Migne Reading Room

PG 48 · cols. 813–818 · Read from the page

Against Jews and Gentiles that Christ is God, one book

Against Jews and Gentiles that Christ is God, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:813Read from the page
Πρός τε Ἰουδαίους καὶ Ἕλληνας ἀπόδειξις, ὅτι ἐστὶ Θεὸς ὁ Χριστὸς, ἐκ τῶν παρὰ τοῖς προφήταις πολλαχοῦ περὶ αὐτοῦ εἰρημένων (a).
Demonstration against both Jews and Greeks that Christ is God, from the things spoken concerning Him in many places in the prophets (a).
αʹ. Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν οἴκοθεν ὄντες ῥᾴθυμοι, οἱ δὲ τοῖς βιωτικοῖς ἑαυτοὺς μετὰ πολλῆς ἐκδεδωκότες τῆς σπουδῆς, ἕτεροι δὲ καὶ ὑπὸ ἀμαθίας πολλῆς κατεχόμενοι, οὐκ ἂν ῥᾳδίως μακρῶν ἀνάσχοιντο λόγων , ἀναγκαῖον εἶναι ἐνόμισα τὸν ἐκ τῆς μακρηγορίας ὑποτεμέσθαι πόνον· ὥστε καὶ τὸν ὄκνον ἀνελεῖν τῇ βραχυλογίᾳ τῶν ῥᾳθύμων, καὶ τοὺς σφόδρα αὐτῶν ἀναπεπτωκότας πρὸς τὴν ἀνάγνωσιν, πεῖσαι τῆς προκειμένης ἡμῖν πραγματείας μετὰ πολλῆς ἀκροάσασθαι τῆς προθυμίας. Διά τοι τοῦτο οὐδὲ καλλωπίζων ῥήμασί τε καὶ ὀνόμασι τὴν ἑρμηνείαν, ἀλλ' αὐτὰ τιθεὶς τὰ ὀνόματα οὕτως, ὡς καὶ οἰκέτῃ, καὶ θεραπαινίδι, καὶ χήρᾳ γυναικὶ, καὶ καπήλῳ, καὶ ναύτῃ, καὶ γηπόνῳ ῥᾴδια εἶναι καὶ εὔληπτα, πανταχοῦ πειράσομαι συστεῖλαι τὸ μῆκος, ὡς ἂν ἐγχωρῇ, καὶ δι' ὀλίγων τὴν διδασκαλίαν ποιῆσαι , ἑκατέροις τούτοις τῶν ὑπτίων ἀκροατῶν διεγείρων τὴν ὄρεξιν εἰς τὸ ῥᾳδίως καὶ χωρὶς καμάτου τινὸς τὰ ἐγκείμενα ἐπελθεῖν , καὶ κατασχόντας ἐπὶ μνήμης ταῦτα κερδᾶναι. Ποιήσομαι δὲ τὸν ἀγῶνα πρὸς Ἕλληνας πρῶτον. Εἰ γὰρ δὴ λέγοι ὁ Ἕλλην, Πόθεν δῆλον ὅτι Θεός ἐστιν ὁ Χριστός ; (τοῦτο γὰρ δεῖ προϋποθέσθαι πρῶτον , ὡς τὰ ἄλλα πάντα τούτῳ ἑπόμενα) οὐκ ἀπ' οὐρανοῦ ποιησόμεθα τὴν ἀπόδειξιν , οὐδὲ ἀπ' ἄλλων τοιούτων. Ἐὰν γὰρ εἴπω πρὸς αὐτὸν , ὅτι οὐρανὸν ἔκτισεν, ὅτι γῆν, ὅτι θάλασσαν, οὐκ ἀνέξεται · ἂν εἴπω, ὅτι νεκροὺς ἤγειρε , τυφλοὺς ἐθεράπευσε , δαίμονας ἤλασεν , οὐδὲ τοῦτο καταδέξεται · ἂν εἴπω, ὅτι βασιλείαν ἐπηγγείλατο καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ, ἂν περὶ ἀναστάσεως διαλεχθῶ , οὐ μόνον οὐκ ἀνέξεται, ἀλλὰ καὶ γελάσεται. Πόθεν οὖν αὐτὸν ἐνάξομεν , καὶ μάλιστα ἐὰν ἰδιώτης ᾖ ; Πόθεν ἄλλοθεν , ἀλλ' ἢ ἀπὸ τῶν παρ' ἐμοῦ καὶ αὐτοῦ κοινῶς καὶ ἀναντιῤῥήτως ὁμολογουμένων , καὶ πρὸς ἃ ἀμφιβόλως οὐκ ἔχει ; ὅτι μὲν γὰρ οὐρανὸν ἐποίησε καὶ τὰ ἄλλα, ἅπερ εἶπον, ἐὰν ὑποθῶμαι , οὐκ ἂν ἀνάσχοιτο πεισθῆναι ῥᾳδίως. Τίνα οὖν ἐστιν ἃ καὶ ἐκεῖνος ὁμολογεῖ αὐτὸν πεποιηκέναι, καὶ οὐδαμῶς ἂν ἀντείποι; Ὅτι τὸ Χριστιανῶν γένος αὐτὸς ἐφύτευσεν · οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντερεῖ, ὅτι τὰς πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας αὐτὸς ἐπήξατο. Ἀπὸ τούτων παρεξόμεθα τῆς δυνάμεως αὐτοῦ τὴν ἀπόδειξιν , καὶ δείξομεν αὐτὸν ὄντα
1. Since many people—some being sluggish by nature, others having given themselves over with great zeal to worldly affairs, and still others held fast by great ignorance—would not readily endure long discourses, I judged it necessary to cut short the labour arising from length of speech, so as both to remove by brevity of speech the reluctance of the sluggish, and to persuade those among them who have sunk deeply into listlessness towards reading to listen to the treatise set before us with great eagerness. Wherefore, neither embellishing my expression with phrases and words, but setting down the words themselves in such a way as to be easy and readily grasped even for a manservant, and a maidservant, and a widow woman, and a huckster, and a sailor, and a husbandman, I shall everywhere endeavour to contract the length, so far as may be possible, and to deliver the teaching in few words, stirring up by both of these means the appetite of listless hearers to go through the matters contained herein easily and without any toil, and, holding them fast in memory, to gain profit therefrom. And I shall engage in the contest against Greeks first. For if indeed the Greek should say, Whence is it manifest that Christ is God? (for this must be laid down first as a foundation, since all the other things follow upon this), we shall not make our demonstration from heaven, nor from other such things. For if I say to him that He created heaven, that He created earth, that He created the sea, he will not endure it; if I say that He raised the dead, healed the blind, drove out demons, neither will he accept this; if I say that He promised a kingdom and ineffable good things, if I discourse concerning the resurrection, not only will he not endure it, but he will even laugh. Whence then shall we lead him on, and especially if he be an unlearned man? Whence else save from the things commonly and indisputably acknowledged both by me and by him, and regarding which he holds no doubt? For that He made heaven and the other things which I spoke of, if I assume this, he would not readily endure to be persuaded. What then are the things which he too acknowledges Him to have done, and could in no wise gainsay? That He Himself planted the race of Christians; for surely he will not gainsay this either, that He Himself established the Churches everywhere throughout the inhabited world. From these things we shall furnish the demonstration of His power, and we shall show that He is
PG 48:814Read from the page
Θεὸν, καὶ ἐροῦμεν ὅτι οὐκ ἔστιν ἀνθρώπου ψιλοῦ τοσαύτην ἐν βραχεῖ καιρῷ περιελθεῖν οἰκουμένην , καὶ γῆν, καὶ θάλατταν, καὶ ἐπὶ τοιούτοις καλεῖν πράγμασιν οὕτω , καὶ ταῦτα ὑπὸ ἀτόπου συνηθείας προκατειλημμένους ἀνθρώπους, μᾶλλον δὲ ὑπὸ τοσαύτης κακίας κατεχομένους. Καὶ ὅμως ἴσχυσε τούτων πάντων τὸ τῶν ἀνθρώπων γένος ἐλευθερῶσαι, οὐχὶ Ῥωμαίους μόνον, ἀλλὰ καὶ Πέρσας , καὶ ἁπλῶς τὰ τῶν βαρβάρων γένη. Καὶ ταῦτα κατώρθωσεν, οὐχ ὅπλοις χρώμενος , οὐ χρήματα δαπανῶν , οὐ στρατόπεδα κινῶν , οὐ πολέμους ἀναῤῥιπίζων, ἀλλὰ δι' ἕνδεκα ἀνθρώπων τὴν ἀρχὴν, ἀσήμων , εὐτελῶν , ἀμαθῶν, ἰδιωτῶν, πενήτων, γυμνῶν , ἀόπλων , ἀνυποδήτων , μονοχιτώνων. Τί λέγω , κατώρθωσε ; πεῖσαι ἠδυνήθη τοσαῦτα φῦλα ἀνθρώπων, οὐ περὶ τῶν παρόντων μόνον , ἀλλὰ καὶ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ νόμους πατρῴους ἀνασπάσαι , καὶ παλαιὰ ἔθη τοσούτῳ ῥιζωθέντα χρόνῳ ἐκ ῥιζῶν ἀνελεῖν, καὶ ἕτερα ἀντιφυτεῦσαι , καὶ τῶν εὐκόλων ἀπαγαγόντα εἰς τὰ δύσκολα ἐμβαλεῖν τὰ αὐτοῦ, καὶ ταῦτα ποιῆσαι πολεμούμενον παρὰ πάντων , καὶ σταυρὸν ὑπομεμενηκέναι χλευαζόμενον καὶ θάνατον ἐπονείδιστον. Οὐ γὰρ δὴ καὶ πρὸς ταῦτα ἀντεροῦσιν, ὅτι οὐκ ἐστσυρώθη ὑπὸ Ἰουδαίων, καὶ τὰ μυρία ἔπαθε παρ' αὐτῶν , καὶ ὅτι καθ' ἑκάστην ἡμέραν ἐπιδίδωσι τὸ κήρυγμα. Καὶ τὸ παράδοξον, οὐκ ἐνταῦθα μόνον , ἀλλὰ καὶ παρὰ Πέρσαις ἀνθεῖ , ἔτι καὶ νῦν παρ' αὐτοῖς πολεμούμενον.
God, and we shall say that it is not the work of a mere man to traverse so great an inhabited world in a brief time, both land and sea, and thus to summon men to such great matters—and men preoccupied by absurd custom at that, or rather held fast by so great wickedness. And yet He prevailed to set free the race of men from all these things—not Romans only, but Persians also, and simply the races of the barbarians. And these things He accomplished, not using weapons, not spending money, not setting armies in motion, not fanning wars, but through eleven men at the beginning—obscure, mean, unlearned, unskilled, poor, naked, unarmed, unshod, wearing a single tunic. Why do I say He accomplished this? He was able to persuade so many tribes of men to practise true wisdom not only concerning present things, but also concerning things to come, and to uproot ancestral laws, and to tear out by the roots ancient customs rooted for so long a time, and to plant others in their stead, and, leading them away from easy things, to cast them into His own difficult precepts, and to do these things while warred upon by all, and having endured a cross while mocked and a most ignominious death. For surely they will not gainsay these things either: that He was crucified by Jews, and suffered countless things at their hands, and that the proclamation advances every day. And the marvellous thing is that it flourishes not here only, but also among Persians, even now still warred upon among them.
Καὶ γὰρ παρ' ἐκείνοις ἄρτι μαρτύρων δῆμοι πολλοὶ , καὶ ὅμως οἱ καὶ λύκων αὐτῶν ἀγριώτεροι δεξάμενοι τὸ κήρυγμα , προβάτων ἡμερώτεροι γεγόνασι, καὶ περὶ ἀθανασίας , καὶ περὶ ἀναστάσεως φιλοσοφοῦσι καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν.
For indeed among them just now there are many throngs of martyrs, and yet those who were fiercer than very wolves, having received the proclamation, have become gentler than sheep, and practise wisdom concerning immortality, and concerning resurrection, and concerning the ineffable good things.
βʹ. Οὐκ ἐν ταῖς πόλεσι δὲ μόνον, ἀλλὰ καὶ εἰς τὴν ἔρημον ταῦτα ἐξῆλθε τὰ κατορθώματα, καὶ εἰς κώμας, καὶ εἰς χώρας , καὶ εἰς νήσους καὶ ὅρμους καὶ ἐπίνεια · καὶ οὐκ ἰδιῶται , οὐδὲ ἄρχοντες ἁπλῶς , ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι, μετὰ πολλῆς εἰσιν ὑποτεταγμένοι τῆς πίστεως τῷ σταυρωθέντι. Καὶ ὅτι ταῦτα πάντα οὐχ ἁπλῶς γέγονεν, ἀλλὰ μετὰ προῤῥήσεως πρὸ πολλοῦ γεγενημένης χρόνου, ἐπὶ τοῦ παρόντος ἀποδεῖξαι πειράσομαι · μᾶλλον δὲ ὥστε
2. And not in the cities only, but also into the wilderness have these triumphs gone forth, and into villages, and into country districts, and into islands and harbours and roadsteads; and not private citizens or rulers simply, but even the very men who wear diadems are subjected with great faith to Him Who was crucified. And that all these things have come to pass not by chance, but in accordance with prophecy uttered a long time before, I shall at present endeavour to demonstrate; or rather, so that
Notes, col. 814

On the reading

Printed ἐστσυρώθη, for ἐσταυρώθη.

PG 48:815Read from the page
ἡμῶν μηδὲ ὕποπτον γενέσθαι τὸν λόγον, ἀναγκαῖον τὰ βιβλία τῶν σταυρωσάντων αὐτὸν Ἰουδαίων εἰς μέσον προθεῖναι , καὶ τὰς περὶ αὐτοῦ μαρτυρίας ἐκ τῶν παρ' αὐτοῖς φυλαττομένων Γραφῶν ἔτι καὶ νῦν ὑπ' ὄψεσι τῶν ἀπειθούντων διεξελθεῖν. Ὅτι τοίνυν ὁ Θεὸς ἄνθρωπος ἔσται, Θεὸς ὢν, πρῶτος Ἱερεμίας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν , οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ , καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη , καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Εἶδες πῶς ἅπαντα ἐν βραχέσι ῥήμασι παρεδήλωσε , καὶ ὅτι Θεὸς ὢν ἄνθρωπος ἐγένετο, καὶ ἀνθρώποις συνανεστράφη , καὶ ὅτι καὶ τὴν Παλαιὰν αὐτὸς ἐνομοθέτησεν ; Ἐξεῦρε γὰρ , φησὶ , πᾶσαν ὁδὸν ἐπιστήμης , καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Δείκνυσι γὰρ ἐνταῦθα ὅτι καὶ πρὸ τῆς παρουσίας τῆς ἐνσάρκου πάντα αὐτὸς ᾠκονόμει, καὶ πάντα αὐτὸς ἔπραττε, νομοθετῶν, προνοῶν , κηδόμενος, εὐεργετῶν. Ἕτερος πάλιν προφήτης , ὅτι οὐκ ἄνθρωπος μόνον ἔσται , ἀλλ' ὅτι καὶ ἀπὸ παρθένου τεχθήσεται, ἄκουσον πῶς φησιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν , καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ · τοῦτο δέ ἐστι μεθερμηνευόμενον , Μεθ' ἡμῶν ὁ Θεός. Εἶτα δεικνὺς ὅτι οὐ φαντασία τὸ φαινόμενον ἦν, ἀλλ' ἀληθῶς ἄνθρωπος, ἐπήγαγε λέγων · Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἀγαθὸν ἢ κακὸν , ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ὅτι δὲ αὐτὸς οὗτος οὐκ ἄνθρωπος μόνον , οὐδ' ὅτι ἐκ παρθένου μόνον, ἀλλ' ὅτι καὶ ἐξ οἴκου Δαβὶδ , ἄκουσον πῶς καὶ τοῦτο ἄνωθεν προλέγει ὁ Ἡσαΐας, τροπικῶς μὲν κεχρημένος ταῖς λέξεσι καὶ μεταφορᾷ πολλῇ , προλέγει δ' οὖν ὅμως · Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται , καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα Θεοῦ , πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας , πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ὁ γὰρ Ἰεσσαὶ οὗτος πατὴρ τοῦ Δαβὶδ ἦν. Δῆλον ἐκ τούτου ὅτι καὶ ἀπὸ τῆς φυλῆς ἐκείνης ἦν. Οὐ μόνον δὲ ὅτι ἀπὸ τῆς φυλῆς, ἀλλ' ὅτι καὶ ἀπὸ τῆς οἰκίας Ἰεσσαὶ προελεύσεται, καὶ τοῦτο προανεφώνησεν, εἰπών· Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· οὐ περὶ ῥάβδου λέγων ἁπλῶς, ἀλλὰ περὶ αὐτοῦ καὶ τῆς βασιλείας αὐτοῦ. Καὶ ὅτι οὐ περὶ ῥάβδου τοῦτο εἶπεν, ἐδήλωσε διὰ τῶν ἑξῆς· εἰπὼν γὰρ , Ἐξελεύσεται ῥάβδος , ἐπήγαγε· Καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως. Οὐδεὶς δὲ, κἂν σφόδρα ἀνήτος ᾖ, τοῦτο ἐρεῖ, ὅτι ἐπὶ τοῦ ξύλου ἤρχετο ἡ τοῦ πνεύματος χάρις , ἀλλ' εὔδηλον ὅτι ἐπὶ τὸν ναὸν ἐκεῖνον τὸν ἄμωμον. Διὰ τοῦτο οὐδὲ, ἥξει, εἶπεν, ἀλλ' ἐπαναπαύσεται· ἐπειδὴ ἐλθὼν παρέμεινε, καὶ οὐκ ἀπέστη. Ὃ δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης δηλῶν ἔλεγεν· Ἐγὼ τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Οὐ παρεσιώπησαν δὲ οὐδὲ τὴν γνώμην τὴν Ἰουδαϊκὴν, ἣν ἐπεδείξαντο ἅμα τεχθέντος αὐτοῦ· ὁ μὲν γὰρ Ματθαῖός φησιν· Ἀκούσας δὲ Ἡρώδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ· ὁ δὲ Ἡσαΐας ἄκουσον πῶς καὶ τοῦτο ἄνωθεν προανεφώνει λέγων· Θελήσουσιν ει ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξου-
our discourse may not even become suspect, it is necessary to bring forward into the midst the books of the Jews who crucified Him, and to go through the testimonies concerning Him from the Scriptures preserved among them even now under the eyes of the unbelieving. That God, therefore, being God, will be man, Jeremiah first says: This is our God, no other shall be accounted in comparison with Him. He found out every way of knowledge, and gave it to Jacob His servant, and to Israel who was beloved by Him. After these things He was seen upon the earth, and conversed with men (Bar. 3:36-38). Did you see how He declared all things in brief words: both that, being God, He became man and conversed with men, and that He Himself also gave the Old Law? For He found out, he says, every way of knowledge, and gave it to Jacob His servant, and to Israel who was beloved by Him. For he shows here that even before His coming in the flesh He Himself ordered all things, and He Himself wrought all things, giving laws, exercising providence, caring, conferring benefits. Another prophet again—hear how he says that He will not only be man, but that He will also be born of a virgin: Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel (Isa. 7:14); which is, being interpreted, God with us (Matt. 1:23). Then, showing that what appeared was not illusion, but truly man, he added, saying: Because before the child knows how to call father good or evil, he refuses wickedness, to choose the good (Isa. 7:16). And that this very One was not man only, nor from a virgin only, but also of the house of David, hear how Isaiah foretells this too long beforehand, using figurative expressions indeed and much metaphor, yet foretelling it none the less: There shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of the root, and there shall rest upon Him the spirit of God, the spirit of wisdom and understanding, the spirit of counsel and might, the spirit of knowledge and godliness; the spirit of the fear of God shall fill Him (Isa. 11:1-3). For this Jesse was the father of David. It is clear from this that He was also from that tribe. And not only that He was from the tribe, but also that He will come forth from the house of Jesse, this too he proclaimed beforehand, saying: For there shall come forth, he says, a rod out of the root of Jesse; not speaking simply concerning a rod, but concerning Him and His kingdom. And that he did not say this concerning a rod, he made clear through what follows; for having said, There shall come forth a rod, he added: And there shall rest upon Him the spirit of wisdom and understanding. Now no one, even if he be exceedingly senseless, will say this, that the grace of the Spirit came upon the wood, but it is quite clear that it came upon that spotless temple. Wherefore he did not even say, shall come, but shall rest upon; since having come He remained, and did not depart. Which John the Evangelist also declaring said: I have beheld the Spirit descending as a dove, and remaining upon Him (John 1:32). Nor did they pass over in silence the Jewish temper which they displayed as soon as He was born; for Matthew on the one hand says: When Herod heard it, he was troubled, and all Jerusalem with him (Matt. 2:3); and hear how Isaiah on the other hand also proclaimed this long beforehand, saying: They would wish if they had been burned with fire: for unto us a child has been born, unto us a son also has been given, and His name is called Angel of great counsel, wonderful counsellor, mighty God, poten-
Notes, col. 815

On the reading

Printed ἀνήτος, for ἀνόητος.

Printed ει, for εἰ.

PG 48:816Read from the page
σιαστὴς, ἄρχων εἰρήνης , πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι δὲ περὶ ἀνθρώπου οὐκ ἄν τις εἴποι τοῦτο ψιλοῦ, εὔδηλον καὶ τοῖς σφόδρα φιλονεικεῖν ἐθέλουσι. Θεὸς γὰρ ἰσχυρὸς οὐδεὶς ἀνθρώπων ἐλέχθη ἀπὸ τοῦ αἰῶνος, οὐδὲ ἄρχων εἰρήνης τοιαύτης· Τῆς γὰρ εἰρήνης αὐτοῦ, φησὶν, οὐκ ἔστιν ὅριον. Καὶ δηλοῖ τῶν πραγμάτων ἡ φύσις, ὅτι πᾶσαν ἐπῆλθε τὴν γῆν, πᾶσαν θάλατταν, πᾶσαν οἰκουμένην, πᾶσαν ἀοίκητον, καὶ ὄρη καὶ νάπας καὶ βουνοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἀνέρχεσθαι μέλλων, πρὸς τοὺς μαθητὰς εἶπεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, οὐ καθὼς ὁ κόσμος δίδωσι, δίδωμι ὑμῖν. Τί δήποτε δὲ οὕτως εἶπεν ὁ Χριστός ; ἡ μὲν γὰρ τῶν ἀνθρώπων εὐκατάλυτός ἐστι, καὶ πολλὰς ἔχει τὰς μεταβολάς· ἡ δὲ παρ' αὐτοῦ βεβαία, ἀκίνητος, παγία, μόνιμος, ἀθάνατος, τέλος οὐκ ἔχουσα, καὶ ταῦτα μυρίων πολέμων πανταχόθεν ἀναῤῥιπισθέντων, καὶ καθ' ἑκάστην ἡμέραν μυρίων ἐπιβουλῶν γινομένων. Ἀλλ' ὁ πάντα ἀνύων αὐτοῦ λόγος καὶ τοῦτο ἤνυσε μετὰ τῶν ἄλλων.
tate, Prince of peace, Father of the age to come (Isa. 9:5-6). And that no one could say this concerning a mere man is quite clear even to those who wish to be exceedingly contentious. For no man since the world began was called mighty God, nor Prince of such a peace: For of His peace, he says, there is no bound (Isa. 9:7). And the nature of actual events makes clear that it has traversed the whole earth, the whole sea, the whole inhabited world, the whole uninhabited land, and mountains and glens and hills from that day from which, being about to ascend, He said to the disciples: My peace I give to you; not as the world gives do I give to you (John 14:27). And why ever did Christ speak thus? Because the peace of men, on the one hand, is easily dissolved and has many changes; whereas that which comes from Him is steadfast, immovable, firm, abiding, undying, having no end, and this though countless wars are fanned from every side, and countless plots take place every day. Yet His word, which accomplishes all things, accomplished this also along with the others.
γʹ. Οὐ μόνον δὲ ὅτι ἄνθρωπος ἔσται, ἀλλὰ καὶ τῆς παρουσίας αὐτοῦ τὸν τρόπον προεφήτευσαν. Ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ κεραυνοὺς ἄνωθεν , οὐ σείων τὴν γῆν , οὐ κλονῶν τὸν οὐρανὸν, οὐκ ἐκπλήξεις τινὰς ἐργαζόμενος, ἀλλ' ἀψοφητὶ καὶ μηδενὸς εἰδότος ἐν οἰκίᾳ τέκτονος ἐτέχθη , ἐν οἰκίᾳ ἀσήμῳ καὶ εὐτελεῖ, ἄκουσον πῶς οὐδὲ τοῦτο παρεσιώπησεν ὁ Δαυῒδ εἰπών · Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, τὸ ἀτάραχον, τὸ ἥσυχον διὰ τούτου δηλῶν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῆς τότε μετὰ πάντων αὐτοῦ διαγωγῆς τὸ πρᾶον καὶ ἐπιεικὲς ἐμφαίνων ἄλλος προφήτης ὅρα τί φησιν. Ἐπειδὴ γὰρ ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, ἀτιμαζόμενος, μαστιζόμενος, τελευταῖον καὶ σταυρωθεὶς οὐδένα τῶν ταῦτα πεποιηκότων ἠμύνατο , ἀλλ' ἔφερεν ἅπαντα μακροθύμως καὶ πράως, οἷον τὰς ἀτιμίας, τὰς ἐπιβουλὰς, τὴν μανίαν, τὸν θυμὸν τὸν ἄκαιρον ἐκείνου τοῦ δήμου, τὰς ἐφόδους, ταῦτα πάντα δηλῶν ἔλεγε· Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει , ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ἕτερος δὲ πάλιν καὶ τὸν τόπον, ἐν ᾧ ἔμελλε τίκτεσθαι, δηλοῖ οὕτω λέγων· Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα , οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Οὗτος καὶ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα δείκνυσι· τῷ μὲν γὰρ εἰπεῖν, Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος , τὴν προαιώνιον ἐδήλωσε ὕπαρξιν· τῷ δὲ εἰπεῖν, Ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ , τὴν κατὰ σάρκα γέννησιν. Καὶ ὅρα πάλιν καὶ ἑτέραν ἐνταῦθα προφητείαν διαλάμπουσαν. Οὐ γὰρ μόνον ὅτι τεχθήσεται εἶπεν, ἀλλ' ὅτι καὶ ἐπίσημον ἔσται τὸ χωρίον, καίτοι εὐτελὲς ὂν καὶ μικρόν· Οὐδαμῶς γὰρ ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, φησί.
3. And not only that He will be man, but they also prophesied the manner of His coming. For since He was about to arrive not hurling lightnings, not thunderbolts from above, not shaking the earth, not convulsing the heaven, not working terrors of any kind, but noiselessly and with no one knowing He was born in a carpenter's house, in an obscure and humble house, hear how David did not pass this over in silence either, saying: He shall come down like rain upon a fleece (Ps. 71:6), signifying thereby its untroubled and quiet character. And not this only, but see also what another prophet says, manifesting the meekness and gentleness of His way of life with all men at that time. For since, when insulted, spat upon, reviled, dishonoured, scourged, and finally even crucified, He took vengeance on none of those who had done these things, but bore all things long-sufferingly and meekly—such as the indignities, the plots, the madness, the unseasonable rage of that populace, the assaults—declaring all these things, he said: A bruised reed He shall not break, and smoking flax He shall not quench, until He bring forth judgement unto victory, and in Him shall the nations hope (Isa. 42:3-4; Matt. 12:20-21). And another again makes clear also the place in which He was about to be born, speaking thus: And thou, Bethlehem, land of Judah, art by no means least among the rulers of Judah; for out of thee shall come forth to me a ruler, who shall shepherd my people Israel, and His goings forth are from the beginning, from the days of eternity (Mic. 5:2; Matt. 2:6). This man shows both His Godhead and His manhood; for by saying, His goings forth are from the beginning, from the days of eternity, he made clear His pre-eternal existence; whereas by saying, There shall come forth a ruler, who shall shepherd my people Israel, His birth according to the flesh. And see again yet another prophecy shining forth here. For he said not only that He will be born, but also that the place will be renowned, although it was humble and small: For thou art by no means least among the rulers of Judah, he says.
Πᾶσα τοίνυν ἡ οἰκουμένη συντρέχει νῦν ἰδεῖν τὴν Βηθλεὲμ , ἔνθα τεχθεὶς ἐτέθη , οὐδαμόθεν ἄλλοθεν ἀλλ' ἢ ἐντεῦθεν μόνον. Ἄλλος πάλιν καὶ τὸν καιρὸν, ἐν ᾧ ἔμελλε παραγίνεσθαι , ἐδήλωσεν οὕτως εἰπών· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ
The whole inhabited world, therefore, now runs together to see Bethlehem, where having been born He was laid, from no other cause save from this alone. Another again made clear also the season in which He was about to arrive, speaking thus: A ruler shall not fail from Judah, nor
PG 48:817Read from the page
ἡγούμενος ἐκ τῶν μερῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόνειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ , καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ · πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὅρα καὶ ταύτην τὴν προφητείαν διαπρέπουσαν. Τότε γὰρ παραγίνεται, ὅτε λοιπὸν ἐπέλιπον οἱ ἄρχοντες οἱ Ἰουδαϊκοὶ, καὶ ὑπὸ τὰ σκῆπτρα τῶν Ῥωμαίων ἐγένοντο · καὶ οὕτως ἐπληροῦτο καὶ ἡ προφητεία ἡ λέγουσα, ὅτι Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, τὸν Χριστὸν λέγουσα. Ὁμοῦ τε γὰρ ἐτέχθη, καὶ ἀπογραφὴ ἐγένετο ἐκείνη πρώτη, κρατησάντων Ῥωμαίων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὑπὸ ζυγὸν τῆς οἰκείας βασιλείας ἀγαγόντων αὐτούς. Εἶτα καὶ ἄλλο παρασημαίνεται τῷ λέγειν· Καὶ αὐτὸς προσδοκία ἐθνῶν· παραγενόμενος γὰρ τὰ ἔθνη πάντα ἐπεσπάσατο. Ἔμελλεν ὁ Ἡρώδης, ἐπιζητῶν αὐτὸν τεχθέντα, ἀναιρεῖν τὰ αὐτόθι παιδία. Καὶ οὐδὲ τοῦτο ἐσίγησαν οἱ προφῆται, ἀλλὰ πρὸ πολλῶν προανεφώνησαν τῶν χρόνων εἰπόντες, Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Ἔμελλεν ἐξ Αἰγύπτου ἀνιέναι· καὶ τοῦτο ἐδήλωσαν εἰπόντες· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου. Ἀλλὰ καὶ ἐν τόποις φανεροῖς παραγενόμενος ἔμελλεν εὐθέως σημεῖα ποιεῖν καὶ διδάσκειν · καὶ τοῦτο προανεφωνήθη. Ἄκουε γὰρ Ἡσαΐου λέγοντος · Χώρα Ζαβουλὼν, γῆ Νεφθαλείμ, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς· τὴν παρουσίαν αὐτοῦ ἐντεῦθεν δηλῶν τὴν ἐκεῖσε [τὴν διδασκαλίαν], τὴν ἀπὸ τῶν θαυμάτων γενομένην αὐτοῖς ἐπίγνωσιν. Εἶτα πάλιν ἕτερα θαύματα διηγούμενος, καὶ δεικνὺς πῶς χωλοὺς ἐθεράπευσε, πῶς τυφλοὺς ἰάσατο, πῶς ἀλάλους παρεσκεύασε λαλεῖν. Τότε ἀνοιχθήσονται, φησὶν, ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Καὶ μεθ' ἕτερα· Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅπερ οὐδέποτε γέγονεν, ἢ ἐπὶ τῆς παρουσίας αὐτοῦ. Ἐνίων δὲ σημείων καὶ ἰδικῶς ἐμνημόνευσαν. Εἰσῆλθε γοῦν ποτε εἰς τὸ ἱερὸν, καὶ τὰ παιδία ἔτι ὑπομάζια καὶ ἀδιάρθρωτον τὴν φωνὴν ἔχοντα ᾖδον εἰς αὐτὸν ὕμνους ἱεροὺς, οὕτω λέγοντα· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις · εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης οὕτω λέγων· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ὁρᾷς πῶς καθ' ἑαυτὴν ἡ φύσις ἀγωνιζομένη καὶ τὸν δημιουργὸν ἀνακηρύττουσα ἡ ἀπειρόκακος ἡλικία καὶ μήπω διαρθροῦν φωνὴν δυναμένη ἀποστολικὸν ἀνεδέξατο κήρυγμα;
a leader from his parts, until there come He for Whom it is reserved; and He is the expectation of nations, binding His foal to a vine, and the foal of His ass to the tendril; He shall wash His robe in wine, and His mantle in the blood of the grape; gladsome are His eyes from wine, and white His teeth more than milk (Gen. 49:10-12). See this prophecy also shining forth conspicuously. For He arrives at that very time when at last the Jewish rulers had failed and come under the sceptres of the Romans; and thus too was fulfilled the prophecy which says, A ruler shall not fail from Judah, nor a leader from his thighs, until there come He for Whom it is reserved, speaking of Christ. For at the same time that He was born, that first enrolment also took place (Luke 2:1-2), when the Romans had mastered the nation of the Jews and brought them under the yoke of their own empire. Then something else too is indicated by the words, And He is the expectation of nations; for having arrived, He drew all the nations to Himself. Herod, seeking Him after He was born, was about to slay the children in that place. And neither were the prophets silent about this, but proclaimed it many ages beforehand, saying: A voice was heard in Ramah, lamentation and weeping and much mourning: Rachel weeping for her children, and she would not be comforted, because they are not (Jer. 38:15; Matt. 2:18). He was about to come up out of Egypt; this too they made clear, saying: Out of Egypt I called My Son (Hos. 11:1; Matt. 2:15). Moreover, arriving in conspicuous places, He was straightway about to work signs and to teach; and this too was proclaimed beforehand. For hear Isaiah saying: Land of Zebulun, land of Naphtali, the people sitting in darkness saw a great light, and to those sitting in darkness and the shadow of death, light sprang up for them (Isa. 9:1-2; Matt. 4:15-16)—making clear thereby His coming thither, [His teaching], and the full knowledge that came to them from His miracles. Then again recounting other miracles, and showing how He healed the lame, how He cured the blind, how He caused the speechless to speak: Then shall be opened, he says, the eyes of the blind, and the ears of the deaf shall hear (Isa. 35:5). And after other words: Then shall the lame man leap as a hart, and the tongue of stammerers shall be clear (Isa. 35:6)—which has never come to pass save at His coming. And some signs they even mentioned specifically. Thus He once entered into the temple, and children still at the breast and having an unarticulated voice sang sacred hymns unto Him, saying thus: Hosanna in the highest; blessed is He Who comes in the name of the Lord (Matt. 21:9, 15). This the prophet foretold long beforehand, speaking thus: Out of the mouth of babes and nurslings Thou hast perfected praise, to destroy the enemy and avenger (Ps. 8:3; Matt. 21:16). Do you see how nature, contending against itself, and an age innocent of evil and not yet able to articulate a voice, proclaiming the Creator, took up an apostolic proclamation?
δʹ. Ἐπειδὴ δὲ διαλεγόμενος ἀλλαχοῦ τοῖς Ἰουδαίοις διὰ τὴν ἀγνωμοσύνην αὐτῶν συνεσκιασμένως τὰ πολλὰ διελέγετο, ὡς ἐν αἰνίγματι καὶ παραβολαῖς, καὶ τοῦτο ἄνωθεν προελέχθη · Φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου, ἐρεύξομαι κεκρυμμένα ἀπ' ἀρχῆς. Ἀλλὰ καὶ τὴν σοφίαν τὴν ἐν τῷ δημηγορεῖν ἄνωθεν προανακηρύττων ὁ προφήτης ἔλεγεν· Ἐξ-
4. And since, when conversing elsewhere with the Jews, on account of their ingratitude He discoursed for the most part veiledly, as in dark saying and parables, this too was spoken beforehand from of old: I will utter dark sayings from the foundation of the world, I will pour forth things hidden from the beginning (Ps. 77:2; Matt. 13:35). Moreover, proclaiming long beforehand His wisdom in public speaking as well, the prophet said: Grace
Notes, col. 817

On the reading

Printed μερῶν, for μηρῶν.

Printed ἀπόνειται, for ἀπόκειται.

PG 48:818Read from the page
εχύθη ἡ χάρις ἐν χείλεσί σου· καὶ ἕτερος προφήτης πάλιν· Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα. Καὶ τῆς παρουσίας αὐτῆς τὰ κατορθώματα τὰ μετὰ τῶν σημείων γινόμενα ὡς ἐν βραχεῖ διηγούμενος, πάλιν αὐτὸς οὕτως ἔλεγε· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ καὶ τὸν τοσαῦτα εὐεργετοῦντα αὐτοὺς ἔμελλον ἀποστρέφεσθαι εἰκῇ καὶ μάτην, οὐ μικρὸν, οὐ μέγα ἔχοντες ἐγκαλεῖν, καὶ τοῦτο προανεκηρύχθη. Ἄκουε γὰρ τοῦ Δαυῒδ τοῦτο αὐτὸ προθεσπίζοντος οὕτω καὶ λέγοντος · Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ἔμελλε καὶ ἐπὶ ὄνου ὀχούμενος οὕτως εἰς τὴν πόλιν εἰσιέναι· καὶ τοῦτο ἄνωθεν προανεκηρύχθη ὑπὸ Ζαχαρίου λέγοντος οὕτω· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ἐξέβαλε τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τοὺς κολλυβιστάς. Ἐποίει δὲ τοῦτο αὐτὸ ζήλῳ τῷ ὑπὲρ τοῦ οἴκου, καὶ ἅμα δεικνὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, ἀλλὰ καὶ σύμφωνος τῷ Πατρί· διὸ καὶ ἐξεδίκει τὸν οἶκον ὡς ἐν αὐτῷ καπηλείας τοσαύτης γινομένης. Οὐδὲ τοῦτο κατελείφθη ἀνεπισήματον, ἀλλὰ καὶ αὐτὸ ὁ προφήτης Δαυῒδ προαγορεύων, καὶ τὴν γνώμην, μεθ' ἧς τὴν ἐκδίκησιν ἔπραττε, προαναφωνῶν λέγει· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Τί τούτου γένοιτ' ἂν ἐναργέστερον; Ἔμελλε παραδίδοσθαι, καὶ ὁ κοινωνῶν αὐτῷ τῆς τραπέζης τὴν προδοσίαν ἐργάζεσθαι. Ὅρα πῶς καὶ τοῦτο προηγόρευσεν ὁ αὐτὸς οὗτος προφήτης λέγων· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Σκόπει δὲ καὶ τοῦ εὐαγγελιστοῦ τὴν συμφωνίαν· Ὁ ἐμβάψας, φησὶ, μετ' ἐμοῦ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει. Ἔμελλεν ὁ παραδιδοὺς αὐτὸν οὐχ ἁπλῶς παραδιδόναι, ἀλλὰ πωλῶν τὸ αἷμα τὸ τίμιον, καὶ χρήματα ὑπὲρ τούτου λαμβάνων. Οὐδὲ τοῦτο ἐσίγησεν ὁ προφήτης, ἀλλὰ καὶ τὰ ἀναίσχυντα συμβόλαια, καὶ τοὺς λόγους, οὓς πρὸς ἀλλήλους ἐποιοῦντο, ἐμφαίνων, Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ἔλεγεν, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ὁ αὐτὸς προδότης μεταγνοὺς ὕστερον ὑπὲρ ὧν ἐτόλμησε, τά τε ἀργύρια ἔῤῥιψε, καὶ δραμὼν ἐπὶ βρόχον οὕτω τὸν βίον κατέλυσε, χηρείᾳ τὴν γυναῖκα καὶ ὀρφανίᾳ τὰ τέκνα παραδοὺς, καὶ ἐρημίᾳ τὴν οἰκίαν. Ὅρα πῶς καὶ ταύτην ἐκτραγῳδεῖ τὴν συμφορὰν ὁ προφήτης οὕτω λέγων· Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἀλλὰ καὶ ἀντ' ἐκείνου μετ' ἐκεῖνον γέγονέ τις ἀπόστολος ὁ Ματθίας. Καὶ τοῦτο πάλιν ὁ αὐτὸς προαναφωνεῖ λέγων· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Προδοθέντος αὐτοῦ καὶ συλληφθέντος ἑκόντος, συνίσταται δικαστήριον πολλῆς γέμον παρανομίας, Ἰουδαίων τε καὶ τῶν ἐξ ἐθνῶν. Ὅρα πῶς καὶ αὐτὸ προθεσπίζει ὁ Προφήτης λέγων· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Οὐ ταῦτα δὲ μόνον προανεφώνησαν· ἀλλὰ καὶ τὴν σιγὴν,
was poured out upon Thy lips (Ps. 44:3); and another prophet again: Behold, My servant shall understand, and shall be exalted and glorified and lifted up exceedingly (Isa. 52:13). And recounting as in brief the triumphs of that coming itself which took place with signs, he Himself again spoke thus: The Spirit of the Lord is upon Me, because He has anointed Me; to preach good tidings to the poor He has sent Me, to proclaim release to captives and recovery of sight to the blind (Isa. 61:1; Luke 4:18). Since they were also about to turn away without cause and in vain from Him Who conferred so many benefits upon them, having neither small nor great charge to bring, this too was proclaimed beforehand. For hear David foretelling this very thing thus and saying: With those who hated peace I was peaceable; when I spoke to them, they warred against Me for naught (Ps. 119:7). He was also about to enter into the city riding thus upon an ass; and this was proclaimed long beforehand by Zechariah speaking thus: Rejoice exceedingly, O daughter of Zion; proclaim, O daughter of Jerusalem: behold, thy King comes to thee meek and mounted upon a beast of burden and a young foal (Zech. 9:9; Matt. 21:5). He cast out those who sold doves and the money-changers (Matt. 21:12). And He did this very thing out of zeal for the house, and at the same time showing that He is not some adversary of God, but also in harmony with the Father; wherefore He also avenged the house because so great huckstering was taking place in it. Neither was this left unmarked, but the prophet David, foretelling this too and proclaiming beforehand the mind with which He wrought the vengeance, says: The zeal of Thy house has consumed Me (Ps. 68:10; John 2:17). What could be clearer than this? He was about to be betrayed, and the sharer of His table was about to work the betrayal. See how this same prophet foretold this too, saying: He who ate My bread magnified supplanting against Me (Ps. 40:10; John 13:18). And mark the agreement of the evangelist as well: He who dipped, he says, his hand with Me in the dish, this man will betray Me (Matt. 26:23). He who betrayed Him was about to betray Him not simply, but selling the precious blood and taking money for this. Neither was the prophet silent about this, but manifesting both the shameless bargains and the words which they exchanged with one another, he said: O God, pass not over My praise in silence, for the mouth of the sinner and the mouth of the deceitful man has been opened against Me (Ps. 108:1-2). That same traitor, repenting afterwards over what he had dared, both flung down the silver pieces and, running to a noose, thus ended his life (Matt. 27:3-5), giving over his wife to widowhood and his children to orphanhood, and his house to desolation. See how the prophet sets forth this calamity too in tragic strain, speaking thus: Let his sons become orphans, and his wife a widow; being driven to and fro, let his sons be removed, and let them be cast out from their habitations (Ps. 108:9-10). Moreover, in his stead after him one Matthias became an apostle (Acts 1:26). And this again the same man proclaims beforehand, saying: His oversight let another take (Ps. 108:8; Acts 1:20). After He had been betrayed and arrested willingly, a tribunal full of great lawlessness is set up, both of Jews and of those from the Gentiles. See how the Prophet foretells this too, saying: Why did the nations rage, and the peoples meditate vain things (Ps. 2:1; Acts 4:25)? Yet not these things only did they proclaim beforehand, but also the silence,