Migne Reading Room

PG 48 · cols. 749–754 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:749Read from the page
εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών· ἡμεῖς δὲ οἱ τέως ἐνταῦθα στρεφόμενοι, καὶ πολλῆς πανταχόθεν παρακλήσεως χρήζοντες, τῶν ἐγκωμίων δεόμεθα τῶν ἐκείνου, ἵνα εἰς τὸν αὐτὸν ζῆλον διαναστῶμεν. Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μνήμη δικαίου μετ' ἐγκωμίων· οὐχ ὡς τῶν ἀπελθόντων, ἀλλ' ὡς τῶν ἐγκωμιαζόντων ταύτῃ τὰ μέγιστα ὠφελουμένων. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν ἐκ τοῦ πράγματος, πειθώμεθα καὶ μὴ ἀντιλέγωμεν· καὶ γὰρ ὁ καιρὸς πρὸς τὴν τοιαύτην διηγησιν ἐπιτήδειος. Σήμερον γὰρ ὁ μακάριος πρὸς τὴν ἀτάραχον μετετάξατο ζωὴν, καὶ τὸ σκάφος ὥρμισεν ἔνθα ναυάγιον ὑποπτεῦσαι οὐκ ἔνι λοιπὸν, οὐδὲ ἀθυμίαν τινὰ καὶ ὀδύνην. Καὶ τί θαυμαστὸν εἰ καθαρὸν ἐκεῖνο τὸ χωρίον ἀθυμίας ἐστὶν. ὅπου γε ἀνθρώποις τοῖς ἔτι ζῶσι διαλεγόμενος ὁ Παῦλός φησι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε;
acclaim, having departed to a greater and more blessed lot; whereas we, who meanwhile go about here and stand in need of much encouragement from every side, need his encomia, so that we may be roused up to the same zeal. For this reason also a certain wise man exhorts us, saying: The memory of the righteous is with encomia; not as though those who have departed, but rather those who deliver the encomia, reap the greatest benefit thereby. Since, therefore, our gain from the matter is so great, let us obey and not gainsay; for indeed the season is suitable for such a narration. For today the blessed man passed over to the untroubled life, and moored his vessel where it is no longer possible to suspect shipwreck, nor any despondency and grief. And what wonder if that place is pure of despondency, seeing that Paul, discoursing with men who are still living, says: Rejoice always, pray unceasingly?
Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὴν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους. Διὸ μάλιστα μακαρίζω τὸν ἅγιον τοῦτον, ὅτι εἰ καὶ μετετάξατο καὶ πόλιν ἀφῆκε τὴν παρ' ἡμῖν, ἀλλ' εἰς ἑτέραν ἀνέβη πόλιν τὴν τοῦ Θεοῦ, καὶ καταλιπὼν τὴν Ἐκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τὴν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ τὰς ἑορτὰς ταύτας ἀφεὶς, πρὸς τὴν τῶν ἀγγέλων μετέστη πανήγυριν. Ὅτι γὰρ καὶ πόλις ανω καὶ Ἐκκλησία καὶ πανήγυρίς ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος· Προσεληλύθατε πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ μυριάσιν ἀγγέλων πανηγύρει. Οὐ διὰ τὸ πλῆθος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαρὰν καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· Πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ' ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι. καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τί τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τούτων μὲν οὐδὲν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ' ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προβάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα
And if here—where there are diseases, and insults, and untimely deaths, and calumnies, and envies, and despondencies, and angers, and wicked desires, and ten thousand plots, and daily cares, and continuous and successive evils bringing on ten thousand sorrows from every side—Paul said that it is possible to rejoice always, if someone, emerging a little from the surge of worldly affairs, should rightly regulate his life, much more after our departure from here is it easy to attain this good, when all these things have been taken away, both infirmities and passions and the matter of sins, when mine and thine do not exist—that cold word which brings all terrible things into our life and has begotten ten thousand wars. Wherefore above all I call this saint blessed, because although he departed and left the city among us, yet he went up to another city, that of God, and leaving behind this Church, he belongs to that Church of the firstborn who are enrolled in the heavens, and letting go these feasts, he passed over to the festal assembly of the angels. For that there is a city above and a Church and a festal assembly, hear Paul saying: You have come to a city of the living God, the heavenly Jerusalem, and to the Church of the firstborn enrolled in the heavens, and to a festal assembly of myriads of angels. And not only on account of the multitude of the powers above, but also on account of the abundance of good things, and the continual joy and gladness, he calls all things there a festal assembly; for nothing else is wont to make a festal assembly than the multitude of those gathered together and the plenty of wares for sale, when wheat and barley and all kinds of produce, and flocks of sheep, and herds of oxen, and garments, and other such things are brought in, while some sell and others buy. And which of these things, one asks, is in the heavens? None of these, indeed, yet things far more venerable than these. For there is neither wheat nor barley nor kinds of produce, but everywhere there is the fruit of the Spirit—love and joy and gladness and peace and goodness and meekness in great plenty; not flocks of sheep and herds of oxen, but spirits
Notes, col. 749

On the reading

Printed διηγησιν, for διήγησιν.

Printed τὴν, for τὸν.

Printed ανω, for ἄνω.

PG 48:750Read from the page
δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταὶ, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεῖα καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῷ σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ' ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροὶ, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυμαστή τίς ἐστιν ἡ πανήγυρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς· εἰπὼν γὰρ, Μυριάσιν ἀγγέλων πανηγύρει, ἐπήγαγε, Καὶ κριτῇ Θεῷ πάντων. Τίς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐνταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρόντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατὸν, καὶ παρόντα καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ' ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται· ἀλλ' ἔστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ Δεσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.
of righteous men made perfect, and virtues of souls, and noble deeds of character may be seen everywhere in the heavens; not garments and cloaks, but crowns more precious than all gold, and prizes and rewards and the ten thousand good things laid up for those who act righteously. And the multitude of those assembling is far more august and numerous; for it does not consist of city-dwellers and countrymen, but here are myriads of angels, there thousands of archangels, elsewhere a company of prophets, in another place choirs of martyrs, ranks of apostles, assemblies of the righteous, diverse multitudes of all who have pleased God. Truly wondrous is that festal assembly, and what is greatest of all is that in the midst of the festal assembly moves the King of them all; for having said, To a festal assembly of myriads of angels, he added, And to God the Judge of all. Who ever saw a king present in a festal assembly? Here, indeed, no one ever saw it, whereas there those present continually behold Him, so far as it is possible for them to behold, both present and adorning with the splendour of His own glory all who assemble. And these festal assemblies of ours are often dissolved at midday, but that one not so. For it does not await revolutions of months, nor cycles of years, nor a number of days, but stands continually, and all the good things in it have no limit, know no end, can neither grow old nor wither, but are ageless and immortal. There is no tumult there as here, no disturbance, but great is the order of all as they send up with fitting harmony, as upon some lyre, with rhythm that all-harmonious melody sweeter than all music to the Master of either creation, while the soul there, as in sacred shrines and certain divine mysteries, is initiated into the divine mystagogy.
βʹ. Πρὸς ταύτην οὖν τὴν μακαρίαν καὶ ἀγήρω λῆξιν μετέστη σήμερον ὁ μακάριος Φιλογόνιος. Τίς οὖν ἂν γένοιτο λόγος ἐφάμιλλος ἀνθρώπῳ τῷ τοσαύτης εὐκληρίας ἀξιωθέντι; Οὐκ ἔστιν οὐδείς. Τί οὖν, εἰπέ μοι, σιγήσομεν διὰ τοῦτο; καὶ τίνος ἕνεκεν συνεληλύθαμεν; Ἀλλ' ἐροῦμεν ὅτι οὐ δυνησόμεθα τοῦ μεγέθους ἐφικέσθαι τῶν ἔργων; Δι' αὐτὸ μὲν οὖν τοῦτο ἀναγκαῖον εἰπεῖν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἐγκωμίου μέρος, ὅταν μὴ δυνηθῇ τοῖς ἔργοις παρισωθῆναι τὰ ῥήματα· ὧν γὰρ ὑπὲρ φύσιν θνητὴν τὰ κατορθώματα, εὔδηλον ὅτι καὶ ὑπὲρ ἀνθρωπίνην γλῶτταν τὰ ἐγκώμια. Οὐ μὴν διὰ τοῦτο διακρούσεται τὰ ἡμέτερα, ἀλλὰ τὸν αὐτὸν μιμήσεται Δεσπότην· καὶ γὰρ ἐκεῖνος τῇ χήρᾳ δύο μόνους ὀβολοὺς καταβαλούσῃ, οὐ δύο μόνων ὀβολῶν μισθὸν ἔδωκεν. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν χρημάτων, ἀλλὰ τῷ πλούτῳ τῆς διανοίας προσεῖχεν. Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία· ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγαλοψυχίας ὄψει τὸν θησαυρόν. Ὥστε εἰ καὶ μικρὰ τὰ ἡμέτερα καὶ εὐτελῆ, ἀλλ' ἅπερ ἔχομεν· καὶ εἰ μεγαλοψυχίας ἀποδέει τοῦ γενναίου καὶ δικαίου Φιλογονίου, ἀλλ' ὅμως καὶ τοῦτο τῆς μεγαλοψυχίας αὐτοῦ μέγιστον δεῖγμα ἂν εἴη, τὸ μηδὲ τὰ μικρὰ διωθεῖσθαι, ἀλλὰ
2. To this blessed and ageless lot, therefore, the blessed Philogonius passed over today. What discourse, then, could match a man counted worthy of such good fortune? There is none at all. What then, tell me, shall we keep silent on that account? And for what purpose have we come together? Or shall we say that we shall not be able to attain to the magnitude of his deeds? Nay, for that very reason it is necessary to speak, since this too is the greatest part of an encomium, when words cannot equal the deeds; for where the noble achievements surpass mortal nature, it is evident that the encomia also surpass the human tongue. Yet he will not on that account reject our offering, but will imitate the same Master; for He too, when the widow cast in only two obols, gave her a reward not of two obols only. Why ever so? Because He looked not to the amount of the money, but to the wealth of her intention. For if you examine the money, great is the poverty; but if you unfold her purpose, you will behold an unspeakable treasure of magnanimity. So that even if our offerings are small and poor, yet they are what we have; and even if they fall short of the magnanimity of the noble and righteous Philogonius, nevertheless this also would be the greatest proof of his magnanimity, not to push aside even small things, but
PG 48:751Read from the page
ταυτὸ τοῖς πλουτοῦσι ποιεῖν. Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ' ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας. Οὕτω δὴ καὶ οὗτος λαβὼν παρ' ἡμῶν εὐφημίαν ῥημάτων, ἧς οὐδὲν δεῖται, ἀντιδώσει τὴν διὰ τῶν ἔργων εὐλογίαν ἡμῖν, ἧς ἀεὶ χρήζομεν. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπόδειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τίνος ἕνεκεν; Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ' ἂν ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα.
to do the same as rich men do. For they too, receiving small things which they do not need at all from the poor, add gifts from themselves, requiting those who brought in what they had. Just so this man also, receiving from us the praise of words, of which he has no need at all, will give us in return the blessing through deeds, of which we always stand in need. Whence, then, must we begin our encomia? Whence else than from the office which the grace of the Spirit entrusted to him? For worldly offices could by no means serve as proof of the virtue of those entrusted with them, nay, often they are even accusers of wickedness. On what account? Because patronage of friends and canvassings and flatteries, and many other things more shameful than these, are wont to procure such offices; whereas when God ordains and casts His vote, and that hand touches the sacred head, unbribed is the vote, above suspicion is the judgement, and the dignity of Him Who ordains becomes an indisputable proof on behalf of him who is ordained.
Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ' αὐτοῦ τοῦ τρόπου δῆλον. Ἐκ μέσης γὰρ τῆς ἀγορᾶς ἁρπασθεὶς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον· οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος· οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνηγόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικουμένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθὼν, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων. Ἡλίκον δέ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τί φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· Πέτρε, φιλεῖς με; εἰπόντος δὲ ἐκείνου, Σὺ, Κύριε, οἶδας ὅτι φιλῶ σε, οὐκ εἶπεν ὁ Χριστός· ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν. Ὥστε εἴ τις εὐδοκιμεῖν βούλοιτο παρ' αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῇ συμφέρον ζητείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Σίμων, Σίμων, ᾔτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; ἄρα ποίαν ἀμοιβὴν ζητεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· Καὶ σὺ γὰρ, φησὶ, ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Οὕτω καὶ ὁ Παῦλός φησι· Μιμηταί μου γίνεσθε,
And that God ordained him is evident from the very manner of it. For snatched from the midst of the market-place, he was led upon this throne; so venerable and illustrious had he shown his former life to be, even while having a wife and a daughter and engaged in the law-court; so brightly did he shine above the sun, as straightway from thence to appear worthy of this office, and from a judicial tribunal he was led to a sacred tribunal. And at that time he pleaded as advocate for men against men who plotted against them, making those wronged stronger than those who wronged them; whereas having come here, he pleaded as advocate for men against the demons that assailed them. And how great a proof of virtue it is to be counted worthy of so great an office by the grace of God, hear what Christ after rising says to Peter: for when He asked him, Peter, do you love Me? and he said, Lord, You know that I love You, Christ did not say: Cast away your money, practise fasting and austerity, raise the dead, drive out demons—He brought forward none of these things, nor of the other signs, nor of the noble deeds; but passing by all those things, If you love Me, He says, shepherd My sheep. And this He said, wishing not only to show us the greatest sign of love for Him, but also of the affection which He displays towards the sheep, and He has already made this the greatest proof of goodwill towards Him, all but saying, He who loves My sheep loves Me. See, at all events, how much Christ endured for the sake of this flock: He became man, He took upon Himself the form of a servant, He was spat upon, He was slapped; finally He did not refuse even death, and a shameful death, for upon the cross He poured out His blood. So that if anyone should wish to be well-pleasing to Him, let him care for these sheep, let him seek the common benefit, let him have regard for his own brethren; for no noble deed is more honoured by God than this; wherefore He also says elsewhere: Simon, Simon, Satan asked to sift you like wheat; and I prayed for you, that your faith may not fail. What recompense, then, do you render Me for this care and forethought? What sort of recompense does He seek? This very same one again: And you, He says, when once you have turned back, strengthen your brethren. So too Paul says: Become imitators of me,
PG 48:752Read from the page
καθὼς κἀγὼ Χριστοῦ. Πῶς ἐγένου Χριστοῦ μιμητής; Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἀλλαχοῦ φησι· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ' ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων.
just as I also am of Christ. How did you become an imitator of Christ? Pleasing all men in all things, and not seeking my own advantage, but that of the many, that they may be saved. And elsewhere he says: For Christ also did not please Himself, but the many. And nothing could so serve as a mark and stamp of the faithful man who loves Christ as to have regard for the brethren and to care for their salvation.
γʹ. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὀρῶν κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ· εἰδότες ὡς εἰ μὴ τοὺς προβεβλημένους παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοσούτων φροντίδας ἀναδεδεγμένους συγκροτοῖεν παντὶ τρόπῳ καὶ πόῤῥωθεν καθήμενοι, τὸ κεφάλαιον αὐτοῖς ἀπόλωλε τοῦ βίου, καὶ ἡ πᾶσα ἠκρωτηριάσθη σοφία. Ἀλλ' ὅτι μὲν τῆς περὶ τὸν Χριστὸν φιλίας μέγιστον τοῦτο δεῖγμα, ἐντεῦθεν δῆλον· ἴδωμεν δὲ καὶ πῶς τὴν ἐπισκοπὴν ταύτην διῴκησε· μᾶλλον δὲ οὐ δεῖ λόγου λοιπὸν ἐνταῦθα, οὐδὲ τῆς ἡμετέρας φωνῆς, τῆς ὑμετέρας σπουδῆς αὐτὸ τοῦτο δηλούσης. Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰσελθών τις καὶ τὰς πνευματικὰς ταύτας ἀμπέλους ἰδὼν, καὶ τὸν καρπὸν τὸν ὑμέτερον, οὐδενὸς δεήσεται λόγου καὶ διδασκαλίας, ὥστε μαθεῖν τὸν ὑμῶν προεστῶτα· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη καὶ ἀναγινωσκομένη. Δείκνυσι γὰρ τὴν πηγὴν ὁ ποταμὸς, καὶ ὁ καρπὸς τὴν ῥίζαν. Ἐχρῆν μὲν οὖν εἰπεῖν καὶ τὸν καιρὸν, καθ' ὅνπερ τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην· οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἐγκωμίου μέρος, ἀλλὰ καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετήν. Πολλὴ γὰρ ἡ δυσκολία τότε ἦν, ἄρτι τοῦ διωγμοῦ παυσαμένου, καὶ τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης ἐκείνης, καὶ πολλῆς τῶν πραγμάτων διορθώσεως δεομένων. Καὶ τούτοις ἐχρῆν προσθεῖναι πάλιν, ὡς ἡ τῶν αἱρετικῶν αἵρεσις ἐπ' αὐτοῦ τὴν ἀρχὴν λαβοῦσα ἐνεκόπτετο, τῆς ἐκείνου σοφίας πάντα προορώσης· ἀλλ' ὅμως ἐφ' ἑτέραν ἀναγκαίαν ὑπόθεσιν ὁ λόγος ἡμῖν ἐπείγεται. Διὰ τοῦτο τῷ κοινῷ πατρὶ καὶ ζηλωτῇ τοῦ μακαρίου Φιλογονίου ταῦτα καταλιπόντες εἰπεῖν, ἅτε ἀκριβέστερον ἡμῶν εἰδότι τὰ ἀρχαῖα πάντα, πρὸς ἑτέραν δημηγορίας ὁδὸν βαδιούμεθα. Καὶ γὰρ ἑορτὴ μέλλει προσελαύνειν, ἡ πασῶν τῶν ἑορτῶν σεμνοτάτη καὶ φρικωδεστάτη, ἣν οὐκ ἄν τις ἁμάρτοι μητρόπολιν πασῶν τῶν ἑορτῶν προσειπών. Τίς δέ ἐστιν αὕτη; Ἡ κατὰ σάρκα τοῦ Χριστοῦ γέννησις.
3. Let all monks also hear these things, both those who have occupied the summits of the mountains and those who in every way have crucified themselves to the world, so that according to their own strength they may support the presidents of the Churches and strengthen them with prayers, concord, and love; knowing that unless in every way, even while sitting afar off, they support those put forward by the grace of God who have undertaken the cares of so many things, the chief point of their life is lost to them, and all their philosophy has been mutilated. Now that this is the greatest proof of love for Christ is clear from what has been said; let us also see how he administered this episcopate—or rather there is no longer any need of speech here, nor of our voice, since your own earnestness declares this very thing. For just as anyone entering a vineyard, and seeing the vines luxuriant with leaves, laden with fruit, walled round on every side with copings and hedges, will need no word or other proof in order to learn the virtue of the vine-dresser and the husbandman; just so here too, anyone entering and beholding these spiritual vines, and your fruit, will need no word or instruction in order to know your president; even as Paul also says: You are our epistle, inscribed and read. For the river shows the fountain, and the fruit the root. One ought indeed also to speak of the season in which he was entrusted with this office; for neither is this a small part of an encomium, nay, it is amply sufficient to show the man's virtue. For great was the difficulty at that time, when the persecution had just ceased, and the remnants of that most grievous tempest still remained, and affairs required much correction. And to these things one ought again to add how the heresy of the heretics, taking its beginning in his time, was checked, since his wisdom foresaw all things; nevertheless our discourse hastens on to another necessary subject. Therefore, leaving these things to be spoken by our common father and zealous emulator of the blessed Philogonius, inasmuch as he knows all the ancient matters more accurately than we do, we shall proceed to another path of discourse. For indeed a feast is about to draw near, the most venerable and most awe-inspiring of all feasts, which one would not err in addressing as the metropolis of all feasts. And which is this? The Nativity of Christ according to the flesh.
δʹ. Ἀπὸ γὰρ ταύτης τὰ Θεοφάνια, καὶ τὸ Πάσχα τὸ ἱερὸν, καὶ ἡ Ἀνάληψις, καὶ ἡ Πεντηκοστὴ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἔλαβον. Εἰ γὰρ μὴ ἐτέχθη κατὰ σάρκα ὁ Χριστὸς, οὐκ ἂν ἐβαπτίσθη, ὅπερ ἐστὶ τὰ Θεοφάνια· οὐκ ἂν ἐσταυρώθη, ὅπερ ἐστὶ τὸ Πάσχα· οὐκ
4. For from this the Theophany, and the sacred Pascha, and the Ascension, and Pentecost took their beginning and their foundation. For had Christ not been born according to the flesh, He would not have been baptized, which is the Theophany; He would not have been crucified, which is the Pascha; He would not
PG 48:753Read from the page
ἂν τὸ Πνεῦμα κατέπεμψεν, ὅπερ ἐστὶν ἡ Πεντηκοστή. Ὥστε ἐντεῦθεν, ὥσπερ ἀπό τινος πηγῆς, ποταμοὶ διάφοροι ῥυέντες, αὗται ἐτέχθησαν ἡμῖν αἱ ἑορταί. Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ' ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι. Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν· εἰ γὰρ καὶ ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ θνητὸν σῶμα ἀνέλαβε· καὶ ἦν μὲν καὶ τοῦτο θαυμαστόν· τὸ δὲ Θεὸν ὄντα, ἄνθρωπον θελῆσαι γενέσθαι καὶ ἀνασχέσθαι καταβῆναι τοσοῦτον, ὅσον οὐδὲ διάνοια δέξασθαι δύναται, τοῦτό ἐστι τὸ φρικωδέστατον καὶ ἐκπλήξεως γέμον. Ὃ δὴ καὶ Παῦλος θαυμάζων ἔλεγεν· Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ποῖον μέγα; Θεὸς ἐφανερώθη ἐν σαρκί. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Διὰ τοῦτο μάλιστα ἀσπάζομαι τὴν ἡμέραν ταύτην καὶ φιλῶ, καὶ τὸν ἔρωτα εἰς μέσον προτίθημι, ἵνα κοινωνοὺς ὑμᾶς ποιήσω τοῦ φίλτρου· διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν Δεσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα. Ποία γὰρ ἡμῖν ἀπολογία, ποία δὲ συγγνώμη, ὅταν αὐτὸς μὲν ἐκ τῶν οὐρανῶν δι' ἡμᾶς καταβαίνῃ, ἡμεῖς δὲ μηδὲ ἐκ τῆς οἰκίας πρὸς αὐτὸν ἐρχώμεθα; ὅταν μάγοι μὲν, ἄνθρωποι βάρβαροι καὶ ἀλλόφυλοι, ἐκ Περσίδος τρέχωσιν, ὥστε αὐτὸν ἰδεῖν ἐπὶ τῆς φάτνης κείμενον· σὺ δὲ ὁ Χριστιανὸς μηδὲ μικρὸν διάστημα ὑπομένῃς, ὥστε τῆς μακαρίας ταύτης ἀπολαῦσαι θεωρίας; Καὶ γὰρ, ἂν μετὰ πίστεως παραγενώμεθα, πάντως αὐτὸν ὀψόμεθα ἐπὶ τῆς φάτνης κείμενον· ἡ γὰρ τράπεζα αὕτη τάξιν τῆς φάτνης πληροῖ.
have sent down the Spirit, which is Pentecost. So that from hence, as diverse rivers flowing forth from a single fountain, these feasts were born to us. Yet not on this account alone would the day justly enjoy this pre-eminence, but because what took place on it is also far more awe-inspiring than all the rest. For that Christ, once He had become man, should die, followed in due sequence; for although He committed no sin, yet He took upon Himself a mortal body; and this too indeed was wondrous; but that He Who is God should will to become man and endure to descend so far as not even thought can take in—this is what is most awe-inspiring and full of amazement. Marvelling at which very thing, Paul also said: And confessedly great is the mystery of godliness. What sort of great thing? God was manifested in the flesh. And again elsewhere: For not of angels does God take hold, but He takes hold of the seed of Abraham; whence He was bound in all things to be made like unto His brethren. For this reason above all I embrace this day and love it, and set forth my fervent love in your midst, that I may make you sharers of this affection; for this reason I beg and entreat you all to come with all earnestness and eagerness, each having emptied his own house, that we may behold our Master lying in the manger, wrapped in swaddling clothes—that awe-inspiring and paradoxical spectacle. For what defence shall we have, and what pardon, when He Himself comes down out of the heavens for our sake, while we do not even come out of our house to Him? When Magi, barbarian and foreign men, run from Persia in order to see Him lying in the manger, while you, a Christian, do not endure even a short distance in order to enjoy this blessed contemplation? For indeed, if we come with faith, we shall by all means see Him lying in the manger; for this table fulfils the place of the manger.
Καὶ γὰρ καὶ ἐνταῦθα κείσεται τὸ σῶμα τὸ δεσποτικὸν, οὐχὶ ἐσπαργανωμένον, καθάπερ τότε, ἀλλὰ Πνεύματι πανταχόθεν ἁγίῳ περιστελλόμενον. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Οἱ μὲν οὖν μάγοι προσεκύνησαν μόνον· σὺ δὲ, ἂν μετὰ καθαροῦ προσέλθῃς συνειδότος, καὶ λαβεῖν σοι αὐτὸ συγχωρήσομεν καὶ ἀπελθεῖν οἴκαδε. Πρόσιθι τοίνυν καὶ σὺ δῶρα προσάγων, μὴ τοιαῦτα οἷα ἐκεῖνοι, ἀλλὰ πολλῷ σεμνότερα. Προσήνεγκαν ἐκεῖνοι χρυσόν· προσένεγκε σὺ σωφροσύνην καὶ ἀρετήν· προσήνεγκαν ἐκεῖνοι λιβανωτόν· προσένεγκε σὺ εὐχὰς καθαρὰς, τὰ θυμιάματα τὰ πνευματικά· προσήνεγκαν ἐκεῖνοι σμύρναν· προσένεγκε σὺ ταπεινοφροσύνην καὶ τεταπεινωμένην καρδίαν καὶ ἐλεημοσύνην. Ἂν μετὰ τούτων προσέλθῃς τῶν δώρων, μετὰ ἀδείας ἀπολαύσῃ πολλῆς τῆς ἱερᾶς ταύτης τραπέζης. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο τούτους κινῶ τοὺς λόγους νῦν, ἐπειδὴ οἶδα ὅτι πάντως πολλοὶ κατ' ἐκείνην προσελεύσονται τὴν ἡμέραν, καὶ ἐπιπεσοῦνται τῇ πνευματικῇ ταύτῃ θυσίᾳ. Ἵνα οὖν μηδὲ ἐπὶ κακῷ, μηδὲ ἐπὶ κρίματι τῆς ἡμετέρας ψυχῆς τοῦτο ποιῶμεν, ἀλλὰ ἐπὶ σωτηρίᾳ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ, παντὶ τρόπῳ καθάραντας ἑαυτοὺς οὕτω προσιέναι τοῖς ἱεροῖς μυστηρίοις.
For here also the Master's body will lie, not wrapped in swaddling clothes as then, but clothed round on every side with the Holy Spirit. The initiated know what is being said. Now the Magi only worshipped; whereas you, if you approach with a pure conscience, we shall permit both to receive it and to depart homeward. Draw near, therefore, you also, bringing gifts, not such as they brought, but far more venerable. They offered gold; do you offer sobriety and virtue: they offered frankincense; do you offer pure prayers, the spiritual incense: they offered myrrh; do you offer humility and a humbled heart and almsgiving. If you approach with these gifts, with great confidence you will enjoy this sacred table. For on this account I stir up these words now, since I know that by all means many on that day will come forward and press upon this spiritual sacrifice. In order, therefore, that we may do this neither to the harm nor to the condemnation of our soul, but to salvation, already from this point I solemnly forewarn and exhort you, having cleansed yourselves in every way, thus to approach the sacred mysteries.
δʹ. Καὶ μή μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτη-
4. And let no one say to me, I am full of shame, with si-
PG 48:754Read from the page
μάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον· ἱκανὴ γὰρ τῶν πέντε ἡμερῶν τούτων ἡ προθεσμία, ἐὰν νήφῃς καὶ προσεύχῃ καὶ ἀγρυπνῇς, τὸ πολὺ τῶν ἁμαρτημάτων ὑποτέμνεσθαι. Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπης ὁ Δεσπότης· ἐπειδὴ καὶ Νινευῖται ἐν τρισὶν ἡμέραις τοσαύτην ὀργὴν ἀπεκρούσαντο, καὶ οὐδὲν ἐνεπόδισεν ἡ τοῦ καιροῦ στενοχωρία, ἀλλ' ἴσχυσεν ἡ τῆς ψυχῆς προθυμία τῆς φιλανθρωπίας ἐπιλαβομένη τοῦ Δεσπότου τὸ πᾶν ἐργάσασθαι. Καὶ ἡ πόρνη δὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ προσελθοῦσα τῷ Χριστῷ, τὰ ὀνείδη πάντα ἀπενίψατο, καὶ τῶν Ἰουδαίων ἐγκαλούντων, ὅτι προσήκατο καὶ μετέδωκεν αὐτῇ παῤῥησίας τοσαύτης ὁ Χριστὸς, τοὺς μὲν ἐπεστόμισεν, ἐκείνην δὲ πάντων ἀπαλλάξας τῶν κακῶν, καὶ τῆς σπουδῆς ἀποδεξάμενος, οὕτως ἀπέπεμψε. Τί δήποτε; Ὅτι μετὰ θερμῆς διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ ζεούσης προσῆλθε πίστεως, καὶ τῶν ἁγίων καὶ ἱερῶν ἐκείνων ἥψατο ποδῶν, τοὺς βοστρύχους λύσασα, πηγὰς δακρύων ἐκ τῶν ὀφθαλμῶν ἀφεῖσα, τὸ μύρον κενώσασα.
ns I have my conscience filled, I carry upon me a most heavy burden; for the appointed term of these five days is sufficient, if you are sober and pray and keep vigil, to cut away the greater part of your sins. For do not look to the fact that the time is brief, but consider this, that the Master is loving towards mankind; since the Ninevites also in three days warded off so great a wrath, and the scantness of the time was no hindrance at all, nay, the eagerness of their soul, laying hold of the Master's loving-kindness, availed to accomplish everything. And the harlot also in a brief moment of time, having approached Christ, washed away all her reproaches, and when the Jews brought accusations because Christ received her and granted her a share in such boldness, He stopped their mouths, while her He freed from all her evils, and accepting her earnestness, so sent her away. Why ever so? Because she approached with a fervent mind and a fire-kindled soul and a boiling faith, and touched those holy and sacred feet, having loosed her locks, sending forth fountains of tears from her eyes, and emptying out the ointment.
Δι' ὧν γὰρ ἐγοήτευσε τοὺς ἀνθρώπους, διὰ τούτων τὰ φάρμακα τῆς μετανοίας κατεσκεύασε· δι' ὧν ἀνεπτέρωσε τὰς τῶν ἀκολάστων ὄψεις, διὰ τούτων ἐδάκρυσε· διὰ τῶν πλοκάμων, δι' ὧν ὑπεσκέλισεν εἰς ἁμαρτίαν πολλοὺς, διὰ τούτων τοὺς πόδας ἀπέμαξε τοῦ Χριστοῦ· διὰ τοῦ μύρου, δι' οὗ πολλοὺς ἐδελέασε, διὰ τούτου τοὺς πόδας ἐκείνου ἤλειψε. Καὶ σὺ τοίνυν δι' ὧν παρώξυνας τὸν Θεὸν, διὰ τούτων ἵλεων ποίησον πάλιν. Παρώξυνας αὐτὸν διὰ χρημάτων ἁρπαγῆς; διὰ τούτων αὐτὸν κατάλλαξον, καὶ τὰ ἁρπαγέντα ἀποδοὺς τοῖς ἠδικημένοις, καὶ ἕτερα τούτοις προσεπιδοὺς, εἰπὲ κατὰ τὸν Ζακχαῖον· ἀποδίδωμι τετραπλασίονα ὧν ἥρπασα πάντων. Παρώξυνας διὰ γλώττης καὶ λοιδορίας ὑβρίσας πολλούς; ἐξιλέωσαι διὰ γλώττης πάλιν, εὐχὰς καθαρὰς ἀναπέμπων, εὐλογῶν τοὺς λοιδοροῦντας, ἐγκωμιάζων τοὺς κακῶς λέγοντας, χάριν ὁμολογῶν τοῖς ἀδικοῦσι. Ταῦτα οὐχ ἡμερῶν δεῖται, οὐδὲ ἐνιαυτῶν πολλῶν, ἀλλὰ προαιρέσεως μόνης, καὶ ἐν μιᾷ κατορθοῦται ἡμέρᾳ. Ἀπόστηθι τῆς πονηρίας, ἐπιλαβοῦ τῆς ἀρετῆς, παῦσαι τῆς κακίας, καὶ ὑπόσχου μηκέτι ταῦτα ποιεῖν, καὶ ἀρκεῖ σοι τοῦτο εἰς ἀπολογίαν. Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι, ὅτι τῶν ἁμαρτανόντων ἡμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μείζονα. Φιλάνθρωπος γάρ ἐστι καὶ ἐλεήμων, καὶ καθάπερ ἡ ὠδίνουσα ἐπιθυμεῖ τεκεῖν, οὕτω καὶ αὐτὸς ἐπιθυμεῖ τὸν ἔλεον ἐκχεῖν τὸν ἑαυτοῦ· ἀλλ' αἱ ἁμαρτίαι αἱ ἡμέτεραι τοῦτο διακόπτουσιν. Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶσιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βουλευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβόλαια καὶ συναλλάγματα· τὴν ψυχήν μου βούλομαι σῶσαι. Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἐξῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ
For through the very things whereby she bewitched men, she prepared the medicines of repentance; through the eyes whereby she excited the gazes of the licentious, she wept; through the locks whereby she tripped many into sin, she wiped the feet of Christ; through the ointment whereby she enticed many, she anointed His feet. You also, therefore, through the very things whereby you provoked God, render Him propitious again. Did you provoke Him through plundering of money? Through these things reconcile Him, both restoring what was plundered to those wronged and giving still other things in addition to them; say with Zacchaeus: I restore fourfold of all that I plundered. Did you provoke Him through the tongue, having insulted many with reviling? Propitiate Him through the tongue again, sending up pure prayers, blessing those who revile you, praising those who speak ill of you, giving thanks to those who wrong you. These things do not require many days, nor many years, but purpose alone, and in a single day they are accomplished. Stand aloof from wickedness, lay hold of virtue, cease from vice, and promise to do these things no longer, and this suffices you for a defence. I solemnly testify and pledge that if each of us sinners, standing aloof from his former evils, promises God in truth no longer to touch them, God will seek nothing else for a greater defence. For He is loving towards mankind and merciful, and just as a woman in travail longs to give birth, so too He longs to pour forth His own mercy; but our sins cut this off. Let us, therefore, pull down the partition-wall, and already from this point let us begin the feast, bidding farewell to all things for these five days: away with law-courts, away with council-chambers, let worldly affairs and deeds and contracts go wail; I wish to save my soul. What is a man profited, if he gain the whole world, and suffer the loss of his soul? The Magi went forth from Persia; go forth, you too, from worldly affairs, and journey towards Jesus; not
Notes, col. 754

On the reading

Printed φιλάνθρωπης, for φιλάνθρωπος.