Migne Reading Room

PG 48 · cols. 819–824 · Read from the page

Against Jews and Gentiles that Christ is God, one book

Against Jews and Gentiles that Christ is God, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:819Read from the page
ἣν πολλῶν μεταξὺ λόγων γενομένων καὶ κατηγοριῶν εἱστήκει σιγῶν, δηλῶν ὁ Ἡσαΐας ἔφη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Εἶτα δεικνὺς τὸ διεφθαρμένον τῆς ψήφου ἐπήγαγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τουτέστιν, Οὐδεὶς αὐτῷ τὰ δίκαια ἐδίκασεν. Εἶτα καὶ τὴν αἰτίαν λέγει τῆς σφαγῆς. Ἐπειδὴ γὰρ ἁμαρτημάτων ἕνεκεν οὐκ ἔπασχεν ἅπερ ἔπασχεν, ἄμωμος καὶ ἄληπτος ὢν, ὑπὲρ δὲ τῶν τῆς οἰκουμένης κακῶν παρεδίδοτο , σκόπει πῶς ἀμφότερα καὶ ταῦτα ᾐνίξατο εἰπών· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Διὰ γὰρ τούτου ἐδήλωσε, τίνος ἕνεκα ἀνῃρέθη. Εἶτα καὶ ἄλλη αἰτία· Ἐκ τῶν ἁμαρτιῶν, φησὶ, τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Οὐ μόνον δὲ τὴν αἰτίαν τῆς σφαγῆς, ἀλλὰ καὶ τί κέρδος ἀπὸ τοῦ σταυροῦ καὶ τῆς σφαγῆς ἐκείνης γέγονε θέλων δεῖξαι, ὅρα πῶς προαναφωνεῖ τοῦτο λέγων· Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν. Εἶτα ἐπεὶ καὶ δίκας ἔμελλον διδόναι ὑπὲρ τῶν τολμημάτων τούτων οἱ Ἰουδαῖοι, καὶ τοῦτο δηλοῖ ὁ αὐτὸς προφήτης ἐν οἷς λέγει· Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ ὁ Δαυῒδ πάλιν εἰπὼν, Ἀποῤῥίψωμεν τὸν ζυγὸν αὐτοῦ ἀφ' ἡμῶν, ἐπήγαγεν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς· τὴν πανταχοῦ τῆς οἰκουμένης διασπορὰν λέγων αὐτῶν. Ὃ καὶ αὐτὸς ὁ Χριστὸς ἐν τοῖς Εὐαγγελίοις δηλῶν ἔλεγε· Τοὺς δὲ μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Εἶτα ἐπειδὴ τὴν σφαγὴν εἶπον , οὐδὲ τὸν τρόπον τῆς σφαγῆς παρεσιώπησαν , ἀλλὰ καὶ αὐτὴν παρεδήλωσεν ὁ Δαυῒδ οὕτως εἰπὼν, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· οὐδὲ τὴν μετὰ τὸν σταυρὸν παρανομίαν ἐσίγησε πάλιν εἰπὼν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
which He kept as He stood silent amidst many words and accusations, Isaiah made clear, saying: As a sheep unto slaughter He was led, and as a lamb speechless before him who shears it, so He opens not His mouth (Isa. 53:7). Then, showing the corruption of the verdict, he added: In His humiliation His judgement was taken away (Isa. 53:8)—that is, No one rendered Him a just judgement. Then he also states the cause of the slaughter. For since it was not on account of sins that He suffered what He suffered, being spotless and irreproachable, but He was delivered up on behalf of the evils of the inhabited world, mark how he indicated both of these things also, saying: Who committed no sin, nor was deceit found in His mouth (Isa. 53:9). For thereby he made clear for what sake He was put to death. Then another cause as well: Because of the sins, he says, of my people He has come unto death (Isa. 53:8). And wishing to show not only the cause of the slaughter, but also what gain came to pass from the cross and from that slaughter, see how he proclaims this beforehand, saying: All we like sheep have gone astray; each man has gone astray in his own way. The chastisement of our peace was upon Him; by His bruising we all were healed (Isa. 53:5-6). Then, since the Jews too were about to pay the penalty for these audacities, the same prophet makes this clear also in what he says: I will give the wicked in return for His burial, and the rich in return for His death (Isa. 53:9). And David again, having said, Let us cast away their yoke from us, added: He Who dwells in the heavens shall laugh them to scorn; then shall He speak unto them in His wrath, and in His anger He shall trouble them (Ps. 2:3-5)—meaning their dispersion everywhere throughout the inhabited world. Which Christ Himself also declaring in the Gospels said: But as for those who did not wish Me to reign over them, bring them hither and slay them (Luke 19:27). Then, since they spoke of the slaughter, neither did they pass over in silence the manner of the slaughter, but David indicated it too, speaking thus: They pierced My hands and My feet; they numbered all My bones (Ps. 21:17-18); nor was he silent about the lawlessness after the cross, saying again: They parted My garments among themselves, and upon My vesture they cast lots (Ps. 21:19).
Εἶτα καὶ ὅτι θάπτεσθαι ἔμελλε, καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Καὶ ὅτι ἀνίστασθαι ἔμελλεν, ὅρα πῶς καὶ τοῦτο προανεφώνησε λέγων · Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἑτέρως δὲ ὁ Ἡσαΐας τὸ αὐτὸ τοῦτο πάλιν ἐμφαίνει λέγων· Καὶ Κύριος αὐτὸν βούλεται καθαρίσαι ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς, δικαιῶσαι δίκαιον εὖ δουλεύσαντα πολλοῖς. Ὅτι τῶν ἁμαρτημάτων τῶν ἀνθρωπίνων λύσις γέγονεν αὐτοῦ ἡ σφαγὴ, καὶ τοῦτο παρέστησε τῷ εἰπεῖν· Καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Ὅτι τῶν δαιμόνων ἀπήλλαξε τοὺς ἀνθρώπους, καὶ τοῦτο, Καὶ τοῦ ἰσχυροῦ, φησὶ, μεριεῖται σκῦλα. Ὅτι διὰ τοῦ θανάτου τοῦτο ἐποίησεν, οὐδὲ αὐτὸ ἐσίγησεν, ἀλλὰ λέγει· Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Ὅτι προστήσεσθαι ἔμελλε τῆς οἰκουμένης, καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔφη · Καὶ αὐτὸς κληρονομήσει πολλούς. Εἶτα ἐπεὶ καταβὰς εἰς τὸν ᾅδην ἅπαντα διετάραξε, καὶ θορύβου καὶ ταραχῆς ἐνέπλησε, καὶ τὴν ἀκρόπολιν κατέλυσεν, οὐδὲ τοῦτο σιγῶσιν , ἀλλὰ νῦν μὲν ὁ Δαυῒδ οὕτω βοᾷ λέγων, Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρ-
Then that He was also about to be buried, this too he made clear, saying: They laid Me in the lowest pit, in dark places and in the shadow of death (Ps. 87:7). And that He was about to rise again, see how he proclaimed this too beforehand, saying: Thou wilt not abandon My soul unto Hades, nor wilt Thou give Thy Holy One to see corruption (Ps. 15:10; Acts 2:27). And in another way Isaiah again manifests this very same thing, saying: And the Lord wills to cleanse Him from the stroke, to show Him light, to justify a righteous One Who serves many well (Isa. 53:10-11). That His slaughter became the loosing of human sins, this too he presented by saying: And He Himself bore the sins of many (Isa. 53:12). That He rid men of demons, this too: And of the strong one, he says, He shall divide the spoils (Isa. 53:12). That He did this through death, neither was he silent about that, but says: Because His soul was delivered up unto death (Isa. 53:12). That He was about to preside over the inhabited world, this too he made clear by what he said: And He Himself shall inherit many (Isa. 53:12). Then, since having descended into Hades He threw all things into confusion, and filled all with tumult and disorder, and overthrew its citadel, neither are they silent about this, but now David cries aloud thus, saying: Lift up your gates, ye rulers, and be ye lift-
PG 48:820Read from the page
θητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· νῦν δὲ ἑτέρως ὁ Ἡσαΐας, Πύλας χαλκᾶς συνθλάσω, καὶ μοχλοὺς σιδηροῦς συντρίψω, καὶ ἀνοίξω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους , ἀοράτους ἀναδείξω σοι, τὸν ᾅδην οὕτω καλῶν. Εἰ γὰρ καὶ ᾅδης ἦν, ἀλλὰ ψυχὰς ἐκράτει ἁγίας καὶ σκεύη τίμια, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακώβ. Διὸ καὶ θησαυροὺς ἐκάλεσε, σκοτεινοὺς δὲ, ἐπειδὴ οὐδέπω ὁ τῆς δικαιοσύνης ἥλιος ἦν καταλάμψας αὐτόθι, οὐδὲ τοὺς περὶ ἀναστάσεως κηρύξας λόγους. Ὅτι δὲ ἀναστὰς ἔμελλεν οὐ μετὰ ἀγγέλων στήσεσθαι, οὐδὲ μετὰ ἀρχαγγέλων, οὐδὲ μετὰ ἄλλης τινὸς λειτουργικῆς δυνάμεως, ἀλλ' ἐπὶ τὸν θρόνον καθιεῖσθαι τὸν βασιλικὸν, ἄκουσον τί φησι πάλιν ὁ Δαυΐδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου , Κάθου ἐκ δεξιῶν μου , ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ed up, ye everlasting gates, and the King of glory shall enter in (Ps. 23:7); and now in another way Isaiah: Gates of bronze I will shatter, and bars of iron I will crush, and I will open to thee dark, hidden treasures, unseen ones I will show to thee (Isa. 45:2-3)—calling Hades thus. For even though it was Hades, yet it held fast holy souls and precious vessels: Abraham, Isaac, Jacob. Wherefore he also called them treasures—yet dark ones, since the Sun of righteousness had not yet shone brightly in that place, nor proclaimed the words concerning the resurrection. And that, having risen, He was about to stand not with angels, nor with archangels, nor with any other ministering power, but to sit down upon the royal throne, hear what David says again: The Lord said unto my Lord, Sit at My right hand, until I make Thine enemies a footstool of Thy feet (Ps. 109:1).
Μετὰ ταῦτα ἔμελλεν ἀποστόλους πέμπειν · καὶ τοῦτο προανεφώνησεν Ἡσαΐας εἰπὼν, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. Καὶ ὅρα ποῖον ἐπαινεῖ τοῦ σώματος μέρος, τοὺς πόδας, τοὺς πανταχοῦ αὐτοὺς διακομίζοντας. Εἶτα καὶ τὸν τρόπον τῆς κρατήσεως αὐτῶν ἐμφαίνων ὁ Δαυῒδ λέγει· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Οὐ γὰρ δὴ ὅπλα κινήσαντες, οὐ χρήματα δαπανήσαντες, οὐδὲ ῥώμῃ σώματος, οὐδὲ στρατοπέδων πλήθει, οὐδὲ ἄλλῳ τινὶ τοιούτῳ περιεγένοντο, ἀλλὰ ῥήματι ψιλῷ, ῥήματι πολλὴν ἔχοντι δύναμιν, τὴν τῶν σημείων ἐπίδειξιν. Τὸν γὰρ ἐσταυρωμένον κηρύσσοντες, καὶ σημεῖα ἐργαζόμενοι, οὕτω τῆς οἰκουμένης ἐκράτησαν. Διὰ τοῦτό φησι , Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, τὰ σημεῖα ταύτῃ καλῶν. Καὶ γὰρ ἄφατος δύναμις ἦν, τὸν ἁλιέα καὶ τὸν τελώνην καὶ τὸν σκηνοποιὸν ἀπὸ ψιλῶν ἐπιταγμάτων νεκροὺς ἐγείρειν, δαίμονας ἀπελαύνειν, τὸν θάνατον ἀπωθεῖν, φιλοσόφων ἐπιστομίζειν γλῶσσαν, ῥητόρων ἀποῤῥάπτειν στόματα, βασιλέων καὶ ἀρχόντων περιγίνεσθαι, βαρβάρων, Ἑλλήνων, παντὸς γένους κρατεῖν. Καὶ καλῶς οὕτως εἶπε. Πάντα γὰρ ταῦτα ἤνυον ἐκείνῳ τῷ ῥήματι, καὶ τῇ πολλῇ δυνάμει μετετίθεσαν νεκροὺς εἰς ζῶντας, ἁμαρτωλοὺς εἰς δικαίους, πηροὺς εἰς βλέποντας, τὰ νοσήματα τῆς φύσεως καὶ τὴν κακίαν τῆς ψυχῆς ἀπελαύνοντες. Εἶτα ἡ δύναμις αὕτη πόθεν αὐτοῖς παρεγένετο ; Ὅτι ἀπὸ Πνεύματος ἁγίου, καὶ τοῦτο ἐντεῦθεν δηλοῦται· Πνεύματος γὰρ ἦσαν πεπληρωμένοι , φησὶ, καὶ ἄνδρες ὁμοίως καὶ γυναῖκες προεφήτευον· πυρὸς ἐν εἴδει γλῶσσαι φανεῖσαι ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ τοῦτο Ἰωὴλ ἄνωθεν προανεφώνησεν οὕτω λέγων · Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα , καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται , καὶ οἱ νεανίσκοι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Καί γε ἐπὶ τοὺς δούλους μου , καὶ ἐπὶ τὰς δούλας μου ἐκχεῶ, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· μεγάλην ἡμέραν καὶ ἐπιφανῆ καὶ ταύτην οὕτω δηλῶν τὴν τοῦ Πνεύματος καὶ τὴν μέλλουσαν ἐπὶ συντελείᾳ φανήσεσθαι. Ὁ αὐτὸς δὲ οὗτος προφήτης καὶ τὴν διὰ πίστεως σωτηρίαν προαναφωνῶν (οὐδὲ γὰρ τοῦτο ἐσιγήθη) , Καὶ ἔσται, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
After these things He was about to send forth apostles; and Isaiah proclaimed this too beforehand, saying: How beautiful are the feet of those who preach good tidings of peace, of those who preach good tidings of good things (Isa. 52:7; Rom. 10:15). And see what part of the body he praises: the feet, which carried them everywhere. Then David, manifesting also the manner of their conquest, says: The Lord will give a word to those who preach good tidings with great power (Ps. 67:12). For surely not by wielding weapons, not by spending money, nor by strength of body, nor by multitude of armies, nor by any other such thing did they prevail, but by a bare word—a word possessing great power, namely the display of signs. For proclaiming Him Who was crucified and working signs, thus they mastered the inhabited world. Wherefore he says, The Lord will give a word to those who preach good tidings with great power, calling the signs by this name. For indeed it was an unspeakable power that the fisherman and the tax-collector and the tent-maker, by bare commands, should raise the dead, drive away demons, beat back death, bridle the tongue of philosophers, sew shut the mouths of orators, overcome kings and rulers, and master barbarians, Greeks, and every race. And well did he speak thus. For they accomplished all these things by that word, and by that great power they changed the dead into the living, sinners into righteous men, the maimed into those who see, driving away the diseases of nature and the wickedness of the soul. Then whence did this power come to them? That it was from the Holy Spirit—this too is made clear from what follows: For they were filled with the Spirit, it says, and both men and women alike prophesied; tongues appearing in the form of fire sat upon each one of them (Acts 2:3-4). And Joel proclaimed this long beforehand, speaking thus: I will pour out of My Spirit upon all flesh, and your sons and your daughters shall prophesy, and your young men shall see visions and dream dreams; and indeed upon My menservants and upon My maidservants I will pour out, before the great and illustrious day of the Lord comes (Joel 2:28-31; Acts 2:17-20)—making clear thus as a great and illustrious day both this day of the Spirit and that which is about to appear at the consummation. And this same prophet, proclaiming beforehand also salvation through faith (for neither was this passed over in silence), says: And it shall be, whoever calls upon the name of the Lord shall be saved (Joel 2:32; Acts 2:21).
ϛʹ. Πανταχοῦ τῆς οἰκουμένης κήρυκας ἀποστελεῖ, καὶ οὐδεὶς ἀνήκοος ἔσται τοῦ κηρύγματος · καὶ τοῦτο
6. Everywhere throughout the inhabited world He will send forth heralds, and no one will be unhearing of the proclamation; and this
PG 48:821Read from the page
προαναπεφώνηται. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος τοῦτο καὶ προφητεύοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Εἶτα δεικνὺς καὶ ὅτι μετὰ ἐξουσίας ἐκήρυττον, καὶ τῶν τὰ διαδήματα περιβεβλημένων δυνατώτεροι ἦσαν, ἀλλαχοῦ πάλιν ὁ αὐτὸς λέγει· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ὅτι δὲ καὶ βασιλέων μᾶλλον καὶ ἀρχόντων κρείττους ὑπῆρχον Πέτρος καὶ Παῦλος, δηλοῖ τὰ πράγματα. Οἱ γοῦν τῶν βασιλέων νόμοι καὶ ζώντων αὐτῶν καταλύονται, οἱ δὲ τῶν ἁλιέων ἐκείνων καὶ ἀποθανόντων πεπήγασι καὶ μένουσιν ἀκίνητοι, καὶ ταῦτα καὶ δαιμόνων καὶ συνηθείας χρονίου, καὶ κακίας καὶ ἡδονῆς καὶ μυρίων ἑτέρων ἐπιχειρησάντων αὐτοὺς ἀναμοχλεῦσαι. Δηλῶν δὲ πάλιν ὅτι καταστάντες ἄρχοντες αὐτοὶ δὴ οὗτοι ἐπέραστοι πᾶσι καὶ ποθεινοὶ ἔσονται, ἐπήγαγε λέγων, Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, τουτέστιν, εὐχαριστήσουσί σοι, καὶ χάριν εἴσονται πολλὴν, ὅτι τοιούτους ἄρχοντας ἔδωκας. Ὅτι δὲ καὶ τὸ κήρυγμα πανταχοῦ κρατήσει, προαναπεφώνηται. Ὅρα τὸν Δαυῒδ τοῦτό σοι παριστῶντα δι' ὧν λέγει· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ πάλιν ἀλλαχοῦ ἕτερος προφήτης φησὶ τὸ αὐτὸ δηλῶν· Πλησθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Σκόπει καὶ τὸ εὔκολον τῆς ὑπακοῆς· Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τὸ ἀῤῥαγὲς τῆς Ἐκκλησίας· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ἐπ' ἄκρον τῶν ὀρέων ὁ οἶκος Κυρίου, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ λαοὶ πολλοὶ καὶ ἔθνη πολλά. Καὶ ὅτι οὐ παγία ἔσται μόνον καὶ ἀκίνητος καὶ ἀῤῥαγὴς, ἀλλὰ καὶ πολλὴν πρυτανεύσει τῇ οἰκουμένῃ εἰρήνην, καὶ αἱ μὲν κατὰ πόλεις παλυαρχίαι καταλυθήσονται καὶ αἱ μοναρχίαι, μία δέ τις ἔσται βασιλεία εἰς πάντας ἀρθεῖσα, καὶ τὸ πλέον αὐτῆς ἐν εἰρήνῃ ἔσται, οὐ καθάπερ ἔμπροσθεν· τὸ μὲν γὰρ παλαιὸν χειροτέχναι πάντες καὶ ῥήτορες ὅπλα ἐτίθεντο, καὶ ἐπὶ παρατάξεως εἱστήκεσαν· τοῦ Χριστοῦ δὲ παραγενομένου πάντα ἐκεῖνα διελύθη, καὶ εἰς μέρος διωρισμένον τὰ τῶν πολέμων περιέστη· καὶ τοῦτο δὴ προφήτης δηλῶν τις ἔλεγε· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Πρότερον μὲν γὰρ ἐν τούτοις ἔζων ἅπαντες, νυνὶ δὲ καὶ τῆς τέχνης αὐτῆς ἐπελάθοντο, μᾶλλον δὲ οἱ πλείους οὐδὲ ἐγεύσαντο τὴν ἀρχήν· εἰ δέ τινες καὶ εἶεν, ὀλίγοι καὶ οὐ συνεχεῖς οὐδὲ πολλοὶ, ὥσπερ ἐν ἀρχῇ κατὰ πᾶν ἔθνος μυρίων ἐπαναστάσεων γινομένων. Εἶτα δεικνὺς καὶ πόθεν συστήσεται ἡ Ἐκκλησία, προλέγει. Ἐπειδὴ γὰρ οὐκ ἐπιεικεῖς ἄνθρωποι μόνον, οὐδὲ ἥμεροι καὶ χρηστοὶ, ἀλλὰ καὶ ἄγριοι καὶ ἀπάνθρωποι, καὶ οἷόν τινες λύκοι καὶ λέοντες καὶ ταῦροι κατὰ τὸν τρόπον ἔμελλον συναγελάζεσθαι αὐτοῖς, καὶ πάντες Ἐκκλησία γίνεσθαι μία, ἄκουσον πῶς τὸ ποικίλον τῆς ἀγέλης ταύτης ὁ προφήτης ἐδήλωσεν εἰπών· Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, τὸ λιτὸν διὰ
has been proclaimed beforehand. For hear David saying this and prophesying: Into all the earth went forth their sound, and unto the ends of the inhabited world their words (Ps. 18:5). Then, showing also that they preached with authority and were more powerful than those arrayed in diadems, in another place again the same says: Thou shalt make them princes over all the earth (Ps. 44:17). And that Peter and Paul were indeed superior even to kings and rulers, the facts themselves make plain. At all events, the laws of kings are dissolved even while they themselves are alive, whereas those of these fishermen, even after they have died, stand fast and abide immovable, and that too although demons, long-standing custom, vice, pleasure, and ten thousand other forces have attempted to pry them loose. And showing again that once appointed rulers, these very men will be beloved by all and longed for, he added, saying: Therefore shall peoples confess to Thee for ever (Ps. 44:18), that is, they will give thanks to Thee and feel great gratitude because Thou hast given such rulers. And that the preaching will prevail everywhere has also been proclaimed beforehand. Behold David presenting this to you through what he says: Ask of Me, and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession (Ps. 2:8). And again in another place a different prophet speaks, declaring the same thing: The whole earth shall be filled with knowing the Lord, as much water covers the seas (Isa. 11:9). Consider also the ease of their obedience: They shall by no means teach each one his neighbour and each one his brother, saying, Know the Lord, for all shall know Me, from the small to the great among them (Jer. 31:34). As for the unbreakable strength of the Church: In the last days the mountain of the Lord shall be manifest, and the house of the Lord upon the summit of the mountains, and it shall be exalted above the hills, and many peoples and many nations shall come unto it (Isa. 2:2). And that she will not only be firm and immovable and unbreakable, but will also dispense abundant peace to the inhabited world, and that the municipal pluralities of rule and the separate monarchies will be done away with, while one single empire will be raised up over all, and the greater part of it will be at peace, not as formerly—for in ancient times all craftsmen and orators bore arms and stood in battle array, whereas when Christ came all those things were dissolved, and affairs of warfare were confined to an appointed class—declaring this very thing, a certain prophet said: And they shall beat their swords into ploughshares, and their spears into sickles, and nation shall not take up sword against nation, neither shall they learn to make war any more (Isa. 2:4). For previously everyone lived amid these pursuits, but now men have forgotten the very art itself, or rather the majority have never even tasted it at all; and if some do practise it, they are few and neither continuous nor numerous, whereas in the beginning countless uprisings took place in every nation. Next, showing also from whence the Church will be gathered together, he foretells it. For since not only gentle men, nor tame and kindly ones, but also savage and inhuman men—like wolves and lions and bulls in their disposition—were going to herd together with them, and all become one Church, hear how the prophet signified the variety of this flock, saying: Then shall the wolf feed together with the lamb (Isa. 11:6), bringing out through this the frugality
Notes, col. 821

On the reading

Printed παλυαρχίαι, for πολυαρχίαι.

PG 48:822Read from the page
τούτου τῆς διαίτης τῶν βασιλέων ἐμφαίνων. Ὅτι δὲ οὐ περὶ θηρίων ἐστὶ ταῦτα, εἰπάτω Ἰουδαῖος πότε τοῦτο γέγονεν· οὐδέποτε γὰρ λύκος μετὰ ἀρνὸς ἐβοσκήθη· εἰ δὲ καὶ ἔμελλε βόσκεσθαι, τί τοῦτο τὸ τῶν ἀνθρώπων ὠφέλει γένος; Ἀλλὰ περὶ τῶν ἀγρίων τὸν τρόπον ἀνθρώπων λέγει, περὶ Σκυθῶν, περὶ Θρᾳκῶν, περὶ Μαύρων, περὶ Ἰνδῶν, περὶ Σαυρομάτων, περὶ Περσῶν. Ὅτι δὲ ταῦτα πάντα τὰ ἔθνη ὑπὸ ἕνα ἄγεται ζυγὸν, καὶ ἄλλος προφήτης δηλῶν ἔλεγε· Καὶ δουλεύσουσιν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Οὐκέτι, φησὶν, ἐν Ἱεροσολύμοις μόνον, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης· οὐκέτι γὰρ εἰς Ἱεροσόλυμα κελεύονται ἄνθρωποι ἀπιέναι, ἀλλ' ἕκαστος οἴκοι μένων, τὴν λατρείαν ταύτην ἐπιτελεῖ.
of the kings' manner of life. And that these things are not spoken about wild beasts, let the Jew say when this ever took place; for never did a wolf feed together with a lamb, and even if it had been going to feed thus, how would that have benefited the human race? Rather, he speaks concerning men who are savage in their ways: concerning Scythians, concerning Thracians, concerning Moors, concerning Indians, concerning Sauromatians, concerning Persians. And that all these nations are brought under a single yoke, another prophet also signified when he said: And they shall serve Him under one yoke, and each one shall worship Him out of his own place (Zeph. 3:9-11). No longer, he says, in Jerusalem alone, but in every part of the inhabited world; for men are no longer bidden to go away to Jerusalem, but each one, remaining at home, accomplishes this worship.
ζ. Ὅτι ἔμελλον Ἰουδαῖοι ἐκβάλλεσθαι, οὐδὲ τοῦτο σεσίγηται· καὶ ὅρα πῶς καὶ τοῦτο προεῖπεν ὁ προφήτης· Ἰδοὺ ἐν ὑμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν. Καὶ τίνες μέλλουσι θεραπεύειν, καὶ αὐτὸ προαναπεφώνηται. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι· καὶ πάλιν, Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεταί μοι καὶ θυσία καθαρά. Εἶδες πῶς τῆς λατρείας τὴν εὐγένειαν παρεδήλωσε; πῶς τὸ ἐξαίρετον καὶ παρηλλαγμένον; καὶ ὅτι οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ, οὐδὲ ἐν κνίσσῃ καὶ καπνῷ, ἀλλ' ἐν ἑτέρᾳ λατρείᾳ ἔσται τὰ τῆς θεραπείας; Καὶ πῶς τούτους, φησὶν, ἅπαντας ἐπεσπάσαντο οἱ ἀπόστολοι; ὁ μίαν γλῶτταν ἔχων τὴν Ἰουδαϊκὴν, πῶς τὸν Σκύθην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σαυρομάτην καὶ τὸν Θρᾷκα ἔπεισε; Λαβὼν παρὰ τῆς τοῦ Πνεύματος δωρεᾶς τὴν χάριν τῆς πολυφωνίας ταύτης. Καὶ τοῦτο μὲν περὶ τῶν ἐθνῶν· περὶ δὲ τοῦ Ἰσραὴλ, τὸ τῶν γλωσσῶν χάρισμα. Καὶ ὅτι οὐδὲ τοῦτο ἐπεσπάσατο τοὺς Ἰουδαίους, ἄκουε πῶς δείκνυσιν ὁ προφήτης λέγων· Ἐν ἑτερογλώσσοις γὰρ καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Τί τούτου σαφέστερον ἴδοι τις ἄν; Ἔμελλον Ἰουδαῖοι ἀπιστεῖν, τὰ δὲ ἔθνη προστρέχειν· καὶ τοῦτο προεκηρύχθη. Ἄκουε τοῦ Ἠσαΐου τοῦτο δηλοῦντος καὶ λέγοντος· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Περὶ δὲ τοῦ Ἰσραὴλ, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· καὶ πάλιν, Ἀνηγγείλλαμεν αὐτῷ ὡς παιδὶ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· καὶ πάλιν, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Οὐκ εἶπε, τῇ διδασκαλίᾳ ἡμῶν, ἐνταῦθα δεικνὺς, ὅτι οὐκ οἴκοθέν τι ἐφθέγγοντο, ἀλλ' ἅπερ ἤκουσαν παρὰ τοῦ Θεοῦ, ταῦτα ἀπήγγειλαν. Ὅτι προτιμᾶσθαι δεῖ πάλιν τὰ ἡμέτερα τῶν ἐκείνων, καὶ πολλῷ τιμιώτερα γίνεσθαι, καὶ τοῦτο παρεδήλωσε Μωϋσῆς εἰπών· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς, τὴν προτέραν εὐτέλειαν τοῦ λαοῦ λέγων διὰ τοῦ, Ἐπ' οὐκ ἔθνει εἰπεῖν· οὐδὲ γὰρ ἔθνος εἶναι ἐνομίζετο διὰ τὴν πολλὴν εὐτέλειαν, διὰ τὴν μωρίαν, διὰ τὴν ἄνοιαν, ἀλλ' ἀπὸ τῆς πίστεως τοσαύτη γέγονεν ἡ μεταβολὴ, ὡς ἐκείνων τῶν τιμωμένων πολλῷ τιμιωτέρους φανῆναι. Ὅτι ἔμελλε δάκνειν Ἰουδαίους τοῦτο αὐτὸ, καὶ ἐκ τούτου βελτίους γίνεσθαι, καὶ τοῦτο ἐντεῦθεν δηλοῦται. Οὐ γὰρ ἁπλῶς εἶπε, Προτιμήσω, ἀλλ'
7. That the Jews were going to be cast out—neither has this been passed over in silence; and see how the prophet foretold this also: Behold, among you the doors shall be shut fast, and you shall not kindle Mine altar for nought (Mal. 1:10). And who they are that shall render service has likewise been proclaimed beforehand: From the rising of the sun, he says, unto its setting, My name has been glorified among the nations; and again, In every place incense is offered unto Me, and a pure sacrifice (Mal. 1:11). Did you see how he indicated the nobility of the worship? How he showed its excellence and its altered character, and that the rites of service will consist not in place, but in manner of life, nor in savour of fat and smoke, but in another kind of worship? And how, one asks, did the apostles win all these men over? How did he who possessed a single tongue, the Jewish one, persuade the Scythian, the Indian, the Sauromatian, and the Thracian? By receiving from the gift of the Spirit the grace of this manifold speech. And so much concerning the nations; as for Israel, there was the charism of tongues. And that not even this won the Jews over, hear how the prophet shows when he says: For with other tongues and with other lips I will speak unto this people, and not even so will they hearken unto Me, says the Lord (Isa. 28:11-12; 1 Cor. 14:21). What could anyone see clearer than this? The Jews were going to disbelieve, while the nations would hasten to faith; this too was preached beforehand. Hear Isaiah signifying this and saying: I was found by those who sought Me not; I became manifest to those who inquired not after Me. I said, Behold, I am here, to the nation that called not upon My name (Isa. 65:1; Rom. 10:20). And concerning Israel: All the day long I stretched out My hands unto a disobedient and gainsaying people (Isa. 65:2; Rom. 10:21); and again: We announced before Him as a child, as a root in a thirsty land (Isa. 53:2); and again: Lord, who has believed our report? And to whom has the arm of the Lord been revealed? (Isa. 53:1). He did not say, our teaching, thereby showing here that they uttered nothing of their own accord, but reported the very things they had heard from God. That our affairs must in turn be preferred above theirs and become far more honourable, Moses also indicated when he said: I will provoke you to jealousy over what is no nation; over a senseless nation I will rouse you to anger (Deut. 32:21), expressing the former lowliness of the people by saying, Over what is no nation; for it was not even reckoned to be a nation on account of its great lowliness, its folly, and its witlessness, yet through faith so great a transformation took place that they appeared far more honourable than those once honoured. That this very thing was going to sting the Jews, and that they would become better thereby, is also made plain from this: for he did not simply say, I will prefer them, but
Notes, col. 822

On the reading

Printed Ἀνηγγείλλαμεν, for Ἀνηγγείλαμεν.

PG 48:823Read from the page
ὁμοῦ καὶ τοῦτο δηλῶν, καὶ τὴν ἐκ παραζηλώσεως γενησομένην αὐτοῖς ὁπωσδήποτε διόρθωσιν, Παραζηλώσω ὑμᾶς, φησὶν, ἐπ' οὐκ ἔθνει· ὡσεὶ ἔλεγε, Τοσαῦτα δώσω αὐτοῖς ἀγαθὰ, ὡς ὑμᾶς ζηλοτυπῆσαι, ὡς ὑμᾶς δηχθῆναι. Τοῦτο γοῦν αὐτοὺς καὶ βελτίους ἐποίησεν. Οἱ γὰρ θάλατταν σχιζομένην, πέτρας ῥηγνυμένας, ἀέρα μεταβαλλόμενον, καὶ τοσαῦτα τεράστια θεωροῦντες, μᾶλλον δὲ οἱ τὰ ἑαυτῶν τέκνα θύοντες, καὶ τῷ Βεελφεγὼρ τελούμενοι, καὶ μαγγανείαις πολλαῖς προσσχόντες, οὗτοι, ἐπειδὴ προσήλθομεν ἡμεῖς, καὶ πολλῷ προτιμότερα τὰ ἡμέτερα ἐκείνων γέγονεν, οὕτως ἀπὸ τῆς ζηλοτυπίας ἐδήχθησαν καὶ βελτίους ἐγένοντο καὶ συνεστάλησαν, ὥστε ὅσα μή κατώρθωσαν προφητῶν ἀκούοντες καὶ τεράστια βλέποντες, ταῦτα ἐκ τῆς πρὸς ἡμᾶς ζηλοτυπίας κατορθῶσαι. Οὐδεὶς γοῦν αὐτῶν οὐ τέκνα σφάζει νῦν, οὐκ εἰδώλοις προστρέχει, οὐ μόσχον προσκυνεῖ. Τὸ τῆς παρθενίας σεμνὸν ἐπὶ μὲν τῆς Παλαιᾶς οὐδὲ μέχρις ὀνόματος ἦν· ἐπὶ δὲ τῆς Καινῆς ἐπεὶ ἔμελλε διαλάμπειν, ὅρα πῶς καὶ τοῦτο προλέγει ὁ Δαυῒδ οὕτω λέγων· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀχθήσονται εἰς ναὸν βασιλέως. Ἀλλ' οὐδὲ αὐτὸ τὸ τῶν ἱερέων ὄνομα ἀπεσιώπησε, τὸ τῶν ἐπισκόπων λέγω. Καταστήσω γὰρ τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, φησὶ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.
declaring at once both this and the amendment that would in some measure come about for them out of rivalry, he says: I will provoke you to jealousy over what is no nation (Deut. 32:21); as though he were saying, I will bestow upon them blessings so great that you will grow jealous, that you will be stung. At all events, this also made them better. For those who beheld the sea parting, rocks rending asunder, the air transformed, and so many prodigies—or rather, those who sacrificed their own children, were initiated to Beelphegor, and gave heed to many sorceries—once we drew near and our state became far more preferred than theirs, were so stung by jealousy, became better, and were chastened, that whatever they had failed to achieve when hearing prophets and seeing prodigies, these things they accomplished out of their jealousy towards us. At all events, none of them now slaughters his children, or runs to idols, or worships a calf. The dignity of virginity did not exist so much as in name under the Old Covenant; but since under the New it was going to shine forth, see how David foretells this also, speaking thus: Virgins shall be brought unto the King after her; they shall be led into the temple of the King (Ps. 44:15-16). Nay, he did not pass over in silence even the very title of the priests—I mean that of bishops: For I will appoint your rulers in peace, he says, and your bishops in righteousness (Isa. 60:17).
ηʹ. Ἔμελλε παραγίνεσθαι καὶ εὐθύνας ἀπαιτεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ μετὰ τῶν ἄλλων καὶ Ἰουδαίους. Ὅρα πῶς καὶ αὐτὸ προλέγει ὅ τε Δαυῒδ, ὅ τε Μαλαχίας· ὁ μὲν οὕτω λέγων· Καὶ εἰσῆλθεν ὡς χωνευτήριον, ὡς πόα πλυνόντων, καὶ διακαθαριεῖ τὸ ἀργύριον καὶ τὸ χρυσίον, συγγενῆ τοῖς Παύλου εἰπὼν γράφοντος οὕτως· Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ὁ δὲ Δαυῒδ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, πάλιν τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀνακηρύττων. Ἡ μὲν γὰρ προτέρα πολλὴν εἶχε τὴν συγκατάβασιν· ἡ δὲ δευτέρα οὐχ οὕτως, ἀλλὰ φρίκης γέμουσα καὶ καταπλήξεως, ἐκ τῶν προτρεχόντων ἀγγέλων, τῆς παρουσίας αὐτοῦ δίκην ἀστραπῆς πάντα καταλαμβανούσης. Ὥσπερ γὰρ ἡ ἀστραπὴ, φησὶν, ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· τὸ περιφανὲς ταύτῃ δηλῶν, τὸ αὐτοάγγελτον· οὐ γὰρ δεῖται τοῦ κηρύξοντος, ἀλλ' αὐτὴ ἑαυτὴν δείκνυσι. Τοῦτο τοίνυν καὶ ὁ Δαυῒδ ἐμφαίνων ἔλεγεν· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Εἶτα καὶ τὸ δικαστήριον ὑπογράφων τὸ μέλλον, ἐπάγει καὶ λέγει· Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Εἶπε τὰς τιμωρίας, λέγει καὶ τὸ λαμπρόν· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, γῆν ἐνταῦθα τὸ γένος τῶν ἀνθρώπων λέγων. Εἶτα μετὰ τοῦ παντὸς γένους καὶ τὸ Ἰουδαϊκὸν ἀριθμῶν (πρὸς γὰρ αὐτοὺς καὶ ἀποτείνεται), πάλιν ἐπάγει λέγων· Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἔμελλε παραγενόμενος τὴν διὰ θυσιῶν λατρείαν ἐκβάλλειν, καὶ μὴ προσίεσθαι, ταύτην δὲ τὴν ἡμετέραν δέχεσθαι. Ἄκουσον πῶς καὶ περὶ τούτων προανεφωνήθη· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· τουτ-
8. He was going to come and demand an accounting from the human race, and among the rest from the Jews also. See how both David and Malachi foretell this very thing—the latter speaking thus: And He shall come in like a refiner's furnace, like fullers' soap, and He shall purify the silver and the gold (Mal. 3:2-3), uttering words akin to those of Paul when he writes thus: For the Day will disclose it, because it is revealed in fire (1 Cor. 3:13); while David says: God shall come manifestly (Ps. 49:3), proclaiming in turn His second coming. For the first coming had great condescension, whereas the second is not so, but full of dread and consternation from the angels running before Him, His presence overtaking all things like a flash of lightning. For just as the lightning, He says, comes forth from the east and shines unto the west, so shall be the coming of the Son of Man (Matt. 24:27), signifying thereby its splendour and its self-heralded character; for it has no need of one to proclaim it, but shows itself by itself. Indicating this very thing, then, David also said: God shall come manifestly (Ps. 49:3). Next, sketching the future tribunal as well, he adds and says: A fire shall blaze before Him, and round about Him a mighty tempest (Ps. 49:3). Having spoken of the punishments, he speaks also of the splendour: He shall summon the heaven above, and the earth, to judge His people (Ps. 49:4), meaning here by earth the race of men. Then, numbering the Jewish people too along with the whole race (for his speech is directed towards them as well), he adds again, saying: Gather together unto Him His holy ones, who establish His covenant upon sacrifices; and the heavens shall declare His righteousness, for God is judge (Ps. 49:5-6). When He came, He was going to cast out the worship conducted through sacrifices and not admit it, while accepting this worship of ours. Hear how this too was proclaimed beforehand: Sacrifice and offering Thou didst not will, but a body didst Thou prepare for Me (Ps. 39:7; Heb. 10:5). Which he also signified elsewhere when he said: A people whom I knew not served Me; at the hearing of the ear they obeyed Me (Ps. 17:45)—that-
Notes, col. 823

On the reading

Printed μή, for μὴ.

PG 48:824Read from the page
έστιν, οὐ θάλατταν ὁρῶν σχιζομένην, οὐ πέτρας ῥηγνυμένας, ἀλλ' ἀκούσας τῶν ἀποστόλων τῶν ἐμῶν. Καὶ ἐνταῦθα πάλιν, Σῶμα δὲ κατηρτίσω μοι. Εἰπὼν δὲ τοῦτο, ἔτι προστίθησι καὶ λέγει· Τότε εἶπον, Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Δύο γὰρ δὴ ταῦτα ἐντεῦθεν δηλοῦται, καὶ ὅτι παρέσται, καὶ ὅτι τότε, ὅταν ἐκβληθῶσιν αἱ θυσίαι· ὃ καὶ γέγονε τῆς ἀρχῆς μεταπεσούσης τῆς Ἰουδαϊκῆς ἐπὶ τὴν Ῥωμαϊκήν. Εὕρομεν δὲ καὶ τὸν Βαροὺχ περὶ τῆς παρουσίας αὐτοῦ λέγοντα οὕτως· Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Λέγει δὲ καὶ ὁ Μωϋσῆς, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Καὶ ἔσται, πᾶσα ψυχὴ, ἥτις οὐκ ἀκούει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Ὁρᾷς τοῦτο ἐπ' οὐδενὸς συμβὰν, ἢ ἐπ' αὐτοῦ μόνου; Καὶ γὰρ πολλοὶ προφῆται ἀνέστησαν, καὶ πάντων παρήκουσαν, ἀλλ' οὐδὲν ἔπαθον· τούτου δὲ παρακούσαντες οἱ Ἰουδαῖοι, ἀλῆται καὶ πλάνητες, φυγάδες καὶ μετανάσται περιέρχονται πανταχοῦ. Ὅρα γάρ· πολιτείας ἠλλοτριώθησαν, ἐθῶν πατρῴων καὶ νόμων, ἐν ἀτιμίᾳ καὶ αἰσχύνῃ καὶ κολάσει καὶ τιμωρίᾳ. Ἃ δὲ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου πεπόνθασιν, οὐδὲ εἰπεῖν ἔνι· οὕτω πᾶσαν συμφορὰν ὑπερέβη ἡ τραγῳδία ἐκείνη, καὶ τὸ προφητικὸν ἐπληροῦτο· ὅτι Πᾶς, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Διά τοι τοῦτο τὰ ἐκείνων ἠρήμωται, ἐπειδὴ τοῦ προφήτου παρήκουσαν ἐκείνου. Ὅτι ἀναστήσει πάντας, καὶ τοῦτο ἐδήλωσεν Ἠσαΐας εἰπών· Ἀναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Οὐ μόνον δὲ ταῦτα, ἀλλ' ὅτι καὶ μετὰ τὸν σταυρὸν, μετὰ τὴν σφαγὴν λαμπρότερα ἔσται τὰ κατ' αὐτὸν, ὅτι μετὰ τὴν ἀνάστασιν μᾶλλον ἐπιδώσει τὸ κήρυγμα. Ἐπειδὴ γὰρ ἐδέθη, προεδόθη ὑπὸ μαθητοῦ, ἐνεπτύσθη, ἐλοιδορήθη, ἐμαστιγώθη, ἀνεσκολοπίσθη, οὐδ' εἰς τάφον, τό γε εἰς ἐκείνους ἧκον, ἠξιώθη τεθῆναι, τὰ ἱμάτια αὐτοῦ διεμερίσαντο οἱ στρατιῶται, ἐπὶ ὑποψίᾳ τυραννίδος τὸν βίον κατέλυσεν, ὡς βλάσφημος, ὡς τύραννος· Πᾶς γὰρ ὁ ποιῶν ἑαυτὸν, φησὶ, βασιλέα, ἀντιλέγει τῷ Καίσαρι· καὶ πάλιν, Ἴδε, ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· ἐπεὶ τοίνυν ταῦτα πάντα ἔμελλε συμβαίνειν, διεγείρων τὸν ἀκροατὴν καὶ θαῤῥεῖν παρασκευάζων, μὴ φοβηθῇς, φησὶ, τούτων ἕνεκα· τοῦ γὰρ σταυρωθέντος, τοῦ μαστιγωθέντος, τοῦ ὑπὸ λῃστῶν λοιδόρηθέντος, τοῦ ἐπὶ ὑπολήψει βλασφημίας ἀναιρεθέντος τοιαῦτα ἔσται τὰ πράγματα μετὰ τὴν τελευτὴν, μετὰ τὴν ἀνάστασιν, ὡς μηδένα ἀντειπεῖν, ὅτι οὐ πολλῆς ἐμπέπλησται τῆς τιμῆς. Τοῦτο γοῦν καὶ ἐγένετο. Ὅπερ δὴ καὶ πόῤῥωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγεν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ὡσεὶ ἔλεγεν· Αὐτὸ τὸ εἶδος τῆς τελευτῆς διαδήματός ἐστι τιμιώτερον. Οἱ γοῦν βασιλεῖς διαδήματα ἀποτιθέμενοι, τὸν σταυρὸν ἀναλαμβάνουσι, τὸ σύμβολον αὐτοῦ τῆς τελευτῆς· ἐν πορφυρίσι σταυρὸς, ἐν διαδήμασι σταυρὸς, ἐπὶ εὐχῶν σταυρὸς, ἐπὶ ὅπλων σταυρὸς, ἐπὶ τῆς τραπέζης τῆς ἱερᾶς σταυρὸς, καὶ πανταχοῦ τῆς οἰκουμένης ὁ σταυρὸς ὑπὲρ τὸν ἥλιον διαλάμπει. Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
is, not seeing the sea parting, nor rocks rending asunder, but hearing Mine apostles. And here again: But a body didst Thou prepare for Me (Ps. 39:7). And having said this, he further adds and says: Then said I, Behold, I come; in the head of the scroll it is written concerning Me (Ps. 39:8; Heb. 10:7). For two things indeed are made plain from this: both that He will be present, and that He will come at the time when the sacrifices are cast out—which very thing came to pass when Jewish sovereignty passed over to the Roman. And we also found Baruch speaking thus concerning His coming: Upon the earth He was seen, and He conversed among men (Bar. 3:38). Moses also says: A Prophet shall the Lord God raise up for you from among your brethren, like unto me; Him shall you hear in all things. And it shall be that every soul who does not hear that Prophet shall be utterly destroyed from among her people (Deut. 18:15; Acts 3:22-23). Do you see that this befell no one else save Him alone? For many prophets indeed arose, and men disobeyed them all, yet suffered nothing; whereas after disobeying this One, the Jews roam about everywhere as vagrants and wanderers, fugitives and exiles. For look: they were estranged from their commonwealth, from ancestral customs and laws, in dishonour and shame, chastisement and retribution. And what they suffered under Vespasian and Titus cannot even be told—so far did that tragedy surpass every calamity, and the prophetic word was being fulfilled: Every one who does not hear that Prophet shall be utterly destroyed. On this very account their affairs have been laid waste, because they disobeyed that Prophet. That He will raise up all men, Isaiah also declared when he said: The dead shall arise, and those in the tombs shall be awakened; for the dew from Thee is healing unto them (Isa. 26:19). And not only these things, but also that after the cross, after the slaughter, the things concerning Him will be more resplendent, and that after the resurrection the preaching will advance all the more. For since He was bound, betrayed by a disciple, spat upon, reviled, scourged, impaled, and—so far as lay with them—not even deemed worthy to be laid in a tomb, while the soldiers parted His garments among them, and He ended His life under suspicion of tyranny, as a blasphemer and as a usurper—For every one, it says, who makes himself a king speaks against Caesar (John 19:12); and again: See, you have heard His blasphemy (Matt. 26:65)—since, then, all these things were going to come to pass, rousing the hearer and preparing him to take courage, he says: Do not fear on account of these things; for the affairs of Him Who was crucified, Who was scourged, Who was reviled by robbers, Who was put to death under an imputation of blasphemy, shall after His death and after His resurrection be such that no one can gainsay that He has been filled with abundant honour. And at all events, this very thing came to pass. Which the prophet also proclaimed beforehand from afar when he said: There shall be the root of Jesse, and He that rises up to rule the nations; in Him shall the nations hope, and His rest shall be honour (Isa. 11:10). As though he were saying: The very manner of His death is more honourable than a diadem. Accordingly, kings lay aside their diadems and take up the cross, the symbol of His death: upon purple robes the cross, upon diadems the cross, at prayers the cross, upon arms the cross, upon the sacred table the cross, and everywhere throughout the inhabited world the cross shines brighter than the sun. And His rest shall be honour.
θʹ. Ἀλλ' οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλ' ἀπεναντίας εἴωθε γίνεσθαι. Ζώντων μὲν γὰρ τῶν εὐδοκιμούντων,
9. Yet human affairs are not such, but are wont to turn out quite the opposite. For while men of renown are alive,
Notes, col. 824

On the reading

Printed λοιδόρηθέντος, for λοιδορηθέντος.