Migne Reading Room

PG 48 · cols. 659–664 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:659Read from the page
φωνῆς ἐξετάζοντες, καὶ διάθεσιν ὄψεως, καὶ ποσότητα γέλωτος. Πρὸς τὸν δεῖνα, φησὶ, δαψιλῶς ἐπεγέλασε, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ μεγάλῃ προσεῖπε τῇ φωνῇ· ἐμὲ δὲ ἔλαττον καὶ ὡς ἔτυχε. Καὶ ἂν πολλῶν συγκαθημένων μὴ πανταχοῦ περιφέρῃ τοὺς ὀφθαλμοὺς διαλεγόμενος, ὕβριν τὸ πρᾶγμά φασιν οἱ πολλοί. Τίς οὖν μὴ λίαν ἰσχυρὸς ὢν τοσούτοις ἂν ἀρκέσειε κατηγόροις, ἢ πρὸς τὸ μηδ' ὅλως γραφῆναι παρ' αὐτῶν, ἢ πρὸς τὸ διαφυγεῖν μετὰ τὴν γραφήν; Δεῖ μὲν γὰρ μηδὲ ἔχειν κατηγόρους· εἰ δὲ τοῦτο ἀδύνατον, ἀπολύεσθαι τὰ παρ' ἐκείνων ἐγκλήματα· εἰ δὲ οὐδὲ τοῦτο εὔπορον, ἀλλὰ τέρπονταί τινες εἰκῆ καὶ ἁπλῶς αἰτιώμενοι, γενναίως πρὸς τὴν τῶν μέμψεων τούτων ἀθυμίαν ἵστασθαι. Ὁ μὲν γὰρ δικαίως ἐγκαλούμενος, κἂν ἐνέγκῃ τὸν ἐγκαλοῦντα ῥᾳδίως· ἐπειδὴ γὰρ οὐκ ἔστι πικρότερός τις τοῦ συνειδότος κατήγορος, διὰ τοῦτο, ὅταν ὑπ' ἐκείνου τοῦ χαλεπωτάτου πρότερον ἁλῶμεν, τοὺς ἔξωθεν ἡμερωτέρους ὄντας εὐκόλως φέρομεν. Ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδέναι πονηρὸν ἔχων, ὅταν ἐγκαλῆται μάτην, καὶ πρὸς ὀργὴν ἐκφέρεται ταχέως, καὶ πρὸς ἀθυμίαν καταπίπτει ῥᾳδίως, ἂν μὴ πρότερον τύχῃ μεμελετηκὼς τὰς τῶν πολλῶν φέρειν ἀνοίας. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συκοφαντούμενον εἰκῆ καὶ καταδικαζόμενον μὴ ταράττεσθαι καὶ πάσχειν τι πρὸς τὴν τοσαύτην ἀλογίαν. Τί ἄν τις λέγοι τὰς λύπας, ἃς ὑπομένουσιν, ἡνίκα ἂν
of voice, and the disposition of countenance, and the amount of laughter. Upon such a one, says a man, he smiled lavishly, and addressed him with a radiant face and a loud voice; whereas me he greeted less warmly and offhandedly. And if, when many are sitting together, he does not turn his eyes everywhere as he converses, the many call the thing an insult. Who then, unless he be exceedingly strong, could suffice against so many accusers, either so as not to be indicted by them at all, or so as to escape after the indictment? For one ought indeed not even to have accusers; or if this be impossible, to clear oneself of the charges brought by them; or if neither is this easy, since certain men delight in making accusations idly and at random, to stand nobly against the despondency arising from these complaints. For he who is justly accused may readily bear with his accuser; for inasmuch as there is no more bitter accuser than conscience, on this account, when we have first been convicted by that severest judge, we easily endure those from without as being milder. Whereas he who has no evil thing on his conscience, when he is accused in vain, is both swiftly carried away to anger and readily sinks into despondency, unless he has previously practised bearing the follies of the multitude. For it is not possible, nay it is not possible, for one slandered idly and condemned not to be troubled and to suffer some pang at such great unreason. What should one say of the sorrows which they endure, whenever
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ.
BOOK THE FOURTH.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΤΕΤΑΡΤῼ ΛΟΓῼ.
THESE THINGS ARE CONTAINED IN THE FOURTH DISCOURSE.
αʹ. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην ὑπομένοντες, ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται.
1. That not only those who are eager to come to the clergy, but also those who undergo compulsion, are severely punished in whatever things they sin.
βʹ. Ὅτι οἱ χειροτονοῦντες ἀναξίους τῆς αὐ⟨…⟩ῆς αὐτοῖς εἰσιν ὑπεύθυνοι τιμωρίας, κἂν ἀγνοῶσι τοὺς χειροτονουμένους.
2. That those who ordain unworthy men are liable to the same punishment as they, even if they are ignorant of those whom they ordain.
γʹ. Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ.
3. That the priest has need of great power in speaking.
δʹ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρασκευάσασθαι χρή.
4. That he must prepare himself against the battles of all men — Greeks, Jews, and heretics.
εʹ Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆς.
5. That he must be exceedingly skilled in dialectic.
ϛʹ. Ὅτι τῷ μακαρίῳ Παύλῳ μάλιστα τοῦτο κατώρθωτο.
6. That by the blessed Paul above all this was accomplished.
ζʹ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπο τοῦ λέγειν.
7. That he became illustrious not from signs alone, but also from speaking.
ηʹ. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν.
8. That he wishes us also to accomplish this.
θʹ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι.
9. That when this is not present in the priest, those under his rule must needs suffer great loss.
αʹ. Ταῦτα ὁ ΒΑΣΙΛΕΙΟΣ ἀκούσας, καὶ μικρὸν ἐπισχὼν, Ἀλλ' εἰ μὲν αὐτὸς ἐσπούδασας, φησὶ, ταύτην κτήσασθαι τὴν ἀρχὴν, εἶχεν ἄν σοι λόγον οὗτος ὁ φόβος. Τὸν γὰρ ὁμολογήσαντα ἐπιτήδειον εἶναι πρὸς τὴν τοῦ πράγματος διοίκησιν τῷ σπουδάσαι λαβεῖν, οὐκ ἔστι μετὰ τὸ πιστευθῆναι ἐν οἷς ἂν σφάλληται καταφεύγειν εἰς ἀπειρίαν. Προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν, τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν, καὶ οὐκ ἔτι ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθὼν, ὅτι Ἄκων τὸ δεῖνα ἥμαρτον, καὶ ἄκων τὸν δεῖνα διέφθειρα. Ἐρεῖ γὰρ πρὸς αὐτὸν ὁ ταύτην αὐτῷ τότε δικάζων τὴν δίκην· καὶ τί δήποτε τοσαύτην σεαυτῷ συνειδὼς ἀπειρίαν, καὶ οὐκ ἔχων διάνοιαν ἱκανὴν πρὸς τὸ μεταχειρίσαι τὴν τέχνην ταύτην ἀναμαρτήτως, ἔσπευσας καὶ ἐτόλμησας μείζονα τῆς οἰκείας δυνάμεως ἀναδέξασθαι πράγματα; τίς ὁ κατ-
Chapter 1. Having heard these things, and having paused a little, BASIL says: Nay, if you yourself had been eager to acquire this office, this fear of yours would hold good reason. For once a man has professed himself fitted for the administration of the matter by being eager to receive it, it is not possible after he has been entrusted with it to take refuge in inexperience in whatever things he stumbles. For he himself has beforehand deprived himself of this defence by running up and seizing the ministry, and he who came to this of his own accord and voluntarily could no longer say: Unwillingly I committed such a sin, and unwillingly I ruined such a man. For He Who shall then sit in judgement upon this case for him will say to him: And why pray, when conscious in yourself of such great inexperience, and not having a mind sufficient to handle this art without fault, did you hasten and dare to undertake affairs greater than your own strength? Who was it that
Notes, col. 659

On the reading

Printed ἀπο, for ἀπὸ.

PG 48:660Read from the page
δέῃ τινὰ τοῦ τῆς Ἐκκλησίας περικόψαι πληρώματος; Εἴθε μὲν οὖν μέχρι λύπης ἵστατο τὸ δεινόν· νῦν δὲ καὶ ὄλεθρος οὐ μικρός. Δέος γὰρ, μήποτε πέρα τοῦ δέοντος κολασθεὶς ἐκεῖνος πάθῃ τοῦτο δὴ τὸ ὑπὸ τοῦ μακαρίου Παύλου λεχθὲν, καὶ Ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ. Πλείστης οὖν κἀνταῦθα δεῖ τῆς ἀκριβείας, ὥστε μὴ τὴν τῆς ὠφελείας ὑπόθεσιν μείζονος αὐτῷ γενέσθαι ζημίας ἀφορμήν. Ὧν γὰρ ἂν ἁμάρτῃ μετὰ τὴν τοιαύτην θεραπείαν ἐκεῖνος, κοινωνεῖ τῆς ἐφ' ἑκάστῳ τούτων ὀργῆς, ὁ μὴ καλῶς τὸ τραῦμα τεμὼν ἰατρός. Πόσας οὖν χρὴ προσδοκᾷν τιμωρίας, ὅταν μὴ μόνον ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἐπλημμέλησεν ἀπαιτῆται λόγον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέροις ἁμαρτηθέντων εἰς τὸν ἔσχατον καθιστῆται κίνδυνον; Εἰ γὰρ τῶν οἰκείων πλημμελημάτων εὐθύνας ὑπέχοντες φρίττομεν, ὡς οὐ δυνησόμενοι τὸ πῦρ ἐκφυγεῖν ἐκεῖνο, τί χρὴ πείσεσθαι προσδοκᾷν τὴν ὑπὲρ τοσούτων ἀπολογεῖσθαι μέλλοντα; Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τοῦ μακαρίου Παύλου λέγοντος, μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἆρα μικρὸς οὗτος ὁ τῆς ἀπειλῆς φόβος; Οὐκ ἔστιν εἰπεῖν. Ἀλλὰ καὶ τοὺς σφόδρα ἀπειθεῖς καὶ σκληροὺς ἱκανὰ ταῦτα πεῖσαι, ὡς οὔτε ἀπονοίᾳ οὔτε φιλοδοξίᾳ ἁλόντες, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότες μόνον, καὶ εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, ταύτην ἐφύγομεν τὴν φυγήν.
it is necessary to cut off anyone from the fulness of the Church? Would that the evil stopped at grief; whereas in fact there is no small destruction also. For there is fear lest, punished beyond what is due, that man should experience the very thing spoken by the blessed Paul, and be swallowed up with overmuch sorrow (2 Cor. 2:7). Here too, therefore, the utmost exactness is needed, lest the matter intended for benefit become to him an occasion of greater harm. For in whatever sins that man commits after such treatment, the physician who did not lance the wound aright shares in the wrath incurred for each of them. How many punishments, then, must one expect, when one is not only demanded an account for the things wherein each has himself transgressed, but is also brought into the utmost peril for the sins committed by others? For if, when undergoing reckonings for our own transgressions, we shudder as being unable to escape that fire, what must we expect him to suffer who is about to render a defence on behalf of so many? And that this is true, hear the blessed Paul saying — nay rather not him, but Christ speaking in him: Obey them that have the rule over you, and submit yourselves; for they watch on behalf of your souls, as they that shall give account (Heb. 13:17). Is this fear of the threat slight? One cannot say so. Yet these things are sufficient to persuade even the exceedingly stubborn and hard-hearted that it was not because we were captivated by arrogance or vainglory, but solely because we feared for ourselves and looked to the vast weight of the undertaking, that we fled this flight.
αναγκάσας; τίς ὁ πρὸς βίαν ἑλκύσας ἀποπηδῶντα καὶ φεύγοντα; Ἀλλ' οὐ σύ γε τούτων οὐδὲν ἀκούσῃ ποτέ· οὔτε αὐτὸς γὰρ ἂν ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι, καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ' ἑτέρων γέγονε τὸ κατόρθωμα. Καὶ ἅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχει συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν τὴν ὑπόθεσιν. (ΧΡΥΣΟΣΤ.) Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλὴν, καὶ μειδιάσας ἠρέμα ἐθαύμαζόν τε αὐτὸν τῆς ἁπλότητος, καὶ πρὸς αὐτὸν ἔλεγον· Ἐβουλόμην καὶ αὐτὸς ταῦτα οὕτως ἔχειν, ὡς ἔφης, ὦ πάντων ἀγαθώτατε σὺ, οὐχ ἵνα δέξασθαι δυνηθῶ τοῦτο, ὅπερ ἔφυγον νῦν. Εἰ γὰρ καὶ μηδεμία μοι προὔκειτο κόλασις ὡς ἔτυχε καὶ ἀπείρως ἐπιμελουμένῳ τῆς ποίμνης τοῦ Χριστοῦ, ἀλλ' ἐμοὶ πάσης τιμωρίας χαλεπώτερον ἦν αὐτὸ τὸ πιστευθέντα πράγματα οὕτω μεγάλα περὶ τὸν πιστεύσαντα οὕτω φανῆναι κακόν. Τίνος οὖν ἕνεκεν ηὐχόμην τὴν δόξαν σου ταύτην μὴ διαπεσεῖν, Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις (οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς, καὶ ἀγνοοῦντας ἁμαρτεῖν), ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὸ σκότος τὸ ἐξώτερον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ τὸ διχοτομηθῆναι, καὶ τὸ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι. Ἀλλὰ τί σοι πάθω; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον, ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος, παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν. Ὁ Σαοὺλ ἐκεῖνος ὁ τοῦ Κεῖς
compelled you? Who was it that dragged you by force while you were leaping back and fleeing? Yet you at least will never hear aught of these things; for neither could you yourself condemn yourself of any such thing, and it is manifest to all that you bestirred yourself neither much nor little on behalf of this honour, but that the achievement has been the work of others. And the very thing that leaves those men no pardon in their sins furnishes you with ample ground for your defence. (CHRYSOSTOM.) At these words I shook my head, and smiling gently I marvelled at him for his simplicity, and said to him: I myself also could have wished that these things stood thus as you said, O best of all men — not that I might be able to accept this office which I have just fled. For even if no punishment lay before me for caring for the flock of Christ at random and unskilfully, yet to me more grievous than any punishment was the very fact of showing myself so base towards Him Who entrusted me, after being entrusted with affairs so great. For what sake, then, did I pray that this opinion of yours might not fall to the ground? So that for those wretched and miserable men (for so one must call those who have not found how to preside well over this charge, even if you say ten thousand times that they were brought to it by compulsion and sin in ignorance) — so that it might be granted to them to escape that unquenchable fire, and the outer darkness, and the worm that never ends, and being cut asunder, and perishing with the hypocrites (Matt. 24:51). Yet what am I to do with you? These things are not so, nay they are not so. And, if you will, from kingship first — of which God takes not so great account as of the priesthood — I shall furnish you proof of what I have said. That famous Saul, the son of Kis,
Notes, col. 660

On the reading

Printed τὴν, for τὸν.

Printed ἔχει, for ἔχειν.

PG 48:661Read from the page
υἱὸς οὐκ αὐτὸς σπουδάσας ἐγένετο βασιλεὺς, ἀλλ' ἀπῆλθε μὲν ἐπὶ τὴν τῶν ὄνων ζήτησιν, καὶ ὑπὲρ τούτων ἐρωτήσων τὸν προφήτην ἤρχετο, ὁ δὲ αὐτῷ περὶ τῆς βασιλείας διελέγετο. Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων· Τίς εἰμι ἐγὼ, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου; Τί οὖν; ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος αὐτὸν ὀργῆς; Καίτοι γε ἐνῆν λέγειν πρὸς τόν Σαμουὴλ ἐγκαλοῦντα αὐτῷ· Μὴ γὰρ αὐτὸς ἐπέδραμον τῇ βασιλείᾳ; μὴ γὰρ ἐπεπήδησα ταύτῃ τῇ δυναστείᾳ; τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῇν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δέ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα. Ἐν ἐκείνῃ μένων τῇ ταπεινότητι εὐκόλως ἂν ταῦτα ἐξέκλινα τὰ προσκρούματα. Οὐ γὰρ δήπου τῶν πολλῶν εἷς ὢν καὶ ἀσήμων ἐπὶ τοῦτο ἂν ἐξεπέμφθην τὸ ἔργον, οὐδ' ἂν ἐμοὶ τὸν πρὸς τοὺς Ἀμαληκίτας πόλεμον ἐνεχείρισεν ὁ Θεός· μὴ ἐγχειρισθεὶς δὲ οὐκ ἄν ποτε ταύτην ἥμαρτον τὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα πάντα ἀσθενῆ πρὸς ἀπολογίαν, οὐκ ἀσθενῆ δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνα, καὶ μᾶλλον ἐκκαίοντα τοῦ Θεοῦ τὴν ὀργήν. Τὸν γὰρ ἐπὶ τὴν ἀξίαν τιμηθέντα οὐκ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπολογίαν χρὴ προβάλλεσθαι τῆς τιμῆς τὸ μέγεθος, ἀλλ' εἰς μείζονος βελτιώσεως προκοπὴν κεχρῆσθαι τῇ πολλῇ περὶ αὐτὸν τοῦ Θεοῦ σπουδῇ. Ὁ δὲ διότι κρείττονος ἔτυχεν ἀξιώματος, διὰ τοῦτο ἁμαρτάνειν αὐτῷ νομίζων ἐξεῖναι, οὐδὲν ἕτερον ἢ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἰτίαν τῶν οἰκείων ἁμαρτημάτων ἐπιδεῖξαι ἐσπούδασεν, ὅπερ τοῖς ἀσεβέσι καὶ ῥᾳθύμως τὸν ἑαυτῶν διοικοῦσι βίον λέγειν ἔθος ἀεί. Ἀλλ' οὐχ ἡμᾶς οὕτω διακεῖσθαι χρὴ, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐκπίπτειν μανίαν, ἀλλὰ πανταχοῦ σπουδάζειν τὰ παρ' ἑαυτῶν εἰσφέρειν εἰς δύναμιν τὴν ἡμετέραν, καὶ εὔφημον καὶ γλῶτταν καὶ διάνοιαν ἔχειν. Οὐδὲ γὰρ ὁ Ἠλὶ (ἵνα τὴν βασιλείαν ἀφέντες ἐπὶ τὴν ἱερωσύνην, περὶ ἧς ἡμῖν ὁ λόγος, ἔλθωμεν νῦν) ἐσπούδασε κτήσασθαι τὴν ἀρχήν. Τί οὖν αὐτὸν τοῦτο, ἡνίκα ἥμαρτεν, ὤνησεν; Καὶ τί λέγω κτήσασθαι; οὐδὲ διαφυγεῖν μὲν οὖν, εἴπερ ἤθελε, δυνατὸν ἦν αὐτῷ διὰ τὴν ἀνάγκην τοῦ νόμου· καὶ γὰρ ἦν τῆς Λευῖ φυλῆς, καὶ τὴν ἀρχὴν διὰ τοῦ γένους ἄνωθεν καταβαίνουσαν ἔδει δέξασθαι. Ἀλλ' ὅμως καὶ οὕτως τῆς τῶν παίδων παροινίας ἔδωκε δίκην οὐ μικράν. Τί δὲ αὐτὸς ὁ πρῶτος γενόμενος τῶν Ἰουδαίων ἱερεὺς, περὶ οὗ τοσαῦτα διελέχθη ὁ Θεὸς τῷ Μωϋσεῖ; Ἐπειδὴ οὐκ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ αδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν; Ἐπειδὴ δὲ Μωϋσέως ἐμνήσθημεν, καλὸν καὶ ἐκ τῶν ἐκείνῳ συμβεβηκότων δεῖξαι τοῦ λόγου τὴν ἀλήθειαν. Αὐτὸς γὰρ οὗτος ὁ μακάριος Μωϋσῆς τοσοῦτον ἀπέσχε τοῦ τὴν προστασίαν ἁρπάσαι τῶν Ἰουδαίων, ὡς καὶ διδομένην παρῃτῆσθαι, καὶ Θεοῦ κελεύοντος ἀνανεῦσαι, καὶ παροξῦναι τὸν προστάττοντα. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα γενόμενος ἐπὶ τῆς ἀρχῆς ὑπὲρ τοῦ ταύτης ἀπαλλαγῆναι ἡδέως ἂν ἀπέθνησκεν· Ἀπόκτεινον γάρ με, φησὶν, εἰ οὕτω μοι μέλλεις ποιεῖν. Τί οὖν, ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην; καὶ πόθεν ἄλλοθεν τῆς ἐπηγγελμένης ἀπεστερεῖτο γῆς; Οὐδαμόθεν ἄλλοθεν, ὡς ἅπαντες ἴσμεν, ἀλλ' ἢ διὰ τὴν ἁμαρτίαν ταύτην,
did not become king through his own eagerness, but went off in search of the she-asses, and came to ask the prophet concerning them, while the prophet discoursed with him concerning the kingship (1 Sam. 9). And not even thus did he run rushing upon it, although hearing it from a man who was a prophet, nay he drew back and begged off, saying: Who am I, and what is my father's house? (1 Sam. 9:21). What then? When he made ill use of the honour given him by God, were these words able to rescue him from the wrath of Him Who made him king? And yet it was open to him to say to Samuel when he accused him: Did I rush upon the kingship of myself? Did I leap upon this sovereignty? I wished to live the life of private men, untroubled and quiet, whereas you dragged me to this dignity. Had I remained in that lowliness, I should easily have avoided these stumblings. For surely, had I been one of the many and obscure, I should not have been sent forth upon this task, nor would God have entrusted to me the war against the Amalekites; and had I not been entrusted with it, I should never have sinned this sin. Yet all these pleas are weak for a defence — and not weak alone, but perilous also, and kindling the more the wrath of God. For he who has been honoured beyond his desert ought not to put forward the greatness of the honour as a defence for his sins, but to use God's great care towards him for advancement in greater improvement. Whereas he who supposes that it is permitted him to sin because he has obtained a higher dignity has striven for naught else than to point to the loving-kindness of God as the cause of his own sins — which is ever the custom of the ungodly and of those who govern their own life carelessly to say. Yet we must not be so disposed, nor fall away into the same madness with them, but everywhere strive to contribute what lies with us according to our strength, and keep both tongue and mind reverent. For neither was Eli (that we may now leave kingship and come to the priesthood, concerning which our discourse is) eager to acquire the office. What then did this profit him when he sinned? Yet why do I say acquire? Nay, he could not even escape it had he wished, on account of the necessity of the law; for he was of the tribe of Levi, and was bound to receive the office descending from above through his lineage. Yet none the less even thus he paid no small penalty for the drunken insolence of his sons. And what of the very man who first became priest of the Jews, concerning whom God spoke so much to Moses? Because he was unable alone to stand against the madness of so great a multitude, did he not come within a little of perishing, had not his brother's intercession loosed the wrath of God (Exod. 32:10)? And since we have made mention of Moses, it is good from the things that befell him also to show the truth of what has been said. For this very blessed Moses was so far from seizing the leadership of the Jews that he even begged off when it was offered (Exod. 4:13), and refused when God commanded, and provoked Him Who gave the charge. And not then alone, but afterwards also, when he had come into the office, he would gladly have died to be rid of it: Kill me, he says, if Thou wilt deal thus with me (Num. 11:15). What then, when he sinned at the water, were these continual refusals able to plead in his defence and persuade God to grant pardon? And from what other cause was he deprived of the promised land (Num. 20:12)? From none other, as we all know, save on account of this sin,
Notes, col. 661

On the reading

Printed τόν, for τὸν.

Printed αδελφοῦ, for ἀδελφοῦ.

PG 48:662Read from the page
δι' ἣν ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ οὐκ ἴσχυσε τῶν αὐτῶν τοῖς ἀρχομένοις τυχεῖν· ἀλλὰ μετὰ τοὺς πολλοὺς ἄθλους καὶ τὰς ταλαιπωρίας, μετὰ τὴν πλάνην ἐκείνην τὴν ἄφατον, καὶ τοὺς πολέμους καὶ τὰ τρόπαια, ἔξω τῆς γῆς ἀπέθνησκεν, ὑπὲρ ἧς τοσαῦτα ἐμόχθησε· καὶ τὰ τοῦ πελάγους ὑπομείνας κατὰ τῶν τοῦ λιμένος οὐκ ἀπήλαυσεν ἀγαθῶν. Ὁρᾷς ὡς οὐ τοῖς ἁρπάζουσι μόνον, ἀλλ' οὐδὲ τοῖς ἐκ τῆς τῶν ἑτέρων σπουδῆς ἐπὶ τοῦτο ἐρχομένοις, λείπεταί τις ἐν οἷς ἂν πταίσωσιν ἀπολογία. Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην, καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρὼν, οὔτε τὸν Ἠλὶ, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστὸν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς· καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίγνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς. Τὸν Ἰούδαν ὁ Θεὸς ἐξελέξατο, καὶ εἰς τὸν ἅγιον ἐκεῖνον κατέλεξε χορὸν, καὶ τὴν ἀποστολικὴν ἀξίαν μετὰ τῶν λοιπῶν ἐνεχείρισεν· ἔδωκε δέ τι καὶ τῶν ἄλλων πλέον αὐτῷ, τὴν τῶν χρημάτων οἰκονομίαν. Τί οὖν; ἐπειδὴ τούτοις ἀμφοτέροις ἐναντίως ἐχρήσατο, καὶ ὃν ἐπιστεύθη κηρύττειν προὔδωκε, καὶ ἃ καλῶς διοικεῖν ἐνεχειρίσθη, ταῦτα ἀνήλωσε κακῶς, ἐξέφυγε τὴν τιμωρίαν; Δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ χαλεπωτέραν ἑαυτῷ τὴν δίκην εἰργάσατο· καὶ μάλα γε εἰκότως. Οὐ γὰρ εἰς τὸ τῷ Θεῷ προσκρούειν δεῖ κατακεχρῆσθαι ταῖς παρὰ Θεοῦ διδομέναις τιμαῖς, ἀλλ' εἰς τὸ μᾶλλον ἀρέσκειν αὐτῷ. Ὁ δὲ, ἐπειδὴ πλέον τετίμηται, διὰ τοῦτο ἀξιῶν ἀποφυγεῖν, ἐν οἷς ἂν κολάζεσθαι δέῃ, παραπλήσιον ποιεῖ ὥσπερ ἂν εἴ τις καὶ τῶν ἀπίστων Ἰουδαίων ἀκούσας τοῦ Χριστοῦ λέγοντος ὅτι, Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· καὶ εἰ μὴ τὰ σημεῖα ἐποίουν ἐν αὐτοῖς, ἃ μηδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, ἐγκαλοίη τῷ Σωτῆρι καὶ εὐεργέτῃ λέγων· Τί γὰρ ἤρχου καὶ ἐλάλεις; τί δὲ ἐποίεις σημεῖα, ἵνα μειζόνως ἡμᾶς κολάσῃς; Ἀλλὰ μανίας τὰ ῥήματα ταῦτα, καὶ τῆς ἐσχάτης παραπληξίας. Ὁ γὰρ ἰατρὸς οὐχ ἵνα σε κατακρίνῃ ἦλθεν, ἀλλὰ μᾶλλον θεραπεύσων· οὐχ ἵνα σε νοσοῦντα παρίδῃ, ἀλλ' ἵνα σε ἀπαλλάξῃ τῆς νόσου τέλεον. Σὺ δὲ σαυτὸν ἑκὼν ἀπεστέρησας τῶν ἐκείνου χειρῶν· δέχου τοίνυν χαλεπωτέραν τὴν τιμωρίαν. Ὥσπερ γὰρ εἰ εἶξας τῇ θεραπείᾳ, καὶ τῶν προτέρων ἂν ἀπηλλάγης κακῶν, οὕτως ἐπειδὴ παραγενόμενον ἰδὼν ἔφυγες, οὐκ ἔτι ἀπονίψασθαι ταῦτα δυνήσῃ, μὴ δυνάμενος δὲ καὶ τούτων δώσεις τὴν τιμωρίαν· καὶ ἀνθ' ὧν αὐτῷ ματαίαν τὴν σπουδὴν ἐποίησας, τό γε μέρος τὸ σὸν, διὰ ταῦτα οὐκ ἴσην πρὸ τοῦ τιμηθῆναι παρὰ τοῦ Θεοῦ καὶ μετὰ τὰς τιμὰς τὴν βάσανον ὑπομένομεν, ἀλλὰ πολλῷ σφοδρότερον ὕστερον. Ὁ γὰρ μηδὲ τῷ παθεῖν εὖ γενόμενος ἀγαθὸς πικροτέρως δίκαιος ἂν εἴη κολάζεσθαι. Ἐπεὶ οὖν ἀσθενὴς ἡμῖν αὕτη ἡ ἀπολογία δέδεικται, καὶ οὐ μόνον οὐ σώζει τοὺς εἰς αὐτὴν καταφεύγοντας, ἀλλὰ καὶ προδίδωσι πλέον, ἑτέραν ἡμῖν ποριστέον ἀσφάλειαν.
on account of which that wonderful man was unable to obtain the same things as those under his rule; nay, after his many labours and hardships, after that unutterable wandering, and the wars and trophies, he died outside the land on behalf of which he had toiled so much; and after enduring the ills of the open sea, he did not enjoy the good things of the haven. You see how not only to those who seize the office, but even to those who come to it through the zeal of others, no defence is left in whatever things they stumble. For where those who repeatedly begged off when God Himself was ordaining them paid so great a penalty, and nothing availed to rescue from this peril either Aaron, or Eli, or that blessed man — the saint, the prophet, the wonderful one, the meekest of all men upon the earth (Num. 12:3), who spoke to God as a friend (Exod. 33:11) — scarcely indeed for us, who fall so far short of his virtue, will the consciousness in ourselves of having striven not at all on behalf of this office be able to suffice for a defence; and most of all when many of these ordinations come to pass not from divine grace, but from the zeal of men. God chose Judas, and enrolled him in that holy choir, and entrusted to him the apostolic dignity along with the rest; nay, He gave him something more also than the others, namely the stewardship of the moneys (John 12:6). What then? When he made a contrary use of both of these, and betrayed Him Whom he had been entrusted to proclaim, and ill spent those funds which he had been entrusted to administer well, did he escape punishment? Nay, on this very account he wrought for himself a more severe penalty; and most reasonably so. For one ought not to abuse the honours given by God towards offending God, but rather towards pleasing Him the more. And he who claims, because he has been honoured the more, to escape in those things for which he ought to be punished acts just as if one of the unbelieving Jews, on hearing Christ say: If I had not come and spoken unto them, they had not had sin; and if I had not done among them the signs which none other man did, they had not had sin (John 15:22, 24), were to accuse the Saviour and Benefactor, saying: Why then didst Thou come and speak? And why didst Thou work signs, that Thou mightest punish us the more? Nay, these are the words of madness and of the utmost derangement. For the Physician came not that He might condemn you, but rather to heal you; not that He might overlook you in your sickness, but that He might rid you wholly of the disease. Yet you of your own accord deprived yourself of His hands; receive, therefore, a more severe punishment. For just as, had you yielded to the treatment, you would have been rid of your former ills also, so, because you fled on seeing Him come, you will no longer be able to wash these stains away, and being unable, you will pay the penalty for these also; and because you made His care vain, so far as lay in your part, on this account we do not undergo an equal torment before being honoured by God and after the honours, but far more vehemently afterwards. For he who has not become good even by receiving kindness would justly be punished more bitterly. Since, then, this defence has been shown to be weak for us, and not only fails to save those who take refuge in it, but even betrays them the more, we must provide ourselves with another safety.
Ποίαν δὴ ταύτην; ὁ ΒΑΣΙΛΕΙΟΣ ἔφη, ὡς ἔγωγε οὐδὲ ἐν ἐμαυτῷ δύναμαι εἶναι νῦν, οὕτω με ἔμφοβον καὶ ἔντρομον τοῖς ῥήμασι κατέστησας τούτοις. ΧΡΥΣΟΣΤ. Μὴ, δέομαι, ἔφην, καὶ ἀντιβολῶ, μὴ τοσοῦτον καταβάλῃς σαυτόν. Ἔστι γὰρ, ἔστιν ἀσφάλεια τοῖς μὲν ἀσθενέ⟨…⟩ιν ἡμῖν τὸ μηδέποτε ἐμπεσεῖν, ὑμῖν δὲ τοῖς ἰσχυροῖς
What safety, pray, is this? said BASIL; for I for my part cannot even be in possession of myself now, so full of fear and trembling have you rendered me by these words. CHRYSOSTOM. Do not, I beg and beseech you, said I, cast yourself down so much. For there is, yea there is a safety: for us who are weak, never to fall into this office at all, while for you who are strong,
Notes, col. 662

On the reading

Printed κατὰ, for κακὰ.

PG 48:663Read from the page
τὸ τὰς ἐλπίδας τῆς σωτηρίας εἰς ἕτερον μὲν ἀνηρτῆσθαι μηδὲν μετὰ τὴν τοῦ Θεοῦ χάριν, ἀλλ' ἢ εἰς τὸ μηδὲν ἀνάξιον πράττειν τῆς δωρεᾶς ταύτης καὶ τοῦ δεδωκότος αὐτὴν Θεοῦ. Μεγίστης μὲν γὰρ ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ τὸ δι' οἰκείας σπουδῆς ταύτης ἐπιτυχεῖν τῆς ἀρχῆς, ἢ διὰ ῥᾳθυμίαν, ἢ διὰ πονηρίαν, ἢ καὶ δι' ἀπειρίαν κακῶς κεχρημένοι τῷ πράγματι. Οὐ μὴν διὰ τοῦτο τοῖς οὐκ ἐσπουδακόσι καταλείπεταί τις συγγνώμη, ἀλλὰ καὶ οὗτοι πάσης ἀπολογίας ἐστέρηνται. Δεῖ γὰρ, οἶμαι, κἂν μυρίοι καλῶσι καὶ καταναγκάζωσι, μὴ πρὸς ἐκείνους ὁρᾷν, ἀλλὰ πρότερον τὴν ἑαυτοῦ βασανίσαντα ψυχὴν, καὶ πάντα διερευνησάμενον ἀκριβῶς, οὕτως εἶξαι τοῖς βιαζομένοις. Νῦν δὲ οἰκίαν μὲν οἰκοδομήσασθαι οὐδεὶς ἂν ὑποσχέσθαι τολμήσειε τῶν οὐκ ὄντων οἰκοδομικῶν, οὐδὲ σωμάτων ἅψασθαι νενοσηκότων ἐπιχειρήσειεν ἄν τις τῶν ἰατρεύειν οὐκ εἰδότων, ἀλλὰ κἂν πολλοὶ οἱ πρὸς βίαν ὠθοῦντες ὦσι, παραιτήσεται, καὶ οὐκ ἐρυθριάσει τὴν ἄγνοιαν· ψυχῶν δὲ ἐπιμέλειαν μέλλων πιστεύεσθαι τοσούτων οὐκ ἐξετάσει πρότερον ἑαυτὸν, ἀλλὰ, κἂν ἁπάντων ἀπειρότατος ᾖ, δέξεται τὴν διακονίαν, ἐπειδὴ ὁ δεῖνα κελεύει, καὶ ὁ δεῖνα βιάζεται, καὶ ἵνα μὴ προσκρούσῃ τῷ δεῖνι; Καὶ πῶς οὐκ εἰς προῦπτον ἑαυτὸν μετ' ἐκείνων ἐμβαλεῖ κακόν; Ἐξὸν γὰρ αὐτῷ σώζεσθαι καθ' ἑαυτὸν, νῦν καὶ ἑτέρους προσαπόλλυσι μεθ' ἑαυτοῦ. Πόθεν γὰρ ἔστιν ἐλπίσαι σωτηρίαν; πόθεν συγγνώμης τυχεῖν; τίνες ἡμᾶς ἐξαιτήσονται τότε; οἱ βιαζόμενοι νῦν ἴσως καὶ πρὸς ἀνάγκην ἕλκοντες; αὐτοὺς δὲ τούτους τίς κατ' ἐκεῖνον διασώσει τὸν καιρόν; καὶ γὰρ καὶ αὐτοὶ προσδέονται ἑτέρων, ἵνα διαφύγωσι τὸ πῦρ. Ὅτι δέ σε οὐ δεδιττόμενος ταῦτα λέγω νῦν, ἀλλ' ὡς ἔχει τὸ πρᾶγμα ἀληθείας, ἄκουε τί τῷ μαθητῇ φησιν ὁ μακάριος Παῦλος Τιμοθέῳ, τῷ γνησίῳ τέκνῳ καὶ ἀγαπητῷ· Χεῖρας ταχέως μηδένι ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Εἶδες ὅσης τοὺς μέλλοντας ἡμᾶς ἐπὶ τοῦτο παράγειν οὐ μέμψεως μόνον, ἀλλὰ καὶ τιμωρίας τό γε ἡμέτερον ἀπηλλάξαμεν μέρος;
that the hopes of salvation should hang upon nothing else after the grace of God, save upon doing nothing unworthy of this gift and of God Who has bestowed it. For worthy of the greatest punishment would they be who, after obtaining this office through their own eager effort, have made ill use of the matter either through sloth, or through wickedness, or even through inexperience. Yet not on this account is any pardon left to those who have not sought it, but they too are deprived of all defence. For one ought, I think, even though ten thousand call and compel him, not to look to them, but first having tested his own soul, and having searched out all things accurately, only thus to yield to those who use force. Yet now no one not skilled in building would dare promise to build a house, nor would anyone ignorant of healing attempt to touch diseased bodies, but even if many push him by force, he will decline, and will not blush at his ignorance; yet when about to be entrusted with the care of so many souls, will he not first examine himself, but, even though he be the most inexperienced of all, accept the ministry, because such a one bids, and such a one uses force, and lest he offend such a one? And how will he not cast himself with them into manifest mischief? For whereas he might be saved by himself, he now destroys others besides along with himself. For whence may one hope for salvation? whence obtain pardon? who will beg us off then? Perhaps those who now force us and drag us by necessity? Yet who will save these very men at that season? for they too need others in order to escape the fire. And that I speak these things now not to frighten you, but as the matter truly stands, hear what the blessed Paul says to his disciple Timothy, his true and beloved child: Lay hands hastily on no one, nor share in another's sins. Do you see from how great not blame only, but also punishment, so far as lies with us, we have freed those who were about to bring us forward to this?
βʹ. Ὥσπερ γὰρ τοῖς αἱρεθεῖσιν οὐκ αὔταρκες πρὸς ἀπολογίαν τὸ λέγειν· οὐκ αὐτόκλητος ἦλθον, οὐδὲ προειδὼς οὐκ ἀπέφυγον· οὕτως οὐδὲ τοὺς χειροτονοῦντας ὠφελῆσαί τι δύναται, εἰ λέγοιεν τὸν χειροτονηθέντα ἀγνοεῖν, ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται, ὅτι ὃν ἠγνόουν παρήγαγον, καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν. Πῶς γὰρ οὐκ ἄτοπον, ἀνδράποδον μὲν πρίασθαι βουλομένους καὶ ἰατροῖς ἐπιδεικνύναι, καὶ τῆς πράσεως ἐγγυητὰς ἀπαιτεῖν, καὶ γειτόνων πυνθάνεσθαι, καὶ μετὰ ταῦτα πάντα μηδέπω θαρρεῖν, ἀλλὰ καὶ χρόνον πολὺν πρὸς δοκιμασίαν αἰτεῖν· εἰς δὲ τοσαύτην λειτουργίαν μέλλοντάς τινα ἐγγράφειν, ἁπλῶς καὶ ὡς ἔτυχεν, ἂν τῷ δεῖνι δόξῃ, πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἑτέρων μαρτυρῆσαι, ἐγκρίνειν, μηδεμίαν ποιουμένους ἑτέραν ἐξέτασιν; Τίς οὖν ἡμᾶς ἐξαιτήσεται τότε, τῶν ὀφειλόντων προστῆναι καὶ αὐτῶν προστατῶν δεομένων; Δεῖ μὲν οὖν καὶ τὸν χειροτονεῖν μέλλοντα πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, πολλῷ δὲ πλείονα τούτου τὸν χειροτονούμενον. Εἰ γὰρ καὶ κοινωνοὺς ἔχει τῆς κολάσεως τοὺς ἑλομένους ἐν οἷς ἂν ἁμάρτῃ, ἀλλ' ὅμως οὐδὲ αὐτὸς ἀπήλλακται τῆς τιμωρίας, ἀλλὰ καὶ μείζονα δίδωσι· μόνον εἰ μὴ διά τινα ἀνθρωπίνην αἰτίαν παρὰ τὸ φανὲν αὐτοῖς εὔλογον ἔπραξαν οἱ ἑλόμενοι. Εἰ γὰρ ἐν τούτῳ
Chapter II. For just as for those who have been chosen it does not suffice for a defence to say: I did not come uninvited, nor did I know beforehand and fail to flee; so neither can it profit those who ordain anything, if they should say they did not know him who was ordained, but on this account the accusation becomes even greater, that they brought forward one whom they did not know, and what seems to be a defence increases the charge. For how is it not absurd, that when men wish to buy a slave, they both show him to physicians, and demand sureties for the sale, and inquire of neighbours, and after all these things do not yet feel confident, but ask also a long time for testing; yet when about to enrol someone into so great a ministry, simply and at random, if it seem good to such a one to bear witness out of favour or out of enmity towards others, they approve him, making no other examination? Who then will beg us off at that time, when those who ought to preside and protect us themselves stand in need of protectors? Both he who is about to ordain, therefore, must make an ample inquiry, and much more than he, the man who is being ordained. For even if he has those who chose him as sharers in his punishment in whatever sins he may commit, nevertheless neither is he himself exempt from retribution, but even pays a greater penalty; unless indeed those who chose him acted from some human motive contrary to what appeared reasonable to them. For if in this
Notes, col. 663

On the reading

Printed μηδένι, for μηδενὶ.

PG 48:664Read from the page
φωραθεῖεν, καὶ τὸν ἀνάξιον εἰδότες διά τινα πρόφασιν αὐτὸν παρήγαγον, ἐξ ἴσης τὰ τῶν κολαστηρίων αὐτοῖς· τάχα δὲ καὶ μείζονα τῷ τὸν οὐκ ἐπιτήδειον καταστήσαντι. Ὁ γὰρ τὴν ἐξουσίαν παρασχὼν τῷ βουλομένῳ διαφθεῖραι τὴν Ἐκκλησίαν, οὗτος ἂν εἴη τῶν ὑπ' ἐκείνου τολμηθέντων αἴτιος. Εἰ δὲ τούτων μὲν οὐδενὶ γένοιτο ὑπεύθυνος, ἀπὸ δὲ τῆς τῶν πολλῶν ὑπολήψεως ἠπατῆσθαι λέγοι, ἀτιμώρητος μὲν οὐδὲ οὕτω μένοι, ὀλίγῳ δὲ ἐλάττονα τοῦ χειροτονηθέντος δίδωσι δίκην. Τί δήποτε; Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψευδοῦς ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν· ὁ δὲ αἱρεθεὶς οὐκ ἔτι ἂν δύναιτο λέγειν, ὅτι Ἠγνόουν ἐμαυτὸν, καθάπερ αὐτὸν ἕτεροι. Ὡς οὖν βαρύτερον μέλλοντα κολάζεσθαι τῶν παραγαγόντων, οὕτως ἀκριβέστερον αὐτῶν χρὴ ποιεῖσθαι τὴν ἑαυτοῦ δοκιμασίαν· κἂν ἀγνοοῦντες ἕλκωσιν ἐκεῖνοι, προσιόντα διδάσκειν ἀκριβῶς τὰς αἰτίας, δι' ὧν ἠπατημένους παύσει, καὶ ἀνάξιον ἑαυτὸν τῆς δοκιμασίας ἀποδείξας ἐκφεύξεται τοσούτων πραγμάτων ὄγκον. Διὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τίς ἀπειλήσῃ θανάτους; Ἢ δῆλον ὅτι τὸν ἐκ τῆς ἀπειρίας προορώμενοι κίνδυνον ἕκαστος. Εἶτα, ὅπου μὲν ἡ ζημία περὶ μικρῶν, τοσαύτῃ χρησόμεθα προνοίᾳ, καὶ οὐκ εἴξομεν τῇ τῶν βιαζομένων ἀνάγκῃ· ὅπου δὲ ἡ κόλασις αἰώνιος τοῖς οὐκ εἰδόσι μεταχειρίζειν ἱερωσύνην, ἁπλῶς καὶ ὡς ἔτυχε τοσοῦτον ἀναδεξόμεθα κίνδυνον, τὴν ἑτέρων προβαλλόμενοι βίαν; Ἀλλ' οὐκ ἀνέξεται ταῦτα ὁ τότε κρίνων ἡμᾶς. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλείω τῶν σαρκικῶν περὶ τὰ πνευματικὰ τὴν ἀσφάλειαν ἐπιδείξασθαι· νῦν δὲ οὐδὲ ἴσην εὑρισκόμεθα παρεχόμενοι. Εἰπὲ γάρ μοι, εἴ τινα ὑποπτεύσαντες ἄνδρα εἶναι τεκτονικὸν οὐκ ὄντα τεκτονικὸν πρὸς τὴν ἐργασίαν καλοῖμεν, αὐτὸς δὲ ἕποιτο, εἶτα ἁψάμενος τῆς πρὸς τὴν οἰκοδομὴν παρεσκευασμένης ὕλης, ἀφανίζοι μὲν ξύλα, ἀφανίζοι δὲ λίθους, ἐργάζοιτο δὲ τὴν οἰκίαν οὕτως, ὡς εὐθέως καταπεσεῖν, ἆρα ἀρκέσει πρὸς ἀπολογίαν αὐτῷ τὸ παρ' ἑτέρων ἠναγκάσθαι, καὶ μὴ αὐτεπάγγελτον ἥκειν; Οὐδαμῶς· καὶ μάλα γε εἰκότως καὶ δικαίως. Ἐρχῆν γὰρ, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Εἶτα τῷ μὲν ξύλα ἀφανίζοντι καὶ λίθους οὐδεμία ἔσται καταφυγὴ πρὸς τὸ μὴ δοῦναι δίκην· ὁ δὲ τὰς ψυχὰς ἀπολλὺς, καὶ οἰκοδομῶν ἀμελῶς, τὴν ἑτέρων ἀνάγκην ἀποχρῆν αὐτῷ πρὸς τὸ διαφυγεῖν οἴεται; καὶ πῶς οὐ λίαν εὔηθες; Οὔπω γὰρ προστίθημι, ὅτι τὸν μὴ βουλόμενον οὐδεὶς ἀναγκάσαι δυνήσεται. Ἀλλ' ἔστω μυρίαν αὐτὸν ὑπομεμενηκέναι βίαν, καὶ μηχανὰς πολυτρόπους, ὥστε ἐμπεσεῖν· τοῦτο οὖν αὐτὸν ἐξαιρήσεται τῆς κολάσεως; Μὴ, παρακαλῶ, μὴ ἐπὶ τοσοῦτον ἀπατῶμεν ἑαυτοὺς, μηδὲ ὑποκρινώμεθα ἀγνοεῖν τὰ καὶ τοῖς ἄγαν παισὶ φανερά. Οὐ γὰρ δήπου καὶ ἐπὶ τῶν εὐθυνῶν αὕτη τῆς ἀγνοίας ἡ προσποίησις ἡμᾶς ὠφελῆσαι δυνήσεται. Οὐκ ἐσπούδασας αὐτὸς ταύτην δέξασθαι τὴν ἀρχὴν, ἀσθένειαν σεαυτῷ συνειδώς; εὖ καὶ καλῶς. Ἐχρῆν οὖν μετὰ τῆς αὐτῆς προαιρέσεως, καὶ ἑτέρων καλούντων, ἀποπηδᾷν. Ἢ ὅτε μὲν οὐδεὶς ἐκάλει, ἀσθενὴς σὺ καὶ οὐκ ἐπιτήδειος· ἐπεὶ δὲ εὑρέθησαν οἱ δώσοντες τὴν τιμὴν, γέγονας ἐξαίφνης ἰσχυρός; Γέλως ταῦτα καὶ λῆρος καὶ τῆς ἐσχάτης ἄξια τιμωρίας. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος παραινεῖ, μὴ
they should be detected, and knowing him to be unworthy brought him forward on some pretext, their share of the torments will be equal; perhaps even greater for him who appointed an unfit man. For he who gave authority to one wishing to corrupt the Church would be the cause of the things dared by that man. Yet if he be liable for none of these things, and say that he was deceived by the opinion of the many, neither thus does he remain unpunished, though he pays a penalty slightly less than he who was ordained. Why ever so? Because it is likely that those who chose him came to this deceived by a false reputation; whereas he who was chosen could no longer say, I did not know myself, just as others did not know him. As one about to be punished more severely than those who brought him forward, therefore, he ought to make the testing of himself more exact than theirs; and even if they drag him in ignorance, he ought to come forward and teach them accurately the reasons whereby he will put an end to their deception, and by showing himself unworthy of approval will escape the burden of so many affairs. For why, when deliberation is set forth concerning warfare and commerce and husbandry and the other affairs of this life, would neither the husbandman choose to sail, nor the soldier to till the ground, nor the pilot to serve as a soldier, even though someone threaten ten thousand deaths? Clearly because each foresees the danger arising from inexperience. Then, where the loss concerns trifles, shall we employ such great forethought, and not yield to the constraint of those who force us; yet where punishment is eternal for those who do not know how to handle the priesthood, shall we simply and at random take upon ourselves so great a peril, putting forward the violence of others? Nay, He Who will then judge us will not endure these things. For we ought to have displayed far greater caution concerning spiritual things than carnal ones; yet now we are found affording not even an equal measure. For tell me, if, suspecting some man to be a builder when he is not a builder, we were to call him to the work, and he were to follow, and then, laying hold of the material prepared for the building, were to ruin the timbers and ruin the stones, and build the house in such a way that it collapsed streightway, will it suffice him for a defence that he was compelled by others, and did not come unbidden? By no means; and most reasonably and justly so. For he ought, even when others called him, to have leapt away. Then shall there be no refuge from paying the penalty for the man who ruins timbers and stones; while he who destroys souls, and builds carelessly, supposes that the constraint of others suffices him for escaping? And how is that not utterly foolish? For I do not yet add that no one will be able to compel him who is unwilling. Yet grant that he has endured ten thousandfold violence and manifold devices so as to fall in; will this then rescue him from punishment? Let us not, I beseech you, let us not deceive ourselves to such a degree, nor pretend to be ignorant of things manifest even to very young children. For surely at the reckoning this pretence of ignorance will not be able to profit us. Did you not eagerly seek to receive this office yourself, being conscious of your own weakness? Well and good. With the same resolve, therefore, even when others called you, you ought to have leapt away. Or when no one called you, were you weak and unfit; yet when those who would bestow the honour were found, did you suddenly become strong? These things are laughter and nonsense, and worthy of the utmost retribution. For on this account the Lord also exhorts that
Notes, col. 664

On the reading

Printed Ἐρχῆν, for Ἐχρῆν.