jews, where there is no mercy-seat, where there is no anointing, no tablets of the covenant, no Holy of Holies, no veil, no high priest, no incense, no whole-burnt-offering, no sacrifice, nor the other things that made that ark venerable then? To me this ark seems to be in no better state than the little chests sold in the market-place, nay rather far worse. For those indeed can harm passers-by in nothing, whereas that one works great harm day by day to those who approach it. Brethren, do not become children in your minds, but in malice be babes, and ridding those who are fluttered over these things of this unseasonable anxiety, instruct them what one ought to fear and dread—not this ark, but destroying the temple of God through runnings thither, through a conscience inclined towards Judaism, through this unseasonable observance. For whosoever of you, he says, are justified in the law, you have fallen from grace. This one ought to dread, lest in that day you hear from Him Who is about to judge you: Depart, I do not know you; for you held fellowship with those who crucified Me, and the feasts which I abrogated you raised up again in contention against Me; you ran to the synagogues of the Jews who acted lawlessly against Me. And I indeed pulled down the temple, and made a ruin of that venerable temple which held awe-inspiring things, while you frequented dwellings in no better state than taverns, and caves of robbers. For if