Migne Reading Room

PG 48 · cols. 825–830 · Read from the page

Against Jews and Gentiles that Christ is God, one book

Against Jews and Gentiles that Christ is God, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:825Read from the page
καὶ τὰ ἐκείνων ἀνθεῖ· τελευτησάντων δὲ, συγκαταλύεται καὶ τὰ ἐκείνων. Καὶ τοῦτο οὐκ ἐπὶ πλουσίου, οὐκ ἐπὶ ἄρχοντος, ἀλλ' ἐπ' αὐτοῦ τοῦ βασιλέως ἴδοι τις ἄν. Καὶ γὰρ καὶ οἱ νόμοι αὐτῶν καταλύονται, καὶ αἱ εἰκόνες ἀμαυροῦνται, καὶ ἡ μνήμη αὐτῶν σβέννυται, καὶ τὸ ὄνομα αὐτῶν ἐν λήθῃ, καὶ οἱ προσήκοντες ἐν καταφρονήσει, ἐκείνων τῶν ὅπλα κινούντων, τῶν τῷ νεύματι μετατιθέντων δήμων καὶ πόλεων καὶ πραγμάτων καταστάσεις, τῶν ἀναιρεῖν κυρίων, τῶν ἀπαγομένους ἀνακαλεῖσθαι δυναμένων. Ἀλλ' ὅμως ἅπαντα καταλύεται, εἰ καὶ πρὸ τούτου εὐδοκίμει. Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον. Πρὸ μὲν γὰρ σταυροῦ ἐν κατηφείᾳ τὰ πράγματα ἦν, Ἰούδας προέδωκε, Πέτρος ἠρνήσατο, οἱ λοιποὶ φυγάδες ἐγένοντο, μόνος μεταξὺ τῶν ἐχθρῶν ἀπελαμβάνετο, πολλοὶ πιστεύσαντες ἀπῆλθον εἰς τὰ ὀπίσω. Ἐπειδὴ δὲ ἐσφάγη καὶ ἐτελεύτησεν, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπός τις ἦν ὁ σταυρωθεὶς, καὶ λαμπρότερα καὶ φαιδρότερα γέγονε καὶ ὑψηλότερα πολλῷ. Ὁ μὲν οὖν κορυφαῖος τῶν ἀποστόλων πρὸ τοῦ σταυροῦ οὐδὲ θυρωροῦ ἀπειλὴν ἤνεγκεν, ἀλλὰ μετὰ τοσαύτην μυσταγωγίαν ἔφησεν αὐτὸν μὴ εἰδέναι· μετὰ δὲ τὸν σταυρὸν τὴν οἰκουμένην περιέδραμεν· ἐντεῦθεν μυρίοι δῆμοι μαρτύρων ἐσφάγησαν, ἑλόμενοι μᾶλλον ἀποθανεῖν, ἢ φθέγξασθαι ἅπερ ἐφθέγξατο ὁ κορυφαῖος τῶν ἀποστόλων, μιᾶς θυρωροῦ δείσας ἀπειλήν. Οὕτως ἐξ ἐκείνου πᾶσαι χῶραι καὶ πᾶσαι πόλεις, καὶ ἔρημος καὶ οἰκουμένη καὶ ἀοίκητος τὸν ἐσταυρωμένον ἀνακηρύττομεν· καὶ βασιλεῖς καὶ στρατηγοὶ καὶ ἄρχοντες καὶ ὕπατοι, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ ἰδιῶται καὶ σοφοὶ καὶ ἄσοφοι, καὶ βάρβαροι καὶ τὰ ποικίλα τῶν ἀνθρώπων γένη, καὶ λοιπὸν ὅσην ἥλιος ἐφορᾷ γῆν, ταύτην δὴ τὴν τοσαύτην ἐπέδραμε, τὸ ὄνομα καὶ ἡ προσκύνησις, ἵνα μάθῃς τί ἐστιν, Ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ὁ δὲ τὸ σῶμα δεξάμενος ἐκεῖνο τὸ σφαγὲν τόπος, σμικρὸς ὢν καὶ σφόδρα βραχὺς, μυρίων αὐλῶν βασιλικῶν ἐστι σεμνότερος, καὶ αὐτοῖς τοῖς βασιλεῦσι τιμιώτερος· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Τὸ δὲ παράδοξον, οὐκ ἐπ' αὐτοῦ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν μαθητῶν αὐτοῦ τὸ αὐτὸ τοῦτο δὴ γέγονεν. Οἱ γὰρ ἀγόμενοι καὶ περιαγόμενοι, οἱ καταφρονούμενοι, καὶ δεσμούμενοι, οἱ τὰ μυρία πάσχοντες δεινὰ, τελευτήσαντες αὐτῶν εἰσι τῶν βασιλέων τιμιώτεροι· καὶ πῶς, σκόπει ἐντεῦθεν. Ἐν τῇ βασιλικωτάτῃ πόλει Ῥώμῃ, πάντα ἀφιέντες, ἐπὶ τοὺς τάφους τοῦ ἁλιέως καὶ τοῦ σκηνοποιοῦ τρέχουσι καὶ βασιλεῖς καὶ ὕπατοι καὶ στρατηγοί· καὶ ἐν τῇ Κωνσταντινουπόλει δὲ οὐδὲ πρὸς τοὺς ἀποστόλους ἐγγὺς, ἀλλὰ παρ' αὐτὰ τὰ πρόθυρα ἔξω ἀγαπητὸν εἶναι ἐνόμισαν οἱ τὰ διαδήματα περικείμενοι τὰ σώματα αὐτῶν κατορύττεσθαι, καὶ γεγόνασι θυρωροὶ λοιπὸν τῶν ἁλιέων οἱ βασιλεῖς, καὶ ἐν τῇ τελευτῇ οὐκ αἰσχύνονται, ἀλλὰ καὶ ἐγκαλλωπίζονται, οὐ μόνον αὐτοὶ, ἀλλὰ καὶ οἱ ἔκγονοι ἐκείνων. Καὶ ἔσται, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Τότε τῆς τιμῆς τὸ μέγεθος ὄψει, ὅταν καταμάθῃς αὐτοῦ τοῦ θανάτου τὸ σύμβολον, τοῦ θανάτου τοῦ ἐπαράτου, τοῦ θανάτου τοῦ πάντων θανάτων αἰσχίστου· τοῦτο γὰρ μόνον τῆς τελευτῆς τὸ εἶδος ὑπὸ ἀρὰν ἔκειτο. Οἷόν τι λέγω· τῶν ἁμαρτανόντων τὸ παλαιὸν οἱ μὲν ἐκαίοντο, οι δὲ ἐλιθάζοντο, οἱ δὲ ἑτέρῳ τρόπῳ τιμωρίας τὸν βίον κατέλυον· ὁ δὲ ἀνεσκολοπισμένος καὶ ἐπὶ ξύλου κρεμάμενος, οὐ τοῦτο μόνον ὑπέμεινε τὸ χαλεπὸν, ὅτι τοιαύτῃ ἐκολάζετο καταδίκῃ, ἀλλ' ὅτι καὶ ἐπάρατος ὁ τοιοῦτος ἦν. Ἐπικατάρα-
their affairs also flourish; when they die, however, their affairs too are dissolved along with them. And one may see this not merely in the case of a rich man or a ruler, but in that of the emperor himself. For indeed their laws are dissolved, their statues grow dim, their memory is quenched, their name sinks into oblivion, and their relatives fall into contempt—the very men who once set armies in motion, who at a nod altered the constitutions of peoples, cities, and states, who had power to put men to death and were able to recall those led away to execution. Yet all the same, everything is dissolved, even though previously it stood in high repute. In the case of Christ, however, it is quite the contrary. For before the cross affairs lay in dejection: Judas betrayed Him, Peter denied Him, the rest became fugitives, He was seized alone in the midst of His enemies, and many who had believed went back. Yet after He was slain and died—that you may learn that He Who was crucified was no mere man—things became far more resplendent, more radiant, and more exalted. Thus the chief of the apostles, before the cross, did not endure even the threat of a doormaid, but after so great an initiation into the mysteries declared that he knew Him not; whereas after the cross he traversed the inhabited world, and thenceforth countless multitudes of martyrs were slaughtered, choosing rather to die than to utter the words which the chief of the apostles had uttered out of fear at the threat of a single doormaid. Thus ever since that time all lands and all cities, wilderness, inhabited earth, and uninhabited regions alike, we proclaim the Crucified One; and kings, generals, rulers, and consuls, bondmen and free, unlettered and wise and unwise, barbarians and the diverse races of mankind—in short, all the earth upon which the sun looks down—His name and worship have overrun all this vast expanse, that you may learn what is meant by: His rest shall be honour (Isa. 11:10). And the place that received that slain body, small though it is and exceedingly narrow, is more venerable than ten thousand royal courts, and more precious to kings themselves: And His rest shall be honour. And what is marvellous, this very same thing has come to pass not in His case alone, but also in that of His disciples. For men who were haled and dragged about, despised and bound in chains, who suffered ten thousand dreadful things, once dead are more honoured than kings themselves; and how so, consider from this. In the most imperial city of Rome, leaving all else aside, kings, consuls, and generals hasten to the tombs of the fisherman and the tentmaker; and in Constantinople too, those arrayed in diadems deemed it sufficient content not to have their bodies buried close beside the apostles, but outside right by the very portals, and so kings have henceforth become doorkeepers to the fishermen; and in death they feel no shame at this, nay, they even glory in it—not they alone, but their descendants as well. And His rest, it says, shall be honour. Then shall you see the greatness of that honour, when you consider the symbol of His death—that accursed death, that most shameful of all deaths; for this manner of death alone lay under a curse. Take what I mean: of old, among transgressors, some were burned, some were stoned, and some ended their life by some other form of punishment; whereas he who was impaled and hung upon a tree endured not only this hardship, that he was punished by such a sentence, but also that such a man was accursed. For accursed-
Notes, col. 825

On the reading

Printed οι, for οἱ.

PG 48:826Read from the page
τος γὰρ, φησὶ, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἀλλ' ὅμως τὸ ἐπάρατον τοῦτο, τὸ ἀπευκτὸν, τὸ τῆς ἐσχάτης τιμωρίας σύμβολον, νῦν γέγονε ποθεινὸν καὶ ἐπέραστον. Οὐδὲ γὰρ οὕτω στέφανος βασιλικὸς καλλωπίζει κεφαλὴν, ὡς σταυρὸς παντὸς κόσμου τιμιώτερος ὤν· καὶ ὃ ἅπαντες ἐπεφρίκεσαν πρώην, τούτου νῦν τὸ σχῆμα οὕτως ἐστὶν ἅπασι περιμάχητον, ὡς πανταχοῦ τοῦτο εὑρίσκεσθαι παρὰ ἄρχουσι, παρὰ ἀρχομένοις, παρὰ γυναιξὶ, παρὰ ἀνδράσι, παρὰ παρθένοις, παρὰ γεγαμημέναις, παρὰ δούλοις, παρὰ ἐλευθέροις. Καὶ γὰρ συνεχῶς αὐτὸ ἅπαντες ἐγχαράττουσιν ἐπὶ τοῦ τῶν μελῶν ἡμῶν ἐπισημοτέρου μέρους, καὶ ὥσπερ ἐν στήλῃ ἐπὶ τοῦ μετώπου καθ' ἑκάστην ἡμέραν διατυπούμενον περιφέρουσιν. Οὗτος ἐν τῇ ἱερᾷ τραπέζῃ, οὗτος ἐν ταῖς τῶν ἱερέων χειροτονίαις, οὗτος πάλιν μετὰ τοῦ σώματος τοῦ Χριστοῦ ἐπὶ τὸ μυστικὸν δεῖπνον διαλάμπει· τοῦτον πανταχοῦ χορεύοντα ἴδοι τις ἂν, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν ἐρημίαις, ἐν ὁδοῖς, ἐν ὄρεσιν, ἐν νάπαις, ἐν βουνοῖς, ἐν θαλάττῃ καὶ πλοίοις καὶ νήσοις, ἐν κλίναις, ἐν ἱματίοις, ἐν ὅπλοις, καὶ ἐν παστάσιν, ἐν συμποσίοις, ἐν σκεύεσιν ἀργυροῖς, ἐν χρυσέοις, ἐν μαργαρίταις, ἐν τοίχων γραφαῖς, ἐν σώμασιν ἀλόγων πολλὰ πεπονηκότων, ἐν σώμασιν ὑπὸ δαιμόνων πολιορκουμένων, ἐν πολέμοις, ἐν εἰρήνῃ, ἐν ἡμέραις, ἐν νυξὶν, ἐν τρυφώντων χορείαις, ἐν σκληραγωγουμένων φρατρίαις· οὕτω περιμάχητον ἅπασι γέγονε τὸ θαυμαστὸν τοῦτο δῶρον, ἡ ἄφατος αὕτη χάρις. Οὐδεὶς αἰσχύνεται, οὐκ ἐγκαλύπτεται ἐννοῶν, ὅτι θανάτου τοῦ ἐπαράτου τοῦτο σύμβολον, ἀλλὰ πάντες τούτῳ καλλωπιζόμεθα μᾶλλον ἢ στεφάνοις καὶ διαδήμασι καὶ μυρίαις μαργαριτῶν περιβολαῖς· οὕτως οὐ μόνον οὐκ ἔστι φευκτὸς, ἀλλὰ καὶ ποθεινὸς καὶ ἐπέραστος καὶ περισπούδαστος ἅπασι, καὶ πανταχοῦ διαλάμπων καὶ διεσπαρμένος ἐν τοίχοις οἴκων, ἐν ὀροφῇ, ἐν βίβλοις, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ταῖς ἀοικήτοις, ἐν ταῖς οἰκουμέναις. Ἡδέως ἂν οὖν ἐροίμην τὸν Ἕλληνα λοιπὸν, πόθεν τῆς καταδίκης ταύτης, τοῦ θανάτου τοῦ ἐπαράτου τούτου τὸ σύμβολον ἅπασι ποθεινὸν, περισπούδαστον, εἰ μὴ μεγάλη τοῦ σταυρωθέντος ἡ δύναμις;
is every one, it says, that hangs upon a tree (Deut. 21:23; Gal. 3:13). Yet all the same, this accursed thing, this abhorred thing, this symbol of the utmost punishment, has now become longed for and beloved. For not even a royal crown so adorns a head as does the cross, which is more precious than the whole world; and that whose very form all men formerly shuddered at is now so eagerly contended for by all that it is found everywhere: among rulers, among subjects, among women, among men, among virgins, among married women, among bondmen, among the free. For indeed all men continually engrave it upon the most conspicuous part of our members, and bear it about stamped daily upon their forehead as upon a pillar. This shines resplendent at the sacred table, this at the ordinations of priests, this again with the body of Christ at the mystic supper. One may see it celebrated everywhere: in houses, in marketplaces, in deserts, on highways, on mountains, in glens, on hills, on the sea, on ships, and on islands, on couches, on garments, on weapons, in bridal chambers, at banquets, on silver vessels, on golden ones, on pearls, in wall paintings, on the bodies of dumb beasts grievously afflicted, on bodies besieged by demons, in wars, in peace, by day, by night, in the dances of revellers, in the brotherhoods of ascetics—so eagerly sought after by all has this wondrous gift, this ineffable grace, become. No one feels shame or hides his face at the thought that this is the symbol of an accursed death; rather, we all adorn ourselves with it more than with crowns and diadems and countless necklaces of pearls. Thus not only is it not shunned, but it is longed for, beloved, and eagerly prized by all, shining forth everywhere and spread abroad upon the walls of houses, on roofs, in books, in cities, in villages, in uninhabited lands, and in inhabited ones. Gladly, then, would I now ask the Greek: whence has the symbol of this condemnation, of this accursed death, become longed for and eagerly prized by all, unless the power of the Crucified One is great?
ιʹ. Εἰ γὰρ μηδὲν εἶναι τοῦτο σὺ νομίζεις καὶ ἀναισχυντεῖς ἔτι, καὶ πρὸς τὴν ἀλήθειαν ἀντιβλέπεις, καὶ πρὸς τὸ φῶς τυφλώττεις, φέρε σοι δείξωμεν καὶ ἐξ ἄλλης ὑποθέσεως ἡλίκον τοῦτό ἐστι. Ποίας δὴ ταύτης; Ἔστι τοῖς δικάζουσι πολλὰ βασανιστηρίων εἴδη, ξύλον, ἱμάντες, ὄνυχες, μολιβδίδες, δι' ὧν ξέουσι τὰ σώματα καὶ διασχίζουσι τὰ μέλη καὶ ἐξαρτῶσι. Τίς γοῦν ἂν ἕλοιτο ταῦτα εἰς οἰκίαν ἀγαγεῖν; τίς δ' ἂν καταδέξαιτο χειρὸς ἅψασθαι τῶν ταῦτα ἐργαζομένων δημίων, ἢ πλησίον γενέσθαι ἰδεῖν; οὐχὶ μυσάττονται οἱ πλείους, ἔνιοι δὲ καὶ οἰωνίζονται, καὶ οὐδὲ τῆς ἁφῆς, οὐδὲ τῆς ὄψεως ἀνέχονται; οὐ πόῤῥω φεύγουσιν; οὐκ ἀποστρέφουσι τὸ ὄμμα; Τοιοῦτον δή τι καὶ ὁ σταυρὸς ἦν τὸ παλαιὸν, μᾶλλον δὲ τούτων πολὺ χαλεπώτερος· ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχ ἁπλῶς θανάτου, ἀλλὰ θανάτου τοῦ ἐπαράτου τοῦτο σύμβολον ἦν. Πόθεν οὖν, εἰπέ μοι, πᾶσιν οὕτω νῦν περισπούδαστος, πᾶσιν οὕτω ποθεινὸς γέγονε, πάντων προτιμότερος;
10. For if you suppose this to be nothing, and still act shamelessly, set your face against the truth, and blink blindly before the light, come, let us show you from another argument as well how great a thing this is. Of what sort, then? Judges possess many kinds of instruments of torture—the rack, thongs, iron claws, leaden scourges—wherewith they scrape bodies, rend limbs asunder, and string men up. Who, then, would choose to bring these things into his house? And who would brook to touch the hand of the executioners who ply them, or come near to look upon them? Do not most men abhor them, while some even treat them as an ill omen and cannot endure either to touch or to behold them? Do they not flee far away? Do they not turn their eyes aside? Just such a thing was the cross too in ancient times, or rather far more grievous than these; for, as I said just now, this was the symbol not simply of death, but of the accursed death. Whence, then, tell me, has it now become so eagerly prized by all, so longed for by all, preferred above all things?
Αὐτὸ δὲ τὸ ξύλον ἐκεῖνο, ἔνθα τὸ ἅγιον ἐτάθη σῶμα καὶ ἀνεσκολοπίσθη, πῶς ἐστι περιμάχητον ἅπασι; καὶ μικρόν τι λαμβάνοντες ἐξ ἐκείνου πολλοὶ, καὶ χρυσῷ κατακλείοντες, καὶ ἄνδρες καὶ γυναῖκες τῶν τραχήλων ἐξαρτῶσι τῶν ἑαυτῶν καλλωπιζόμενοι, καίτοι καταδίκης σύμβολον τὸ ξύλον ἦν, καίτοι
And how is that very wood itself, whereon the holy body was stretched out and impaled, eagerly contended for by all? And taking a small fragment from it and encasing it in gold, many—both men and women—hang it from their own necks, adorning themselves therewith, even though that wood was a symbol of condemnation, even though
PG 48:827Read from the page
τιμωρίας; Ἀλλ' ὁ πάντα ποιῶν καὶ μετασκευάζων αὐτὰ, ὁ τὴν οἰκουμένην ἐκ τοσαύτης κακίας μεταθεὶς, καὶ τὴν γῆν οὐρανὸν ἐργασάμενος, οὗτος καὶ τὸ πρᾶγμα τοῦτο ἐπονείδιστον ὂν καὶ πάντων θανάτων αἴσχιστον ὑπὲρ τῶν οὐρανῶν ἀνήγαγε. Ταῦτ' οὖν ἅπαντα προορῶν ὁ προφήτης ἔλεγε· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Τοῦτο γὰρ τὸ τοῦ θανάτου σύμβολον (οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο λέγων) ἐγένετο εὐλογίας ὑπόθεσις πολλῆς, καὶ παντοδαπῆς ἀσφαλείας τεῖχος, διαβόλου καιρία πληγὴ, δαιμόνων χαλινὸς, κημὸς τῆς τῶν ἀντικειμένων δυνάμεως· τοῦτο θάνατον ἀνεῖλε, τοῦτο τοῦ ᾅδου τὰς χαλκᾶς πύλας συνέκλασε, τοὺς σιδηροῦς μοχλοὺς συνέθλασε, τοῦ διαβόλου τὴν ἀκρόπολιν κατέλυσε, τῆς ἁμαρτίας τὰ νεῦρα ἐξέκοψεν, ὑπὸ καταδίκην κειμένην τὴν οἰκουμένην ἅπασαν ἐξήρπασε, θεήλατον φερομένην κατὰ τῆς φύσεως τῆς ἡμετέρας πληγὴν ἀνέστειλε. Τί λέγω; ἅπερ οὐκ ἴσχυσε θάλασσα σχιζομένη, πέτραι ῥηγνύμεναι, ἀὴρ μεταβαλλόμενος, καὶ μάννα ἐπὶ τεσσαράκοντα ἔτεσι τοσαύταις χιλιάσι διαδιδόμενον, καὶ νόμος, καὶ ἕτερα σημεῖα καὶ ἐν ἐρήμῳ καὶ ἐν Παλαιστίνῃ γενόμενα, ταῦτα ἴσχυσεν ὁ σταυρὸς, οὐκ ἐν ἑνὶ ἔθνει, ἀλλ' ἐν πάσῃ τῇ οἰκουμένῃ, σταυρὸς τὸ ἐπάρατον σύμβολον, τὸ πᾶσι φευκτὸν, τὸ πᾶσιν ἀπευκτὸν, τὸ ἐπονείδιστον, ἴσχυσε, μετὰ τὸ τελευτῆσαι τὸν σταυρωθέντα, πάντα εὐκόλως ἐργάσασθαι. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Τὴν γὰρ οἰκουμένην ἄγονον οὖσαν κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ ἐρήμου γῆς οὐδὲν ἄμεινον διακειμένην, οὐδὲ εἰς τὸ τεκεῖν τι χρηστὸν προσδοκῶσαν, ἀθρόον παράδεισον καὶ μητέρα πολύπαιδα πεποίηκε. Καὶ τοῦτο ἄνωθεν προεδήλωσεν ὁ προφήτης οὕτω λέγων· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ὅτι τοιαύτην ἐργασάμενος, νόμον ἔδωκεν αὐτῇ πολλῷ τοῦ προτέρου βελτίονα, οὐδὲ τοῦτο ἐσίγησαν οἱ προφῆται· καὶ ὅρα τί προαναφωνοῦντες εἰρήκασι· Διαθήσομαι αὐτοῖς διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι αὐτοῖς, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς. Εἶτα καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ τὴν μετ' εὐκολίας διδασκαλίαν παραδηλῶν ἔλεγε· Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν. Ὅτι ἁμαρτημάτων ἔμελλε διδόναι συγχώρησιν ἅπασι παραγενόμενος, καὶ τοῦτο πάλιν προανεφώνησεν ὁ προφήτης οὕτως εἰπών· Αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἀνομίας αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τί τούτου σαφέστερον γένοιτ' ἄν; Τὴν κλῆσιν γὰρ τῶν ἐθνῶν, τὴν ὑπεροχὴν τοῦ καινοῦ πρὸς τὸν παλαιὸν νόμον, τὴν εὐκολίαν τῆς προσαγωγῆς, τῶν πιστευσάντων τὴν χάριν, καὶ τὴν δωρεὰν τὴν διὰ τοῦ βαπτίσματος γενομένην, διὰ τούτων ἐνέφηνε τῶν προῤῥήσεων.
of retribution? Yet He Who makes all things and transforms them, Who transferred the inhabited world out of so great a wickedness and rendered earth heaven—this very One raised up above the heavens even this thing that was a matter of reproach and the most shameful of all deaths. Foreseeing all these things, then, the prophet said: And His rest shall be honour (Isa. 11:10). For this symbol of death (for I shall not cease continually repeating this) has become a theme of abundant blessing and a rampart of every kind of security, a mortal blow to the devil, a curb to demons, a muzzle to the power of the adversaries; this destroyed death, this shattered the brazen gates of Hades, crushed its iron bars, overthrew the citadel of the devil, cut the sinews of sin, snatched away the entire inhabited world that lay under condemnation, and stayed the God-sent plague borne down against our nature. What am I saying? The things which a parting sea, rocks rending asunder, transformed air, manna distributed for forty years to so many thousands, the Law, and other signs wrought both in the wilderness and in Palestine had not strength to effect—these the cross had strength to accomplish, not in a single nation, but in the whole inhabited world; the cross, that accursed symbol, shunned by all, abhorred by all, disgraceful, had strength, after the Crucified One died, to work all things with ease. And not these things alone, but also what followed afterwards shows its might. For the inhabited world, which was barren with regard to virtue, in no better state than desert ground, and holding no expectation of bringing forth anything good, it all at once made a paradise and a mother of many children. And this the prophet signified beforehand from of old, speaking thus: Rejoice, O barren one that bearest not; break forth and cry aloud, thou that dost not travail, for many are the children of the desolate one more than of her that has a husband (Isa. 54:1; Gal. 4:27). That having rendered her such, He gave her a law far better than the former one—neither did the prophets keep silence on this; and see what they said in proclaiming it beforehand: I will make with them a new covenant, not according to the covenant which I made with their fathers in the day when I took hold of their hand to lead them forth out of the land of Egypt; because they abode not in My covenant, and I disregarded them, says the Lord. For this is the covenant that I will make with them: giving My laws into their mind, I will also inscribe them upon their heart (Jer. 31:31-33; Heb. 8:8-10). Next, indicating also the sudden transformation and the effortless teaching, he said: And they shall by no means teach each one his neighbour, and each one his brother, saying, Know the Lord, for all shall know Me, from the small among them unto the great among them (Jer. 31:34; Heb. 8:11). That when He came He was going to grant forgiveness of sins to all, this too the prophet again proclaimed beforehand, speaking thus: This is the covenant from Me unto them, when I take away their iniquities, and their sins I shall remember no more (Isa. 27:9; Jer. 31:34; Rom. 11:27). What could be clearer than this? For the calling of the nations, the superiority of the New Law over the Old, the ease of access, the grace of those who believed, and the gift bestowed through baptism—all these he disclosed through these predictions.
ιαʹ. Ὅτι αὐτὸς οὗτος ὁ ταῦτα ἐργασάμενος, αὐτὸς παρέσται καὶ κριτὴς μετὰ ταῦτα, ὅρα πῶς καὶ αὐτὸ προαναφωνοῦσι· καὶ γὰρ οὐδὲ τοῦτο παρέδραμον, οἱ μὲν ὁρῶντες αὐτὸν ἐν αὐτῷ τῷ σχήματι, ᾧ μέλλει
11. That this very One Who wrought these things will Himself be present also as Judge hereafter, see how they proclaim this beforehand as well; for neither did they pass this by, some beholding Him in the very form in which He is about
PG 48:828Read from the page
παραγίνεσθαι, οἱ δὲ διὰ ῥημάτων αὐτῶν προαναφωνοῦντες. Ὁ μὲν γὰρ Δανιὴλ, καὶ ταῦτα ἐν μέσῳ βαρβάρων τῶν Βαβυλωνίων, ὁρᾷ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον· καὶ ἄκουε τῶν ῥημάτων αὐτῶν τοῦ προφήτου· Ἐθεώρουν, φησὶ, καὶ ἰδοὺ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἔφθασεν ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσι. Καὶ τὸ κριτήριον δὲ αὐτοῦ ὑπογράφων φησίν· Ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ βίβλοι ἀνεῴχθησαν· καὶ ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν τιμὴν δείκνυσιν, ἣν μέλλουσιν ἔχειν οἱ δίκαιοι, λέγων· Καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. Ὁ δὲ Μαλαχίας, καὶ ὅτι διὰ πυρὸς ἔσται τὸ δικαστήριον ἐκεῖνο, παρίστησι λέγων· Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Εἶδες ἀκρίβειαν προφητῶν, πῶς ἅπαντα προλαβόντες ἀνεκήρυξαν τὰ συμβήσεσθαι μέλλοντα; Πῶς οὖν ἔτι τολμᾷς ἀπιστεῖν, τοιαύτας λαβὼν αὐτοῦ ἀποδείξεις τῆς δυνάμεως, ῥήματα πρὸ τοσούτου χρόνου ἀναφωνηθέντα, καὶ πράγματα τοῖς ῥήμασι συμβαίνοντα βλέπων, καὶ οὐδὲν ὅλως διαπεσόν; Καὶ ὅτι οὐ πλάσματα ἡμέτερα μαρτυροῦσιν οἱ τὰ βιβλία καὶ πρῶτοι δεξάμενοι καὶ νῦν κατέχοντες, ἐχθροί τε ὄντες, καὶ τῶν ἐσταυρωκότων ἔκγονοι, καὶ νῦν αὐτὰ κατέχοντες καὶ διατηροῦντες. Καὶ πῶς οὐ πιστεύουσι, φησὶν, ἔχοντες τὰ βιβλία; Ὅτι καὶ τότε θαυματουργοῦντα βλέποντες οὐκ ἐπίστευον. Ἀλλὰ τοῦτο οὐ τοῦ ἀπιστουμένου ἔγκλημα, ἀλλὰ τῶν ἐν μεσημβρίᾳ μέσῃ τυφλωττόντων· ἐπεὶ καὶ τὸν κόσμον τοῦτον εἰς μέσον προέθηκε, παναρμόνιον ὄργανον, φωνὰς πανταχόθεν ἀφιέντα, καὶ τὸν δημιουργὸν ἀνακηρύττοντα· καὶ ὅμως τινὲς τῶν ἀνθρώπων εἰσὶν οἱ μὲν αὐτόματα πάντα λέγοντες, οἱ δὲ ἀγέννητα τὰ ὁρώμενα, οἱ δὲ δαίμοσιν ἐπιγράφοντες τὴν τούτων δημιουργίαν καὶ πρόνοιαν, ἄλλοι τύχῃ καὶ εἱμαρμένῃ, καὶ γενέσει, καὶ ἄστρων περιφοραῖς. Ἀλλ' οὐδέπω τοῦτο τοῦ δημιουργοῦ ἔγκλημα, ἀλλ' ἡ κατηγορία τῶν μετὰ τοσαῦτα φάρμακα ἐν ἐσχάταις κειμένων νόσοις. Ὥσπερ γὰρ ὅταν εὐγνώμων ᾖ ψυχὴ, τὸ δέον συνορᾷ, οὐ πολλῶν δεομένη βοηθημάτων εἰς τοῦτο· οὕτω δὴ καὶ ὅταν ἀγνώμων καὶ ἀναίσθητος, κἂν μυρίους ἔχῃ τοὺς χειραγωγοῦντας, προκατειλημμένη πάθεσι, μένει τυφλώττουσα. Ὅρα γοῦν τοῦτο πανταχοῦ συμβαῖνον, οὐκ ἐπὶ τῆς ὑποθέσεως ταύτης, ἀλλὰ καὶ ἀλλαχοῦ. Πόσοι γοῦν νόμων οὐκ ἀκούσαντες, ἐννομώτατον διετέλεσαν ἐπιδεικνύμενοι βίον; ἄλλοι δὲ ἐκ πρώτης ἡλικίας αὐτοῖς συντραφέντες εἰς ἔσχατον γῆρας τοῖς νόμοις, οὐκ ἐπαύσαντο αὐτοὺς παραβαίνοντες. Ταῦτα καὶ ἐπὶ τῶν παλαιῶν συνέβαινε. Καὶ γὰρ οἱ μὲν Ἰουδαῖοι, καὶ σημείων καὶ θαυμάτων μυρίων ἀπολαύσαντες, οὐκ ἐγένοντο βελτίους· Νινευῖται δὲ μιᾶς μόνης φωνῆς ἀκούσαντες μετεβάλλοντο, καὶ τῆς κακίας ἀπηλλάγησαν. Τοῦτο καὶ ἐπ' ἀνδρῶν ἴδοι τις ἂν συμβαῖνον εὐτελῶν, οὐκ ἐπισήμων μόνον. Πόσης διδασκαλίας οὐκ ἀπέλαυσεν Ἰούδας, καὶ ὅμως προδότης ἐγένετο! ποίας δὲ παραινέσεως ἀπέλαυσεν ὁ λῃστὴς, ἀλλ' ἐν σταυρῷ αὐτὸν ὡμολόγησε, καὶ τὴν βασιλείαν ἀνεκήρυξε τὴν ἐκείνου! Μὴ τοίνυν ἀπὸ τῶν διεφθαρμένων τὰς γνώμας τὰς κρίσεις ποιοῦ τῶν πραγμάτων, ἀλλ' ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας τὴν προσήκουσαν ψῆφον ἔκφερε περὶ τῶν ὀρθῶς βου-
to come, and others proclaiming Him beforehand through their words. For Daniel—and that too in the midst of the barbarian Babylonians—beholds Him coming upon the clouds; and hear the very words of the prophet: I beheld, he says, and lo, one like the Son of Man coming upon the clouds, and He came even unto the Ancient of Days, and was brought near before Him; and unto Him were given sovereignty and kingship, and all peoples, tribes, and tongues shall serve Him (Dan. 7:13-14). And sketching His tribunal as well, he says: I beheld till thrones were set, and books were opened; and a river of fire drew forth before Him; a thousand thousands ministered unto Him, and ten thousand times ten thousand stood beside Him (Dan. 7:9-10). Nor is this all, for he also shows the honour which the righteous shall possess, saying: And He gave judgement to the holy ones of the Most High, and the holy ones took possession of the kingdom (Dan. 7:22). And Malachi also presents the fact that that tribunal will be conducted through fire, saying: Behold, He Himself comes in like the fire of a refiner's furnace, and like fullers' soap (Mal. 3:2). Did you see the precision of the prophets, how they anticipated and proclaimed all the things that were going to come to pass? How, then, do you still dare to disbelieve, after receiving such proofs of His power, and seeing words uttered so long ago and events agreeing with the words, and not a single thing falling to the ground at all? And that these are no fabrications of ours is attested by the men who both first received the books and hold them now—enemies as they are, and descendants of those who crucified Him, yet even now holding and preserving them. And how is it, one asks, that having the books they do not believe? Because at that time too, though seeing Him working miracles, they did not believe. Yet this is no reproach against Him Who is disbelieved, but against those who blink blindly at midday; since He also set forth this world in our midst, an all-harmonious instrument sending forth voices from every side and proclaiming its Creator, and yet there are certain men of whom some say that all things happen of their own accord, others that the things seen are unbegotten, others that ascribe their creation and providence to demons, and others to fortune, fate, nativity, and the revolutions of the stars. Yet neither is this a reproach against the Creator, but an indictment of those who after so many medicines lie in extreme diseases. For just as when a soul is well-disposed she perceives at a glance what is needful, requiring no great number of helps unto this end, even so when she is perverse and insensible, though she have ten thousand guides to lead her by the hand, preoccupied as she is by passions, she remains blind. See, at all events, how this happens everywhere—not in this matter alone, but elsewhere too. How many men, for instance, without having heard laws, continued displaying a most law-abiding life, while others, reared in the laws from their earliest youth unto extreme old age, never ceased transgressing them? These things happened among the ancients as well. For the Jews, though they enjoyed countless signs and wonders, did not become better; whereas the Ninevites, upon hearing a single voice alone, changed their ways and were rid of their wickedness. One may see this befalling obscure men also, not only illustrious ones. What teaching did Judas not enjoy, and yet he became a traitor! And what exhortation did the robber enjoy, yet upon the cross he confessed Him and proclaimed His kingdom! Do not, then, pass judgement on affairs according to men corrupted in their minds, but from the truth of the facts themselves cast the fitting vote concerning those who rightly coun-
PG 48:829Read from the page
λευσαμένων. Οὐκ ἐπίστευσαν οἱ Ἰουδαῖοι, οἱ ἐξ ἐθνῶν ἐπίστευσαν. Καὶ οὐδὲ τοῦτο σεσίγηται, ἀλλ' ἔνθεν μὲν ὁ Δαυῒδ προφητεύων βοᾷ· Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν· ἔνθεν δὲ ὁ Ἠσαΐας λέγων, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Καὶ πάλιν, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Καὶ ἐν αὐτῇ δὲ τῇ παρουσίᾳ αὐτοῦ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ ἐπίστευσαν· ἱερεῖς δὲ καὶ ἄρχοντες ἐπολέμουν καὶ ἐπεβούλευον, καὶ τοὺς ἄλλους ἀπεῖργον καὶ ἀποσυναγώγους ἐποίουν πιστεύοντας εἰς αὐτόν. Μηδὲν τοίνυν ξενιζέτω σε ταῦτα. Πολλῶν ἐμπέπλησται τοιούτων ὑποδειγμάτων ὁ βίος ἡμῶν καὶ ἐν τῷ καθ' ἡμᾶς χρόνῳ, καὶ ἐν τοῖς ἔμπροσθεν οὖσιν· ἄλλως δὲ, εἰ καὶ μὴ πάντες, ἀλλὰ πολλοὶ καὶ ἐξ Ἰουδαίων καὶ τότε καὶ νῦν ἐπίστευσαν· εἰ δὲ μὴ πάντες, οὐδὲν καινὸν οὐδὲ παράδοξον. Τοιοῦτον γὰρ ἡ ἀγνωμοσύνη, τοιοῦτον ἡ ἀλόγιστος διάνοια, τοιοῦτον ἡ ὑπὸ παθῶν κρατουμένη ψυχή.
counselled. The Jews did not believe; those from the Gentiles believed. And neither has this been passed over in silence, but on the one hand David, prophesying, cries aloud: Strange sons have lied to me; strange sons have grown old, and have halted from their paths; and on the other hand Isaiah says: Lord, who has believed our report, and to whom has the arm of the Lord been revealed? And again: I was found by those who did not seek me; I became manifest to those who did not inquire after me. And at His very coming, a Canaanite and a Samaritan woman believed; whereas priests and rulers warred and plotted, and hindered the others, and cast out of the synagogue those who believed in Him. Let none of these things, therefore, surprise you. Our life is filled with many such examples, both in our own time and in the times before us; besides, even if not all, yet many from among the Jews also believed both then and now; and if not all, this is nothing new or paradoxical. For such is ingratitude, such is an unreasoning mind, such is a soul mastered by passions.
Ἀλλ' ἐπειδὴ τὰς περὶ αὐτοῦ προφητείας παρὰ τῶν προφητῶν εἰρημένας, καὶ πρὸ τοσούτων χρόνων ἀνακηρυχθείσας εἰρήκαμεν, φέρε καὶ τὰς ὑπ' αὐτοῦ, ἡνίκα περιεπόλει τὴν γῆν καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, περὶ μελλόντων εἰρημένας εἰς μέσον ἀγάγωμεν, ἵνα κἀντεῦθεν αὐτοῦ μάθῃς τὴν ἰσχύν. Παραγενόμενος γὰρ τότε, καὶ τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν, τῶν τε κατ' ἐκείνους ὄντων τοὺς χρόνους, τῶν τε ὕστερον ἐσομένων, ποικίλως αὐτὴν μεταχειρίζει. Καὶ ὅρα τί ποιεῖ. Θαύματα ἐργάζεται, καὶ προλέγει τινὰ τῶν μακροῖς ὕστερον χρόνοις ἐκβησομένων, διὰ μὲν τῶν τότε γινομένων τὴν ἀλήθειαν τῶν μετὰ πολὺν χρόνον ἐκβησομένων ἐγγυώμενος παρὰ τοῖς τότε ἀκροαταῖς, τοῖς τε μετὰ ταῦτα ἐσομένοις ἐκ τῶν εἰρημένων ἐκβάσεων ἀξιόπιστα δεικνὺς καὶ τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ γεγενημένα θαύματα, καὶ ἀπὸ τῆς διπλῆς ταύτης ἀποδείξεως καὶ τὰ περὶ τῆς βασιλείας πιστούμενος.
Yet since we have spoken of the prophecies concerning Him uttered by the prophets and proclaimed so many ages beforehand, come, let us also bring forward those uttered by Him concerning future things when He went about the earth and conversed with men, so that from this too you may learn His power. For having come at that time, and working out the salvation of men—both of those living in those times and of those who were to come afterwards—He handles it in manifold ways. And see what He does. He works miracles, and foretells certain things that will come to pass long ages afterwards, pledging through the things taking place then the truth of the things that would come to pass after a long time before the hearers of that day, and showing to those who would live after these things, from the outcomes of what had been spoken, that the miracles wrought in that time were also worthy of belief, and from this twofold proof confirming also the things concerning the kingdom.
ιβʹ. Καὶ γὰρ διπλαῖ αὐτοῦ αἱ ποῤῥήσεις ἦσαν, αἱ μὲν κατὰ τὸν παρόντα ἐκβήσεσθαι μέλλουσαι βίον, αἱ δὲ μετὰ τὴν συντέλειαν αὐτήν· καὶ θατέρα τὴν θατέραν συνίστη καὶ ἐδείκνυ μετὰ πολλῆς τῆς περιουσίας ἀληθεύουσαν. Οἷόν τι λέγω· καὶ γὰρ ἀσαφὴς ὁ λόγος, διὸ καὶ σαφέστερον αὐτὸν ποιῆσαι πειράσομαι· δώδεκα ἦσαν ἑπόμενοι αὐτῷ μαθηταί· Ἐκκλησίας δὲ πρᾶγμα οὐδὲ εἰς νοῦν τις ἐλάμβανε τότε, ἀλλ' οὐδὲ ὄνομα· ἡ γὰρ συναγωγὴ ἦν ἀνθοῦσα ἔτι. Τί οὖν εἶπε καὶ προεφώνησε τῆς οἰκουμένης σχεδὸν ἁπάσης ὑπὸ ἀσεβείας κατεχομένης; Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὡς βούλει τοῦτο βασάνιζε τὸ ῥῆμα, καὶ ὄψει διαλάμπουσαν αὐτοῦ τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ τοῦτο θαυμαστόν ἐστι μόνον, ὅτι ᾠκοδόμησεν αὐτὴν κατὰ τὴν οἰκουμένην ἅπασαν, ἀλλ' ὅτι καὶ ἀχείρωτον εἰργάσατο, καὶ ἀχείρωτον ὑπὸ τοσούτων ἐνοχλουμένην πολέμων· τὸ γὰρ, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, κίνδυνοί ἐστιν εἰς ᾅδην κατάγοντες. Εἶδες προῤῥήσεως ἀλήθειαν; εἶδες ἐκβάσεως ἰσχύν; εἶδες ῥήματα ἐπὶ τῶν πραγμάτων διαλάμποντα, καὶ δύναμιν ἄμαχον πάντα ποιοῦσαν εὐκόλως; Μὴ γὰρ ἐπειδὴ ῥῆμά ἐστι βραχὺ, τὸ, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, παραδράμῃς ἁπλῶς, ἀλλ' ἀνάπτυξον τῇ διανοίᾳ, καὶ ἐννόησον ἡλίκον ἐστὶ τὴν ὑφ' ἡλίῳ κειμένην ἅπασαν Ἐκαλησιῶν ἐν χρόνῳ βραχεῖ τοσούτων ἐμπλῆσαι, ἔθνη
12. For His predictions were twofold: the one sort about to come to pass during the present life, and the other after the consummation itself; and the one established the other and showed with abundant fullness that it spoke the truth. Take what I mean—for the statement is obscure, wherefore I shall try to make it clearer: twelve disciples were following Him; as for the reality of the Church, no one at that time took even a thought of it into his mind, nor yet its name, for the synagogue was still flourishing. What then did He say and foretell when virtually the whole inhabited world was held fast by impiety? Upon this rock I will build My Church, and the gates of Hades shall not prevail against it. Test this saying as you will, and you will see its truth shining forth. For indeed not this alone is wonderful, that He built it throughout the whole inhabited world, but that He also rendered it unconquered, and unconquered though harassed by so many wars; for the words, The gates of Hades shall not prevail against it, mean dangers that bring down to Hades. Have you seen the truth of prophecy? Have you seen the strength of its outcome? Have you seen words shining forth in the deeds themselves, and invincible power accomplishing all things with ease? For do not merely pass by the saying, I will build My Church, because it is a brief phrase, but unfold it in your mind, and consider how great a thing it is in a short time to fill the whole earth that lies under the sun with so many Churches, to transform so many nations
Notes, col. 829

On the reading

Printed ποῤῥήσεις, for προῤῥήσεις.

Printed Ἐκαλησιῶν, for Ἐκκλησιῶν.

PG 48:830Read from the page
μεταθεῖναι τοσαῦτα, μεταπεῖσαι δήμους, ἔθη καταλῦσαι πατρῷα, συνήθειαν ἐρριζωμένην ἀνασπάσαι, ἡδονῆς τυραννίδα, κακίας ἰσχὺν ὥσπερ κόνιν ἀπελάσαι, καὶ βωμοὺς καὶ ναοὺς καὶ ξόανα καὶ τελετὰς, καὶ τὰς ἐναγεῖς ἑορτὰς, καὶ τὴν ἀκάθαρτον κνίσσαν ὥσπερ καπνόν τινα ἀφανίσαι, καὶ πανταχοῦ θυσιαστήρια ἀναστῆσαι, ἐν τῇ Ῥωμαίων χώρᾳ, ἐν τῇ Περσῶν, ἐν τῇ Σκυθῶν, ἐν τῇ Μαύρων, ἐν τῇ Ἰνδῶν· τί λέγω; ὑπὲρ τὴν οἰκουμένην τὴν καθ' ἡμᾶς. Καὶ γὰρ αἱ Βρετανικαὶ νῆσοι, αἱ τῆς θαλάττης ἐκτὸς κείμεναι ταύτης, καὶ ἐν αὐτῷ οὖσαι τῷ ὠκεανῷ, τῆς δυνάμεως τοῦ ῥήματος ᾔσθοντο· καὶ γὰρ κἀκεῖ Ἐκκλησίαι καὶ θυσιαστήρια πεπήγασιν. Ἐκεῖνο τὸ ῥῆμα, ὅπερ ἐφθέγξατο τότε, τοῦτο ἐν ταῖς ἁπάντων πεφύτευται ψυχαῖς, ἐν τοῖς ἁπάντων στόμασι κεῖται. Καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ γῆ ἐξεκαθάρθη ἀκανθῶν πεπληρωμένη, καὶ καθαρὰ γέγονεν ἄρουρα, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐδέξατο. Μέγα μὲν οὖν, ὄντως μέγα, μᾶλλον δὲ μεγέθους ὑπερβολὴν καὶ θείας δυνάμεως ἀπόδειξιν ἔχον, τὸ καὶ μηδενὸς ἐνοχλοῦντος, ἀλλ' εἰρήνης οὔσης, καὶ πολλῶν τῶν συμπραττόντων κειμένων, ἐναντιουμένου δὲ μηδενὸς, δυνηθῆναι τοσαύτην οἰκουμένην ἀθρόον ἀπαλλάξαι μὲν τῆς ἐν τοσούτῳ χρόνῳ προκατειληφυίας αὐτὴν πονηρᾶς συνηθείας, μεταθεῖναι δὲ εἰς ἑτέραν πολὺ δυσκολωτέραν. Οὐ γὰρ συνηθείᾳ μόνον ἠναντιοῦτο, ἀλλὰ καὶ ἡδονὴν κατεῖχε, δύο τυραννικὰ πράγματα. Ἃ γὰρ ἀπὸ πολλῶν ἐτῶν παρὰ πατέρων καὶ πάππων καὶ ἐπιπάππων καὶ τῶν ἀνωτέρω προγόνων, καὶ φιλοσόφων καὶ ῥητόρων ἦσαν παρειληφότες, ταῦτα ἐπείθοντο ἀποπτύειν· καίπερ ἦν δυσκολώτατον, καὶ ἑτέραν δέχεσθαι συνήθειαν καινὴν ἐπεισελθοῦσαν, καὶ τὸ δὴ χαλεπώτερον, πολὺ τὸ ἐπίπονον ἔχουσαν. Ἀπῆγε γὰρ τρυφῆς, καὶ ἐνῆγεν εἰς νηστείαν· ἀπῆγε φιλοχρηματίας, καὶ ἐνῆγεν εἰς ἀκτημοσύνην· ἀπῆγεν ἀσελγείας, καὶ ἐνῆγεν εἰς σωφροσύνην· ἀπῆγε θυμοῦ, καὶ ἐνῆγεν εἰς πραότητα· ἀπῆγε φθόνου, καὶ ἐνῆγεν εἰς φιλοφροσύνην· ἀπῆγε τῆς πλατείας ὁδοῦ καὶ εὐρυχώρου, καὶ ἐνῆγεν εἰς τὴν στενὴν καὶ τεθλιμμένην καὶ ἀπόκρημνον, καὶ ἐνῆγεν ὡς τραφέντας τῇ πλατείᾳ. Οὐ γὰρ δὴ ἄλλους ἀνθρώπους λαβὼν ἔξω τῆς οἰκουμένης καὶ τῆς συνηθείας ταύτης, ἀλλ' αὐτοὺς ἐκείνους τοὺς ἐν τούτοις κατασαπέντας καὶ πηλοῦ γενομένους μαλακωτέρους, τούτους ἐκέλευσε τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύειν ὁδὸν, τὴν τραχεῖαν καὶ σκληρὰν, καὶ ἔπειθε. Καὶ πόσους ἔπειθεν; οὐ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν, ἀλλὰ πάντας σχεδὸν τοὺς τὴν ὑφ' ἥλιον οἰκοῦντας. Καὶ διὰ τίνων ἔπειθε; διὰ ἀνθρώπων ἕνδεκα, ἀγραμμάτων, ἰδιωτῶν, ἀγλώττων, ἀσήμων, πενήτων, οὐ πατρίδας ἐχόντων, οὐ περιουσίας χρημάτων, οὐ σώματος δύναμιν, οὐ δόξης περιφάνειαν, οὐ προγόνων λαμπρότητα, οὐ λόγων ἰσχὺν, οὐ ῥητορείας δεινότητα, οὐ τὴν ἀπὸ γνώσεως προστασίαν, ἀλλὰ ἁλιέων, σκηνοποιῶν, ἑτερογλώσσων. Οὐδὲ γὰρ ὁμόφωνοι τοῖς πειθομένοις ἦσαν, ἀλλὰ ξένην τινὰ καὶ παρηλλαγμένην παρὰ πάσας τὰς γλώττας κεκτημένοι φωνὴν, τὴν Ἑβραΐδα λέγω, καὶ δι' αὐτῶν ᾠκοδόμησε τὴν Ἐκκλησίαν ταύτην, τὴν ἀπὸ περάτων εἰς πέρατα τεταμένην.
to win over populaces, to overthrow ancestral customs, to uproot deeply rooted habit, to drive away like dust the tyranny of pleasure and the strength of vice, and to cause altars and temples and carven images and mysteries and polluted festivals and unclean savour to vanish like smoke, and to raise up altars everywhere—in the land of the Romans, in that of the Persians, in that of the Scythians, in that of the Moors, in that of the Indians; what do I say? beyond our own inhabited world. For even the British Isles, which lie outside this sea and are situated in the very Ocean, felt the power of the word; for there too Churches and altars have been planted firm. That saying which He uttered then has been planted in the souls of all, and lies upon the lips of all. And the whole earth, so to speak, which was filled with thorns, has been cleared and has become pure tillage, and has received the seeds of piety. Great indeed, truly great—or rather possessing an excess of greatness and a proof of divine power—would it have been, even with no one troubling it, when peace prevailed and many cooperators were at hand and no one opposed it, to be able all at once to rid so great an inhabited world of the evil habit that had preoccupied it for so long a time, and to transfer it to another far more difficult one. For it not only opposed habit, but also restrained pleasure—two tyrannical things. For the things which for many years they had received from fathers and grandfathers and great-grandfathers and earlier ancestors, and from philosophers and orators, these they were persuaded to spit out, most difficult though it was, and to accept another new habit newly come in, and—what was harder still—one involving much toil. For it led them away from luxury and led them into fasting; it led them away from love of money and led them into possessionlessness; it led them away from licentiousness and led them into temperance; it led them away from wrath and led them into meekness; it led them away from envy and led them into kindliness; it led them away from the broad and spacious way and led them into the narrow, straitened, and precipitous way, and led in those who had been reared upon the broad way. For He did not take other men outside the inhabited world and this habit, but those very men who had rotted away in these things and become softer than mud—these He commanded to travel the narrow and straitened road, the rough and hard one, and He persuaded them. And how many did He persuade? Not two, or ten, or twenty, or a hundred, but virtually all who dwell under the sun. And through whom did He persuade them? Through eleven men—unlettered, laymen, slow of tongue, obscure, poor, possessing no fatherlands, no abundance of wealth, no bodily strength, no splendour of renown, no brilliance of ancestors, no force of words, no skill in rhetoric, no pre-eminence from knowledge, but fishermen, tentmakers, speakers of a foreign tongue. For neither were they of the same speech with those whom they persuaded, but possessing a certain strange voice altered from all other tongues—I mean the Hebrew—through them He built this Church, stretched out from the ends to the ends of the earth.
ιγʹ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οἱ ἰδιῶται δὴ οὗτοι καὶ πένητες καὶ ὀλίγοι καὶ ἄσημοι καὶ ἀγράμματοι καὶ εὐτελεῖς καὶ ἑτερόφωνοι καὶ εὐκαταφρόνητοι, τῆς οἰκουμένης ἁπάσης τὴν διόρθωσιν ἐγχειρισθέντες, καὶ ἐπὶ τὰ πολλῷ δυσκολώτερα πράγματα ἄγειν αὐτὴν κελευσθέντες, οὐδὲ ἐν εἰρήνῃ
13. And not this alone is the marvellous thing, but that these very laymen—poor, few, obscure, unlettered, lowly, of alien speech, and easily despised—having been entrusted with the reformation of the whole inhabited world, and commanded to lead it on to far more difficult matters, did not even in peace