Migne Reading Room

PG 48 · cols. 755–760 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:755Read from the page
ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὀρῶν ὑπερβῆναι κορυφὰς, ἀλλ' οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, φησὶ, καὶ οὐ Θεὸς πόρρωθεν· καὶ, Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ' ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές. Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ' αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων ἅπτεσθαι μυστηρίων· ἀλλ' εἴ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφορᾶς, πρὸ πολλῶν ἡμερῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον. Πῶς γὰρ οὐκ ἄτοπον τῶν μὲν σωματικῶν τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ὥστε ἑορτῆς παραγούσης, πρὸ πολλῶν ἡμερῶν καὶ ἱμάτιον ἐκ τῶν κιβωτίων τὸ κάλλιστον ἀνελομένους προευτρεπίζειν, καὶ ὑποδήματα ὠνεῖσθαι, καὶ τραπέζῃ δαψιλεστέρᾳ κεχρῆσθαι, καὶ πολλοὺς πάντοθεν προσεπινοεῖν πόρους, καὶ παντὶ τρόπῳ φαιδρύνειν ἑαυτὸν καὶ καλλωπίζειν· τῆς δὲ ψυχῆς ἠμελημένης, ῥυπώσης, αὐχμώσης, λιμῷ διαφθειρομένης, ἀκαθάρτου μενούσης μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ τὸ μὲν σῶμα καλλωπίζοντα εἰσάγειν ἐνταῦθα, ἐκείνην δὲ γυμνὴν καὶ ἀσχημονοῦσαν περιορᾷν; Καίτοι τοῦτο μὲν ὁ σύνδουλος ὁρᾷ, καὶ βλάβος οὐδὲν κἂν ὁπωσοῦν δια-
is not great, if we wish it. For there is no necessity to cross an ocean, nor to traverse mountain peaks; rather, sitting at home, displaying reverence and abundant contrition, one may see every partition demolished, the hindrance removed, the length of the journey abridged: for I am a God drawing near, He says, and not a God afar off; and, The Lord is near to all who call upon Him in truth. Yet now many of the faithful have advanced to such a pitch of folly and contempt that, even while teeming with myriad evils and taking no care at all for themselves, they approach this table casually and at random on feast days, not knowing that the season for communion is neither feast nor festival, but a pure conscience and a life freed from offences. And just as one who is conscious of nothing base within himself ought to draw near every day, so for one preoccupied in sins and unrepentant it is unsafe to draw near even on a feast. For merely approaching once a year does not rid us of our offences if we approach unworthily; on the contrary, this very thing condemns us all the more severely, in that though approaching but once, not even then do we approach purely. Wherefore I exhort you all not to touch the divine mysteries merely out of the constraint of the feast; but if ever you intend to partake of this holy offering, to purge yourselves many days beforehand through repentance and prayer and almsgiving and devotion to spiritual matters, and not turn back again like a dog to his own vomit. For how is it not absurd to bestow such care upon bodily things that, when a feast draws on, many days in advance men fetch their finest garment out of their chests and make it ready beforehand, and buy sandals, and enjoy a more lavish board, and devise many expedients from every quarter, and in every way brighten and adorn themselves; yet when the soul lies neglected, filthy, parched, wasting away with famine, and abiding unclean, to take no account of her, but bring the body in here adorned while overlooking her naked and unseemly? And yet a fellow servant sees the body, and there is no harm however it may be dis-
Πρὸς τοὺς ἀπολειφθέντας τῆς (a) συνάξεως, καὶ τοῦ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ ἀπόδειξις, καὶ ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρ’ αὐτοῦ, οὐ δι’ ἀσθένειαν δυνάμεως, οὐδὲ δι’ ἐλάττωσιν ἐγίνετο καὶ ἐλέγετο, ἀλλὰ δι’ οἰκονομίας διαφόρους (b). Ἀπὸ τοῦ περὶ ἀκαταλήπτου, καὶ ἀκολούθως.
Against those who stayed away from the (a) assembly, and a demonstration that the Son is consubstantial with the Father, and that the things lowlily spoken and done by Him were done and spoken not because of weakness of power, nor because of inferiority, but for diverse dispensations (b). From the discourse on the Incomprehensible, and in sequence.
Λόγος ἕβδομος.
Discourse the Seventh.
αʹ. Πάλιν ἱπποδρομίαι, καὶ πάλιν ὁ σύλλογος ἡμῖν ἐλάττων γέγονε· μᾶλλον δὲ ἕως ἂν ὑμεῖς παρῆτε, οὐκ ἂν γένοιτο ἐλάττων. Ὥσπερ γὰρ γεωργὸς, εἰ τὸν σῖτον ἀκμάζοντα καὶ ἀπηρτισμένον ἴδοι, οὐ πολὺν ποιεῖται λόγον τῶν φύλλων καταπιπτόντων· οὕτω δὴ καὶ ἐγὼ νῦν, τοῦ καρποῦ παρόντος ἡμῖν, οὐ τοσαύτην ποιοῦμαι τὴν ὀδύνην, τὰ φύλλα ἀναρπαζόμενα
1. Once again horse-races, and once again our assembly has grown smaller; or rather, so long as you are present, it could never grow smaller. For just as a husbandman, if he sees the wheat thriving and fully ripened, takes no great account of the leaves falling down; even so I too now, since the fruit is present with us, do not feel so great a grief at the leaves being snatched away
Notes, col. 755

On the reading

Printed Υιὸν, for Υἱὸν.

Printed ειρημένα, for εἰρημένα.

PG 48:756Read from the page
κείμενον ᾖ, ἐκείνην δὲ ὁ Δεσπότης, καὶ μεγίστην ἐπάγει κόλασιν τῆς ἀμελείας. Οὐκ ἴστε ὅτι πυρὸς αὕτη γέμει ἡ τράπεζα πνευματικοῦ, καὶ καθάπερ αἱ πηγαὶ φύσιν ὕδατος ἀναβλύζουσιν, οὕτω καὶ αὕτη φλόγα τινὰ ἔχει ἄῤῥητον; Μὴ τοίνυν προσέλθῃς καλάμην ἔχων, μὴ ξύλα καὶ χόρτον, ἵνα μὴ πλείονα τὸν ἐμπρησμὸν ἐργάσῃ, καὶ κατακαύσῃς τὴν μεταλαμβάνουσαν ψυχήν· ἀλλ' ἔχων λίθους τιμίους, χρυσὸν, ἄργυρον, ἵνα καθαρωτέραν ποιήσῃς τὴν ὕλην, ἵνα πολλὴν λαβὼν τὴν ἐμπορίαν, ἀπέλθῃς. Εἴ τι πονηρὸν, ἐξόρισον, φυγάδευσον ἀπὸ τῆς ψυχῆς σου. Ἔχει τις ἐχθρὸν, καὶ τὰ μεγάλα ἠδίκηται; καταλυέτω τὴν ἔχθραν, καταστελλέτω τὴν διάνοιαν φλεγμαίνουσαν, οἰδοῦσαν, ἵνα μηδεὶς ἔνδον θόρυβος ᾖ μηδὲ ταραχή. Βασιλέα γὰρ ὑποδέχεσθαι μέλλεις διὰ τῆς κοινωνίας· βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην. Ἀλλὰ μεγάλα ἠδίκησαι, καὶ οὐ φέρεις ἀφεῖναι τὴν ὀργήν; τί τοίνυν σαυτὸν πολλῷ μείζονα ἀδικεῖς καὶ χαλεπώτερα; Οὐ γὰρ τοιαῦτά σε διαθήσεται ὁ ἐχθρὸς ὅσαπερ ἂν ποιῇ, οἷα σὺ σαυτὸν μὴ καταλλαττόμενος πρὸς ἐκεῖνον, ἀλλὰ τοὺς τοῦ Θεοῦ καταπατῶν νόμους. Ὕβρισέ σε ἐκεῖνος; διὰ τοῦτο οὖν σὺ τὸν Θεὸν ὑβρίζεις, εἰπέ μοι; Τὸ γὰρ μὴ καταλλάττεσθαι τῷ λελυπηκότι, οὐκ ἐκεῖνόν ἐστιν ἀμυνομένου τοσοῦτον, ὅσον τὸν Θεὸν ὑβρίζοντος τὸν ταῦτα νομοτεθήσαντα. Μὴ τοίνυν πρὸς τὸν σύνδουλον ἴδῃς, μηδὲ πρὸς τὸ μέγεθος τῶν ἀδικημάτων ἐκείνου· ἀλλὰ τὸν Θεὸν καὶ τὸν ἐκείνου φόβον εἰς νοῦν βαλλόμενος, ἐκεῖνο σκόπησον, ὅτι ὅσῳ ἂν μείζονα πάσχῃς βίαν κατὰ ψυχὴν, μετὰ μυρία κακὰ ἀναγκαζόμενος καταλλάττεσθαι τῷ λελυπηκότι, τοσούτῳ πλείονος ἀπολαύσῃ τῆς τιμῆς παρὰ τοῦ ταῦτα κελεύσαντος Θεοῦ· καὶ καθάπερ αὐτὸν μετὰ πολλῆς ὑποδέχῃ τῆς τιμῆς ἐνταῦθα, οὕτω καὶ αὐτὸς μετὰ πολλῆς ὑποδέξεταί σε τῆς δόξης ἐκεῖ, μυριοπλασίους ἀποδιδούς σοι τῆς ὑπακοῆς ταύτης τὰς ἀμοιβάς· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
posed, whereas the Master sees the soul, and brings upon her the greatest punishment for negligence. Do you not know that this table teems with spiritual fire, and just as springs gush forth the nature of water, so this table too possesses a certain ineffable flame? Do not therefore approach holding stubble, nor wood and hay, lest you produce a greater conflagration and burn up the soul that partakes; but holding precious stones, gold, silver, that you may render the matter purer, that having received abundant merchandise, you may depart. If there is anything evil, banish it, expel it from your soul. Does anyone have an enemy, and has he suffered great wrongs? Let him dissolve the enmity, let him quell his mind when inflamed and swollen, that there may be no tumult within nor disturbance. For you are about to receive a King through communion; and when a king enters the soul, great must be the calm, great the quiet, profound the peace of one's thoughts. Yet have you been greatly wronged, and cannot bear to let go your wrath? Why then do you wrong yourself in far greater and more grievous ways? For your enemy, whatever he may do, will not put you in such a plight as you put yourself by not being reconciled to him, and trampling under foot the laws of God. Did that man insult you? On this account, then, tell me, do you insult God? For not to be reconciled to one who has grieved us is not so much the part of one avenging himself upon that man as of one insulting God Who enacted these laws. Look not therefore to your fellow servant, nor to the magnitude of his offences; rather, laying God and the fear of Him to mind, consider this: that the greater the violence you endure in soul when compelled after myriad evils to be reconciled to him who grieved you, all the more abundant honour shall you enjoy from God Who commanded these things; and just as you receive Him with great honour here, so He too shall receive you with great glory there, rendering to you ten-thousandfold recompenses for this obedience; which may it be granted to us all to attain, by the grace and lovingkindness of our Lord Jesus Christ, with Whom to the Father be glory, honour, might, and worship, together with the Holy Spirit, unto the ages of ages. Amen.
βλέπων. Ἀλγῶ μὲν γὰρ καὶ διὰ τὴν ῥαθυμίαν ἐκείνων, παραμυθεῖται δὲ ὅμως τὴν ἐπ' ἐκείνοις ἀλγηδόνα τῆς ὑμετέρας ἀγάπης ἡ προθυμία. Ἐκεῖνοι μὲν γὰρ κἂν παραγένωνταί ποτε, οὐδὲ τότε πάρεισιν, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῖς ἐνταῦθα ἵδρυται, ἡ διάνοια δὲ ἔξω πλανᾶται· ὑμεῖς δὲ κἂν ἀπολειφθῆτέ ποτε, καὶ τότε πάρεστε· τὸ μὲν γὰρ σῶμα ὑμῖν ἔξω, ἡ διάνοια δὲ ἐνταῦθα. Ἐβουλόμην μὲν οὖν μακρὸν κατ' ἐκείνων ἀποτεῖναι λόγον, ἀλλ' ἵνα μὴ δόξω σκιαμαχεῖν, ἐπιτιμῶν τοῖς μὴ παροῦσι μηδὲ ἀκούουσι, τούτους εἰς τὴν ἐκείνων παρουσίαν τηρήσας τοὺς λόγους, τὴν
before my eyes. For I grieve indeed over their sloth as well, yet the zeal of your love nevertheless consoles the grief felt for them. For even if those men ever come along, not even then are they present, but while their body is seated here, their mind wanders outside; whereas even if you are ever left behind, even then you are present, for while your body is outside, your mind is here. I wished, therefore, to draw out a long discourse against them; yet lest I seem to fight with shadows by rebuking men who are neither present nor listening, reserving these words for their presence, I shall
PG 48:757Read from the page
ὑμετέραν ἀγάπην ἐπὶ τὸν συνήθη λειμῶνα καὶ τὸ πέλαγος τῶν θείων Γραφῶν κατὰ τὴν θείαν χάριν ὁδηγῆσαι πειράσομαι. Ἀλλὰ διανάστητε, καὶ γρηγορεῖτε· ἐπὶ μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾖ μόνος, οὐδείς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν μυριάκις ὁ λέγων νήφῃ, οἱ δὲ ἀκούοντες μὴ τὴν αὐτὴν ἀγρυπνίαν ἐπιδείκνυνται, καταποντισθεὶς ἡμῖν ὁ λόγος οἰχήσεται, οὐχ εὑρὼν διάνοιαν τὴν ὑποδεξαμένην αὐτόν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι· καὶ γὰρ ὑπὲρ μειζόνων ἡμῖν ἡ ἐμπορία· οὐδὲ γὰρ ὑπὲρ χρυσίου καὶ ἀργυρίου καὶ τῶν ἀπολλυμένων πραγμάτων πλέομεν, ἀλλ' ὑπὲρ τῆς μελλούσης ζωῆς, καὶ τῶν ἐν οὐρανοῖς θησαυρῶν, καὶ πλείους ἐνταῦθα αἱ ὁδοὶ τῶν ἐν τῇ θαλάσσῃ καὶ τῶν ἐν τῇ γῇ· κἂν μὴ μετὰ ἀκριβείας τις αὐτὰς εἰδῇ τεμεῖν, ναυάγιον ὑποστήσεται χαλεπώτατον. Πάντες τοίνυν ὑμεῖς οἱ μεθ' ἡμῶν πλέοντες, μὴ τὴν τῶν ἐπιβατῶν ἄδειαν, ἀλλὰ τὴν τῶν κυβερνητῶν ἀγρυπνίαν ἐπιδείκνυσθε καὶ φροντίδα· καὶ γὰρ ἐκεῖνοι τῶν λοιπῶν καθευδόντων ἁπάντων ἐπὶ τῶν οἰάκων καθήμενοι, οὐ μόνον τὰς ἐν τοῖς ὕδασι περισκοποῦσιν ὁδοὺς, ἀλλὰ καὶ πρὸς τὸν οὐρανὸν ἐκ τοσούτου βλέποντες τοῦ διαστήματος, ὥσπερ τινὸς χειρὸς τῆς τῶν ἄστρων πορείας χειραγωγούσης αὐτοὺς, μετὰ ἀσφαλείας τὸ σκάφος ἰθύνουσι, καὶ οὐδεὶς ἰδιώτης τὸ πέλαγος οὕτως ἀδεῶς ἐν ἡμέρᾳ δύναιτ' ἂν πλεῦσαι ὡς ἐκεῖνοι μεθ' ἡσυχίας ἁπάσης ἐν μέσῃ νυκτὶ, ὅτε φοβερωτέρα ἡ θάλασσα φαίνεται, ἐγρηγορότες ἀταράχως τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην, καὶ οὐχὶ τὰς ἐν τοῖς ὕδασιν ἀτραποὺς μόνον, οὐδὲ τῶν ἄστρων τοὺς δρόμους, ἀλλὰ καὶ ἀνέμων ἐξόδους περισκοποῦσι, καὶ τοσαύτη τῶν ἀνδρῶν ἐκείνων ἐστὶν ἡ σοφία, ὡς πολλάκις πνεύματος ῥύμην σφοδρότερον ἐμπεσοῦσαν, καὶ μέλλουσαν περιτρέπειν τὸ πλοῖον, ταῖς πυκναῖς τῶν ἱστίων μεταβολαῖς δεχομένους εὐστόχως ἅπαντα λῦσαι τὸν κίνδυνον, καὶ ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος. Εἰ δὲ ὑπὲρ βιωτικῶν ἐκεῖνοι πραγμάτων αἰσθητὴν πλέοντες θάλασσαν, οὕτως ἐγρηγορυῖαν διηνεκῶς ἔχουσι τὴν ψυχὴν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω παρεσκευάσθαι χρή· καὶ γὰρ καὶ μείζων ὁ κίνδυνος ῥαθυμοῦσι, καὶ πλείων ἡ ἀσφάλεια νήφουσιν. Οὔτε γὰρ ἀπὸ σανίδων ἡμῖν τὸ σκάφος τοῦτο κατεσκευάσται, ἀλλ' ἀπὸ τῶν θείων κεκόλληται Γραφῶν, οὔτε ἀστέρες αὐτὸ χειραγωγοῦσιν ἄνωθεν, ἀλλ' ὁ τῆς δικαιοσύνης ἥλιος τοῦτον ἡμῖν κατευθύνει τὸν πλοῦν, καὶ καθήμεθα ἐπὶ τῶν οἰάκων, οὐ ζεφύρου πνοὰς ἀναμένοντες, ἀλλὰ τὴν πραεῖαν αὔραν τοῦ Πνεύματος.
endeavour by divine grace to guide your charity to the customary meadow and ocean of the divine Scriptures. Yet rouse yourselves and keep watch; for among men sailing, even if all are asleep while the helmsman alone remains awake, there is no danger, since his sobriety and skill suffice for the ship instead of all; here, however, it is not so, but even if the speaker is sober ten thousand times over, yet the hearers do not display the same wakefulness, our discourse will sink to the bottom and perish, finding no mind that has welcomed it. Wherefore one must be sober and awake; for our merchandise is concerned with greater things: for we sail not for gold and silver and things that perish, but for the life to come and the treasures in the heavens; and more numerous here are the paths than those in the sea and those on the land, and if one does not know how to cleave them with exactness, he will suffer the most grievous shipwreck. All of you, therefore, who sail with us, display not the unconcern of passengers, but the wakefulness and care of helmsmen; for they too, while all the rest are asleep, sitting at the tillers, not only scan the paths in the waters, but also gazing towards heaven from so great a distance, as though the course of the stars were a hand leading them, steer the vessel in safety; and no unskilled man could sail the ocean so fearlessly by day as they, with all calmness in the middle of the night, when the sea appears more fearful, keeping awake unperturbedly display their own skill, and scan not only the tracks in the waters, nor the courses of the stars, but also the issues of the winds; and so great is the wisdom of those men that often, when a blast of wind falls upon them more vehemently and is about to capsize the ship, receiving it adroitly with frequent shifts of the sails they undo every danger, and opposing their own skill to the violent onslaughts of the winds, snatch the vessel out of the billows. And if they, sailing the sensible sea on behalf of worldly affairs, keep their soul thus continually awake, much more ought we to be thus prepared; for both the danger is greater for the slothful, and the safety more abundant for the sober. For neither has this vessel of ours been fashioned out of planks, but it has been joined together out of the divine Scriptures; nor do stars guide it by the hand from above, but the Sun of righteousness directs this voyage for us, and we sit at the tillers awaiting not breezes of the west wind, but the gentle breath of the Spirit.
βʹ. Νήφωμεν τοίνυν καὶ τὰς ὁδοὺς μετὰ ἀκριβείας περισκοπῶμεν· περὶ γὰρ τῆς τοῦ Μονογενοῦς δόξης ὁ λόγος ἡμῖν ἐστι πάλιν. Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής· νυνὶ δὲ πρὸς ἕτερον παλαισμάτων ἡμῖν μέρος ὁ λόγος μεθ-
2. Let us therefore be sober and scan the paths with exactness; for our discourse is once again concerning the glory of the Only-begotten. Lately, then, we were showing that the comprehension of the essence of God surpasses with abundant superiority the wisdom of men, and of angels, and of archangels, and simply of all creation, and is known and clear to the Only-begotten alone and to the Holy Spirit; whereas now our discourse shifts towards another part of our contests
PG 48:758Read from the page
ἵσταται. Ζητοῦμεν γὰρ εἰ τῆς αὐτῆς δυνάμεως, εἰ τῆς αὐτῆς ἐξουσίας ἐστὶν, εἰ τῆς αὐτῆς οὐσίας ὁ Υἱὸς τῷ Πατρί· μᾶλλον δὲ ἡμεῖς οὐ ζητοῦμεν, ἀλλ' εὑρήκαμεν τοῦτο διὰ τὴν τοῦ Χριστοῦ χάριν, καὶ κατέχομεν μετὰ ἀσφαλείας· τοῖς δὲ ἀναισχυντοῦσιν ὑπὲρ τούτων αὐτὸ τοῦτο ἀποδεῖξαι παρασκευαζόμεθα νῦν. Αἰσχύνομαι μὲν οὖν καὶ ἐρυθριῶ, μέλλων εἰς τούτους ἐμβάλλειν τοὺς λόγους. Τίς γὰρ ἡμᾶς οὐ γελάσεται τὰ οὕτω φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι πειρωμένους; ποία δὲ οὐκ ἂν εἴη κατάγνωσις ζητεῖν, εἰ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί; Τοῦτο γὰρ οὐχὶ ταῖς Γραφαῖς μόνον, ἀλλὰ καὶ τῇ κοινῇ πάντων τῶν ἀνθρώπων δόξῃ, καὶ τῇ τῶν πραγμάτων φύσει μαχόμενόν ἐστιν. Ὅτι γὰρ ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι, οὐκ ἐπ' ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ ζώων ἁπάντων, καὶ ἐπὶ δένδρων τοῦτο ἴδοι τις ἄν.
stands. For we inquire whether the Son is of the same power, whether He is of the same authority, whether of the same essence with the Father; or rather, we do not inquire, but have found this by the grace of Christ, and hold it fast with certainty; yet for those who act shamelessly over these matters we are now preparing to demonstrate this very thing. I am ashamed, therefore, and blush as I am about to enter upon these arguments. For who will not laugh at us when we endeavour to establish and demonstrate things so manifest? And what condemnation would it not deserve to inquire whether the Son is consubstantial with the Father? For this wars not only against the Scriptures, but also against the common opinion of all men, and against the nature of things. For that he who is begotten is consubstantial with him who begat him, one may see not in the case of men alone, but also in all living creatures, and in trees.
Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ μὲν φυτῶν καὶ ἀνθρώπων καὶ ζώων ἀκίνητον τοῦτον μένειν τὸν νόμον, ἐπὶ Θεοῦ δὲ μόνον κινεῖν αὐτὸν καὶ ἀνατρέπειν; Πλὴν ἀλλ' ἵνα μὴ δοκῶμεν ἀπὸ τῶν παρ' ἡμῖν πραγμάτων ταῦτα διισχυρίζεσθαι, φέρε ἀπὸ τῶν Γραφῶν αὐτῶν τοῦτο ἀποδείξωμεν, καὶ κινήσωμεν τοὺς περὶ τούτων λόγους. Οὐ γὰρ ἡμεῖς οἱ πεπεισμένοι, ἀλλ' ἐκεῖνοι οἱ ἀπιστοῦντες τὸν γέλωτα ὀφλήσουσιν, οἱ πρὸς τὰ οὕτω φανερὰ ἀνθιστάμενοι, καὶ πρὸς τὴν ἀλήθειαν ἀντιβλέποντες. Ποῖα φανερὰ, φησίν; εἰ γὰρ, ἐπειδὴ Υἱὸς λέγεται, ὁμοούσιός ἐστι τῷ Πατρὶ, δυνησόμεθα καὶ ἡμεῖς ὁμοούσιοι εἶναι· καὶ γὰρ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα· Ἐγὼ γὰρ εἶπον, φησὶ, θεοί ἐστε, καὶ υιοὶ Ὑψίστου πάντες. Ὢ τῆς ἀναισχυντίας! ὢ τῆς ἐσχάτης ἀνοίας! πῶς διὰ πάντων τὴν αὑτῶν μανίαν ἐνδείκνυνται! Ὅτε τὸν περὶ ἀκαταλήπτου λόγον ἐκινοῦμεν, ἐφιλονείκουν ἑαυτοῖς διεκδικεῖν τοῦτο, ὃ τοῦ Μονογενοῦς ἦν μόνου, τὸ τὸν Θεὸν οὕτως εἰδέναι ἀκριβῶς, ὡς αὐτὸς ἑαυτὸν οἶδε· νῦν δὲ ἐπειδὴ περὶ τῆς τοῦ Μονογενοῦς δόξης ἡμῖν ἐστιν ὁ λόγος, φιλονεικοῦσιν αὐτὸν εἰς τὴν οἰκείαν εὐτέλειαν καταγαγεῖν λέγοντες, ὅτι καὶ ἡμεῖς υἱοὶ λεγόμεθα. Καὶ οὐ πάντως τοῦτο ὁμοουσίους ἡμᾶς ποιεῖ τῷ Θεῷ. Υἱὸς λέγῃ σὺ, ἀλλ' ἐκεῖνος ἔστιν· ἐνταῦθα ῥῆμα, ἐκεῖ πρᾶγμα. Υἱὸς λέγῃ σὺ, ἀλλὰ Μονογενὴς οὐ λέγῃ καθάπερ καὶ ἐκεῖνος, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Πατρὸς οὐ διατρίβεις, ἀλλ' ἀπαύγασμα τῆς δόξης οὐκ εἶ, οὐδὲ χαρακτὴρ τῆς ὑποστάσεως, οὐδὲ μορφὴ τοῦ Θεοῦ ὑπάρχεις. Εἰ τοίνυν οὐ πείθει σε τὸ πρότερον, ταῦτα πειθέτω, καὶ πολλὰ ἕτερα πλείονα τούτων, τὴν εὐγένειαν αὐτῷ μαρτυροῦντα ἐκείνην. Ὅταν μὲν γὰρ τὸ ἀπαράλλακτον τῆς οὐσίας αὐτοῦ δεῖξαι βούληται τὸ πρὸς τὸν γεγεννηκότα, Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Ὅταν δὲ τὸ ἰδιάζον τῆς δυνάμεως, Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὅταν δὲ τὸ ἐφάμιλλον τῆς ἐξουσίας, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ· ὅταν δὲ τὴν ταυτότητα τῆς λατρείας, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ὅταν δὲ τὴν αὐθεντίαν τὴν ἐν ταῖς τῶν νόμων μετασκευαῖς, Ὁ Πατήρ μου, φησὶν, ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ἀλλ' οὗτοι πάντα ταῦτα παραδραμόντες, καὶ τὸ Υἱὸς ὄνομα οὐ κυρίως ἐκλαβόντες, ἐπειδὴ καὶ αὐτοὶ τετίμηνται τῇ τῶν υἱῶν προσηγορίᾳ, εἰς τὴν αὐτὴν εὐτέλειαν τὸν Υἱὸν κατάγουσι λέγοντες, Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υιοὶ Ὑψίστου πάντες. Οὐκοῦν ἐπειδὴ διὰ τὴν τοῦ υἱοῦ προσηγορίαν φῂς μηδὲν ἔχειν σου πλέον τὸν Υἱὸν, καὶ κατὰ τοῦτο μηδὲ εἶναι
How then is it not absurd that in the case of plants and men and living creatures this law remains immovable, yet in the case of God alone men shake and overturn it? Nevertheless, lest we seem to insist upon these things from affairs among ourselves, come, let us demonstrate this from the Scriptures themselves, and stir up the arguments concerning these matters. For it is not we who are persuaded, but those unbelievers who will incur the ridicule, opposing things so manifest, and staring in defiance at the truth. What manifest things, says he? For if, because He is called Son, He is consubstantial with the Father, we too shall be able to be consubstantial; for we too are called sons: For I said, says He, you are gods, and all of you sons of the Most High. O the shamelessness! O the uttermost folly! How through everything they display their own madness! When we moved the discourse concerning the Incomprehensible, they strived contentiously to vindicate for themselves that which belonged to the Only-begotten alone, namely, to know God as exactly as He knows Himself; whereas now, since our discourse is concerning the glory of the Only-begotten, they strive contentiously to bring Him down to their own meanness, saying that we too are called sons. Yet this by no means makes us consubstantial with God. You are called a son, but He is so: here it is a word, there the reality. You are called a son, yet you are not called Only-begotten even as He is, nor do you abide in the bosom of the Father, nor are you the radiance of the glory, nor the express image of the hypostasis, nor do you subsist in the form of God. If, therefore, the former point does not persuade you, let these things persuade you, and many others more numerous than these, bearing witness to that noble birth of His. For when He wishes to show the indistinguishableness of His essence towards Him Who begat Him, He who has seen Me, He says, has seen the Father. When He wishes to show the distinctiveness of His power, I and the Father, He says, are one; when the equality of His authority, For just as the Father raises the dead and gives life, so the Son also gives life to whom He wills; when the identity of worship, That all may honour the Son, even as they honour the Father; and when His sovereign authority in the alterations of the laws, My Father, He says, is working, and I am working. Yet these men, passing by all these things, and taking the name Son not in its proper sense, because they themselves too have been honoured with the appellation of sons, bring the Son down to the same meanness, saying, I said, you are gods, and all of you sons of the Most High. Well then, since on account of the appellation of son you assert that the Son possesses nothing more than you, and in this respect is not even
Notes, col. 758

On the reading

Printed υιοὶ, for υἱοὶ.

PG 48:759Read from the page
ἀληθινὸν υἱὸν, καὶ διὰ τὴν τοῦ Θεοῦ προσηγορίαν, ἐπειδή σοι μετέδωκε τοῦ ὀνόματος, φιλονεικήσεις ἴσως μηδὲν ἔχειν σου πλέον τὸν Πατέρα· ὥσπερ γὰρ υἱὸς ἐκλήθης, οὕτω καὶ θεὸς ἐκλήθης· ἀλλ' ὥσπερ θεὸς κληθεὶς οὐ τολμᾷς εἰπεῖν ὅτι ψιλὸν ἐκεῖ τὸ ὄνομα, ἀλλ' ὁμολογεῖς ἀληθῆ Θεὸν εἶναι τὸν Πατέρα· οὕτω μηδὲ ἐπὶ τοῦ Υἱοῦ τόλμα σαυτὸν εἰς μέσον ἄγειν, καὶ λέγειν, ὅτι κἀγὼ υἱὸς κέκλημαι· καὶ ἐπειδὴ τῆς αὐτῆς οὐσίας οὐκ εἰμὶ, οὐδὲ ἐκεῖνος ὀφείλει τῆς αὐτῆς εἶναι· τὰ γὰρ ἀπηριθμημένα ἅπαντα δείκνυσιν ἀληθινὸν ὄντα Υἱὸν καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Ὅταν γὰρ εἴπῃ, ὅτι τῆς αὐτῆς ἐστιν αὐτῷ μορφῆς, καὶ τοῦ αὐτοῦ χαρακτῆρος, τί ἄλλο δηλοῖ, ἢ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Οὐ γὰρ δὴ μορφὴ περὶ Θεὸν, οὐδὲ πρόσωπον· ἀλλ' ὡς ταῦτα, φησὶ, λέγεις, εἰπὲ καὶ τὰ ἐναντία. Ποῖα ἐναντία; Οἷον ὅτι εὔχεται τῷ Πατρί· εἰ γὰρ τῆς αὐτῆς ἐστι δυνάμεως, καὶ τῆς αὐτῆς οὐσίας, καὶ ἀπὸ ἐξουσίας πάντα ποιεῖ, τίνος ἕνεκεν εὔχεται;
a true son, on account of the appellation of God as well, since He has imparted the name to you, you will perhaps strive contentiously that the Father possesses nothing more than you; for just as you were called son, so too you were called god; yet just as, though called god, you do not dare to say that there the name is a bare title, but confess that the Father is true God, so neither in the case of the Son dare to bring yourself forward and say, I too have been called a son, and since I am not of the same essence, neither ought He to be of the same; for all the things enumerated show that He is a true Son and of the same essence with Him Who begat Him. For when it says that He is of the same form with Him, and of the same express image, what else does it signify than the indistinguishableness of the essence? For surely there is neither bodily form about God, nor countenance; yet just as you state these things, says he, state also the contrary things. What contrary things? Such as that He prays to the Father; for if He is of the same power, and of the same essence, and performs all things by His own authority, for what sake does He pray?
γʹ. Ἐγὼ δὲ οὐ ταῦτα ἐρῶ μόνον, ἀλλὰ καὶ ὅσα ἕτερα ταπεινὰ περὶ αὐτοῦ εἴρηται, πάντα παραθήσομαι μετὰ ἀκριβείας, πρότερον ἐκεῖνο εἰπὼν, ὅτι ἐγὼ μὲν τῶν ταπεινῶς εἰρημένων περὶ αὐτοῦ πολλὰς ἔχω καὶ δικαίας αἰτίας εἰπεῖν, σὺ δὲ τῶν ὑψηλῶν καὶ ἐνδόξων οὐδεμίαν ἑτέραν ἔχοις ἂν εἰπεῖν πρόφασιν, ἀλλ' ἢ τὸ βούλεσθαι τὴν εὐγένειαν ἡμῖν αὐτὸν ἐνδείκνυσθαι τὴν αὑτοῦ. Ἐπεὶ εἰ μὴ τοῦτο οὕτως ἔχοι, μάχη καὶ πόλεμος ἐν ταῖς Γραφαῖς· τὸ γὰρ λέγειν ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ, καὶ ὅσα ἕτερα εἶπον, καὶ τὸ πάλιν εὔχεσθαι, ἡνίκα ἂν δέῃ τοῦτο ποιεῖν, ἐναντίον· ἀλλ' ἐὰν τὰς αἰτίας εἴπω, πᾶσα ἀνῄρηται λοιπὸν ἀμφισβήτησις.
3. Yet I shall not state these things alone, but whatever other lowly things have been spoken concerning Him, I shall set them all forth with exactness, having first said this: that whereas I have many just causes to state for the things spoken lowlily concerning Him, you could state no other occasion for the lofty and glorious things save that He wished to display to us His own noble birth. Since unless this were so, there would be strife and warfare in the Scriptures; for to say, Just as the Father raises the dead and gives life, so the Son also gives life to whom He wills, and whatever other things I mentioned, and again for Him to pray whenever it is needful to do this, is contrary; yet if I state the causes, every dispute is henceforth taken away.
Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν οὖν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν, οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα περὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων, καὶ αὐτοῦ περὶ ἑαυτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν, ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον;
What then are the causes why both He Himself and the apostles have spoken many lowly things concerning Him? The first and greatest cause, then, is that He was clothed with flesh, and wished to convince all men, both those then living and those thereafter, that what was seen was neither a mere shadow nor simply an outward semblance, but the truth of nature. For if, even when both the apostles had spoken so many lowly and human things concerning Him, and He Himself concerning Himself, nevertheless the devil prevailed to persuade certain wretched and miserable men to deny the doctrine of the dispensation, and to dare to say that He did not assume flesh, and to destroy the whole foundation of His lovingkindness towards man; had He said none of these things, how many would not have fallen down into this pit?
Οὐκ ἀκούεις ἔτι καὶ νῦν Μαρκίωνος ἀρνουμένου τὴν οἰκονομίαν, καὶ Μανιχαίου, καὶ Οὐαλεντίνου, καὶ πολλῶν ἑτέρων; Διὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντα, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον. Καὶ γὰρ σφόδρα ἐσπούδακεν ὁ διάβολος ταύτην ἐκ τῶν ἀνθρώπων τὴν πίστιν ἀνελεῖν, εἰδὼς ὅτι τῆς οἰκονομίας ἐὰν ἀνέλῃ τὴν πίστιν, τὸ πλέον τῶν καθ' ἡμᾶς οἰχήσεται πραγμάτων. Ἔστι καὶ ἑτέρα μετὰ ταύτην αἰτία, ἡ ἀσθένεια τῶν ἀκουόντων, καὶ τὸ μὴ δύνασθαι τότε πρῶτον αὐτὸν ἰδόντας, καὶ τότε πρῶτον ἀκούοντας, τοὺς ὑψηλοτέρους τῶν δογμάτων δέξασθαι λόγους. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, ἀπ' αὐτῶν σοι παραστῆσαι τοῦτο πειράσομαι τῶν Γραφῶν
Do you not hear even to this day Marcion denying the dispensation, and Manichaeus, and Valentinus, and many others? On this account He utters many human and lowly things, falling short of that ineffable essence, that He may confirm the doctrine of the dispensation. For the devil was exceedingly zealous to destroy this faith from among men, knowing that if he destroys faith in the dispensation, the greater part of our affairs will perish. There is also another cause after this one: the weakness of the hearers, and the inability of men then seeing Him for the first time, and then hearing Him for the first time, to receive the loftier doctrinal discourses. And that what is said is no mere conjecture, I shall endeavour to present this to you from the Scriptures themselves
PG 48:760Read from the page
καὶ δεῖξαι, ὅτι εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν καὶ τῆς αὐτοῦ δόξης ἄξιον ἐφθέγξατο· τί λέγω μέγα καὶ ὑψηλὸν, καὶ τῆς αὐτοῦ δόξης ἄξιον; εἴ ποτέ τι τῆς ἀνθρωπίνης φύσεως εἶπε πλέον, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο· εἰ δέ ποτέ τι ταπεινὸν καὶ ἀνθρώπινον, προσέτρεχον καὶ τὸν λόγον ἐδέχοντο. Καὶ ποῦ τοῦτο ἔστιν ἰδεῖν; φησί. Παρὰ τῷ Ἰωάννῃ μάλιστα· εἰπόντος γὰρ αὐτοῦ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη, λέγουσι· Τεσσαράκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ὁρᾷς ὅτι ὡς περὶ ἀνθρώπου ψιλοῦ διέκειντο; Τί οὖν αὐτός; Πρὸ τοῦ τὸν Ἀβραὰμ γενέσθαι, φησὶν, ἐγώ εἰμι. Καὶ ἦραν λίθους, ἵνα βάλλωσιν ἐπ' αὐτόν. Καὶ ὅτε περὶ τῶν μυστηρίων μακροὺς ἐπέτεινε λόγους, λέγων, Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἡ σάρξ μου ἐστὶν, ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Τί οὖν ἔδει ποιεῖν; εἰπέ μοι· τοῖς ὑψηλοτέροις ἐνδιατρίβειν ῥήμασι διηνεκῶς, ὥστε ἀποσοβῆσαι τὴν θήραν, καὶ πάντας ἀποκρούσασθαι τῆς διδασκαλίας; Ἀλλ' οὐκ ἦν τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ γὰρ πάλιν ἐπειδὴ εἶπεν, Ὁ τὸν λόγον μου ἀκούων, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν αἰῶνα, ἔλεγον, Οὐ καλῶς ἐλέγομεν, ὅτι δαιμόνιον ἔχεις; Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις, ὅτι Ὁ τὸν λόγον μου ἀκούων οὐ μὴ γεύσηται θανάτου; Καὶ τί θαυμαστὸν εἰ τὸ πλῆθος οὕτω διέκειτο, ὅπου γε καὶ αὐτοὶ οἱ ἄρχοντες ταύτην εἶχον τὴν γνώμην; Ὁ γοῦν Νικόδημος ἄρχων αὐτὸς ὢν, καὶ μετὰ πολλῆς τῆς εὐνοίας πρὸς αὐτὸν ἐλθὼν καὶ εἰπὼν, Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τὸν περὶ τοῦ βαπτίσματος οὐκ ἠδυνήθη δέξασθαι λόγον, πολλῷ μείζονα τῆς ἀσθενείας ὄντα τῆς ἐκείνου· εἰπόντος γὰρ τοῦ Χριστοῦ, ὅτι Ἂν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· οὕτως εἰς ἀνθρωπίνας κατέπεσεν ὑπονοίας, καί φησι, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Τί οὖν ὁ Χριστός; Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; μονονουχὶ ἀπολογούμενος καὶ λέγων, τίνος ἕνεκεν οὐ συνεχῶς αὐτοῖς περὶ τῆς ἄνω γεννήσεως διελέγετο. Πάλιν παρ' αὐτὸν τοῦ σταυροῦ τὸν καιρὸν μετὰ τὰ μυρία σημεῖα, μετὰ τὴν πολλὴν ἐκείνην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως, ἵνα εἴπῃ, ὅτι Ὄψεσθε τὸν Υιὸν τοῦ ἀνθρώπου ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, οὐκ ἐνεγκὼν τὸ λεχθὲν ὁ ἀρχιερεὺς, διέῤῥηξεν αὐτοῦ τὰ ἱμάτια. Πῶς οὖν τούτοις διαλέγεσθαι ἔδει, τοῖς οὐδὲν τῶν ὑψηλῶν φέρουσιν; Ὅτι γὰρ ὅλως οὐκ εἶπέ τι μέγα καὶ ὑψηλὸν περὶ ἑαυτοῦ, οὐ θαυμαστὸν ἀνθρώποις χαμαὶ συρομένοις, καὶ οὕτως ἀσθενῶς ἔχουσιν.
and to show that if ever He uttered anything great and lofty and worthy of His glory — why do I say great and lofty and worthy of His glory? if ever He said anything surpassing human nature — they were thrown into tumult and scandalized; whereas if ever He said anything lowly and human, they ran to Him and received His word. And where may one see this? says he. In John above all: for when He had said, Abraham your father rejoiced that he might see My day, and he saw it and was glad, they say: You do not yet have forty years, and have you seen Abraham? Do you see that they were disposed towards Him as concerning a mere man? What then did He say? Before Abraham came to be, He says, I am. And they took up stones to cast at Him. And when He drew out long discourses concerning the mysteries, saying, And the bread also which I shall give for the life of the world is My flesh, they said, Hard is this word; who can hear it? And from this many of His disciples went back, and no longer walked with Him. What then ought He to have done? tell me: to dwell continually upon the loftier sayings, so as to scare away the quarry and drive all men off from His teaching? Yet this did not belong to God's lovingkindness towards man. For again, when He said, He who hears My word shall never taste death unto the age, they said, Did we not say well that you have a demon? Abraham died, and the prophets died, and do you say, He who hears My word shall never taste death? And what wonder if the multitude was thus disposed, seeing that even the rulers themselves held this opinion? Nicodemus, at all events, being himself a ruler, and having come to Him with abundant goodwill and said, We know that you have come from God as a teacher, was unable to receive the discourse concerning baptism, since it was far greater than his weakness; for when Christ said, Unless a man be born of water and Spirit, he cannot see the kingdom of God, he fell into such human surmises and says, How can a man be born when he is old? Can he enter a second time into his mother's womb and be born from above? What then did Christ say? If I told you earthly things and you did not believe, how shall you believe if I tell you heavenly things? all but making His defence and stating for what sake He did not continually converse with them concerning the birth from above. Again, at the very time of the cross, after the myriad signs, after that abundant demonstration of His power, just for His saying, You shall see the Son of Man coming upon the clouds, the high priest, not enduring what was spoken, tore his garments. How then ought He to have conversed with these men, who bore nothing lofty? For that He utterly refrained from saying anything great and lofty concerning Himself to men trailing upon the ground and in so weak a condition is no wonder.
δʹ. Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα δεῖξαι, ὅτι αὕτη ἡ αἰτία καὶ ἡ πρόφασις ἦν τῆς τῶν τότε λεγομένων εὐτελείας· ἐγὼ δὲ καὶ ἀπὸ θατέρου μέρους τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Ὥσπερ γὰρ αὐτοὺς εἴδετε σκαν-
4. What has been said, therefore, sufficed to show that this was the cause and the occasion of the lowliness of the things spoken at that time; yet I shall endeavour from the other side as well to make this manifest. For just as you saw them being
Notes, col. 760

On the reading

Printed Υιὸν, for Υἱὸν.