Migne Reading Room

PG 48 · cols. 761–766 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:761Read from the page
δαλιζομένους, θορυβουμένους, ἀποπηδῶντας, λοιδορουμένους, φεύγοντας, εἴ ποτέ τι μέγα καὶ ὑψηλὸν ἐφθέγξατο ὁ Χριστὸς, οὕτως ὑμῖν αὐτοὺς δεῖξαι πειράσομαι προστρέχοντας, καὶ καταδεχομένους τὴν διδασκαλίαν, εἴ ποτέ τι ταπεινὸν καὶ εὐτελὲς εἶπεν. Αὐτοὶ γὰρ, αὐτοὶ οἱ ἀποπηδῶντες, εἰπόντος αὐτοῦ πάλιν, ὅτι Ἀπ' ἐμαυτοῦ οὐ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατήρ μου λαλῶ, εὐθέως προσέδραμον. Καὶ βουλόμενος ἡμῖν ἐνδείξασθαι ὁ Εὐαγγελιστὴς, ὅτι διὰ τὴν ταπεινότητα τῶν ῥημάτων ἐπίστευσαν, ἐπισημαίνεται λέγων· Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Καὶ ἀλλαχοῦ πολλαχοῦ τοῦτο εὕροι τις ἂν οὕτω συμβαῖνον. Διὰ τοῦτο πολλὰ καὶ πολλάκις ἀνθρωπίνως ἐφθέγγετο, καὶ πάλιν οὐκ ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, καὶ τῆς εὐγενείας ἄξια τῆς ἑαυτοῦ, τὸ μὲν τῇ τῶν ἀκουόντων συγκαταβαίνων ἀσθενείᾳ, τὸ δὲ τῆς τῶν δογμάτων προνοῶν ὀρθότητος. Ἵνα γὰρ μὴ ἡ συγκατάβασις διαπαντὸς γινομένη εἰς τὴν περὶ τῆς ἀξίας αὐτοῦ δόξαν παραβλάψειε τοὺς μετὰ ταῦτα, οὐδὲ ἐκείνου τοῦ μέρους ἠμέλησεν· ἀλλὰ καίτοι προειδὼς, ὅτι οὐκ ἀκούσονται, ἀλλὰ καὶ λοιδορήσονται αὐτῷ, καὶ ἀποπηδήσουσιν, ὅμως εἶπεν, αὐτό τε τοῦτο ὅπερ εἶπον κατασκευάζων, καὶ δεικνὺς τὴν αἰτίαν, δι' ἣν καὶ τὰ ταπεινὰ αὐτοῖς ἀνέμιξε ῥήματα. Αὕτη δὲ ἦν, τὸ μηδέπω δύνασθαι δέξασθαι τὸ μέγεθος τῶν λεγομένων. Καὶ εἰ μὴ τοῦτο κατασκευάσαι ἐβούλετο, περιττὴ τῶν ὑψηλῶν δογμάτων ἦν ἡ διδασκαλία τοῖς οὐκ ἀκουσομένοις, οὐδὲ προσέξουσιν· νῦν δὲ εἰ καὶ ἐκείνους μηδὲν ὠφέλει, ἀλλ' ἡμᾶς ἐπαίδευε, καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχειν παρεσκεύαζε, καὶ ἔπειθεν ὅτι διὰ τὸ μὴ δύνασθαι μηδέπω τὸ μέγεθος τῶν λεγομένων δέχεσθαι ἐκείνους, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετήγαγεν. Ὅταν οὖν ἴδῃς αὐτὸν ταπεινὰ λέγοντα, μὴ τῆς εὐτελείας τῆς κατὰ τὴν οὐσίαν, ἀλλὰ τῆς ἀσθενείας τῆς κατὰ τὴν διάνοιαν τῶν ἀκροατῶν εἶναι νόμιζε τὴν συγκατάβασιν. Βούλεσθε εἴπω καὶ τρίτην αἰτίαν; Οὐ γὰρ δὴ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, ἀλλὰ καὶ διὰ τὸ βούλεσθαι διδάσκειν ταπεινοφρονεῖν τοὺς ἀκούοντας, πολλὰ ταπεινὰ καὶ ἐποίει καὶ ἔλεγε· καὶ ἔστι καὶ αὕτη τρίτη πάλιν αἰτία. Ὁ γὰρ ταπεινοφρονεῖν διδάσκων, οὐχὶ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων τοῦτο παιδεύει, καὶ λόγῳ καὶ ἔργῳ μετριάζων· Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν ἀλλαχοῦ· Ὁ Υιὸς τοῦ ἀνυρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ὁ τοίνυν ταπεινοὺς διδάσκων γίνεσθαι, καὶ μηδαμοῦ τοῖς πρωτείοις ἐπιτρέχειν, ἀλλὰ καταδέχεσθαι τὸ ἐλαττοῦσθαι πανταχοῦ, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων εἰς τοῦτο ἐνάγων, πολλὰς εἶχε προφάσεις τοῦ ταπεινὰ φθέγγεσθαι. Ἔστι καὶ τετάρτην αἰτίαν εἰπεῖν, οὐκ ἐλάττω τῶν εἰρημένων. Τίς δέ ἐστιν αὕτη; Τὸ μὴ διὰ τὴν πολλὴν ἐγγύτητα καὶ ἄφατον τῶν ὑποστάσεων εἰς ἑνὸς προσώπου ποτὲ ὑπόνοιαν ἡμᾶς ἐμπεσεῖν, ὅπου γε καὶ νῦν ὀλιγάκις αὐτοῦ τι τοιοῦτον εἰπόντος, πρὸς τὴν ἀσέβειαν ταύτην ἤδη τινὲς ἐξώλισθον. Σαβέλλιος γοῦν ὁ Λίβυς ἀκούσας αὐτοῦ λέγοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, τὴν ἀπὸ τῶν ῥημάτων τούτων ἐγγύτητα πρὸς τὸν γαγεννηκότα ἐμφαινομένην εἰς ἀσεβείας ὑπόθεσιν,
scandalized, thrown into tumult, leaping away, reviling, fleeing, if ever Christ uttered anything great and lofty, so I shall endeavour to show them to you running up and welcoming His teaching if ever He said anything lowly and humble. For these very men, the very ones who leapt away, when He said again, Of Myself I do nothing, but just as My Father taught Me I speak, straightway ran up to Him. And the Evangelist, wishing to show us that they believed on account of the lowliness of the words, points this out, saying: As He spoke these things, many believed in Him. And in many other places as well one may find this so coming to pass. On this account He uttered many things and often in a human manner, and again not in a human manner, but in a manner befitting God and worthy of His own noble birth, on the one hand condescending to the weakness of the hearers, and on the other taking forethought for the uprightness of the doctrines. For lest condescension occurring continually should injure those coming afterwards with regard to the opinion concerning His dignity, neither did He neglect that part; but although foreknowing that they would not listen, and would even revile Him and leap away, nevertheless He spoke, both establishing this very point which I mentioned, and showing the cause for which He also mingled lowly sayings for them. And this was that they were not yet able to receive the magnitude of the things spoken. And unless He had wished to establish this, superfluous was the teaching of the lofty doctrines to men who were neither going to listen nor to pay heed; whereas in fact, even if it benefited them nothing, yet He instructed us, and prepared us to hold the fitting opinion concerning Him, and persuaded us that because those men were not yet able to receive the magnitude of what was spoken, He brought His discourse over to a more lowly strain. Whenever, therefore, you see Him speaking lowly things, deem the condescension to belong not to lowliness according to essence, but to weakness according to the understanding of the hearers. Do you wish me to state a third cause as well? For surely not only on account of the investiture of the flesh, nor on account of the weakness of the hearers, but also because He wished to teach the hearers to be humble-minded, He both did and said many lowly things; and this again is a third cause. For one who teaches men to be humble-minded instructs them in this not through words alone, but also through deeds, exercising moderation both in word and in work: For learn of Me, He says, for I am meek and lowly in heart; and again elsewhere: The Son of Man came not to be served, but to serve. He, therefore, Who taught men to become lowly, and nowhere to run after the chief places, but to accept taking the lower place everywhere, and who led them on to this both through words and through deeds, had many occasions for uttering lowly things. One may state a fourth cause as well, no less than those mentioned. And what is this? Lest through the great and unutterable closeness of the hypostases we should ever fall into the surmise of a single person, seeing that even now, when He has but rarely spoken anything of the kind, certain men have already slipped off into this impiety. Sabellius the Libyan, at all events, having heard Him say: I and the Father are one, and, He who has seen Me has seen the Father, wrested to a pretext for impiety the closeness towards Him Who begat Him manifested from these words,
Notes, col. 761

On the reading

Printed Υιὸς, for Υἱὸς.

Printed ἀνυρώπου, for ἀνθρώπου.

Printed γαγεννηκότα, for γεγεννηκότα.

PG 48:762Read from the page
καὶ ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως ὑπόνοιαν ἥρπασεν. Οὐχ αὗται δὲ μόνον εἰσὶν αἱ προφάσεις, ἀλλὰ καὶ τὸ μηδένα νομίσαι αὐτὸν εἶνσι τὴν πρώτην καὶ ἀγέννητον οὐσίαν, καὶ μείζονα τοῦ γεγεννηκότος αὐτὸν ὑπολαβεῖν. Καὶ γὰρ καὶ ὁ Παῦλος αὐτὸ τοῦτο φαίνεται δεδοικὼς, μή τις ὑποπτεύσῃ ποτὲ τὸ ἀσεβὲς τοῦτο δόγμα καὶ πονηρόν. Εἰπὼν γοῦν, Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ προσθεὶς, ὅτι Πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγεν· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· οὐκ ἂν ἐπαγαγὼν, εἰ μὴ ἔδεισε, μή που διαβολικὴ τοιαύτη τις ἔννοια γένηται. Πολλαχοῦ δὲ καὶ τὸν τῶν Ἰουδαίων φθόνον παραμυθούμενος καθυφίησι τοῦ τῶν ῥημάτων ὕψους, καὶ πρὸς τὴν ὑπόνοιαν δὲ τῶν διαλεγομένων αὐτῷ πολλάκις ἀποκρινόμενος, ὡς ὅταν λέγῃ· Ἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Πρὸς τὴν ἐκείνων γὰρ ὑπόνοιαν ἀποτεινόμενος οὕτως εἶπεν· οὐ γὰρ δὴ τοῦτο ἠθέλησε δεῖξαι, ὅτι οὐκ ἔστιν ἀληθὴς, ἀλλ' ὡς ὑμεῖς νομίζετε καὶ ὑποπτεύετε, φησὶ, μὴ βουλόμενοί με παραδέξασθαι αὐτὸν περὶ ἑαυτοῦ λέγοντα.
and snatched up a surmise of one person and one hypostasis. Nor are these the only occasions, but also lest anyone should deem Him to be the primal and unbegotten essence, and suppose Him greater than Him Who begat Him. For Paul too appears to have feared this very thing, lest anyone should ever suspect this impious and wicked doctrine. Having said, at all events, For He must reign until He puts His enemies under His feet, and having added, He subjected all things under His feet, he subjoined: Except Him Who subjected all things to Him; which he would not have subjoined had he not feared lest perchance some such diabolical notion might arise. And in many places, also assuaging the envy of the Jews, He remits from the loftiness of His words, and often answers in view of the surmise of those conversing with Him, as when He says: If I bear witness concerning Myself, My witness is not true. For directing His words towards their surmise He spoke thus; for surely He did not wish to show this, that it is not true, but, As you deem and suspect, He says, not wishing to accept Me when speaking concerning Myself.
εʹ. Καὶ ἄλλας δὲ πλείους αἰτίας ἐστὶν εὑρεῖν. Τῆς μὲν οὖν ταπεινότητος τῶν ῥημάτων πολλὰς ἂν ἔχοιμεν εἰπεῖν προφάσεις· σὺ δὲ εἰπὲ τῶν ὑψηλῶν δογμάτων μίαν πρόφασιν ἑτέραν, πλὴν ἧς ἡμεῖς εἰρήκαμεν· αὕτη δὲ ἦν τὸ βούλεσθαι αὐτὸν τὴν οἰκείαν εὐγένειαν ἡμῖν ἐνδείκνυσθαι· ἀλλ' οὐκ ἂν ἔχοις ἑτέραν εἰπεῖν. Ὁ μὲν γὰρ μέγας δύναιτ' ἂν καὶ μικρόν τι περὶ ἑαυτοῦ λέγειν, καὶ οὐκ ἔστιν ἔγκλημα· ἐπιεικείας γὰρ τοῦτό ἐστιν· ὁ δὲ μικρὸς, εἰ μέγα τι περὶ ἑαυτοῦ εἴποι ποτὲ, οὐ διαφεύξεται κατηγορίαν· ἀλαζονεία γάρ ἐστι. Διὰ τοῦτο τὸν μὲν ὑψηλὸν ἅπαντες ἐπαινοῦμεν, ὅταν περὶ ἑαυτοῦ ταπεινὰ λέγῃ· τὸν δὲ ταπεινὸν οὐδεὶς ἐπαινέσεται, εἴ ποτέ τι μέγα περὶ ἑαυτοῦ εἴποι. Ὥστε εἰ πολλῷ καταδεέστερος ἦν τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὑμεῖς φατε, οὐκ ἔδει ῥήματα αὐτὸν λέγειν, δι' ὧν ἐδείκνυ τῷ γεγεννηκότι ἴσον ὄντα ἑαυτόν· ἀλαζονεία γὰρ τοῦτο ἦν· τὸ μέντοι ἴσον ὄντα τοῦ γεγεννηκότος λέγειν τινὰ ταπεινὰ καὶ εὐτελῆ, οὐδεμία μέμψις, οὐδὲ αἰτία· ἔπαινος γὰρ τοῦτό ἐστι καὶ θαῦμα μέγιστον. Καὶ ἵνα σαφέστερα γένηται τὰ εἰρημένα, καὶ μάθητε πάντες ὑμεῖς, ὅτι οὐ καταστοχαζόμεθα τῶν θείων Γραφῶν, φέρε δὴ τῶν εἰρημένων αἰτιῶν τούτων τὴν πρώτην μεταχειρισώμεθα νῦν, καὶ δείξωμεν ποῦ διὰ τὴν τῆς σαρκὸς περιβολὴν φανερῶς καταδεέστερα τῆς οὐσίας τῆς ἑαυτοῦ ῥήματα φθέγγεται· καὶ, εἰ δοκεῖ, τὴν εὐχὴν αὐτὴν εἰς μέσον ἀγάγωμεν, ἣν ηὔξατο τῷ Πατρί. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας ἡμῖν· μικρὸν γὰρ ἄνωθεν ὑμῖν τὸ πᾶν διηγήσασθαι βούλομαι. Δεῖπνον ἐγένετό ποτε κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ' ἣν παραδίδοσθαι ἔμελλεν· ἱερὰν γὰρ αὐτὴν ἐγὼ καλῶ, ἐπειδὴ τὰ μυρία ἀγαθὰ, ἃ κατὰ τὴν οἰκουμένην ἐγένετο, τὴν ἀρχὴν ἐκεῖθεν ἐλάμβανε. Τότε τοίνυν καὶ ὁ προδότης μετὰ τῶν ἕνδεκα ἀνέκειτο μαθητῶν, καὶ δειπνούντων αὐτῶν, φησὶν ὁ Χριστὸς, Εἷς ἐξ ὑμῶν παραδώσει με. Τούτων μνημονεύετέ μοι τῶν ῥημάτων, ἵνα ὅταν ἐπὶ τὴν εὐχὴν ἔλθωμεν, ἴδωμεν τίνος ἕνεκεν οὕτως εὔχεται. Καὶ σκόπει μοι κηδεμονίαν Δεσπότου· οὐκ εἶπεν,
5. And one may find many other causes as well. Of the lowliness of the words, then, we could state many occasions; do you, however, state one other occasion for the lofty doctrines save the one we have stated; and this was that He wished to display to us His own noble birth; yet you could not state another. For one who is great could say even something small concerning himself, and it is no reproach, for this belongs to modesty; whereas one who is small, if he should ever say something great concerning himself, will not escape accusation, for it is boastfulness. On this account we all praise one who is lofty whenever he says lowly things concerning himself; whereas no one will praise one who is lowly if ever he should say something great concerning himself. So that if the Son were far inferior to the Father, as you allege, He ought not to have spoken words through which He showed Himself to be equal to Him Who begat Him, for this would have been boastfulness; yet for One Who is equal to Him Who begat Him to say certain lowly and humble things incurs no blame nor censure, for this is praise and the greatest wonder. And that what has been said may become clearer, and that all of you may learn that we are not merely conjecturing at the divine Scriptures, come now, let us take in hand the first of these causes mentioned, and show where on account of the investiture of the flesh He manifestly utters words inferior to His own essence; and, if it seems good, let us bring forward the very prayer which He prayed to the Father. Yet attend to us with exactness; for I wish to recount the whole matter to you from a little higher up. A supper took place once upon that sacred night on which He was about to be betrayed; for I call that night sacred, since the myriad good things that came to pass throughout the inhabited world took their beginning from thence. At that time, therefore, the betrayer also was reclining at table with the eleven disciples, and as they were supping, Christ says, One of you will betray Me. Keep these words in remembrance for me, so that when we come to the prayer, we may see for what sake He prays thus. And mark for me the solicitude of the Master: He did not say,
Notes, col. 762

On the reading

Printed εἶνσι, for εἶναι.

PG 48:763Read from the page
ὅτι ὁ Ἰούδας παραδώσει με, ὥστε μὴ τῇ περιφανείᾳ τῶν ἐλέγχων ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι· ὡς δὲ ἐκεῖνος ὑπὸ τοῦ συνειδότος κεντούμενός φησι, Μή τι ἐγώ εἰμι, Κύριε; λέγει αὐτῷ, Σὺ εἶπας· καὶ οὐδὲ τότε αὐτοῦ κατηγορῆσαι ἠνέσχετο, ἀλλ' αὐτὸν ἑαυτοῦ κατέστησεν ἔλεγχον· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐγένετο βελτίων, ἀλλὰ λαβὼν τὸ ψωμίον ἐξῆλθεν. Ἐπειδὴ τοίνυν ἐξῆλθε, λαβὼν ὁ Ἰησοῦς τοὺς μαθητάς φησι· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί· τοῦ Πέτρου δὲ ἀντιλέγοντος καὶ λέγοντος, Κἂν πάντες σκανδαλισθήσωνται, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, πάλιν ὁ Ἰησοῦς φησιν, Ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὡς δὲ πάλιν ἀντέλεγεν, εἴασεν αὐτὸν λοιπόν. Οὐ πείθῃ, φησὶ, διὰ τῶν ῥημάτων, ἀλλ' ἀντιλέγεις· πεισθήσῃ διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι Δεσπότῃ ἀντιλέγειν οὐ χρή. Καὶ τούτων μοι μέμνησθε τῶν ῥημάτων πάλιν· χρήσιμος γὰρ αὐτῶν ἡμῖν ἡ μνήμη τὴν εὐχὴν ἐξετάζουσιν ἔσται. Εἶπε τὸν προδότην, προεῖπε τὴν πάντων φυγὴν, καὶ τὸν αὐτοῦ θάνατον· Πατάξω, φησὶ, τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· προεῖπε τὸν μέλλοντα αὐτὸν ἀρνήσασθαι, καὶ πότε καὶ ποσάκις, καὶ μετὰ ἀκριβείας ἅπαντα. Καὶ μετὰ ταῦτα πάντα ἱκανὴν αὐτοῦ τῆς προγνώσεως τῶν μελλόντων ἀπόδειξιν δοὺς, ἐλθὼν ἐπί τι χωρίον εὔχεται· καὶ ἐκεῖνοι μὲν λέγουσιν, ὅτι τῆς θεότητός ἐστιν ἡ εὐχὴ, ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς οἰκονομίας. Δικάσατε τοίνυν, καὶ πρὸς αὐτῆς τῆς τοῦ Μονογενοῦς δόξης μηδενὶ κεχαρισμένην τὴν ψῆφον ἐνέγκητε. Εἰ γὰρ καὶ ἐν φίλοις δικάζομαι νῦν, ἀλλ' ἀντιβολῶ καὶ δέομαι, ἀδέκαστον γενέσθαι τὴν κρίσιν, καὶ μήτε πρὸς ἐμὴν χάριν, μήτε πρὸς ἐκείνων ἀπέχθειαν. Μάλιστα μὲν γὰρ καὶ αὐτόθεν δῆλον, ὅτι οὐκ ἔστι τῆς θεότητος ἡ εὐχή· Θεὸς γὰρ οὐκ εὔχεται, Θεοῦ γὰρ τὸ προσκυνεῖσθαί ἐστι· Θεοῦ τὸ εὐχὴν δέχεσθαι, οὐ τὸ εὐχὴν ἀναφέρειν· ἀλλ' ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ' αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερὸν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστὶ, καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας. Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα. Ἴωμεν τοίνυν ἐπ' αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Ἐρωτήσωμεν τοίνυν αὐτοὺς ἐνταῦθα· ἀγνοεῖ, εἴτε δυνατὸν, εἴτε οὐ δυνατὸν, ὁ πρὸ μικροῦ λέγων ἐν τῷ δείπνῳ, Εἷς ἐξ ὑμῶν παραδώσει με; ὁ πρὸ μικροῦ λέγων, Γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· καὶ, ὅτι Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί· ὁ τῷ Πέτρῳ εἰπὼν, ὅτι Ἀρνήσῃ με, καὶ, Ἀρνήσῃ με τρίς· οὗτος ἀγνοεῖ νῦν, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν ὁπωσοῦν καθεστηκότων; Καὶ γὰρ ὅταν μὲν ᾖ τὸ ἀγνοούμενον μηδενὶ δῆλον μήτε προφητῶν, μήτε ἀγγέλων, μήτε ἀρχαγγέλων, ἴσως παρέξει τινὰ τοῖς φιλονεικοῦσι λαβήν· ὅταν μέντοι τὸ ἀγνοούμενον οὕτως ᾖ φανερὸν καὶ γνώριμον ἅπασιν, ὡς καὶ ἀνθρώπους αὐτὸ εἰδέναι μετὰ ἀκριβείας, ποία ἀπολογία καὶ ποία συγγνώμη τοῖς λέγουσιν, ὅτι αὐτὸς ἀγνοῶν ταῦτα ἔλεγε; Τοῦτον τοίνυν τὸν περὶ οὗ λέγω
that Judas would betray Him, so as not to make him more shameless by the publicity of the reproofs; and when that man, pricked by his conscience, says, Is it I, Lord? He says to him, You have said it; and not even then did He endure to accuse him, but appointed him the reprover of himself; yet nevertheless not even thus did he become better, but having taken the morsel he went out. When therefore he had gone out, Jesus, taking the disciples, says: All of you will be scandalized in Me; and when Peter objected and said, Even if all are scandalized, yet I shall never be scandalized, again Jesus says, Amen I say to you, before a cock crows, thrice you will deny Me. And when again he objected, He left him alone thereafter. You are not persuaded, He says, through words, but you contradict; you will be persuaded through the events themselves that one must not contradict a Master. And remember these words again for me; for the memory of them will be useful to us as we examine the prayer. He named the traitor, He foretold the flight of all, and His own death: I will strike, He says, the shepherd, and the sheep will be scattered; He foretold the one who was about to deny Him, and when and how many times, and everything with exactness. And after all these things, having given sufficient proof of His foreknowledge of things to come, coming to a certain place He prays; and they on the one hand say that the prayer belongs to the Godhead, whereas we say that it belongs to the dispensation. Judge therefore, and by the very glory of the Only-begotten cast a vote gratifying no one. For even if I am pleading my case among friends now, yet I entreat and beg that the judgement be unbribed, neither out of favour towards me nor out of enmity towards them. For above all it is evident even of itself that the prayer does not belong to the Godhead; for God does not pray, for to be worshipped belongs to God; to receive prayer belongs to God, not to offer up prayer; yet nevertheless, since they act shamelessly, from the very words of the prayer I shall endeavour to make plain to you that the whole belongs to the dispensation, and to the weakness according to the flesh. For whenever Christ utters something lowly, He utters it in a manner so lowly and mean that the excess of the lowliness of what is spoken is able to persuade even those who are vehemently contentious that the words fall far short of that ineffable and unutterable essence. Let us go therefore to the very words of the prayer: Father, if it is possible, let this cup pass from Me; nevertheless not as I will, but as Thou wilt. Let us therefore question them here: is He ignorant whether it is possible or not possible, Who a little before was saying at the supper, One of you will betray Me? Who a little before was saying, It is written, I will strike the shepherd, and the sheep will be scattered; and that All of you will be scandalized in Me; Who said to Peter that You will deny Me, and, You will deny Me thrice—is this One ignorant now, tell me? And who even of those in any way in their right mind would say this? For when what is unknown is plain to no one—neither of prophets, nor of angels, nor of archangels—perhaps it will afford some pretext to the contentious; when, however, what is unknown is so plain and familiar to all that even men know it with exactness, what defence and what pardon is there for those who say that He Himself spoke these things in ignorance? This One therefore, concerning Whom I speak
PG 48:764Read from the page
λόγον καὶ δοῦλοι αὐτοῦ φαίνονται μετὰ ἀκριβείας εἰδότες, καὶ ὅτι ἀποθανεῖν, καὶ ὅτι διὰ σταυροῦ τοῦτο παθεῖν αὐτὸν ἔδει, καὶ πρὸ τοσούτων ἐτῶν ἀμφότερα ταῦτα δηλῶν ὁ Δαυΐδ ἔλεγεν ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὸ μέλλον ὡς γεγενημένον ἀπήγγειλε, δεικνὺς ὅτι, καθάπερ τὰ συμβάντα ἀμήχανον μὴ γενέσθαι, οὕτω καὶ τοῦτο ἀμήχανον μὴ γεγενῆσθαι. Πάλιν ὁ Ἡσαΐας αὐτὸ τοῦτο προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Τοῦτον πάλιν ὁ Ἰωάννης τὸν ἀμνὸν ἰδὼν ἔλεγεν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐκεῖνος ὁ προῤῥηθεὶς, φησί. Καὶ ὅρα, οὐχ ἁπλῶς εἴρηται ὁ ἀμνὸς, ἀλλὰ πρόσκειται τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ καὶ ἕτερος ἦν ἀμνὸς ὁ Ἰουδαϊκὸς, δηλῶν ὅτι οὗτος τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο οὕτως εἶπεν. Ἐκεῖνος ὑπὲρ τοῦ ἔθνους προσεφέρετο μόνον, οὗτος ὑπὲρ τῆς οἰκουμένης προσηνέχθη πάσης· κἀκείνου μὲν τὸ αἷμα πληγὴν σωματικὴν ἐκώλυσεν ἐξ Ἰουδαίων μόνον, τούτου δὲ τὸ αἷμα τῆς οἰκουμένης ἁπάσης κοινὸς γέγονε καθαρμός. Καὶ τοῦτο δὲ τὸ αἷμα τὸ τοῦ Ἰουδαϊκοῦ ἀμνοῦ ἴσχυσεν ὅπερ ἴσχυσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλ' ἐπειδὴ τούτου τύπος ἦν, τὴν δύναμιν ἔσχεν ἐκείνην.
even His servants are seen to know with exactness, both that He had to die, and that He had to suffer this through the cross; and so many years before, declaring both of these things, David said in the person of Christ: They dug My hands and My feet; and he reported the future as having happened, showing that, just as it is impossible for things that have occurred not to come to pass, so too it is impossible for this not to have come to pass. Again Isaiah, proclaiming this very thing beforehand, said: Like a sheep He was led to slaughter, and like a lamb before the one shearing him voiceless. Again, seeing this Lamb, John said, Behold the Lamb of God Who takes away the sin of the world, that One foretold, he says. And see, the Lamb is not spoken of simply, but there is added, of God. For since there was also another lamb, the Jewish one, showing that this One is of God, on this account he spoke thus. That one was offered on behalf of the nation alone, this One was offered on behalf of the whole inhabited world; and that one's blood hindered a bodily plague from the Jews alone, whereas this One's blood has become the common cleansing of the whole inhabited world. And this blood too—that of the Jewish lamb—had whatever strength it had, not from its own nature, but because it was a type of this One, it possessed that power.
ςʹ. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι καὶ αὐτὸς Υἱὸς λέγεται, καὶ ἡμεῖς υἱοὶ, καὶ ἀπὸ τῆς κατὰ τὴν προσηγορίαν κοινωνίας εἰς εὐτέλειαν αὐτὸν ἄγειν ἡμετέραν ἐπιχειροῦντες; Ἰδοὺ γὰρ καὶ ἀμνὸς, καὶ ἀμνὸς, καὶ ἓν μὲν τὸ ὄνομα, τὸ δὲ μέσον τῆς φύσεως ἑκατέρας ἄπειρον. Ὥσπερ οὖν ἀκούων ἐνταῦθα προσηγορίας κοινωνίαν, οὐδὲν ἴσον φαντάζῃ, οὕτω δὴ καὶ ἐνταῦθα ἀκούων υἱὸν καὶ υἱὸν, μὴ πρὸς τὴν σὴν εὐτέλειαν κάταγε τὸν Μονογενῆ. Ἀλλὰ τί χρὴ λέγειν περὶ τῶν δήλων; Εἰ γὰρ τῆς Θεότητός ἐστιν ἡ εὐχὴ, εὑρεθήσεται καὶ αὐτὸς ἑαυτῷ περιπίπτων καὶ ἐναντιολογῶν καὶ μαχόμενος. Οὗτος γὰρ ὁ ἐνταῦθα εἰπὼν, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ ὀκνῶν καὶ ἀναδυόμενος πρὸς τὸ πάθος, ἀλλαχοῦ εἰπὼν, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ μαστιγωθῆναι, ἐπειδὴ Πέτρου ἤκουσε λέγοντος, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετίμησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καίτοι γε πρὸ βραχέος ἦν αὐτὸν ἐπαινέσας καὶ μακαρίσας, ἀλλ' ὅμως Σατανᾶν αὐτὸν ἐκάλεσεν, οὐχὶ τὸν Ἀπόστολον ὑβρίσαι βουλόμενος, ἀλλὰ διὰ τῆς ὕβρεως δεῖξαι θέλων, ὡς οὐ κατὰ γνώμην αὐτῷ τὸ εἰρημένον ἦν, ἀλλ' οὕτως ἀλλότριον, ὡς τὸν ταῦτα εἰρηκότα, καίτοι Πέτρον ὄντα, μὴ ὀκνῆσαι Σατανᾶν ὀνομάσαι. Πάλιν ἀλλαχοῦ φησιν· Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν. Τίνος οὖν ἕνεκεν τὸ Πάσχα τοῦτό φησι; καίτοι καὶ ἄλλοτε τὴν ἑορτὴν ταύτην ἐπετέλεσε μετ' αὐτῶν· τίνος οὖν ἕνεκεν; Ἐπειδὴ μετ' αὐτὸ ὁ σταυρὸς ἦν. Καὶ πάλιν, Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Καὶ
6. Where therefore are those who say that both He Himself is called Son, and we are sons, and from the fellowship in appellation attempt to bring Him down to our meanness? For behold, both lamb and lamb, and the name indeed is one, whereas the distance between each nature is infinite. Just as, therefore, when you hear here a fellowship of appellation, you imagine nothing equal, so too here, when you hear son and son, do not bring the Only-begotten down to your meanness. Yet what need is there to speak concerning things that are plain? For if the prayer belongs to the Godhead, He Himself too will be found tripping Himself up and contradicting Himself and fighting against Himself. For this One Who said here, Father, if it is possible, let this cup pass from Me, both hesitating and shrinking back before the passion, having said elsewhere that the Son of Man must be betrayed and scourged, when He heard Peter saying, Mercy on You, this shall by no means happen to You, rebuked him so vehemently as to say, Get behind Me, Satan; you are a stumbling-block to Me, because you do not mind the things of God, but the things of men. And yet shortly before He had praised him and pronounced him blessed, yet nevertheless He called him Satan, not wishing to insult the Apostle, but wishing through the insult to show that what had been spoken was not according to His mind, but so alien that He did not hesitate to name Satan the one who had spoken these things, even though he was Peter. Again elsewhere He says: With desire I have desired to eat this Passover with you. On what account, therefore, does He say this Passover? And yet at other times too He celebrated this feast with them; on what account, therefore? Because after it was the cross. And again, Father, glorify Thy Son, that Thy Son also may glorify Thee. And
PG 48:765Read from the page
πολλαχοῦ καὶ προλέγοντα τὸ πάθος, καὶ ἐπιθυμοῦντα γενέσθαι αὐτὸ εὑρίσκομεν, καὶ διὰ τοῦτο παραγενόμενον. Πῶς οὖν ἐνταῦθά φησιν, Εἰ δυνατόν; Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες, ὅτι σάρκα οὐκ ἀνέλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον; Διὰ τοῦτο προλέγει μὲν ὡς Θεὸς ἐκεῖ, καὶ ἐπιθυμεῖ γενέσθαι τὸ πάθος· φεύγει δὲ καὶ παραιτεῖται ἐνταῦθα, ὡς ἄνθρωπος. Ὅτι γὰρ ἑκὼν ἐπὶ τὸ πάθος ἤρχετο, φησὶν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτήν. Πῶς οὖν λέγει, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Καὶ τί θαυμάζεις, εἰ πρὸ τοῦ σταυροῦ τοσαύτην ἐποίησε σπουδὴν, πιστώσασθαι τῆς σαρκὸς τὴν ἀλήθειαν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα οὐ παρητήσατο αὐτῷ καὶ τραύματα καὶ τύπους ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν, Ἐρεύνησον καὶ ἴδε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει; Διὰ τοῦτο οὐδὲ ἐξ ἀρχῆς τελείας ἡλικίας τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι, καὶ τεχθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ χρόνον τοσοῦτον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου, καὶ τοῖς ἄλλοις ἅπασιν αὐτὸ τοῦτο πιστώσηται. Ἐπειδὴ γὰρ ἄγγελοι πολλάκις ἐπὶ τῆς γῆς ἐφάνησαν ἐν ἀνθρώπου τύπῳ, καὶ αὐτὸς δὲ ὁ Θεὸς, τὸ δὲ φαινόμενον οὐκ ἦν σαρκὸς ἀλήθεια, ἀλλὰ συγκατάβασις· ἵνα μὴ νομίσῃς καὶ ταύτην τὴν παρουσίαν τοιαύτην εἶναι, οἷαι ἐκεῖναι ἐγένοντο, ἀλλὰ πιστωθῇς ἀληθῶς, ὅτι σὰρξ ἦν ἀληθινὴ. καὶ συνελήφθη, καὶ ἐτέχθη, καὶ ἐτράφη, καὶ ἐπὶ φάτνης ἐτέθη, οὐκ ἐν οἰκίσκῳ τινὶ, ἀλλ' ἐν καταλύματι, πλήθους ἀπείρου παρόντος, ἵνα δημοσιεύηται αὐτοῦ ἡ γέννησις. Διὰ τοῦτο καὶ σπάργανα, καὶ προφητεῖαι ἄνωθεν αὐτὸ τοῦτο λέγουσαι, οὐχ ὅτι ἄνθρωπος ἔσται μόνον, ἀλλ' ὅτι καὶ συλληφθήσεται, καὶ τεχθήσεται, καὶ τῷ τῶν παιδίων νόμῳ τραφήσεται. Καὶ τοῦτο ὁ Ἡσαΐας βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται· καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ὁρᾷς πῶς καὶ τὴν προτέραν αὐτοῦ ἡλικίαν προανεφώνησαν; Ἐρώτησον τοίνυν τὸν αἱρετικόν· Θεὸς δειλιᾷ, καὶ ἀναδύεται, καὶ ὀκνεῖ, καὶ λυπεῖται; κἂν εἴπῃ, ὅτι ναὶ, ἀπόστηθι λοιπὸν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ ἐκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν· ἂν δὲ εἴπῃ, ὅτι οὐδὲν τούτων ἄξιον Θεοῦ, εἰπὲ, οὐκοῦν οὐδὲ εὔχεται Θεός· χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ Θεοῦ τὰ ῥήματα ᾖ.
in many places we find Him both foretelling the passion, and desiring it to come to pass, and having come for this reason. How therefore does He say here, If it is possible? He displays to us the weakness of human nature, which does not simply choose to be torn away from the present life, but shrinks back and hesitates on account of the affection implanted in it from the beginning by God towards the present life. For if, after He spoke things so many and so great, certain men dared to say that He did not take flesh, what would they not have said if none of these things had been spoken? On this account He foretells as God there, and desires the passion to come to pass; whereas He flees and begs off here, as man. For that He came willingly to the passion, He says, I have authority to lay down My soul, and I have authority to take it again. No one takes it from Me, I of Myself lay it down. How therefore does He say, Not as I will, but as Thou wilt? And why do you marvel if before the cross He exerted so much earnestness to confirm the truth of the flesh, when even after the resurrection, seeing the disciple disbelieving, He did not refuse both to show him wounds and prints of nails, and to submit the scars to the touch of a hand, and to say, Search and see that a spirit does not have flesh and bones? On this account neither did He take up manhood of mature age from the beginning, but He endured both to be conceived, and to be born, and to be nourished with milk, and to spend so long a time upon the earth, that both by the length of time and by all the other things He might confirm this very point. For since angels often appeared upon the earth in the form of a man, and God Himself too, yet what appeared was not truth of flesh, but condescension; lest you suppose that this presence also was such as those proved to be, and that instead you might be truly assured that it was true flesh, He was also conceived, and born, and reared, and laid upon a manger, not in some little chamber, but in an inn, with a boundless multitude present, so that His birth might be made public. On this account there were also swaddling clothes, and prophecies from of old stating this very thing, not only that He will be man, but that He will also be conceived, and will be born, and will be reared after the manner of little children. And this Isaiah cries aloud saying: Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel; butter and honey He shall eat; and again, A little child was born to us, and a son was given to us. Do you see how they proclaimed beforehand even His earlier age? Question therefore the heretic: is God cowardly, and does He shrink back, and hesitate, and grieve? And if he says yes, stand away thereafter, and set him down below with the devil, or rather even lower than that one; for not even that one will dare to say this; whereas if he says that none of these things is worthy of God, say, therefore neither does God pray; for apart from these things there will also be another absurdity, if the words belong to God.
Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν Υἱοῦ, ἓν δὲ Πατρὸς, ἐναντία ἀλλήλοις· τὸ γὰρ εἰπεῖν, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦτο δὲ οὐδὲ ἐκεῖνοί ποτε συνεχώρησαν, ἀλλ' ἡμῶν ἀεὶ λεγόντων τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐπὶ τῆς δυνάμεως, ἐκεῖνοι ἐπὶ τῆς θελή-
For the words indicate not only agony, but also two wills, one of the Son, and one of the Father, contrary to one another; for to say, Not as I will, but as Thou wilt, is the mark of one indicating this. Yet not even they ever conceded this, but while we always say that I and the Father are one refers to power, they to the
Notes, col. 765

On the reading

Printed ἀληθινὴ., for ἀληθινὴ,.

PG 48:766Read from the page
σεως τοῦτο εἰρῆσθαί φασι, λέγοντες Πατρὸς καὶ Υἱοῦ μίαν εἶναι βούλησιν. Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Ἄν μὲν γὰρ ἐπὶ τῆς θεότητος τὸ εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἂν δὲ ἐπὶ τῆς σαρκὸς, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, ἐστὶ κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται, καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Ὅταν οὖν λέγῃ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ἢ ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον· τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾷν ἐκείνης ἐστι. Νῦν μὲν οὖν ἐρήμην αὐτὴν ἀφίησι, καὶ γυμνὴν τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν· νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Ὥσπερ γὰρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη· οὕτως, εἰ διὰ παντὸς τὰ τῆς θεότητος ἐπετέλει, ἠπιστήθη ἂν ὁ τῆς οἰκονομίας λόγος. Διὰ τοῦτο ποικίλλει, καὶ ἀναμίγνυσι καὶ τὰ ῥήματα καὶ τὰ πράγματα, ἵνα μήτε τῇ Παύλου τοῦ Σαμοσατέως, μήτε τῇ Μαρκίωνος καὶ Μανιχαίου νόσῳ καὶ μανίᾳ παράσχῃ πρόφασιν· διὰ τοῦτο καὶ προλέγει τὸ ἐσόμενον ὡς Θεὸς, καὶ ἀναδύεται πάλιν ὡς ἄνθρωπος.
will that this has been spoken, saying that the counsel of Father and Son is one. If therefore the counsel of Father and Son is one, how does He say here, Nevertheless not as I will, but as Thou wilt? For if on the one hand what has been spoken here refers to the Godhead, a certain self-contradiction arises, and many absurdities are born from this; whereas if it refers to the flesh, the things spoken hold reason, and nothing could be a matter of blame. For that the flesh does not will to die is not condemnation; for this belongs to nature; and He Himself displays all the properties of nature apart from sin, and with great superabundance, so as to stop up the mouths of the heretics. Whenever therefore He says, If it is possible, let this cup pass from Me, and, Not as I will, but as Thou wilt, He shows nothing other than that He is truly clothed with flesh that fears death; for to fear death and to shrink back and to be in agony belongs to that flesh. At one time, therefore, He leaves it destitute and bare of His own operation, so that having shown its weakness He may confirm its nature as well; at another time He hides it, so that you may learn that He was not a mere man. For just as, if He had continually displayed human things, this would have been supposed; so too, if He had continually accomplished the things of the Godhead, the account of the dispensation would have been disbelieved. On this account He varies and mingles together both words and deeds, that He may afford a pretext neither to the disease and madness of Paul of Samosata, nor to that of Marcion and Manichaeus; on this account He both foretells what will be as God, and shrinks back again as man.
ζʹ. Ἐβουλόμην καὶ ταῖς λοιπαῖς αἰτίαις ἐπεξελθεῖν, καὶ δεῖξαι ἐπ' αὐτῶν τῶν πραγμάτων, ὅτι ὥσπερ ἐνταῦθα τὴν ἀσθένειαν τῆς σαρκὸς ἐλέγχων ηὔξατο, οὕτω καὶ ἀλλαχοῦ πάλιν τὴν ἀσθένειαν τῶν ἀκουόντων διορθούμενος· οὐ γὰρ δὴ πάντα τὰ ταπεινῶς εἰρημένα διὰ τὴν τῆς σαρκὸς περιβολὴν εἰρῆσθαι χρὴ νομίζειν μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἶπον αἰτίας· ἵνα δὲ μὴ τῶν εἰρημένων ἐπικλύσω τὸ πλῆθος τῇ περιουσίᾳ τῶν ῥηθήσεσθαι μελλόντων, ἐνταῦθα τὸν πρὸς ἐκείνους στήσας λόγον, καὶ τὰ λειπόμενα εἰς ἑτέραν ἀναβαλλόμενος ἡμέραν, πρὸς παραίνεσιν εὐχῆς τρέψομαι πάλιν. Εἰ γὰρ καὶ πολλάκις ἡμῖν περὶ τῆς ὑποθέσεως ταύτης εἴρηται, ἀλλὰ καὶ νῦν ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ καὶ τῶν ἱματίων τὰ μὲν ἅπαξ βαφέντα ἐξίτηλον ἔχει τὴν βαφὴν, ἃ δὲ πολλάκις καὶ συνεχῶς καθέντες ἀνασπῶσιν οἱ δευσοποιοὶ, ἀκίνητον διατηρεῖ τὸ τοῦ χρώματος ἄνθος· τοῦτο δὴ καὶ ἐπὶ τῶν ψυχῶν συμβαίνει τῶν ἡμετέρων. Ὅταν γὰρ πολλάκις τῶν αὐτῶν ἀκούσωμεν ῥημάτων, καθάπερ τινὰ βαφὴν τὴν διδασκαλίαν ὑποδεξάμενοι, οὐκ ἂν ῥᾳδίως αὐτὴν ἀποπτύσαιμεν. Μὴ τοίνυν παρέργως ἀκούωμεν· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν εὐχῆς δυνατώτερον, οὐδὲ ἴσον. Οὐχ οὕτως ἐστὶ βασιλεὺς λαμπρὸς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ εὐχόμενος τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ κοσμούμενος. Ὥσπερ γὰρ εἰ στρατοπέδου παρόντος, στρατηγῶν, ἀρχόντων, ὑπάτων πολλῶν, προσελθών τις κατ' ἰδίαν διαλεχθείη τῷ βασιλεῖ, τὰς πάντων ὄψεις ἐπιστρέφει πρὸς ἑαυτὸν, καὶ ταύτῃ σεμνότερος γίνεται· οὕτω δὴ καὶ ἐπὶ
7. I wished to go through the remaining causes as well, and to show from the events themselves that just as here He prayed proving the weakness of the flesh, so too elsewhere again He prayed correcting the weakness of the hearers; for one must certainly not suppose that all the things spoken lowlily have been spoken on account of the investiture of the flesh alone, but also on account of the other causes which I stated; yet lest I flood the multitude of what has been spoken with the abundance of what is about to be spoken, halting my discourse against them here, and putting off the remaining things to another day, I shall turn again to an exhortation on prayer. For even if we have often spoken concerning this subject, yet now too it is necessary to speak. For of garments too, those dyed once have a dye that fades out, whereas those which the dyers dip and draw up often and continually preserve unmoved the bloom of their colour; this very thing also happens in the case of our souls. For whenever we hear the same words often, having received the teaching like a certain dye, we would not easily cast it off. Let us not therefore hear carelessly; for there is not, there is nothing more powerful than prayer, nor equal to it. A king clothed in a purple robe is not so splendid as the one who prays, adorned by converse with God. For just as if, when an army is present, with generals, rulers, and many consuls, someone were to approach and converse privately with the king, he turns the eyes of all towards himself, and in this way becomes more venerable; so too in the case of