Migne Reading Room

PG 48 · cols. 903–908 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:903Read from the page
ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου προφήτου τὸ αὐτὸ τοῦτο προαναφωνοῦντος καὶ λέγοντος, ὅτι οὐκ ἐν ἑνὶ τόπῳ στήσεται τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀλλὰ πάντες αὐτὸν εἴσονται λοιπὸν ἄνθρωποι. Ὁ οὖν Σοφονίας οὕτω πώς φησιν· Ἐπιφανήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ. Καίτοι γε οὐκ ἐφεῖτο τοῦτο, ἀλλ' εἰς ἕνα τόπον λατρεύειν ἐκέλευσεν ὁ Μωϋσῆς. Ὅταν οὖν ἀκούσῃς τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκ ἔτι εἰς μίαν πόλιν, οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται συνάγεσθαι πάντοθεν οἱ ἄνθρωποι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοις εἰπεῖν ἕτερον καιρὸν, ἀλλ' ἢ τὸν παρόντα τοῦτον; Ἄκουε γοῦν πῶς καὶ τὰ Εὐαγγέλια καὶ ὁ Ἀπόστολος τῷ προφήτῃ τούτῳ συνᾴδουσιν. Ὁ γοῦν προφήτης εἶπεν, Ἐπιφανήσεται Κύριος· ὁ Ἀπόστολός φησιν, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς. Οὗτος εἶπεν, Ἐπὶ τὰ ἔθνη· ἐκεῖνός φησιν, Ἐπὶ πᾶσιν ἀνθρώποις. Οὗτος εἶπεν, Ἐξολοθρεύσει τοὺς θεοὺς αὐτῶν· ἐκεῖνος εἶπεν, Παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν. Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι, Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ-
might say that, when compared with that one, this sacrifice would properly be called both pure and the only one. For not through smoke and the savour of burnt fat, nor through blood and ransoms, but through the grace of the Spirit is it offered up. Hear indeed another prophet also proclaiming this very same thing beforehand and saying that the worship of God shall not stand in one place, but henceforth all men shall know Him. Zephaniah, then, speaks somewhat thus: The Lord shall appear upon all the nations, and shall utterly destroy all the gods of the nations, and they shall worship Him, each one from his own place (Zeph. 2:11). And yet this was not permitted, but Moses commanded them to render worship unto one place. When, therefore, you hear the prophets foretelling and proclaiming beforehand that no longer unto one city, nor unto one place, shall men be compelled to gather together from every side, but sitting at home each one shall worship the Divine, what other season could you name than this present one? Hear at all events how both the Gospels and the Apostle sing in harmony with this prophet. The prophet, for instance, said, The Lord shall appear; the Apostle says, The saving grace of God has appeared unto all men, instructing us (Tit. 2:11-12). The one said, Upon the nations; the other says, Unto all men. The one said, He shall utterly destroy their gods; the other said, Instructing us, that, denying ungodliness and worldly desires, we should live soberly and righteously. Again, Christ says to the Samaritan woman, Believe Me, woman, that an hour is coming when neither on this mountain nor in Jerusalem will you worship the Father. God is Spirit, and those who worship-
Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν.
Having delivered a long homily against the Jews on the preceding day and having been seized with hoarseness from the length of what had been spoken, he now delivered this one.
Λόγος ἕκτος.
Discourse the Sixth.
αʹ. Τὰ θηρία ἕως μὲν ἂν τὰς ὕλας νέμηται, καὶ τῆς πρὸς ἀνθρώπους μάχης ἀμελέτητα ὄντα τυγχάνῃ, ἡμερώτερά πώς ἐστι καὶ πραότερα· ἐπειδὰν δὲ αὐτὰ λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν θηριομάχων διεγείρωσι πόλεμον, εἶτα ἐπιπηδήσαντα σαρκὸς ἀπογεύσηται καὶ αἷμα ἀνθρώπινον πίῃ, οὐκ ἂν ῥᾳδίως ταύτης ἀποσταίη λοιπὸν τῆς θοίνης, ἀλλὰ μετὰ πολλῆς ἐπὶ ταύτην τρέχει τὴν τράπεζαν τῆς ἐπιθυμίας. Τοῦτο δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Ἐπειδὴ γὰρ τῆς πρὸς Ἰουδαίους ἡψάμεθα μάχης, καὶ ἐπιπηδήσαντες αὐτῶν ταῖς ἀναισχύντοις ἀντιρρήσεσι, τοὺς λογισμοὺς αὐτῶν καθείλομεν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ τὰ νοήματα ἐξηχμαλωτίσαμεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπιθυμίαν πλείονά πως ἐσχήκαμεν τῶν πρὸς ἐκείνους πολέμων. Ἀλλὰ τί πάθω; Ὁρᾶτέ μοι τὴν φωνὴν ἀσθενεστέραν γενομένην, καὶ πρὸς τοσοῦτον πάλιν μῆκος ἀρκεῖν οὐ δυναμένην· καὶ ταυτὸ μοι δοκῶ πάσχειν νῦν, οἷον ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ τῇ φάλαγγι τῶν ἐχθρῶν
1. Wild beasts, so long as they range the forests and happen to be unpractised in combat against men, are somewhat tamer and gentler; but once hunters have captured them and brought them into the cities, and, shutting them up, rouse them to war against the beast-fighters, and then, leaping upon them, they taste flesh and drink human blood, they would not easily abandon that banquet thereafter, but run towards that table with great eagerness. This very thing we too have experienced. For since we have engaged in the battle against the Jews, and, leaping upon their shameless objections, have cast down their reasonings and every high thing exalted against the knowledge of God, and have led captive their thoughts into the obedience of Christ (2 Cor. 10:4-5), we have acquired a somewhat greater eagerness for battles against them. Yet what am I to do? You see my voice growing weaker, and unable to suffice again for so great a length; and I seem to myself to be experiencing now the same thing as if some soldier, having cut down certain of his adversaries, and, falling with great spirit upon the phalanx of the enemies
Notes, col. 903

On the reading

Printed ταυτὸ μοι, for ταὐτό μοι.

Printed ειπὼν, for εἰπὼν.

Printed ειρημένων, for εἰρημένων.

PG 48:904Read from the page
νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα δὲ ἔλεγε, τήν τε ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς λατρείας ὑψηλότερον καὶ πνευματικώτερον εἰσάγων. Ἐνῆν μὲν οὖν μετὰ τούτων δεῖξαι πάλιν, ὅτι οὔτε θυσία, οὔτε ἱερωσύνη, οὔτε βασιλεὺς παρὰ Ἰουδαίοις ἔσται λοιπόν. Μάλιστα μὲν γὰρ διὰ τῆς κατὰ τὴν πόλιν κατασκαφῆς ἅπαντα ταῦτα συναποδέδεικται· πλὴν ἀλλ' ἐνῆν καὶ προφήτας παραγαγεῖν ῥητῶς αὐτὸ τοῦτο λέγοντας. Ἀλλ' ὁρῶ κεκμηκότας ὑμᾶς τῷ μήκει τῶν εἰρημένων, καὶ δέδοικα μὴ μάτην καὶ εἰκῆ δόξω διενοχλεῖν. Διόπερ αὐτὸ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Οὐδὲν γὰρ ὄφελος ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνῃ τοῖς λεγομένοις. Καὶ γὰρ τὰ εἰρημένα οὐ δι' ὑμᾶς εἴρηται, ἀλλὰ δι' ἐκείνους τοὺς ἀσθενοῦντας, ἵνα παρ' ὑμῶν ἐκεῖνοι μανθάνοντες ταῦτα, καὶ τῆς πονηρᾶς ἀπαλλαγέντες συνηθείας, εἰλικρινῆ καὶ γνήσιον τὸν Χριστιανισμὸν ἐπιδείξωνται, καὶ τὰς πονηρὰς φεύξωνται τῶν Ἰουδαίων διαγωγὰς καὶ συναγωγὰς, τάς τε ἐν τῇ πόλει, τάς τε ἐν τῷ προαστείῳ, τὰ σπήλαια τῶν ληστῶν, τὰ τῶν δαιμόνων καταγώγια. Μὴ τοίνυν προδῶτε τὴν σωτηρίαν ἐκείνων, ἀλλὰ περιεργασάμενοι καὶ πολυπραγμονήσαντες, τοὺς νοσοῦντας ἐπαναγάγετε τῷ Χριστῷ, ἵνα καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, τὴν πολλῷ τῶν κατορθωμάτων μείζονα ἀντίδοσιν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Him must worship in spirit and in truth (John 4:21, 24). And He said these things, both releasing us henceforth from the necessity of observing a place, and introducing a loftier and more spiritual form of worship. It was possible, therefore, after these things to show again that neither sacrifice, nor priesthood, nor king shall remain any longer among the Jews. For above all through the razing of the city all these things have been proved together; nevertheless it was also possible to bring forward prophets who speak this very thing explicitly. Yet I see that you are wearied by the length of what has been said, and I fear lest in vain and to no purpose I may seem to trouble you. Wherefore, promising to speak this to you at another season, this meanwhile I beg of you: to preserve your brethren, to rid them of their error, to lead them back to the truth. For there is no profit in hearing when the demonstration through works does not accord with what is spoken. For indeed the things that have been spoken have been spoken not on your account, but on account of those weak ones, so that, learning these things from you and rid of their wicked habit, they may display a sincere and genuine Christianity, and may flee the wicked gatherings and synagogues of the Jews, both those in the city and those in the suburb, the dens of robbers, the lodging-places of demons. Do not, then, betray their salvation, but, taking every care and sparing no effort, lead the sick back to Christ, so that both in the present life and in the life to come we may receive a recompense far greater than our good deeds, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom be glory to the Father, together with the Holy and Life-giving Spirit, now and always, and unto the ages of ages. Amen.
ἐπιπεσὼν, καὶ πολλὰ σώματα κατενεγκὼν, εἶτα διακλάσας τὸ ξίφος, μετὰ ἀθυμίας πρὸς τοὺς ἑαυτοῦ πάλιν ἐπαναστρέφοι. Μᾶλλον δὲ τὸ ἡμέτερον χαλεπώτερον πάθος. Στρατιώτῃ μὲν γὰρ διακλάσαντι τὸ ξίφος ἔξεστι παρ' ἑτέρου τινὸς τῶν ἑστώτων ἁρπάσαι καὶ τῷ θυμῷ χρήσασθαι, καὶ τὴν προθυμίαν ἐπιδείξασθαι τὴν πολλήν· φωνῆς δὲ καμούσης, παρ' ἑτέρου φωνὴν λαβεῖν οὐκ ἔνι. Τί οὖν; ὑποστρέψομεν καὶ ἡμεῖς; Ἀλλ' οὐκ ἐπιτρέπει τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. Αἰδοῦμαι καὶ τοῦ πατρὸς τὴν παρουσίαν, αἰδοῦμαι δὲ καὶ τὴν ὑμετέραν προθυμίαν. Διὸ δὴ καὶ τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῆσαι πειράσομαι, ταῖς εὐχαῖς τούτου καὶ τῇ ὑμετέρᾳ τὸ πᾶν ἐπιῤῥίψας ἀγάπη.
and striking down many bodies, and then shattering his sword, should turn back again in despondency to his own men. Or rather, our own plight is more grievous. For a soldier who has shattered his sword is able to snatch one from some other of the bystanders and indulge his spirit, and display his great eagerness; but when a voice has grown weary, it is not possible to borrow a voice from another. What then? Shall we too turn back? Yet the tyranny of your love does not permit it. I revere both our father's presence, and I revere also your eagerness. Wherefore I shall endeavour to attempt even things beyond my strength, casting everything upon his prayers and upon your love.
Μηδεὶς δὲ ὑμῶν ἀκαιρίαν καταγινωσκέτω τοῦ λόγου, εἰ, τῶν μαρτύρων ἡμᾶς καλεσάντων τήμερον, ἡμεῖς τὴν διήγησιν τῶν ἐκείνων ἄθλων ἀφέντες, πρὸς Ἰουδαίους ἀποδυόμεθα· καὶ γὰρ ἐκείνοις ποθεινότερος οὗτος ὁ λόγος· ἀπὸ γὰρ τῶν ἡμετέρων ἐγκωμίων οὐδὲν ἂν αὐτοὶ λαμπρότεροι γένοιντο. Τί γὰρ ἂν δέοιντο τῆς ἡμετέρας γλώττης, ὧν καὶ τὰ παλαίσματα ὑπὲρ τὴν θνητὴν φύσιν ἐστὶ, καὶ τὰ ἔπαθλα ὑπὲρ δύναμιν καὶ διάνοιαν; Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων, εἰς
Let no one of you, however, condemn our discourse as untimely if, though the martyrs have summoned us today, we set aside the recounting of their contests and strip for combat against the Jews; for to them also this discourse is more welcome, since from our encomiums they themselves could become in no way more illustrious. For what need could they have of our tongue, whose wrestlings surpass mortal nature, and whose prizes surpass our power and understanding? They derided the present life, they trampled under foot torture-chambers and punishments, they despised death, they took wing towards heaven, they were delivered from the tempest of worldly affairs, into
Notes, col. 904

On the reading

Printed ἀγάπη, for ἀγάπῃ.

PG 48:905Read from the page
τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην. Εἰς τὸν Παύλου τελοῦσι χορὸν νῦν, πρὸ τῶν στεφάνων αὐτῶν πτερούμενοι τῇ προσδοκίᾳ τῶν στεφάνων, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον λοιπὸν διαφυγόντες. Τί οὖν ἂν δέοιντο τῶν ἡμετέρων οὗτοι λόγων; Διὰ τοῦτο αὕτη ποθεινοτέρα αὐτοῖς ἡ ὑπόθεσις. Ἀπὸ μὲν γὰρ τῶν ἡμετέρων ἐγκωμίων, ὅπερ ἔφθην εἰπὼν, οὐδὲν αὐτοῖς εἰς τὴν οἰκείαν δόξαν ἔσται πλέον· ἀπὸ δὲ τῶν κατὰ Ἰουδαίων ἀγώνων πολλὴ γένοιτ' ἂν αὐτοῖς ἡδονὴ, καὶ σφόδρα ἂν τούτων μάλιστα ἐπακούσαιεν τῶν λόγων τῶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ λεγομένων. Ἰουδαίους γὰρ μάλιστα μισοῦσιν οἱ μάρτυρες, ἐπειδὴ τὸν ὑπ' ἐκείνων σταυρωθέντα σφόδρα ἐφίλησαν. Οὗτοι μὲν γὰρ ἔλεγον, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ἐκεῖνοι δὲ καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐξέχεαν διὰ τὸν ὑπ' ἐκείνων ἀναιρεθέντα. Ὥστε ἡδέως ἂν τούτων ἐπακούσαιεν τῶν λόγων.
the calm haven they sailed, bringing along with them not gold and silver and costly garments, but treasures that cannot be plundered: endurance, courage, and love. They belong now to Paul's choir, buoyed up as on wings even before receiving their crowns by the expectation of their crowns, and having henceforth escaped the uncertainty of the future. What need, then, could these men have of our words? For this reason this subject is more welcome to them. For from our encomiums, as I have just said, there will be no addition to their own glory; but from our contests against the Jews great pleasure would accrue to them, and most eagerly above all would they listen to these words that are spoken on behalf of the glory of God. For the martyrs hate the Jews above all, since they vehemently loved Him Who was crucified by them. For the latter said, His blood be upon us and upon our children (Matt. 27:25); whereas the former even poured out their own blood for the sake of Him Who was slain by them. Consequently they would gladly listen to these words.
βʹ. Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προῤῥήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς· ἑκάστῃ γὰρ τούτων καὶ χρόνον καὶ τόπον προανακηρυχθέντα ἀπεδείξαμεν διὰ τῶν θείων Γραφῶν· τῇ παρούσῃ δὲ οὐδεὶς ὥρισε χρόνον προφήτης, ἀλλ' ὅτι μὲν ἥξει, καὶ ἐρημώσει πάντα, καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ τῆς Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ.
2. That if the present bondage were destined to receive an end, the prophets would have foretold this also and would not have kept silent, we have sufficiently demonstrated, having shown that all the captivities were brought upon them with prior prediction: that in Egypt, that in Babylon, and that under Antiochus Epiphanes; for we demonstrated through the divine Scriptures that for each of these both the time and the place were proclaimed beforehand; yet for the present one no prophet set a time, though Daniel foretold that it would come, and would lay waste all things, and would transfer their commonwealth, and after how long a time from the return out of Babylon it would come to pass.
Ὅτι δὲ ἕξει τέλος, καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσεν, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον προεῖπεν, ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ δουλεία αὕτη. Καὶ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ χρόνος ὁ τοσοῦτος ἐξ ἐκείνου γενόμενος, καὶ οὐδὲ ἴχνος, οὐδὲ προοίμιον οὐδέπω μέχρι καὶ σήμερον ἐμφήνας χρηστῆς μεταβολῆς, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν. Καὶ γὰρ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ ἐπιχειρήσαντες διεκωλύθησαν· τότε μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος, καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας. Λοιπὸν δὲ ἡδέως ἂν αὐτοὺς ἐροίμην ἐγὼ, Τίνος ἕνεκεν, εἰπέ μοι, ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον, ἀπελάβετε τὴν οἰκείαν πατρίδα, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπαχθέντες, ἐπανήλθετε εἰς τὰ Ἱεροσόλυμα; Πάλιν ἐπὶ Ἀντιόχου τοσαῦτα παθόντες κακὰ, πρὸς τὸ πρότερον ἐπανήλθετε σχῆμα· καὶ πάλιν θυσίας, καὶ βωμὸν, καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ πάντα μετὰ τῆς προτέρας ἀπελάβετε ἀξίας. Νυνὶ δὲ οὐδὲν τοιοῦτον γεγένηται· ἀλλ' ἑκατὸν καὶ δὶς τοσούτων ἐτῶν καὶ τρὶς καὶ τετράκις, καὶ πολλῷ πλειόνων παρελθόντων· πεντακοσιοστὸν γὰρ λοιπὸν ἐξ ἐκείνου ἐστὶν ἔτος μέχρις ημῶν· καὶ οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμέν που φαινόμενον, ἀλλ' ἀποπεπτωκότα αὐτοῖς τὰ πράγματα τέλεον, καὶ οὐδὲ ὄναρ τοιαύτην ἐνδεικνύ-
Yet that it will have an end, and that these evils will come to a halt somewhere, neither he nor any other prophet declared; nay, on the contrary, he foretold that until the consummation this bondage will hold them fast (Dan. 9:26-27). And witness is borne to what has been said by so great a time having elapsed since then, and having not yet shown, even down to today, so much as a trace or prelude of a favourable change, and that too though they have many times attempted to raise up the temple. For indeed once, and twice, and thrice, under Hadrian and Constantine and Julian, when they made the attempt they were hindered: at first by soldiers, and afterwards by fire leaping forth from the foundations and restraining them from their untimely contentiousness. For the rest, I would gladly ask them myself: For what reason, tell me, after spending so long a time in Egypt, did you recover your own fatherland, and again, after being led away to Babylon, did you return to Jerusalem? Again, under Antiochus, after suffering so many evils, you returned to your former estate; and again sacrifices, and altar, and the Holy of Holies, and all things with their former dignity you recovered. Yet now nothing of the sort has happened; but though a hundred, and twice as many years, and thrice and four times as many, and far more have passed by—for this is henceforth the five-hundredth year from that time down to us—we see not even a faint hint of such a change appearing anywhere, but their affairs have utterly collapsed, displaying not even in a dream such-
Notes, col. 905

On the reading

Printed ημῶν, for ἡμῶν.

PG 48:906Read from the page
μενά τινα προσδοκίαν οἵαν τὸ πρότερον. Εἰ γὰρ τὰς ἁμαρτίας τὰς ἑαυτῶν προβάλλοιντο, καὶ εἴποιεν, ὅτι Ἐπειδὴ ἡμάρτομεν τῷ Θεῷ, καὶ προσεκρούσαμεν αὐτῷ, διὰ τοῦτο τὴν οἰκείαν οὐκ ἀπολαμβάνομεν χώραν, καὶ οἱ συνεχῶς κατηγορούντων τῶν προφητῶν ἀναισχυντοῦντες, καὶ τραγῳδούντων τὰς μιαιφονίας αὐτῶν ἀρνούμενοι, οὗτοι νῦν ἐξομολογήσονται καὶ καταγνώσονται τῶν οἰκείων ἁμαρτημάτων· ἡδέως ἂν αὐτῶν ἕκαστον ἐρήσομαι πάλιν· Διὰ τὰς ἁμαρτίας σου, ὦ Ἰουδαῖε, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβεις ἐπὶ χρόνον τοσοῦτον; Καὶ τί τὸ κοινὸν καὶ τὸ παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις μόνον ζῆτε, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς μυρίαις συνανεστράφητε παρανομίαις; οὐ μυρία κατηγόρησεν ὑμῶν Ἰεζεκιὴλ ὁ προφήτης, ὅτε τὰς δύο πόρνας εἰσήγαγε, τὴν Ὀλᾶ, καὶ τὴν Ὀλιβᾶ, λέγων, ὅτι Πορνεῖον ᾠκοδομήσατε ἐν Αἰγύπτῳ, καὶ ἐπεμαίνεσθε τοῖς βαρβάροις, καὶ τοὺς ἀλλοτρίους ἐθεραπεύετε θεούς; Τί δέ; οὐχὶ τῆς θαλάσσης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, μόσχον προσεκυνήσατε; οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις; οὐ διετελεῖτε βλασφημοῦντες εἰς τὸν Θεόν; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν ἐσφάξατε καὶ τὰς θυγατέρας ὑμῶν τοῖς δαιμονίοις; οὐ πᾶν εἶδος ἀσεβείας καὶ ἁμαρτίας ἐπεδείξασθε; οὐχ ὁ προφήτης φησὶν ἐκ προσώπου τοῦ Θεοῦ πρὸς ὑμᾶς· Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ; Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα; Καὶ ἅπερ ἐπ' οὐδενὸς τῶν ἀνθρώπων ἐγένετο, ταῦτα ἐφ' ὑμῶν συνέβαινε, νεφέλης μὲν ὑμῖν ἀντὶ ὀρόφου τεταμένης, στύλου δὲ ἀντὶ λαμπάδος ὑμῖν προηγουμένου, καὶ τῶν πολεμίων αὐτομάτων ὑμῖν παραχωρούντων, τῶν πόλεων αὐτοβοεὶ σχεδὸν ἁλισκομένων. Οὐχ ὅπλων ὑμῖν ἐδέησεν, οὐ παρατάξεως, οὐ μάχης· ἀλλ' ἐσαλπίσατε μόνον, καὶ τὰ τείχη αὐτόματα κατελύετο. Ξένη τις ἦν ὑμῖν ἡ τροφὴ καὶ παράδοξος, καὶ βοᾷ ὁ προφήτης λέγων· Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τότε μὲν ἀσεβοῦντες, εἰδωλολατροῦντες, παιδοκτονοῦντες, τοὺς προφήτας λιθάζοντες, μυρία ἐργαζόμενοι δεινὰ, τοσαύτης ἀπελαύετε εὐνοίας, τοσαύτης παρὰ τοῦ Θεοῦ προστασίας· νῦν δὲ οὐκ εἰδωλολατροῦντες, οὐδὲ παῖδας ἀποκτιννύντες, οὐδὲ προφήτας λιθάζοντες, ἐν αἰχμαλωσίᾳ διάγετε διηνεκεῖ; Μὴ γὰρ ἕτερος ἦν τότε Θεὸς, καὶ ἕτερος νῦν; οὐχὶ ὁ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν, καὶ ταῦτα νῦν ἐργαζόμενος; Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μὲν μείζονα ἦν τὰ ἁμαρτήματα, πολλὴ ἦν ὑμῖν ἡ τιμὴ παρὰ τοῦ Θεοῦ· ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη, καὶ ἀτιμίᾳ παρέδωκε διηνεκεῖ; Εἰ γὰρ νῦν ὑμᾶς διὰ τὰς ἁμαρτίας ἀποστρέφεται, πολλῷ μᾶλλον τότε ἐχρῆν εἰ δὲ τότε ἠνείχετο ἀσεβούντων ὑμῶν, πολλῷ μᾶλλον νῦν ἀνασχέσθαι ἔδει, ὅτε οὐδὲν τοιοῦτον τολμᾶτε. Τί-
an expectation as before. For if they should put forward their own sins, and say, Because we sinned against God and offended Him, for this reason we do not recover our own land; and if those who acted shamelessly while the prophets continually accused them, and who denied their murders when the prophets declaimed against them, shall now confess and condemn their own sins, I shall gladly ask each of them again: Is it on account of your sins, O Jew, that you dwell outside Jerusalem for so long a time? And what is novel or strange in that? Do you indeed live in sins only now, whereas at the beginning you lived in righteousness and virtuous deeds? Did you not from of old and from the beginning pass your lives in ten thousand transgressions? Did not Ezekiel the prophet bring ten thousand accusations against you, when he brought in the two harlots, Oholah and Oholibah, saying, You built a brothel in Egypt, and raved with lust after the barbarians, and worshipped strange gods (cf. Ezek. 23)? And what more? When the sea was cleft, and the rocks were rent, and so many wonders were wrought in the wilderness, did you not worship a calf? Did you not many times attempt to slay Moses, now pelting him with stones, now driving him away, and in ten thousand other ways? Did you not continually blaspheme against God? Were you not initiated into the rites of Baal-peor? Did you not slaughter your sons and your daughters to demons? Did you not display every form of ungodliness and sin? Does not the prophet say to you in the person of God: Forty years was I grieved with this generation, and I said, They always go astray in their heart (Ps. 94:10)? How then did God not turn away from you at that time, but after your child-murders, after your idolatries, after your great perversity, after your unspeakable ingratitude, He both suffered a prophet to remain among you, the great Moses, and wrought wondrous and marvellous signs? And things that happened in the case of no other men befell you: a cloud spread out over you instead of a roof, a pillar going before you instead of a torch, your enemies giving way before you of their own accord, and cities captured almost at the first shout. You had no need of weapons, nor of battle-array, nor of fighting; you merely sounded the trumpets, and the walls collapsed of their own accord. Strange and marvellous was your food, and the prophet cries aloud, saying: Bread of heaven He gave them; man ate the bread of angels; provision He sent them in abundance (Ps. 77:24-25). For what reason, then, tell me, when at that time you were ungodly, worshipping idols, murdering your children, stoning the prophets, working ten thousand dreadful deeds, did you enjoy so great goodwill, so great protection from God; whereas now, when you neither worship idols, nor slay your children, nor stone prophets, you pass your lives in perpetual captivity? Was there indeed one God then, and another now? Is it not the very same One Who both dispensed those things and now works these? For what reason, then, tell me, when your sins were greater, great was your honour from God; whereas now, when your offences are lesser, He has utterly turned away from you, and delivered you over to perpetual dishonour? For if He now turns away from you on account of your sins, much more ought He to have done so then; and if He bore with you then when you were ungodly, much more ought He to bear with you now, when you venture upon nothing of the sort. For what-
PG 48:907Read from the page
νος οὖν ἕνεκεν οὐκ ἠνέσχετο; Κἂν ὑμεῖς αἰσχύνησθε εἰπεῖν τὴν αἰτίαν, ἐγὼ φανερῶς ἐρῶ· μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια.
reason, then, has He not borne with you? Even if you are ashamed to state the cause, I shall speak it plainly; or rather, not I, but the very truth of the facts.
Ἐπειδὴ τὸν Χριστὸν ἀπεκτείνατε, ἐπειδὴ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, ἐπειδὴ τὸ αἷμα τὸ τίμιον ἐξεχέατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις, οὐδὲ συγγνώμη λοιπὸν, οὐδὲ ἀπολογία. Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, εἰς Μωϋσέα καὶ Ἠσαΐαν καὶ Ἱερεμίαν· τότε εἰ καὶ ἀσέβειά τις ἐγένετο, ἀλλ' οὔπω τὸ κεφάλαιον τῶν κακῶν ἦν τολμηθέν. Νυνὶ δὲ πάντα ἀπεκρύψατε τὰ παλαιὰ, οὐδενὶ δὲ τρόπῳ παρανομίας ὑπερβολὴν κατελίπετε διὰ τῆς εἰς Χριστὸν μανίας· διὸ καὶ μειζόνως κολάζεσθε νῦν. Ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι τὸ αἴτιον τῆς παρούσης ὑμῶν ἀτιμίας, τίνος ἕνεκεν παιδοκτονούντων μὲν ὑμῶν ὁ Θεὸς ἠνέσχετο τότε, μηδὲν δὲ τοιοῦτον τολμῶντας ἀποστρέφεται νῦν; Ἢ δῆλον ὅτι καὶ παιδοκτονίας καὶ πάσης παρανομίας πολλῷ χεῖρον ἐτολμήσατε καὶ μεῖζον, τὸν Χριστὸν ἀνελόντες.
Because you slew Christ, because you stretched forth your hands against the Master, because you poured out His precious blood, for this reason there is for you no amendment, nor pardon henceforth, nor defence. For at that time your daring outrages were against servants—against Moses, and Isaiah, and Jeremiah; at that time, even if some ungodliness was committed, the crown of evils had not yet been dared. Yet now you have eclipsed all those ancient deeds, and in no way left room for any excess of lawlessness through your madness against Christ; wherefore also you are punished more severely now. For if this is not the cause of your present dishonour, for what reason did God bear with you at that time when you murdered your children, yet turns away from you now when you venture upon nothing of the sort? Truly it is manifest that by slaying Christ you dared a deed far worse and greater than child-murder and every lawlessness.
γʹ. Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν, εἴπατέ μοι· καὶ οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε πρὸς οὕτω φανερὰν πραγμάτων ἀλήθειαν ἀντιβλέποντες; Εἰ γὰρ πλάνος ἦν ὁ Ἰησοῦς, καθάπερ φατὲ, καὶ παράνομος, καὶ εὐδοκιμῆσαι ὑμᾶς ἐχρῆν, ὅτι αὐτὸν ἀπεκτείνατε. Εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ ἀνελὼν, ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν· Ἔστη γὰρ Φινέες, φησὶ, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ τοσούτους ἀσεβήσαντας ἀνθρώπους ἐξήρπασε τῆς ὀργῆς τοῦ Θεοῦ μιᾷ σφαγῇ παρανόμου τινὸς ἀνδρός· πολλῷ μᾶλλον ἐφ' ὑμῶν τοῦτο γενέσθαι ἐχρῆν, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. Τί δήποτε οὖν ὁ μὲν Φινεὲς ἄνδρα παράνομον ἀνελὼν ἐδικαιοῦτο, καὶ ἱερωσύνῃ ἐτιμᾶτο· ὑμεῖς δὲ, ὡς φατὲ, πλάνον καὶ ἀντίθεόν τινα σταυρώσαντες, οὐ μόνον οὐκ εὐδοκιμεῖτε οὐδὲ τιμᾶσθε, ἀλλὰ καὶ χαλεπώτερα ἐπάθετε, ἢ ὅτε τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε; οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι, ἐπειδὴ εἰς τὸν Σωτῆρα καὶ προστάτην τῆς οἰκουμένης παρηνομήσατε, τοιαύτην ὑπομένετε δίκην; Καίτοι γε νῦν καὶ αἱμάτων ἀπέχεσθε μιαρῶν, καὶ σάββατα τηρεῖτε· τότε δὲ καὶ εἰς αὐτὴν ἐνυβρίζετε τὴν ἡμέραν. Καὶ ὁ Θεὸς ἐπηγγέλλετο διὰ τοῦ Ἱερεμίου, φείδεσθαι τῆς πόλεως ὑμῶν, εἰ παύσοισθε αἴροντες βαστάγματα ἐν σαββάτῳ· ἀλλ' ἰδοὺ νῦν τοῦτο ποιεῖτε, καὶ οὐκ αἴρετε βαστάγματα ἐν σαββάτῳ, καὶ οὐδὲ οὕτως καταλλάττεται ὑμῖν. Τὸ γὰρ ἁμάρτημα ὑμῶν ἐκεῖνο ἁπάντων μεῖζον ἦν, ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος ὁ τῶν ἁμαρτιῶν. Οὐ γὰρ διὰ τὸν λοιπὸν ὑμῶν βίον, ἀλλὰ δι' ἐκεῖνο τὸ τόλμημα ἐν τοῖς παροῦσιν ἐστὲ δεινοῖς. Ὥστε εἴ γε μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ὁ Θεὸς ὑμᾶς ἀπεστράφη, εἰ καὶ μυρία ἦτε ἡμαρτηκότες· καὶ δῆλον ἔκ τε τῶν εἰρημένων ἁπάντων, καὶ τούτου οὗ μέλλω λέγειν νῦν. Τί δὲ τοῦτό ἐστιν; Ἠκούσαμεν τοῦ Θεοῦ πολλάκις λέγοντος διὰ τῶν προφητῶν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι Ὑμεῖς μὲν ἄξιοι μυρίων ἦτε κακῶν· ἐγὼ δὲ, φησὶ, ποιῶ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Βαρυτέρας
3. Will you still endure, tell me, to call Him a deceiver and a lawbreaker, and will you not go off and bury yourselves somewhere when you look in the face so manifest a truth of the facts? For if Jesus had been a deceiver, as you say, and a lawbreaker, you ought even to have won renown because you slew Him. For if Phinehas, by slaying one certain man, stayed the whole wrath against the nation—for Phinehas stood up, it says, and made atonement, and the plague ceased (Ps. 105:30)—and snatched so many men who had acted ungodly from the wrath of God by the single slaughter of one lawless man, much more ought this to have happened in your case, if indeed He Who was crucified by you was a lawbreaker. Why on earth, then, was Phinehas, when he slew a lawless man, accounted righteous and honoured with the priesthood (cf. Num. 25:7-13); whereas you, having crucified, as you say, a deceiver and adversary of God, not only win no renown nor honour, but have suffered things even more grievous than when you slaughtered your own sons? Is it not plain even to the utterly foolish that, because you acted lawlessly against the Saviour and Protector of the inhabited world, you endure such a punishment? And yet now you both abstain from polluted bloodshed and keep the Sabbaths, whereas at that time you insulted even that very day. And God promised through Jeremiah to spare your city if you would cease carrying burdens on the Sabbath (cf. Jer. 17:21-25); yet behold, now you do this, and do not carry burdens on the Sabbath, and not even thus is He reconciled to you. For that sin of yours was greater than all others, so that this plea of yours concerning your sins is superfluous. For not on account of the rest of your life, but on account of that daring crime, are you in your present calamities. Consequently, had it not been for this, God would not have turned away from you for so long, even had you committed ten thousand sins; and this is manifest both from all that has been said and from what I am about to say now. And what is this? We have often heard God saying through the prophets to your fathers: You indeed were worthy of ten thousand evils; yet I, He says, act for My name's sake, that it may not be profaned among the nations (cf. Ezek. 20:9; 36:21-22). And again: Not for your sake do I act, O house of Israel, but for My name's sake (Ezek. 36:22). And what He means is something like this: Of heavier
Notes, col. 907

On the reading

Printed παροῦσιν ἐστὲ, for παροῦσίν ἐστε.

PG 48:908Read from the page
μὲν τιμωρίας ἦτε ἄξιοι καὶ κολάσεως· ἀλλ' ἵνα μή τις λέγῃ, ὅτι ἀσθενῶν ὁ Θεὸς, καὶ μὴ δυνάμενος σῶσαι, ἀφῆκε τοὺς Ἰουδαίους ταῖς τῶν πολεμίων χερσὶν, ἀντιλαμβάνομαι καὶ προΐσταμαι. Ὥστε εἰ παράνομος ἦν ὁ Χριστὸς, ὑμεῖς δὲ αὐτὸν ἐσταυρώσατε, καὶ εἰ μυρία ἦτε ἡμαρτηκότες, καὶ πολλῷ τῶν προτέρων χαλεπώτερα, πάντως ἂν ὑμᾶς ὁ Θεὸς διὰ τοῦτο διέσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ, ἵνα μὴ μέγας τις ἐκεῖνος νομίζηται, μηδὲ εἴπῃ τις, ὅτι δι' ἐκεῖνον ταῦτα ἐπάθετε. Εἰ γὰρ φαίνεται διὰ τὴν ἑαυτοῦ δόξαν τὰ ἁμαρτήματα ὑμῶν παρορῶν, πολλῷ μᾶλλον ἂν τοῦτο ἐποίησε νῦν, καὶ τὴν σφαγὴν ἀπεδέξατο ταύτην, καὶ τὰ πολλὰ [ἂν] ὑμῶν ἐξήλειψεν ἁμαρτήματα. Ὅταν δὲ φαίνηται εἰς τέλος ὑμᾶς ἀποστρεφόμενος, εὔδηλον ὅτι διὰ τῆς ὀργῆς ταύτης, καὶ τῆς εἰς τέλος ἐγκαταλείψεως, δείκνυσι καὶ τοῖς σφόδρα ἀναισχυντοῦσιν, ὅτι οὐχὶ παράνομός τις ἦν ὁ σφαγεὶς, ἀλλ' αὐτὸς ὁ νομοθέτης, καὶ τῶν μυρίων ἀγαθῶν αἴτιος ὁ παραγενόμενος. Διὰ τοῦτο οἱ μὲν εἰς αὐτὸν ἀσεβήσαντες ὑμεῖς, ἐν ὕβρει καὶ ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες αὐτὸν ἡμεῖς, ἀτιμότεροι πάντων ὑμῶν ἔμπροσθεν ὄντες, διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ σεμνότεροι πάντων ὑμῶν ἐσμεν νῦν, καὶ ἐν μείζονι τιμῇ καθεστήκαμεν. Καὶ πόθεν δῆλον ὅτι ἀπεστράφη, φησὶν, ἡμᾶς ὁ Θεός; Λόγου γὰρ ἔτι χρεία καὶ ἀποδείξεως; εἰπέ μοι. Τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, καὶ διὰ τῶν ἄλλων ἁπάντων τῶν εἰς ὑμᾶς συμβεβηκότων, ἔτι διὰ λόγων ἀπόδειξιν ἐπιζητεῖτε: Ἀλλ' ἄνθρωποι, φησὶ, ταῦτα ἡμῖν ἐπήγαγον, οὐχ ὁ Θεός. Μάλιστα μὲν οὖν ὁ Θεὸς ταῦτα εἰργάσατο. Εἰ δὲ ἀνθρώποις ταῦτα λογίζῃ, σκόπησον πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνθρωποι, εἰ μὴ τῷ Θεῷ δοκοῦν ἦν τοῦτο, εἰ καὶ ἐτόλμων, οὐκ ἂν ἴσχυσαν εἰς πέρας αὐτὰ ἀγαγεῖν. Ὅτε γοῦν τὴν Περσίδα πᾶσαν ἄγων ἐπῆλθεν ὁ βάρβαρος, καὶ ἐξ ἐπιδρομῆς ἅπαντας λήψεσθαι προσεδόκησε, καὶ καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις εἰς τὴν πόλιν ἅπαντας εἶχε συγκεκλεισμένους· οὐχὶ τότε δὴ, τότε, ἐπειδὴ ὁ Θεὸς ἵλεως ἦν, χωρὶς πολέμου καὶ μάχης καὶ συμβολῆς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας στρατιωτῶν νεκροὺς ἀφεὶς παρ' ὑμῖν, οὕτως ἔφυγεν, ἀγαπῶν, εἰ διασωθείη μόνος; Καὶ ἄλλους δὲ μυρίους πολέμους οὕτως ἔκρινεν ὁ Θεὸς πολλάκις. Ὥστε καὶ νῦν, εἰ μὴ αὐτὸς ἦν ὁ καθάπαξ ὑμᾶς ἀφεὶς, οὐκ ἂν ἴσχυσαν οἱ τὴν πόλιν ὑμῶν καθελόντες, καὶ τὸν ναὸν ἐρημώσαντες, οὐκ ἂν μέχρι τοσούτου τὰ τῆς ἐρημίας ἔμεινεν· οὐκ ἂν, πολλάκις ὑμῶν ἐπιχειρησάντων, ἀνόνητος ἡ ἐπιχείρησις γέγονεν.
vengeance and punishment were you indeed worthy; yet lest anyone should say that God, being weak and unable to save, abandoned the Jews to the hands of their enemies, I come to your aid and stand over you as protector. Consequently, if Christ had been a lawbreaker, and you had crucified Him, even had you committed ten thousand sins, and ones far more grievous than your former ones, God would by all means have preserved you on this account, lest His name should be profaned, lest that Man should be supposed to be someone great, and lest anyone should say that on His account you suffered these things. For if He is seen overlooking your sins for the sake of His own glory, much more would He have done this now, and would have accepted this slaughter, and [would] have blotted out your many sins. But when He is seen turning away from you utterly to the end, it is plain that through this wrath and this utter abandonment He shows even to those who act utterly shamelessly that He Who was slain was not some lawbreaker, but was Himself the Lawgiver, and had come as the Author of ten thousand good things. For this reason you who acted ungodly against Him are in insult and dishonour, whereas we who worship Him, though formerly more dishonoured than all of you, are now by the grace of God both more venerable than all of you and established in greater honour. And whence is it manifest, one says, that God has turned away from us? Is there still need, tell me, of argument and demonstration? When the facts themselves cry aloud and send forth a voice clearer than a trumpet—through the razing of the city, through the desolation of the temple, and through all the other things that have befallen you—do you still seek demonstration through words? Yet men, one says, brought these things upon us, not God. Nay, above all God wrought these things. And if you impute these things to men, consider again this point: that even men, had this not been pleasing to God, even had they dared it, would not have had strength to bring these things to pass. When, for instance, the barbarian marched up leading all Persia, and expected to capture all at the first onset, and held them all shut up together in the city as though in some drag-net and toils, did he not then, at that very time, since God was gracious, without war and battle and engagement, leaving a hundred and eighty-five thousand soldiers dead among you, thus take flight, content if he might escape safe alone (cf. 4 Kings 19:35-36; Isa. 37:36-37)? And ten thousand other wars also did God many times decide in this way. Consequently now also, had it not been He Himself Who once for all abandoned you, those who pulled down your city and laid waste the temple would not have prevailed; the desolation would not have remained so long; nor, when you many times made the attempt, would your attempt have proved fruitless.
δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμᾶς πεῖσαι πειράσομαι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐποίησαν ὅπερ ἐποίησαν εἰς ὑμᾶς οἱ βασιλεῖς Ῥωμαίων, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ καὶ τὴν αὐτοῦ ἐγκατάλειψιν. Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν ἀτιμίαν. Κείσθω γὰρ κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέσκαψαν οἱ ἄνθρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν ἀνέτρε-
4. Not from this alone, however, but from other grounds also shall I endeavour to persuade you that not by their own power did the Roman emperors do what they did unto you, but because of the wrath of God and His abandonment of you. For if what came to pass had been a work of men, your calamities ought to have halted at the capture, and your dishonour ought not to have advanced any further. For let it be granted, according to your argument, that men razed the walls, and pulled down the city, and overturned the altar-
Notes, col. 908

On the reading

Printed ἐπιζητεῖτε:, for ἐπιζητεῖτε;.