Migne Reading Room

PG 48 · cols. 891–896 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:891Read from the page
καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ' ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθοὺς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἁθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; Διὰ τοῦτο καὶ ὁ Δανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ' ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ Δανιὴλ οὕτω λέγων· Καὶ ἐγὼ Δανιὴλ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιών· καὶ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη ὁ λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν, καὶ δέησιν ἐν νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ. Ἤκουσας πῶς καὶ αὕτη δουλεία διηγόρευται, καὶ ὁ προφήτης οὐκ ἐτόλμησε πρὸ τοῦ διωρισμένου χρόνου δέησιν καὶ ἱκετηρίαν προσαγαγεῖν τῷ Θεῷ, ἵνα μὴ μάτην καὶ εἰκῆ προσίῃ, ἵνα μὴ ἀκούσῃ ὅπερ ἤκουσεν ὁ Ἱερεμίας· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Ἀλλ' ὅτε τὴν ἀπόφασιν εἶδε πληρωθεῖσαν, καὶ τὸν καιρὸν συγκαλοῦντα πρὸς τὴν ἐπάνοδον· τότε προσεύχεται, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν νηστείᾳ καὶ ἐν σάκκῳ καὶ ἐν σποδῷ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων συμβαίνειν ἔθος, τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ πεποίηκε. Καὶ γὰρ ἡμεῖς ἐπειδάν τινας ἴδωμεν τοὺς αὑτῶν οἰκέτας μετὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα εἰς δεσμωτήριον ἐμβάλλοντας, οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις, οὐδὲ ἐν ἀρχῇ τῆς κολάσεως, τὴν ἱκετηρίαν προσάγομεν· ἀλλ' ἀφέντες ὀλίγας ἡμέρας αὐτοὺς σωφρονισθῆναι, τότε πρόσιμεν τοῖς δεσπόταις, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ καιροῦ συμμαχίαν· τοῦτο δὴ καὶ ὁ προφήτης ἐποίησεν. Ἐπειδὴ γὰρ δίκην ἔδωκαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, ἔδωκαν δ' οὖν ὅμως, προσέρχεται τῷ Θεῷ λοιπὸν ὑπὲρ αὐτῶν διαλεξόμενος. Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν· Ἐξωμολογησάμην γὰρ, φησὶ, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰς ἐντολάς σου. Τί ποιεῖς, ὦ Δανιήλ; ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων καὶ προσκεκρουκότων πρεσβεύων, τῶν φυλασσόντων αὐτοῦ τοὺς νόμους μέμνησαι; οὐκοῦν ἄξιοί εἰσι συγγνώμης οἱ παραβαίνοντες αὐτοῦ τὰς ἐντολάς; Ἀλλ' οὐ διὰ τούτους ταῦτα λέγω, φησὶν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραὰμ, διὰ τὸν Ἰσαὰκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο, φησὶ, καὶ ὑπέσχετο, οἳ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐφύλαξαν. Ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σω-
and gold, and there was none among their tribes who was feeble. This one bondage, then, has been foretold beforehand with all accuracy; come now, let us bring our discourse on to another also. Which one, pray? That in Babylon. For Jeremiah proclaimed this one also beforehand with accuracy, speaking thus: Thus said the Lord: When seventy years are about to be fulfilled for Babylon, I will visit you, and I will establish my good words upon you, to bring you back to this place; and I will turn back your captivity, and I will gather you out of all the nations and out of all the places whither I scattered you there, says the Lord, and I will bring you back to the place whence I removed you thence. Do you see how here again also he stated both the city, and the number of the years, and whence He is about to gather them, and whither to gather them? On this account Daniel also did not lay down his supplication on their behalf beforehand, but when he saw the seventy years fulfilled. And who says these things? Daniel himself, speaking thus: And I Daniel was doing the king's business, and I marvelled at the vision, and there was none who understood; and I understood in the books the number of the years, how the word of the Lord came to Jeremiah the prophet, for the fulfilment of the desolation of Jerusalem, seventy years. And I set my face towards the Lord God, to seek prayer and supplication in fasting and sackcloth and ashes. Did you hear how this bondage also has been declared, and the prophet did not dare before the appointed time to offer petition and supplication to God, lest he should approach in vain and to no purpose, lest he should hear what Jeremiah heard: Pray not for this people, and make no request concerning them, because I will not hearken to you? But when he saw the sentence fulfilled, and the season summoning them to the return, then he prays, and not merely, but in fasting and in sackcloth and in ashes. And what is customary to happen in the case of men, this he also did in the case of God. For we too, whenever we see certain men casting their own servants into prison after many and great offences, do not immediately, nor at the outset, nor at the beginning of the punishment, offer supplication; but leaving them for a few days to be chastened, we then approach the masters, having also the alliance of time; this very thing the prophet also did. For since they had paid a penalty—not indeed worthy of their sins, yet nevertheless they had paid it—he approaches God thereafter to plead on their behalf. And if you wish, let us hear the prayer itself also: For I confessed, says he, and said: O Lord God, the great and wonderful, Who keep Thy covenant and Thy mercy to those who love Thee and keep Thy commandments. What are you doing, O Daniel? Interceding on behalf of men who have sinned and given offence, do you make mention of those who keep His laws? Are those, then, who transgress His commandments worthy of pardon? Nay, it is not on account of these men that I say these things, says he, but on account of their forefathers of old, on account of Abraham, on account of Isaac, on account of Jacob. To them He promised, says he, and pledged Himself, who also kept His commandments. Since therefore these men have no just claim to sal-
PG 48:892Read from the page
τηρίας, διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά φησιν, εἰπὼν, Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰς ἐντολάς σου, ἐπήγαγεν εὐθέως· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ οὐκ ἠκούσαμεν τῶν δούλων σου τῶν προφητῶν. Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογία μόνη μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν. Σὺ δέ μοι σκόπει καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, καταδικάζει μετὰ πολλῆς ἑαυτὸν σφοδρότητος, λέγων· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν· οἱ δὲ μυρίων γέμοντες κακῶν, τοὐναντίον ἐποίουν, λέγοντες· Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ νῦν μακαρίζομεν ἀλλοτρίους· καὶ ἀνοικοδομοῦνται οἱ ποιοῦντες ἀνομήματα. Ὥσπερ γὰρ τοῖς δικαίοις ἔθος μετὰ τὰ δικαιώματα μετριάζειν, οὕτω τοῖς πονηροῖς μετὰ τὰ ἁμαρτήματα ἐπαίρεσθαι. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς τοιοῦτον ἔλεγεν, Ἠνομήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· οἱ δὲ μυρία συνειδότες ἑαυτοῖς ἁμαρτήματα ἔλεγον, ὅτι Ἐφυλάξαμεν τὰς ἐντολάς σου. Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.
vation, on this account I make mention of the forefathers. And lest you should suppose that he says these things concerning these men when he said, Who keep Thy covenant and Thy mercy to those who love Thee and keep Thy commandments, he immediately added: We have sinned, we have committed iniquity, we have done wrong, we have acted ungodlily, we have turned aside from Thy commandments and from Thy judgements, and we have not hearkened to Thy servants the prophets. For one defence alone is left to sinners after their sins, to confess their own sins. And do you consider for me both the virtue of the righteous man and the ingratitude of the Jews. For the one, though conscious to himself of no evil, condemns himself with great vehemence, saying: We have sinned, we have committed iniquity, we have done wrong; whereas they, full of ten thousand evils, did the contrary, saying: We have kept Thy ordinances, and now we call strangers blessed; and those who work lawless deeds are built up. For just as it is customary for the righteous to be modest after righteous deeds, so it is for the wicked to be lifted up after sins. He who was conscious to himself of nothing of the sort said, We have committed iniquity, we have turned aside from Thy commandments; while those who were conscious to themselves of ten thousand sins said, We have kept Thy commandments. These things I say, that we may flee the one and emulate the other.
ϛʹ. Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἣν ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεὸν εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, Καὶ ἐπῆλθε, φησὶν, ἐφ' ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μωσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν. Ποία κατάρα αὕτη; Βούλεσθε ἵνα ἀναγνῶμεν αὐτήν; Ἐὰν μὴ λατρεύσητε Κυρίῳ τῷ Θεῷ ὑμῶν, φησὶν, ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδὲς, οὗ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ, καὶ ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς. Τοῦτο γοῦν αὐτὸ δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Ὁρᾷς ὡς ἡ ἀρὰ ἐπληροῦτο ἐκείνη ἡ λέγουσα· Ἔσεσθε ἐν ἀριθμῷ βραχεῖς· καὶ ἡ λέγουσα, ὅτι Ἐπάξω ἐφ' ὑμᾶς ἔθνος ἀναιδές. Τοῦτο αὐτὸ καὶ ὁ Δανιὴλ ἐνταῦθα αἰνίττεται, καί φησιν· Ἦλθεν ἐφ' ἡμᾶς κακὰ, οἷα οὐ γέγονε ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἰσραήλ. Ποῖα δὴ ταῦτα; Μητέρες παίδων ἀπεγεύσαντο. Καὶ τοῦτο προλέγει μὲν ὁ Μωϋσῆς, δείκνυσι δὲ ἐκβεβηκὸς ὁ Ἱερεμίας· ὁ μὲν γάρ φησιν, ὅτι Ἡ ἁπαλὴ, ἡ τρυφερὰ, ἧς οὐκ ἔλαβε πεῖραν ὁ ποῦς αὐτῆς ἐπιβῆναι ἐπὶ τοῦ βήματος διὰ τὴν ἁπαλότητα καὶ τὴν τρυφερότητα, ἅψεται παρανόμου τραπέζης, καὶ τῶν ἐκγόνων ἀπογεύσεται τῶν ἑαυτῆς. Ὁ δὲ Ἱερεμίας τοῦτο αὐτὸ δηλῶν ὅτι ἐξέβη, ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἀλλ' ὅμως τὰς ἁμαρτίας αὐτῶν εἰπὼν ἃς ἥμαρτον, καὶ τὴν δίκην ἣν ὑπέμειναν εἰς μέσον ἀγαγὼν, οὐδὲ οὕτως ἐκ τούτων ἀξιοῖ σώζεσθαι. Ὅρα οὖν εὐγνωμοσύνην οἰκέτου. Καὶ γὰρ καὶ οὗτος δεικνὺς, ὅτι οὐδὲν οὐδέπω τῶν ἁμαρτημάτων ἄξιον ὑπέμειναν, οὐδὲ διελύσαντο τὰ πλημμελήματα δι' ὧν ἔπαθον, λοιπὸν ἐπὶ τοὺς οἰκτιρμοὺς καταφεύγει τοῦ Θεοῦ καὶ τὸν τῆς φιλανθρωπίας αὐτοῦ τρόπον, καί φησι· Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν, ἠνομήσαμεν. Καὶ γὰρ ὡς ἐκείνους, φησὶν, οὐκ ἀπὸ κατορθωμάτων
6. Then, after he had inveighed against their transgression of the law, he states also the punishment that they paid, and wishing from this again to draw God to mercy, And there came upon us, says he, the curse that is written in the law of Moses the servant of God, because we sinned. What curse is this? Do you wish us to read it? If you do not serve the Lord your God, says he, I will bring upon you a shameless nation, whose voice you shall not understand, and you shall be few in number. Declaring this very thing, at all events, the three youths, and showing that the form of punishment had come to pass through their deeds, themselves also making confession to God concerning the common sins, said: Thou hast delivered us into the hands of lawless enemies, most hated apostates, and to an unjust king and the most wicked beyond all the earth. Do you see how that curse was being fulfilled which says: You shall be few in number; and that which says, I will bring upon you a shameless nation? This very thing Daniel also hints at here, and says: Evils have come upon us, such as have not happened under the whole heaven, according to the things that came to pass in Israel. What sort of things, pray, were these? Mothers tasted of their children. And Moses on the one hand foretells this, while Jeremiah on the other shows it to have come to pass; for the one says, The tender, the delicate woman, whose foot has not made trial of setting itself upon the ground because of her tenderness and delicacy, shall touch an unlawful table, and shall taste of her own offspring. And Jeremiah, declaring that this very thing had come to pass, said: The hands of compassionate women boiled their own children. Yet nevertheless, having stated their sins which they sinned, and having brought forward the penalty which they underwent, not even thus does he claim that they be saved on the strength of these things. Behold therefore the grateful disposition of a servant. For he too, showing that they had as yet undergone nothing worthy of their sins, nor cancelled their offences by what they suffered, flees thereafter for refuge to the compassions of God and the manner of His loving-kindness towards mankind, and says: And now, O Lord our God, Who brought forth Thy people out of the land of Egypt, and made for Thyself a name as at this day: we have sinned, we have committed iniquity. For just as those men, says he, not from righteous deeds
PG 48:893Read from the page
ἔσωσας, ἀλλὰ τὴν θλῖψιν ἰδὼν καὶ τὴν στενοχωρίαν, καὶ τῆς κραυγῆς ἀκούσας· οὕτω δὴ καὶ ἡμᾶς ἀπάλλαξον τῶν παρόντων κακῶν διὰ τὴν φιλανθρωπίαν σου μόνην· ἕτερον γὰρ οὐδὲν ἔχομεν δικαίωμα σωτηρίας. Εἰπὼν δὴ ταῦτα, καὶ θρηνήσας ἱκανῶς, εἰσάγει λοιπὸν τὴν πόλιν, καθάπερ τινὰ γυναῖκα αἰχμάλωτον, καί φησιν· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου· κλῖνον, ὁ Θεός μου, τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς. Ἐπειδὴ γὰρ τοὺς ἀνθρώπους περιελθὼν, οὐδένα ἑώρα δυνάμενον ἵλεω ποιῆσαι τὸν Θεὸν, πρὸς τὰ οἰκοδομήματα καταφεύγει, καὶ τὴν πόλιν αὐτὴν προβάλλεται, καὶ τὴν ἐρημίαν αὐτῆς προτείνεται, καὶ ἐν τούτοις καταλύσας τὸν λόγον, ἵλεω τὸν Θεὸν ἐποίησε· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Ἀλλ' ὅπερ ἔλεγον· δεῖ γὰρ ἐπὶ τὸ προκείμενον πάλιν ἐπανελθεῖν· καὶ γὰρ καὶ ταῦτα παρενέβαλλον οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὥστε μικρὸν ὑμῶν διαναπαῦσαι τὴν διάνοιαν ἀπὸ τῶν συνεχῶν ἀγωνισμάτων καμοῦσαν. Φέρε οὖν ἐπανίωμεν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν, καὶ δείξωμεν τὰ μέλλοντα καταλήψεσθαι τοὺς Ἰουδαίους κακὰ ἄνωθεν προηγορευμένα μετὰ ἀκριβείας ἁπάσης. Δύο μὲν δὴ ταύτας δουλείας ὁ λόγος ἀπέδειξε μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς, οὐδὲ ἀπροσδοκήτως. Λείπεται δὲ λοιπὸν τὴν τρίτην ἐπαγαγόντας, καὶ περὶ ταύτης τῆς νῦν κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, πῶς οὐδὲ εἷς προφήτης ἐπηγγείλατό τινα λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε ἀπαλλαγήν. Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα ἀνελὼν, εἰς ἑαυτὸν τὴν ἀρχὴν περιέστησε, τελευτήσαντος τούτου, τέσσαρες μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς· εἶτα ἐξ ἑνὸς τούτων τῶν τεσσάρων γενόμενος ὁ Ἀντίοχος μετὰ πολὺν ὕστερον χρόνον, τό τε ἱερὸν ἐνέπρησε, τά τε ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσεν ἅπασαν.
didst Thou save, but having seen their affliction and their distress, and having heard their cry: so indeed deliver us also from the present evils on account of Thy loving-kindness towards mankind alone; for we have no other just claim to salvation. Having spoken these things, then, and lamented sufficiently, he brings in the city thereafter, just like some captive woman, and says: Cause Thy face to shine upon Thy sanctuary; incline, O my God, Thine ear, and hear; open Thine eyes, and behold our destruction and that of Thy city, upon which Thy name has been called upon it. For since, having gone round the men, he saw no one able to render God propitious, he flees for refuge to the buildings, and puts forward the city itself, and holds out her desolation, and having ended his speech with these things, he rendered God propitious; and it is manifest from what follows. Yet, as I was saying—for we must return again to the subject before us; since I inserted these things also not merely nor at random, but so as to give a little rest to your mind wearied by the continuous struggles—come therefore, let us return whence we digressed to say these things, and let us show that the evils about to overtake the Jews had been foretold from above with all accuracy. Two bondages, then, our discourse has proved to have come upon them with prophecy, and not merely, nor unexpectedly. It remains thereafter, once we have brought forward the third, to speak also concerning this one that now holds them fast, and to show clearly how not a single prophet promised that there would be any release or deliverance from the evils holding them fast. Which, then, is the third? That under Antiochus Epiphanes. For after Alexander, the king of the Macedonians, having slain Darius the king of the Persians, brought the empire round to himself, when he died, there arose four kings after him; then Antiochus, springing from one of these four long afterwards, burnt down the temple, laid waste the Holy of Holies, abolished the sacrifices, subjugated the Jews, and overthrew their whole commonwealth.
ζʹ. Καὶ ταῦτα ἅπαντα μετ' ἀκριβείας ἁπάσης, καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνος, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε δὲ σαφέστερον, ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβ⟨ο⟩λῆς ἡμῖν ὁ προφήτης ἀπήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα, τὸν Δαρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα, Ἀλέξανδρον λέγω τὸν Μακεδόνα, τέσσαρα κέρατα τοὺς μετ' ἐκεῖνον ἀναστάντας ὕστερον, κέρας ὕστατον αὐτὸν τὸν Ἀντίοχον καλῶν. Μᾶλλον δὲ αὐτῆς βέλτιον ἀκοῦσαι τῆς ὁράσεως. Εἶδον γὰρ, φησὶν, ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάλ· τόπον τινὰ Περσικῇ φωνῇ καλῶν οὕτως· καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ, κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέρατα ὑψηλὰ, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών. Τὴν δύναμιν λέγει τὴν Περσικὴν, καὶ τὴν ἀρχὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάν-
7. And all these things had been foretold by Daniel with all accuracy, even down to a single day: both when they shall be, and how, and by whom, and in what manner, and where they shall end, and what change they shall receive. And you will know more clearly when you have heard the vision itself, which the prophet reported to us through a parable, calling the king of the Persians, Darius, a ram, and the king of the Greeks, I mean Alexander the Macedonian, a he-goat, the ones who rose up afterwards after him four horns, and calling Antiochus himself the last horn. Or rather, it is better to hear the vision itself. For I saw, says he, in a vision, and I was by the Ubal—calling a certain place thus in the Persian tongue—and I lifted up my eyes, and saw, and behold, one ram standing before the Ubal, and he had high horns, and the one was higher than the other, and the high one came up last. And I saw the ram butting towards the sea and the north and the south, and all the beasts shall not stand before him, and there was none who rescued out of his hand; and he did according to his will, and became great; and I was understanding. He means the Persian power, and the empire which overran the whole earth. Then concerning the Macedonian Alexan-
PG 48:894Read from the page
δρου διαλεγόμενος, φησί· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον τῆς γῆς πάσης, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶτα λέγων τὴν συμβολὴν τοῦ Ἀλεξάνδρου τὴν πρὸς τὸν Δαρεῖον γενομένην, λέγει καὶ τὴν νίκην τὴν κατὰ κράτος. Καὶ ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριὸν (δεῖ γὰρ ἐπιτεμεῖν), καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ μετὰ ταῦτα λέγων τὴν τελευτὴν Ἀλεξάνδρου, καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχὴν, Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, φησὶ, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ κατὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστὶν, οὕτω πώς φησι· Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολήν. Καὶ δηλῶν ὅτι τὴν Ἰουδαϊκὴν καθεῖλε πολιτείαν, φησί· Καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι. Καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Εἶτα ἐκ δευτέρου πάλιν αὐτὴν ταύτην τὴν βασιλείαν λέγων, τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, καὶ τὸν χρόνον προστίθησιν. Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, πάλιν τε πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συρραγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας· προϊὼν εἰς Ἀντίοχον, τελευτᾷ πάλιν, καί φησι· Βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν· ἐνδελεχισμὸν λέγων τὰς συνεχεῖς θυσίας τὰς καθημερινάς· καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνομοῦντας διαθήκην, τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων, ἀπάξουσιν ἐν ὀλισθήμασι, καὶ μεθ' ἑαυτῶν ἕξουσι, καὶ μεταστήσουσι, καὶ ὁ λαὸς ὁ γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι· τὰ ἐπὶ τῶν Μακκαβαίων λέγει, τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου· καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί· τὸν ἐμπρησμὸν τῆς πόλεως πάλιν διηγούμενος· καὶ ἐν αἰχμαλωσία, καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν· ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς δεινῶν· καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα φησὶ καὶ τὴν αἰτίαν, δι' ἣν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις γενέσθαι κακοῖς. Τίς δέ ἐστιν αὕτη; Τοῦ πυρῶσαι, φησὶν, αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρατος. Διὰ ταῦτα γὰρ, φησὶ, συνεχώρησεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἐκκαθᾶραι, καὶ δεῖξαι τοὺς δοκίμους τοὺς ἐν αὐτοῖς. Εἶτα διηγούμενος τοῦ βασιλέως τὴν δύναμιν αὐτοῦ ἐκεί-
der, conversing, he says: And behold, a he-goat of the goats was coming from the south-west upon the face of the whole earth, and was not touching the earth; and that he-goat had a conspicuous horn between his eyes. Then, stating the engagement of Alexander that took place against Darius, he states also the victory by storm. And the he-goat came, says he, right up to the ram that had the horns, and was enraged, and smote the ram (for one must abridge), and shattered both his horns, and there was none who rescued the ram out of his hand. And after these things, stating the death of Alexander and the succession of the four kings, And when he grew strong, says he, his great horn was shattered, and four other horns came up beneath it towards the four winds of heaven. Thence thereafter coming to the kingdom of Antiochus, and showing that he is from one of those four, he speaks somewhat thus: And out of one of them came forth one strong horn, and it grew exceedingly great towards the south and towards the east. And declaring that he overthrew the Jewish commonwealth, he says: And on his account the sacrifice was disturbed by transgression. And it came to pass, and prospered for him. And the sanctuary shall be made desolate, and sin was given upon the sacrifice. For when the altar had been pulled down and the holy things trampled under foot, he set up an idol within, and performed unlawful sacrifices to the daemons, and righteousness was cast to the ground. And he wrought, and prospered. Then a second time again, stating this very same kingdom, that of Antiochus Epiphanes, and the captivity, and the capture, and the desolation of the temple, he adds the time also. For having begun from the kingdom of Alexander, and again towards the end of the book having related all the intervening events also—all that the Ptolemies and the Seleuci did when they clashed with one another, and what their generals wrought, the stratagems, the victories, the campaigns, the naval battles, the land battles—advancing to Antiochus, he ends again in him, and says: Arms shall stand up from him, and shall profane the sanctuary, and shall remove the continual sacrifice—calling the continuous daily sacrifices the continual sacrifice—and they shall place in it an abomination, and those who act lawlessly against the covenant, that is, the transgressors among the Jews, they shall lead away in slippery places, and shall have them with themselves, and shall remove them, and the people who know their God shall prevail—he means the events under the Maccabees, those under Judas and Simon and John—and the understanding ones of the people shall understand in many things, and they shall grow weak by sword and by flame—relating again the burning of the city—and by captivity, and by plunder of days; and when they grow weak they shall be helped with a little help—indicating that amidst those evils they will be able to take breath and recover from the terrors that have overtaken them—and many shall be added to them in slippery places, and some of those who understand shall grow weak. And he said these things showing that many even of those who stand firm shall fall. Then he states also the cause for which God permitted them to come into so great evils. And what is this? To try them by fire, says he, and to choose them out, and to make them white until the end of the time. For on account of these things, says he, God permitted it, so as to purge them throughly, and to show forth the approved ones among them. Then, relating the power of that king him-
Notes, col. 894

On the reading

Printed αἰχμαλωσία, for αἰχμαλωσίᾳ.

PG 48:895Read from the page
νου, φησί· Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται· καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων, προσέθηκεν, ὅτι Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρι τοῦ συντελεσθῆναι τὴν ὀργήν· δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει. Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ Δανιήλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολήν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν. Ἐν τῷ καιρῷ γὰρ ἐκείνῳ, φησιν, ἀναστήσεται Μιχαὴλ, ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαὸς πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ, τουτέστιν, οἱ σωτηρίας ὄντες ἄξιοι.
says: And he will act according to his own will, and he shall be exalted and magnified; and speaking of his blasphemous mind, he added that Against the God of gods he shall speak arrogant things, and shall prosper until the wrath is accomplished; showing that it was not from his own counsel, but because of the wrath of God against the Jews, that that man prevailed in this way. And after Daniel had spoken through many other words of what great evils he will work upon Egypt and Palestine, how he will return, and at whose call, and with what cause compelling him, he next speaks also of the change of the times, and that when the Jews have passed through all these things, they shall obtain some succour, an angel being sent to their aid. For at that time, he says, Michael shall stand up, the great prince, who stands over the sons of your people, and there shall be a time of affliction, such as has not been since a nation came into being upon the earth even until that time, and at that time all the people shall be saved who are found written in the book (Dan. 12:1), that is, those who are worthy of salvation.
ηʹ. Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται ἡμῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρισεν αὐτοῖς ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ τετρακόσια ἔτη, καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει. Ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τοῖς μετὰ ταῦτα λεχθήσεσθαι μέλλουσιν. Ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακὰ, τὸν ἐμπρησμὸν, τῆς πολιτείας τὴν ἀνατροπὴν, τὴν τῶν οἰκείων αἰχμαλωσίαν, ἐπεθύμει λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή. Καὶ ἐρωτῶν ἔλεγεν οὕτως· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο Δανιὴλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι (τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος) ἕως καιροῦ πέρατος. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς συγχωρήσεως τῶν κακῶν, Ἕως ἂν ἐκλεγῶσι καὶ λευκανθῶσι καὶ πυρωθῶσιν οἱ πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ συνήσωσι πάντες οἱ ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν ταῦτα τὰ δεινὰ, φησίν· Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ. Ἐνδελεχισμὸς ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνόν ἐστι καὶ τὸ συνεχές. Τοῖς γὰρ Ἰουδαίοις ἔθος ἦν καὶ ἐν ἑσπέρᾳ καὶ ὑπὸ τὴν ἕω καθ' ἑκάστην ἡμέραν τῷ Θεῷ θύειν· διὸ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκάλει. Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος τοῦτο τὸ ἔθος κατέλυσε, καὶ περιήλλαξεν αὐτὸ, φησὶν ὁ ἄγγελος, ὅτι Ἀπὸ τοῦ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ, τουτέστιν, ἀπὸ τῆς καταλύσεως τῆς θυσίας ταύτης, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα, ὅπερ ἐστὶν ἔτη τρία καὶ ἥμισυ καὶ μικρόν τι πρός. Εἶτα δηλῶν ὅτι κατάλυσις ἔσται τῶν κακῶν τούτων καὶ ἀπαλλαγὴ, ἐπήγαγε· Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε· ταῖς χιλίαις διακοσίαις ἐνενήκοντα, τεσσαρακονταπέντε προσθείς. Ἐπειδὴ γὰρ ἐν μηνὶ καὶ ἡμίσει μηνὸς συνέβη γενέσθαι τὴν συμβολὴν, ἐν ταύτῃ ἡ νίκη ἡ καθαρὰ γέγονε, καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή· εἰπὼν δὲ, ὅτι Μακάριος ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας τρια-
8. Yet the point in question has not even now been demonstrated to us. And what is this? That He also appointed times for them in these evils, just as there four hundred years, and after these seventy. Let us see then here also whether He defines any time. Where indeed is this to be found? In the things that are about to be spoken after these. For since he heard of the many and great evils, the burning, the overthrow of the commonwealth, the captivity of his own people, he desired thenceforth to learn the end of them, and whether there would be any change of these calamities. And inquiring, he spoke thus: Lord, what is the end of these things? And he said: Come hither, Daniel, for the words are closed up and sealed (hinting at the obscurity of the things spoken) until the end of time. Then he also states the cause of the permission of the evils: Until the many are chosen and made white and tried by fire, and the lawless act lawlessly, and all the ungodly shall understand, and those of understanding shall understand (Dan. 12:8-10). Then, foretelling the time for how long these dreadful things are about to prevail, he says: From the time of the alteration of the perpetual sacrifice. The daily sacrifice was called the perpetual sacrifice; for perpetual means frequent and continuous. For it was the custom for the Jews both in the evening and at break of dawn each day to sacrifice to God; wherefore he called that sacrifice the perpetual sacrifice. Since, therefore, Antiochus came and abolished this custom, and altered it, the angel says that From the time of the changing of the perpetual sacrifice, that is, from the abolition of this sacrifice, there shall be a thousand two hundred and ninety days (Dan. 12:11), which is three years and a half and a little more besides. Then, showing that there will be an abolition of these evils and a deliverance, he added: Blessed is he who endures and attains to a thousand three hundred and thirty-five days (Dan. 12:12); adding forty-five to the thousand two hundred and ninety. For since it came to pass that the engagement took place in a month and half a month, in this the pure victory occurred, and the complete deliverance from the pressing evils; and by saying, Blessed is he who endured to a thousand three hundred and thir-
PG 48:896Read from the page
κονταπέντε, τὴν ἀπαλλαγὴν ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ' Ὁ ὑπομένων καὶ φθάσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὁ φθάσας, ἀλλ' Ὁ ὑπομείνας καὶ φθάσας. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ' ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης; Καὶ ὅτι ταῦτα οὐ στοχαζόμενος λέγω, φέρε καὶ ἕτερον τῶν εἰρημένων παραγάγωμεν μάρτυρα, ὃν μάλιστα ἀξιόπιστον εἶναι νομίζουσιν, Ἰώσηππον λέγω, τὸν καὶ τὰς συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν Διαθήκην παραφράσαντα πᾶσαν· ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ' αὐτοῦ προρῥηθεῖσαν εἰπὼν, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ' ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μή τις ὑποπτεύῃ τὰ παρ' ἡμῶν εἰρημένα, φέρε καὶ αὐτὰς παραθώμεθα τὰς ῥήσεις ἐκείνου.
ty-five days, he declared the deliverance. And he did not say simply, he who attained, but He who endures and attained. For since many of those who acted ungodlily saw the change, he does not call those blessed simply, but those who bore witness in the times of the evils, and did not betray piety, and afterwards obtained relief. On this account he did not say simply, He who attained, but He who endured and attained. What then could be clearer than this? Do you see how not only down to years and months, but even down to a single day, with all exactness the prophet foretold beforehand both the captivity and the deliverance from the captivity? And to show that I do not speak these things by conjecture, come, let us also bring forward another witness of the things spoken, whom they deem especially trustworthy—I mean Josephus, who both recounted their calamities in tragic style and paraphrased the whole Old Testament; who, having lived after the coming of Christ, and having spoken of the captivity foretold by Him, also discoursed about this captivity which took place, interpreting the vision of the prophet, the one concerning the ram and the he-goat and the four horns, and the latter one that came up after those. And lest anyone suspect the things spoken by us, come, let us set side by side the very words of that man.
Ἐπαινέσας γὰρ καὶ θαυμάσας τὸν Δανιὴλ μεθ' ὑπερβολῆς ἁπάσης, καί τῶν ἄλλων αὐτὸν προθεὶς προφητῶν ἁπάντων, ἦλθε καὶ ἐπὶ ταύτην τὴν ὅρασιν, καί φησιν οὕτω· Κατέλιπε δὲ γραφὰς, ὅθεν ἡμῖν τὸ τῆς προφητείας ἀκριβὲς αὐτοῦ καὶ ἀπαράλλακτον ἐποίησε δῆλον. Φησὶ γὰρ, ἐν Σούσοις τῇ μητροπόλει τῆς Περσίδος ἐξελθεῖν μὲν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ τινῶν· σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων. Καὶ πεσεῖν μὲν ἐπὶ στόμα, καὶ στηριχθῆναι ἐπὶ τὰς δύο χεῖρας· τινὸς δὲ ἁπτομένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι, καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεὰς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἔπειτα ἀναβλέψαι μὲν πρὸς τὴν δύσιν, θεάσασθαι δὲ τράγον δι' ἀέρος φερόμενον· συρῥήξαντα δὲ τῷ κριῷ, καὶ τοῖς κέρασι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ κλασθέντος, ἄλλα ἀναβλαστῆσαι τέσσαρα καθ' ἕκαστον τῶν ἀνέμων τετραμμένα· ἐξ αὐτῶν δὲ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἐνέγραψεν αὐξῆσαν. Ἔλεγε δὲ αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς Θεὸς, πολεμήσειν αὐτοῦ τὸ ἔθνος, καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συλήσειν τὸν ναὸν, καὶ τὰς θυσίας κωλύσειν· γενέσθαι δὲ ἐφ' ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα.
For after praising and admiring Daniel with all excess, and setting him before all the other prophets, he came also to this vision, and speaks thus: And he left writings, whence he made manifest to us the exactness and unvarying truth of his prophecy. For he says that in Susa, the metropolis of Persia, he went out into the plain with certain of his companions; and when an earthquake and trembling of the earth suddenly occurred, he was left alone, as his friends fled. And he fell upon his face, and supported himself upon his two hands; and when someone touched him and meanwhile bade him stand up and see the things about to befall his fellow citizens after many generations, when he stood up there was shown to him a great ram, having many horns grown out, and having the last of them higher. Next, he looked up towards the west, and beheld a he-goat borne through the air; and clashing with the ram, and striking him twice with its horns, it cast him down upon the ground and trampled him. Then he saw the he-goat grown taller, shooting up a very great horn from its forehead; and when this was broken, four others sprouted up, turned towards each of the winds; and out of them he recorded that another smaller one also rose up and grew great. And God, Who was showing him these things, told him that it would make war upon his nation, and would destroy the city by storm, and would plunder the temple, and would hinder the sacrifices; and that this would take place for a thousand two hundred and ninety days.
Ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανιὴλ ἀνέγραψε· κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν· ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα
Daniel recorded that he saw these things in the plain at Susa; and he declared that God interpreted for him the appearance of the vision; Who said that the ram signified the kingdoms of the Persians and Medes, and the horns those who were about to reign; and that the last horn signified the last king, who was about
Notes, col. 896

On the reading

Printed καί τῶν, for καὶ τῶν.