Migne Reading Room

PG 48 · cols. 897–902 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:897Read from the page
τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. Τὸν δὲ τράγον δηλοῦν, ὡς ἐξ Ἑλλήνων τις ὁ βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς, κρατήσει τῇ μάχῃ καὶ ἀφαιρήσεται τὴν ἡγεμονίαν ἅπασαν. Δηλοῦσθαι δὲ διὰ τοῦ πρώτου μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα, καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου, καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα ἀποστροφὴν ἑκάστου, τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφαίνεσθαι, καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας· οὔτε δὲ παῖδας ὄντας αὐτοῦ οὔτε συγγενεῖς πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. Ἔσεσθαι δὲ ἐκ τούτων ἕνα τινὰ βασιλέα, τὸν ἐκπολεμήσοντα καὶ τοὺς νόμους αὐτῶν, καὶ τὴν κατ' αὐτοὺς ἀφαιρησόμενον πολιτείαν, καὶ συλήσοντα τὸν ναὸν, καὶ τὰς θυσίας ἐπὶ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. Καὶ δὴ ταῦτα ἡμῶν συνέβη τῷ ἔθνει παθεῖν ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδε Δανιὴλ πολλοῖς ἔτεσιν ἔμπροσθεν, καὶ ἀνέγραψε τὰ γενησόμενα.
to surpass all these both in wealth and in glory. And that the he-goat signified that one of the Greeks would be the king, who, clashing twice with the Persian, will prevail in battle and take away all his sovereignty. And that by the first great horn in the forehead of the he-goat is signified the first king, and that the sprouting up of the four after that one fell out, and the turning away of each towards the four quarters, indicates the successors after the death of the first king, and a partition of the kingdom among them; and that though neither his sons nor kinsmen, they would rule the inhabited world for many years. And that from among these there would be a certain king who would wage war to the uttermost against both their laws, and take away their way of life, and plunder the temple, and prevent the sacrifices from being performed for three years. And indeed it came to pass that our nation suffered these things under Antiochus Epiphanes, just as Daniel saw many years beforehand, and recorded the things that would come to pass.
Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὥρα δὴ λοιπὸν, εἰ μὴ δοκοῦμεν διενοχλεῖν, ἐπ' αὐτὸ τὸ ζητούμενον ἐλθεῖν, τὴν παροῦσαν αἰχμαλωσίαν, καὶ τὴν δουλείαν ταύτην δὲ τὴν σήμερον, δι' ἣν ἅπαντα ταῦτα ἐκινήσαμεν. Ἀλλὰ διανάστητέ μοι νῦν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ ἀγών. Καὶ γὰρ ἄτοπον, ἐν Ὀλυμπιακοῖς μὲν καθημένους ἀγῶσι ἐκ μέσων νυκτῶν εἰς μεσημβρίαν μέσην καρτερεῖν, ἀναμένοντας ἰδεῖν εἰς τίνα ὁ στέφανος περιστήσεται, καὶ γυμνῇ τῇ κεφαλῇ θερμὴν δέχεσθαι τὴν ἀκτῖνα, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἂν κρίσιν τὰ ἀγωνίσματα λάβῃ· νῦν δὲ ἡμῖν οὐχ ὑπὲρ στεφάνου τοιούτου, ἀλλ' ὑπὲρ τοῦ τῆς ἀφθαρσίας στεφάνου τῶν ἀγώνων ὄντων, ἐκλύεσθαι καὶ ταλαιπωρεῖν. Ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν τετρακόσια ἔτη ἔχουσα, ἡ δὲ ἑβδομήκοντα, ἡ δὲ τρία καὶ ἥμισυ, τοῦτο ἱκανῶς ἐντεῦθεν ἡμῖν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. Ὅτι γὰρ καὶ περὶ ταύτης προανεφώνησεν ὁ προφήτης, αὐτὸν τοῦτον πάλιν παρέξομαι μάρτυρα τὸν Ἰώσηππον, τὸν τὰ ἐκείνων φρονοῦντα. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνα, ἄκουσον τί φησι μετὰ ταῦτα· Τὸν αὐτὸν δὲ τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ' αὐτῶν αἱρεθήσεται τὰ Ἱεροσόλυμα, καὶ ὁ ναὸς ἐρημωθήσεται. Σὺ δέ μοι σκόπει, ὡς εἰ καὶ Ἰουδαῖος ἦν ὁ ἀνὴρ ὁ ταῦτα γράψας, ἀλλ' οὖν οὐχ ἠνέσχετο τὴν ὑμετέραν ζηλῶσαι φιλονεικίαν. Εἰπὼν γὰρ ὅτι αἱρεθήσεται τὰ Ἱεροσόλυμα, οὐκ ἐτόλμησε προσθεῖναι καὶ εἰπεῖν, ὅτι ἀναστήσεται πάλιν, οὐδὲ χρόνον γράψαι διωρισμένον· ἀλλ' ἐπειδὴ συνεῖδε τὸν προφήτην οὐχ ὁρίσαντα χρόνον, καίτοι ἀνωτέρω εἰπὼν ἐπὶ τῆς Ἀντιόχου νίκης καὶ τῆς ἐρημώσεως καὶ ἡμέρας καὶ ἔτη, ὅσα ἔμελλεν ἡ αἰχμαλωσία κρατεῖν, ἐπὶ τῆς Ῥωμαίων μὲν οὐδὲν τοιοῦτον εἶπεν· ἀλλ' ὅτι μὲν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκ ἔτι προσέθηκεν, ἐπεὶ μηδὲ τὸν προφήτην εἶδε τοῦτο προσθέντα. Ταῦτα δὲ πάντα, φησὶ, τοῦ Θεοῦ δείξαντος αὐτῷ, συγγράψας κατέλιπεν, ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ τιμῇ τὸν Δανιήλ. Ποῦ τοίνυν εἶπεν ὁ Δανιὴλ ὅτι ὁ ναὸς
What then could be clearer than this? It is high time now, if we do not seem to be troublesome, to come to the very point in question, the present captivity, and this bondage of today, on account of which we have set all these things in motion. But rouse yourselves for me now; for our contest is not over ordinary matters. For indeed it would be absurd, that those sitting at the Olympic games should endure from midnight until midday, waiting to see upon whom the crown will come round, and receive the hot ray upon a bare head, and not depart first until the contests receive a judgement; whereas for us now, when the contests are not for such a crown, but for the crown of incorruption, to grow faint and be distressed. That, therefore, the three captivities were proclaimed beforehand, the one having four hundred years, the second seventy, and the third three and a half, has been sufficiently demonstrated to us from this. Come now, let us also speak concerning this one. For that the prophet also foretold beforehand concerning this one, I will again present this very same Josephus as a witness, who holds their views. For after he spoke those things, hear what he says after these: And in the same manner Daniel also wrote concerning the dominion of the Romans, and that Jerusalem will be taken by them, and the temple will be made desolate. And do you observe for me how, even though the man who wrote these things was a Jew, nevertheless he could not bear to emulate your contentiousness. For while saying that Jerusalem will be taken, he did not dare to add and say that it will rise again, nor to write down a defined time; but since he perceived that the prophet had not defined a time, although above, in the case of the victory of Antiochus and the desolation, he stated both days and years, for how long the captivity was about to prevail, in the case of that of the Romans he said nothing of the sort; on the contrary, that Jerusalem and the temple will be made desolate, he wrote, but that the state of desolation will come to a halt somewhere, he no longer added, since he saw that neither had the prophet added this. And all these things, he says, as God showed them to him, he composed and left behind, so that those who read them and observe the things that come to pass may marvel at Daniel for the honour he received from God. Where, then, Daniel said that the temple
PG 48:898Read from the page
ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν. Ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδιᾷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. Ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, φησί· χρόνος, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ' ὅσον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι χρόνον πάλιν. Ἕτερον δέ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσία, καὶ χρόνον μεθ' ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι. Ἑβδομήκοντα ἑβδομάδες, φησὶ, συνετμήθησαν ἐπὶ τὸν λαόν σου· οὐκ ἔτι ἐπὶ τὸν λαὸν τὸν ἐμὸν, καίτοι ὁ προφήτης ἔλεγεν, Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν λαόν σου· ἀλλ' ὁ Θεὸς ἀλλοτριοῦται αὐτὸν λοιπὸν διὰ τὸ μέλλον ἔσεσθαι τόλμημα. Εἶτά φησι καὶ τὴν αἰτίαν, Ἕως τοῦ παλαιωθῆναι παράπτωμα, καὶ τοῦ συντελεσθῆναι ἁμαρτίαν. Τί ἐστιν, Ἕως τοῦ συντελεσθῆναι ἁμαρτίαν; Πολλὰ, φησὶν, ἁμαρτάνουσιν· ἀλλ' ἡ κορωνὶς τῶν κακῶν τότε ἔσται, ὅταν τὸν Δεσπότην αὐτῶν ἀνέλωσι. Τοῦτό φησι καὶ ὁ Χριστός· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Δούλους, φησὶν, ἀπεκτείνατε, πρόσθετε καὶ αἷμα δεσποτικόν. Ὅρα σύμφωνα τὰ νοήματα. Ὁ Χριστὸς εἶπε, Πληρώσατε· ὁ προφήτης φησὶ, Τελεσθῆναι ἁμαρτίαν, καὶ Τοῦ σφραγίσαι ἁμαρτίας. Τί ἐστι σφραγίσαι; Ὥστε μηδὲν ὑπολελεῖφθαι λοιπόν. Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. Ποία δὲ δικαιοσύνη αἰώνιος, ἀλλ' ἢ ἡ παρὰ τοῦ Χριστοῦ δοθεῖσα; Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων, τουτέστι, στῆσαι λοιπὸν τὰς προφητείας· τοῦτο γάρ ἐστι σφραγίσαι, τὸ στῆσαι τὸ χρῖσμα, στῆσαι τὰς ὁράσεις. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου. Ὁρᾷς πῶς παντελῆ ἐνταῦθα ἀπειλεῖ ἐρήμωσιν, καὶ τῶν ἁμαρτιῶν ἀνταπόδοσιν καὶ τῶν ἀδικιῶν; Οὐ γὰρ συγχωρεῖν, ἀλλ' ἐπεξιέναι τοῖς ἁμαρτήμασιν αὐτῶν ἠπείλησεν ὁ Θεός.
will be made desolate, let us next examine. For after he offered that prayer in sackcloth and ashes, Gabriel came to him and says: Seventy weeks have been determined upon your people, and upon the holy city (Dan. 9:24). Behold, here too a time has been spoken of, says someone; a time, not of the captivity, but after how much time the captivity was about to meet them again. Yet it is one thing to state the time for how long the captivity was about to prevail, and another the time after which it was about to meet them and arrive. Seventy weeks, he says, have been determined upon your people: no longer upon My people, although the prophet said, Make Thy face shine upon Thy people (cf. Dan. 9:17); yet God estranges himself from them henceforth because of the audacious deed that was about to take place. Then he also states the cause: Until transgression grows old, and sin is brought to an end. What is, Until sin is brought to an end? They commit many sins, he says; but the crowning peak of their evils will be then, when they slay their Master. Christ also says this: Fill up the measure of your fathers (Matt. 23:32). You slew servants, He says; add also the Master's blood. See how harmonious the thoughts are. Christ said, Fill up; the prophet says, That sin be brought to an end, and To seal up sins. What is to seal up? So that nothing is left over anymore. And to bring in eternal righteousness. And what righteousness is eternal, save that given by Christ? And to seal up vision and prophet, and to anoint a holy of holies (Dan. 9:24), that is, to bring the prophecies to a halt henceforth; for this is to seal up: to bring the anointing to a halt, to bring the visions to a halt. On this account Christ said: The Law and the Prophets were until John (Matt. 11:13). Do you see how He threatens complete desolation here, and recompense for their sins and iniquities? For God threatened not to pardon, but to visit punishment upon their sins.
ιʹ. Καὶ πότε δὴ τοῦτο γέγονε; πότε ἀνῃρέθησαν προφητεῖαι παντελῶς; πότε τὸ χρῖσμα κατελύθη, ὡς μηκέτι πάλιν ἐπανελθεῖν; Κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται, οὕτω λαμπρὰ τῶν πραγμάτων ἐστὶν ἡ φωνή· οὐδὲ γὰρ ἂν ἔχοιμεν ἄλλον καιρὸν εἰπεῖν, ἐν ᾧ ταῦτα ὑπέστησαν, ἢ τοῦτον τὸν μακρὸν καὶ πολὺν καὶ πλείονα πάλιν ἐσόμενον. Εἶτα πάλιν ἀκριβέστερον λέγων φησὶ, Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο.
10. And when indeed did this take place? When were prophecies abolished utterly? When was the anointing put down, so as never to return again? Even if we keep silent, the stones will cry out, so bright is the voice of the facts; for we could not name another time in which they underwent these things, than this long and great one, which will be greater still again. Then again, speaking more exactly, he says: And you shall know and understand from the going forth of the word to answer and to build Jerusalem, until Christ the Ruler, there are seven weeks, and sixty-two weeks (Dan. 9:25).
Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· τὸ γὰρ πᾶν ζήτημα ἐνταῦθά ἐστιν. Ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξήκοντα δύο τετρακόσια ὀγδοηκοντατρία ἔτη· ἑβδομάδας γὰρ ἐνταῦθα οὐχ ἡμερῶν φησιν, οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. Ἀπὸ γὰρ Κύρου ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην, τριακόσια ἐνενήκοντα τέσσαρά ἐστιν ἔτη. Δηλῶν τοίνυν, ὅτι οὐκ ἐκείνην λέγει τὴν ἐρήμωσιν τοῦ ναοῦ, ἀλλὰ τὴν μετ' ἐκείνην, τὴν ἐπὶ Πομπηΐου, καὶ Θὐεσπασιανοῦ, καὶ Τίτου, περαιτέρω προάγων τὸν χρόνον, εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν χρὴ, δείκνυσιν ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου· ἀλλὰ πόθεν; Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ
Pay heed to me here with exactness; for the whole inquiry lies here. Seven weeks and sixty-two weeks make four hundred and eighty-three years; for here he speaks not of weeks of days, nor of months, but of weeks of years. For from Cyrus down to Antiochus Epiphanes and that captivity, there are three hundred and ninety-four years. Showing, therefore, that he does not speak of that desolation of the temple, but of the one after that, the one under Pompey, and Vespasian, and Titus, carrying the time further on, and then teaching us from what point one must count, he shows that it is not from the day of the return; but from where? From the going forth of the word, to answer, and
Notes, col. 898

On the reading

Printed Θὐεσπασιανοῦ, for Οὐεσπασιανοῦ.

PG 48:899Read from the page
τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. Οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ' ἐκείνους Δαρεῖος ὁ Ὑστάσπου, εἶτα ὁ Ξέρξης ὁ Δαρείου, καὶ μετὰ τοῦτον Ἀρταβάνης· εἶτα μετὰ Ἀρταβάνην Ἀρταξέρξης ὁ Μακρόχειρ, ὃς ἐβασίλευσε τῆς Περσίδος· καὶ τούτου βασιλεύοντος, εἰκοστοῦ ἔτους τῆς βασιλείας αὐτοῦ, Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν. Καὶ ταῦτα ὁ Ἔσδρας ἡμῖν ἀκριβῶς διηγήσατο. Ἂν τοίνυν ἐντεῦθεν τετρακόσια καὶ ὀγδοήκοντα τρία ἔτη ἀριθμήσωμεν, πάντως ἥξομεν ἐπὶ τὴν κατασκαφὴν ταύτην. Διὰ τοῦτό φησιν, Οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος. Ἐπειδὰν οὖν, φησὶν, ἀναστῇ, καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἀρίθμει, καὶ ὄψει τὴν αἰχμαλωσίαν ταύτην οὐκέτι τέλος ἔχουσαν. Καὶ τοῦτο δὲ αὐτὸ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακὰ, οὕτω φησί· Μετὰ τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρῖμα οὐκ ἔσται ἐν αὐτῇ, καὶ τὴν πόλιν δὲ καὶ τὸ ἅγιον συνδιαφθαρεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατακλυσμῷ· οὐδὲ λείψανον ἔσται λοιπὸν, οὐδὲ ῥίζα πάλιν ἀναβλαστάνουσα, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ πάλιν λέγων τὴν αἰχμαλωσίαν ταύτην φησίν· Ἀρθήσεται θυμίαμα καὶ σπονδή· καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ὅταν δὲ ἀκούσῃς, ὦ Ἰουδαῖε, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; Καὶ ἐπὶ τούτοις. Τί δέ ἐστιν, Ἐπὶ τούτοις; Τουτέστι, πρὸς τούτοις τοῖς εἰρημένοις, τῇ τῆς θυσίας ἀναιρέσει καὶ τῆς σπονδῆς, ἕτερον ἔσται τι μεῖζον κακόν. Ποῖον δὴ τοῦτο; Ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως· ἱερὸν τὸν ναὸν καλῶν, βδέλυγμα δὲ ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν ὁ τὴν πόλιν καθελὼν ἔνδον ἐν τῷ ναῷ. Καὶ ἕως συντελείας, φησὶν, ἐρήμωσις. Διὰ τοῦτό φησιν ὁ Χριστὸς, μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος τὸ κατὰ σάρκα, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν, καὶ δεικνὺς ὅτι περὶ αὐτῆς ὁ Δανιὴλ προεφήτευσε, φησίν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὃ εἶπε Δανιὴλ ὁ προφήτης, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Ἐπειδὴ γὰρ ἅπαν εἴδωλον, καὶ πᾶν τύπωμα ἀνθρώπου παρὰ τοῖς Ἰουδαίοις βδέλυγμα ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσία ἔσται, προανεφώνησεν. Ὅτι δὲ περὶ Ῥωμαίων ταῦτα εἴρηται, καὶ ὁ Ἰώσηππος, καθάπερ ἔμπροσθεν ἀπεδείξαμεν εἴρηκεν. Τίς οὖν ὑμῖν λοιπὸν ὑπολέλειπται λόγος, ὅταν τὰς μὲν ἄλλας φαίνωνται αἰχμαλωσίας οἱ προφῆται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ καὶ τὸ ἐναντίον προσειπόντες, ὅτι ἕως συντελείας ἔσται ἡ ἐρήμωσις; Καὶ ὅτι οὐ ψεῦδος τὰ εἰρημένα, φέρε καὶ τὴν ἀπὸ τῶν πραγμάτων αὐτῶν παράσχωμεν μαρτυρίαν. Εἰ μὲν γὰρ μὴ ἐπεχείρησαν οἰκοδομῆσαι τὸν ναὸν, εἶχον ἂν λέγειν, ὅτι Εἴ γε ἠβουλήθημεν ἐπιχειρῆσαι καὶ τῆς οἰκοδομῆς ἅψασθαι, πάντως ἂν ἰσχύσαμεν καὶ ἠνύσαμεν· νυνὶ δὲ αὐτοὺς δείκνυμι οὐχ
to build Jerusalem (Dan. 9:25). Now it was built not under Cyrus, but under Artaxerxes Longhand. For after the return there came back Cambyses, then the Magi, and after those Darius the son of Hystaspes, then Xerxes the son of Darius, and after him Artabanus; then after Artabanus Artaxerxes Longhand, who reigned over Persia; and while he was reigning, in the twentieth year of his reign, Nehemiah went up and raised up the city. And Esdras recounted these things to us exactly. If, therefore, we count four hundred and eighty-three years from that point, we will by all means arrive at this razing. On this account he says: Street and surrounding wall shall be built (Dan. 9:25; cf. 2 Esdr. 12-13). Whenever, therefore, he says, it rises up, and recovers its proper form, count the seventy weeks from that point, and you will see this captivity no longer having an end. And declaring this very thing more clearly, that the evils holding them fast will have no release, he speaks thus: After the seventy weeks the anointing shall be utterly destroyed, and there shall be no judgement in it, and he shall destroy both the city and the sanctuary together with the ruler who is coming, and they shall be cut down as in a flood; and no remnant shall remain henceforth, nor a root sprouting up again, and until the end of a war cut short by destructions (cf. Dan. 9:26). And again, speaking of this captivity, he says: Incense and drink-offering shall be taken away; and besides these things, upon the sanctuary there shall be an abomination of desolation, and until the consummation of time a consummation shall be given upon the desolation (Dan. 9:27). And when you hear of a consummation, O Jew, what else do you still await? And besides these things. And what is, Besides these things? That is, in addition to these things that have been spoken, the taking away of the sacrifice and of the drink-offering, there shall be some other greater evil. What sort is this, then? Upon the sanctuary an abomination of desolation: calling the temple the sanctuary, and the abomination of desolation the statue which he who pulled down the city set up within the temple. And until the consummation, he says, desolation. On this account Christ, having arrived according to the flesh after Antiochus Epiphanes, and foretelling beforehand the captivity that was about to take place, and showing that Daniel prophesied concerning it, says: When you see the abomination of desolation, which was spoken of by Daniel the prophet, standing in a holy place—let him who reads understand (Matt. 24:15). For since every idol and every figure of a man was called an abomination among the Jews, indicating that statue darkly, He foretold beforehand at once both when and by whom the captivity would take place. And that these things were spoken concerning the Romans, Josephus also has said, just as we demonstrated before. What plea, then, is left to you henceforth, when the prophets are seen to have spoken of the other captivities with defined times, while assigning no time to this one, and even adding the opposite besides, that the desolation shall be until the consummation? And to show that the things spoken are no falsehood, come, let us also furnish the testimony from the very facts themselves. For if they had not attempted to build the temple, they would have been able to say: Had we wished to attempt it and put our hand to the building, we would by all means have prevailed and accomplished it; whereas now I show that they, not
PG 48:900Read from the page
ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντας καὶ ῥαγέντας, καθάπερ ἐν τοῖς Ὀλυμπιακοις ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς Ἐκκλησίας τὸν στέφανον.
once, nor twice, but even three times attempted it and were dashed down, just as in the Olympic games, so that the crown of the Church is undisputed.
ιαʹ. Ποῖοι τοίνυν ἐπεχείρησαν; Οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες, οἱ νεωτεροποιοὶ καὶ στασιασταί· μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οὗτοι οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν, οὐκ εἰδότες ὅτι ψήφῳ Θεοῦ πολεμοῦσι, κελευούσῃ διὰ παντὸς ἐρημοῦσθαι τὴν πόλιν· τὸν δὲ Θεῷ πολεμοῦντα περιγενέσθαι ἀμήχανον. Συρῥήξαντες τοίνυν τῷ βασιλεῖ, πάλιν εἰς ἀνάγκην αὐτὸν κατέστησαν παντελοῦς ἐρημώσεως. Καθελὼν γὰρ αὐτοὺς ἐκεῖνος, καὶ χειρωσάμενος, καὶ τὰ λείψανα ἀφανίσας πάντα, ἵνα μηδὲ ἀναισχυντεῖν ἔχωσι λοιπὸν, τὸν ἀνδριάντα ἔστησε τὸν ἑαυτοῦ· εἶτα συνιδὼν, ὅτι συμβαίνει χρόνῳ ποτὲ τοῦτον καταπεσεῖν, ὥστε αὐτοῖς ἐνθεῖναι καυτῆρα ἀνίατον τῆς ἥττης καὶ τῆς ἀναισχυντίας ἐκείνης ἔλεγχον, τὸ ὄνομα τὸ ἑαυτοῦ τοῖς τῆς πόλεως ἐπέθηκε λειψάνοις. Ἐπειδὴ γὰρ Αἴλιος Ἀδριανὸς ἐχρημάτιζεν, οὕτω καὶ τὴν πόλιν καλεῖσθαι ἐνομοθέτησεν, ἐκεῖθέν τε Λἰλία μέχρι τοῦ νῦν ὀνομάζεται ἀπὸ τῆς ἐπωνυμίας τοῦ κρατήσαντος καὶ καθελόντος αὐτήν. Ὁρᾷς τὴν πρώτην ἐπιχείρησιν τῶν ἀναισχύντων Ἰουδαίων; Βλέπε καὶ τὴν μετ' ἐκείνην.
11. What sort of men, then, attempted it? Those who always resist the Holy Spirit (cf. Acts 7:51), the innovators and rebels; for after the desolation that took place under Vespasian and Titus, banding together under Hadrian, these Jews were eager to return to their former commonwealth, not knowing that they were waging war against the decree of God, which commands that the city remain desolate for ever; and for one who wages war against God to prevail is impossible. Clashing, therefore, with the emperor, they again reduced him to the necessity of a complete desolation. For pulling them down and subduing them, and wiping out all the remnants, so that they might not even be able to act shamelessly henceforth, he set up his own statue; then, perceiving that it happens in time that this one falls down at some point, in order to brand upon them an incurable mark of their defeat and a proof of that shamelessness, he set his own name upon the remnants of the city. For since he bore the name Aelius Hadrian, he enacted by law that the city too should be called thus, and from that time it is named Aelia down to the present, from the surname of him who conquered and pulled it down. Do you see the first attempt of the shameless Jews? Look also at the one after that.
Πάλιν ἐπὶ Κωνσταντίνου τοῖς αὐτοῖς ἐπεχείρησαν. Ὁ δὲ [βασιλεὺς ἰδὼν τὴν ἐπιχείρησιν αὐτῶν,] τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς παρακοῆς σύμβολον ἐνθεὶς αὐτῶν τῷ σώματι, πανταχοῦ περιῆγε καθάπερ τινὰς δραπέτας καὶ μαστιγίας, διὰ τῆς τοῦ σώματος πηρώσεως ἅπασι καταδήλους ποιῶν, καὶ τοὺς πανταχοῦ σωφρονίζων, μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν. Ἀλλὰ ταῦτα μὲν ἀρχαῖα καὶ παλαιά· μᾶλλον δὲ τοῦτο μὲν τοῖς ἔτι πρεσβυτέροις καὶ γέρουσιν ἡμῶν ἐστι γνώριμον.
Again under Constantine they attempted the same things. And he, [the emperor, seeing their attempt,] cut off their ears and set the mark of disobedience upon their body, and led them around everywhere like runaway slaves and whipping-rogues, making them conspicuous to all through the mutilation of their body, and chastening those everywhere no longer to attempt the same things. Yet these things are ancient and of old; or rather, this is known to those among us who are still elders and old men.
Ὃ δὲ μέλλω νῦν ἐρεῖν, καὶ τοῖς σφόδρα νέοις δῆλόν ἐστι καὶ καταφανές. Οὐδὲ γὰρ ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου γέγονεν, ἀλλ' ἐπὶ βασιλέως πρὸ εἴκοσι ἐτῶν γεγενημένου ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Ἰουλιανοῦ γὰρ, τοῦ πάντας ἀσεβείᾳ τοὺς βασιλέας νικήσαντος, καλοῦντος αὐτοὺς ἐπὶ τὰς τῶν εἰδώλων θυσίας, καὶ ἐπισπωμένου πρὸς τὴν οἰκείαν ἀσέβειαν· εἶτα τὸν παλαιὸν τῆς θεραπείας προβαλλομένου τρόπον, καὶ λέγοντος, ὅτι Καὶ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων οὕτως ὁ Θεὸς ἐθεραπεύετο, καὶ ἄκοντες ὡμολόγουν τότε ταῦτα, ἅπερ ἡμεῖς ἀπεδείξαμεν νῦν, ὅτι τῆς πόλεως ἔξω θύειν οὐκ ἔνι, ἀλλὰ παρανομοῦσι πᾶν ὁτιοῦν ἐπιτελοῦντες ἐπὶ γῆς ἀλλοτρίας. Ὥστε ει βούλει, ἔφασαν, ἡμᾶς θύοντας ἰδεῖν, ἀπόδος ἡμῖν τὴν πόλιν, ἀνάστησον τὸν ναὸν, δεῖξον ἡμῖν τὰ ἅγια τῶν ἁγίων, ἀνάστησον τὸν βωμὸν, καὶ θύσομεν καὶ νῦν καθάπερ καὶ πρότερον. Καὶ οὐκ ἠσχύνοντο οἱ μιαροὶ καὶ ἀναίσχυντοι παρὰ ἀνδρὸς ἀσεβοῦς καὶ Ἕλληνος ταῦτα αἰτοῦντες, καὶ τὰς μιαρὰς ἐκείνου χεῖρας καλοῦντες ἐπὶ τὴν τῶν ἁγίων οἰκοδομήν· καὶ οὐκ ᾐσθάνοντο ἀδυνάτοις ἐπιχειροῦντες πράγμασιν, οὐδὲ συνεῖδον, ὅτι εἰ μὲν ἄνθρωπος ἦν ὁ καταλύσας ἐκεῖνα, ἐνῆν καὶ παρὰ
Yet what I am now about to say is clear and manifest even to the very young. For it did not take place under Hadrian and Constantine, but under an emperor who lived twenty years ago in our own generation. For when Julian, who surpassed all emperors in impiety, summoned them to the sacrifices of idols, and drew them on towards his own impiety, and then put forward the ancient manner of worship, saying that Even in the time of your forefathers God was worshipped in this way, even unwillingly they confessed then these very things which we have demonstrated now, that outside the city it is not possible to sacrifice, and that they transgress the law in performing anything whatsoever upon a foreign land. Wherefore, if you wish, they said, to see us sacrificing, restore to us the city, raise up the temple, show us the Holy of Holies, raise up the altar, and we will sacrifice even now just as before also. And those polluted and shameless men were not ashamed to ask these things from an impious man and a pagan, and to call his polluted hands to the building of the holy places; and they did not perceive that they were attempting impossible things, nor did they see that if it had been a man who pulled those things down, it would have been possible also from
Notes, col. 900

On the reading

Printed Ὀλυμπιακοις, for Ὀλυμπιακοῖς.

Printed Λἰλία, for Αἰλία.

Printed ει βούλει, for εἰ βούλει.

PG 48:901Read from the page
ἀνθρώπου πάλιν λαβεῖν αὐτά· Θεοῦ δὲ ὄντος τοῦ καθελόντος αὐτῶν τὴν πόλιν, ἀμήχανον τὰ τῇ θείᾳ δόξαντα ψήφῳ δύναμιν ἀνθρωπίνην παρατρέψαι ποτέ. Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ὥσπερ γὰρ ἃ ἂν ἀναστήσῃ καὶ βουληθῇ μένειν, καθελεῖν ἀδύνατον ἀνθρώποις· οὕτως ἅπερ ἂν καθέλῃ καὶ βούληται μένειν καθῃρημένα, ἀναστῆσαι πάλιν οὐκ ἔνι. Ἔστω δὲ, Ἰουδαῖοι, ὅτι βασιλεὺς τὸν ναὸν ἐδίδου, καὶ τὸν βωμὸν ἀνίστα, καθάπερ ὑμεῖς ὑποπτεύετε μάτην· μὴ καὶ τὸ πῦρ ἄνωθεν ὑμῖν ἀφεῖναι ἐκ τῶν οὐρανῶν δυνατὸς ἦν; τούτου δὲ οὐκ ὄντος, ἐναγὴς καὶ ἀκάθαρτος ἦν ἡ θυσία ὑμῶν. Διὰ τοῦτο γοῦν οἱ παῖδες Ἀαρὼν ἀπώλοντο, ἐπειδὴ πῦρ ἀλλότριον εἰσήνεγκαν. Ἀλλ' ὅμως πρὸς ἅπαντα τυφλώττοντες παρεκάλουν αὐτὸν, καὶ ἱκέτευον συνάρασθαι καὶ συνεφάψασθαι τῆς οἰκοδομῆς τοῦ ναοῦ. Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, εὐθέως διὰ τῶν ἔργων ἐδήλου, ὅτε αἱ τοῦ Θεοῦ ψῆφοι πάντων εἰσὶ δυνατώτεραι, καὶ ἰσχυρὰ τὰ ἔργα τῶν λόγων τοῦ Θεοῦ. Ὡς γὰρ ἥψαντο τῆς παρανόμου ταύτης σπουδῆς, καὶ γυμνοῦν ἤρξαντο τὰ θεμέλια, καὶ πολὺν ἐκένωσαν χοῦν, καὶ τῆς οἰκοδομῆς ἅπτεσθαι λοιπὸν ἔμελλον· πῦρ ἐκπηδῆσαν ἐκ τῶν θεμελίων εὐθέως κατέφλεξέ τε πολλοὺς ἀνθρώπους, οὐ μὴν ἀλλὰ καὶ τοὺς λίθους τοῦ τόπου ἐκείνου, καὶ τῆς ἀκαίρου φιλονεικίας ἔστησεν οὐ μόνον τοὺς τὸ ἔργον ἐπιχειρήσαντας, ἀλλὰ καὶ Ἰουδαῖοι πολλοὶ τοῦτο θεασάμενοι ἐξέστησαν καὶ ᾐσχύνθησαν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἰουλιανὸς, καίτοι τοσαύτην μανίαν ἔχων περὶ τὴν σπουδὴν ἐκείνην, δείσας μὴ περαιτέρω προελθὼν ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴν καλέσῃ τό πῦρ, ἀπέστη ἡττηθεὶς μετὰ τοῦ ἔθνους παντός. Καὶ νῦν ἐὰν ἔλθῃς εἰς Ἱεροσόλυμα, γυμνὰ ὄψει τὰ θεμέλια· κἂν τὴν αἰτίαν ζητήσῃς, οὐδεμίαν ἀλλ' ἢ ταύτην ἀκούσεις. Καὶ τούτου μάρτυρες ἡμεῖς πάντες· ἐφ' ἡμῶν γὰρ, οὐ πρὸ πολλοῦ ταῦτα γέγονε χρόνου. Καὶ σκόπει νίκης περιφάνειαν. Οὐ γὰρ ἐν χρόνοις βασιλέων εὐσεβῶν τοῦτο συνέβη, ἵνα μή τινες λέγωσιν, ὅτι Χριστιανοὶ ταῦτα ἐπελθόντες διεκώλυσαν, ἀλλ' ἡνίκα τὰ ἡμέτερα ἠλαύνετο, ἡνίκα περὶ τοῦ ζῇν πάντες ἐκινδυνεύομεν, καὶ παρῥησία ἀνθρωπίνη πᾶσα παρῃρεῖτο, καὶ τὰ Ἑλληνικὰ ἤνθει, καὶ τῶν πιστῶν οἱ μὲν ἐν τοῖς οἴκοις ἐκρύπτοντο, οἱ δὲ πρὸς τὰς ἐρημίας μετῳκίζοντο, καὶ τὰς ἀγορὰς ἔφευγον· τότε δὴ ταῦτα ἐγίνετο, ἵνα μηδεμία ἀναισχυντίας αὐτοῖς καταλιμπάνηται πρόφασις.
a man to receive them back again; whereas since it was God Who pulled down their city, it is impossible for human power ever to turn aside the things determined by the divine decree. For the things which the Holy God has purposed, it says, who shall disperse? And His high hand, who shall turn back? (Isa. 14:27). For just as whatever things He raises up and wills to remain, it is impossible for men to pull down; so too whatever things He pulls down and wills to remain pulled down, it is not possible to raise up again. And grant, O Jews, that the emperor was giving the temple, and raising up the altar, just as you vainly surmise: was he also able to send down the fire for you from above out of the heavens? And in the absence of this, your sacrifice was accursed and impure. On this account, at all events, the sons of Aaron perished, because they brought in strange fire (Lev. 10:1-2). Yet nevertheless, blind to all things, they besought him and entreated him to lend aid and take part in the building of the temple. And he both spent money, and sent overseers of the work from high office, and set craftsmen in motion from every side, and did and contrived all things, quietly and little by little, until he might cast them into sacrificing, expecting that from there they would easily come to the worship of idols, and at the same time hoping, mad and senseless man that he was, to circumvent the sentence of Christ, which does not suffer that temple to rise up. Yet He Who catches the wise in their craftiness (Job 5:13; 1 Cor. 3:19) straightway showed through the deeds themselves that the decrees of God are mightier than all things, and strong are the works of the words of God. For when they put their hand to this unlawful enterprise, and began to lay bare the foundations, and cleared out much earth, and were now about to lay hold of the building, fire leaping forth out of the foundations straightway burned up many men, and not only that, but also the stones of that place, and stopped from their unseasonable contentiousness not only those who had attempted the work, but many Jews also, beholding this, were amazed and put to shame. Hearing these things, the Emperor Julian, although having such great madness over that enterprise, fearing lest by advancing further he might call down the fire upon his own head, desisted, defeated along with the whole nation. And now if you go to Jerusalem, you will see the foundations bare; and if you seek the cause, you will hear none other than this. And of this we are all witnesses; for in our own time, not long ago, these things took place. And observe the splendour of the victory. For this did not come to pass in the times of pious emperors, lest certain men should say that Christians came upon them and hindered these things, but when our affairs were persecuted, when we were all in peril for our life, and all human freedom of speech was taken away, and paganism flourished, and of the faithful some hid in their houses, while others migrated to the deserts, and fled the market-places; then indeed these things took place, so that no pretext for shamelessness might be left to them.
ιβʹ. Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ προρῥήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν τὸ ἔθνος ἄνωθεν
12. Do you still dispute, then, O Jew, seeing the testimony both from the foretelling of Christ, and from that of the prophets, and from the demonstration of the facts voting against you? Yet it is no wonder; for such has your nation been from the beginning,
Notes, col. 901

On the reading

Printed ὅτε αἱ, for ὅτι αἱ.

Printed τό πῦρ, for τὸ πῦρ.

Printed τοῦ τῆς Χριστοῦ, for τῆς τοῦ Χριστοῦ.

PG 48:902Read from the page
ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν; Ἄκουσον γοῦν τοῦ Μαλαχίου, τοῦ μετὰ τοὺς ἄλλους προφήτας ἐλθόντος· οὐδὲ γὰρ Ἡσαΐου παράγω μαρτυρίαν τέως, οὐδὲ Ἱερεμίου, οὐδὲ τῶν ἄλλων προφητῶν τῶν πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγῃς, ὅτι τὰ δεινὰ ταῦτα ἃ προέλεγον, ἐπὶ τῆς αἰχμαλωσίας ἐξέβη· ἀλλὰ παράγω προφήτην τὸν μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν, σαφῶς περὶ τῶν ὑμετέρων πραγμάτων προφητεύσαντα.
shameless and contentious, and practised in always fighting against manifest facts. Do you wish me to arm other prophets also against you who openly say this very thing, that your affairs will receive an end, while ours will blossom, and that the proclamation of Christ will be extended everywhere in the inhabited world, and a manner of another sacrifice will be brought in, once those among you have been abolished? Hear, at all events, Malachi, who came after the other prophets; for I do not bring forward for the present the testimony of Isaiah, nor of Jeremiah, nor of the other prophets who were before the captivity, lest you say that these dreadful things which they foretold came to pass at the captivity; but I bring forward a prophet who lived after the return from Babylon and the restoration of the city, who prophesied clearly concerning your affairs.
Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ἀνῳκοδόμησαν, καὶ τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν ἐρήμωσιν ταύτην τὴν νῦν προλέγων, καὶ τὴν τῶν θυσιῶν ἀναίρεσιν, οὕτω πώς φησιν ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ· Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος παντοκράτωρ· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Πότε ταῦτα ἐξέβη, ὦ Ἰουδαῖε; πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ; πότε θυσία καθαρά; Οὐκ ἂν ἔχοις ἕτερον εἰπεῖν καιρὸν, ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν θυσίαν τὴν ἡμετέραν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, καὶ παράνομος ἔσται ἡ προφητεία. Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. Ἀλλ' οὐκ ἔστι μάχη καὶ φιλονεικία· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, καὶ περὶ ἑτέρας οὗτος προεφήτευσεν ὕστερον. Πόθεν τοῦτο δῆλον; Ἀπό τε τῶν εἰρημένων, ἀπό τε ἑτέρων πλειόνων σημείων. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἐν μιᾷ πόλει, καθάπερ ἐπὶ τῶν Ἰουδαίων, ἀλλ' Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὴν θεραπείαν ἐπιτελεῖσθαι ταύτην προεῖπεν. Εἶτα ἀπὸ τοῦ τρόπου τῆς θυσίας· τῷ γὰρ καθαρὰν αὐτὴν προειπεῖν, ἔδειξε ποίαν ἔλεγε. Καὶ ἀπὸ τῶν προσώπων δὲ τῶν προσαγόντων αὐτήν· οὐ γὰρ εἶπεν, Ἐν τῷ Ἰσραὴλ, ἀλλ', Ἐν τοῖς ἔθνεσι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ', Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· δεικνὺς ὅτι, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται. Καθαρὰν δὲ λέγει θυσίαν, ὡς τῆς προτέρας ἀκαθάρτου οὔσης, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν προσαγόντων. Διὰ τοῦτο ἔλεγε· Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ἄλλως δὲ, καὶ αὐτὴν τὴν θυσίαν εἴ τις παραβάλοι, πολὺ τὸ μέσον εὑρήσει καὶ ἄπειρον καὶ τοσοῦτον, ὡς ταύτην κυρίως μόνην κατὰ τὸν τῆς συγκρίσεως λόγον λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα θαρῥοῦντες
For after they returned, and recovered the city, and rebuilt the temple, and were performing the sacrifices, foretelling this present coming desolation and the taking away of the sacrifices, Malachi speaks somewhat thus in the person of God: I will not accept favour from your hands, says the Lord Almighty; for from the rising of the sun even to its setting My name has been glorified among the Gentiles, and in every place incense is offered to My name, and a pure sacrifice; whereas you profane it (Mal. 1:10-12). When did these things come to pass, O Jew? When was incense offered to God in every place? When a pure sacrifice? You could name no other time than this one after the coming of Christ; for if he does not foretell this time, nor our sacrifice, but the Jewish one, the prophecy will even be contrary to the law. For if, when Moses commands to bring up sacrifice to no other place save to the place which the Lord God shall choose (Deut. 16:5-6), and shuts up those sacrifices into a single spot, the prophet says that in every place incense should be offered, and a pure sacrifice, he opposes and fights against Moses. Yet there is no fighting and contentiousness; for that one spoke concerning one sacrifice, and this one prophesied afterwards concerning another. Whence is this clear? Both from the things spoken, and from many other signs. And first, from the place: for not in one city, just as in the time of the Jews, but From the rising of the sun even to its setting he foretold that this worship would be performed. Next, from the manner of the sacrifice: for by calling it pure beforehand, he showed what sort he meant. And also from the persons of those offering it: for he did not say, In Israel, but, Among the Gentiles. And lest you suppose that the observance of this worship will be confined to one and two and three cities, he did not say simply, In every place, but, From the rising of the sun even to its setting; showing that as much earth as the sun looks upon, so much will the proclamation also overtake. And he calls the sacrifice pure, inasmuch as the former one was impure, not on account of its own nature, but on account of the purpose of those offering it. On this account He said: Incense is an abomination to Me (Isa. 1:13). Besides, even if someone were to compare the sacrifice itself, he will find the interval between them great and boundless, and so great that by way of comparison this one alone is properly called pure. And what Paul said in the case of the Law and of grace, that what was glorified has not been glorified, on account of the surpassing glory (2 Cor. 3:10), this here also we boldly