Migne Reading Room

PG 48 · cols. 653–658 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:653Read from the page
ἱερατικὴν ἀναβαίνωσιν ἀξίαν; Ἔτι οὖν ζητήσομεν, εἰπέ μοι, τοῦ Θεοῦ τῆς ὀργῆς τὴν αἰτίαν, πράγματα οὕτως ἅγια καὶ φρικωδέστατα ἀνθρώποις τοῖς μὲν πονηροῖς, τοῖς δὲ οὐδενὸς ἀξίοις λυμαίνεσθαι παρέχοντες; Ὅταν γὰρ οἱ μὲν τῶν μηδὲν αὐτοῖς προσηκόντων, οἱ δὲ τῶν πολλῷ μειζόνων τῆς οἰκείας δυνάμεως προστασίαν ἐμπιστευθῶσιν, οὐδὲν εὐρίπου τὴν ἐκκλησίαν διαφέρειν ποιοῦσιν.
priestly dignity? Shall we still inquire, tell me, after the cause of God's wrath, when we give over matters so holy and most awe-inspiring to be marred by men who are partly wicked and partly worthless? For whenever some are entrusted with the presidency of affairs nowise befitting them, and others with things far exceeding their own strength, they make the church differ in nothing from a tidal strait.
Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων, ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ' ἀπὸ τῶν χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας· ἐπεὶ δὲ ἤκουσα, ὅτι αὕτη ἡ ἀλογία καὶ εἰς τὰ ἡμέτερα εἰσεκώμασεν, οὐκ ἔτι ὁμοίως ἐποιούμην τὸ πρᾶγμα δεινόν. Τί γὰρ θαυμαστὸν, ἀνθρώπους βιωτικοὺς, καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας, καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ' ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες, ὡς περὶ πλέθρων γῆς, ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις, ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν, καὶ ἄνθρωπος γενέσθαι, καὶ δούλου μορφὴν λαβεῖν, καὶ ἐμπτυσθῆναι, καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρητήσατο ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς; Καὶ οὐδὲ μέχρι τούτων οὗτοι ἵστανται μόνον, ἀλλὰ καὶ ἕτερα προστιθέασιν ἀτοπώτερα· οὐ γὰρ τοὺς ἀναξίους ἐγκρίνουσι μόνον, ἀλλὰ καὶ τοὺς ἐπιτηδείους ἐκβάλλουσιν. Ὥσπερ γὰρ δέον ἀμφοτέρωθεν λυμήνασθαι τῆς Ἐκκλησίας τὴν ἀσφάλειαν, ἢ ὥσπερ οὐκ ἀρκούσης τῆς προτέρας προφάσεως, ἐκκαῦσαι τοῦ Θεοῦ τὴν ὀργὴν, οὕτω τὴν δευτέραν συνῆψαν, οὐχ ἧττον οὖσαν χαλεπήν. Καὶ γὰρ ἐξ ἴσης οἶμαι εἶναι δεινὸν, τό τε τοὺς χρησίμους ἀπείργειν, καὶ τὸ τοὺς ἀχρείους εἰσωθεῖν. Καὶ τοῦτο δὴ γίνεται, ἵνα μηδαμόθεν παραμυθίαν εὑρεῖν μηδὲ ἀναπνεῦσαι δυνηθῇ τοῦ Χριστοῦ τὸ ποίμνιον. Ταῦτα οὖν οὐ μυρίων ἄξια σκηπτῶν; ταῦτα οὐ γεέννης σφοδροτέρας, οὐ ταύτης μόνον τῆς ἠπειλημένης ἡμῖν; Ἀλλ' ὅμως ἀνέχεται καὶ φέρει τὰ τοσαῦτα κακὰ ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Καὶ πῶς ἄν τις αὐτοῦ τὴν φιλανθρωπίαν θαυμάσειε; πῶς ἂν ἐκπλαγείη τὸν ἔλεον; Οἱ τοῦ Χριστοῦ τὰ τοῦ Χριστοῦ διαφθείρουσιν ἐχθρῶν καὶ πολεμίων μᾶλλον, ὁ δὲ ἀγαθὸς ἔτι χρηστεύεται καὶ εἰς μετάνοιαν καλεῖ. Δόξα σοι, Κύριε, δόξα σοι· πόση φιλανθρωπίας ἄβυσσος παρὰ σοί! πόσος ἀνεξικακίας πλοῦτος! Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ εὐτελῶν καὶ ἀτίμων ἔντιμοι καὶ περίβλεπτοι γεγονότες τῇ τιμῇ κατὰ τοῦ τετιμηκότος κέχρηνται, καὶ τολμῶσι τὰ ἀτόλμητα, καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, τοὺς σπουδαίους ἀπωθούμενοι καὶ ἐκβάλλοντες, ἵνα ἐν ἠρεμίᾳ πολλῇ καὶ μετὰ ἀδείας τῆς ἐσχάτης οἱ πονηροὶ πάντα, ὅσαπερ ἂν ἐθέλωσιν, ἀνατρέπωσι. Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις· τὴν μὲν γὰρ ῥίζαν, καὶ ὡς ἄν τις εἴποι, μητέρα μίαν ἔχουσι, τὴν βασκανίαν· αὗται δὲ οὐ μιᾶς εἰσιν ἰδέας, ἀλλὰ διεστήκασιν. Ὁ μὲν γὰρ ἐπειδὴ νέος ἐστὶν, ἐκβαλλέσθω, φησίν· ὁ δὲ, ἐπειδὴ κολακεύειν οὐκ οἶδεν· ὁ δὲ, ἐπειδὴ τῷ δεῖνι προσέκρουσεν· καὶ ὁ μὲν, ἵνα μὴ ὁ δεῖνα λυπῆται, τὸν μὲν ὑπ' αὐτοῦ δοθέντα ἀποδοκιμασθέντα, τοῦτον δὲ ἐγκεκριμένον ὁρῶν· ὁ δὲ, ἐπειδὴ χρηστός ἐστι καὶ ἐπιεικής· ὁ δὲ, ἐπειδὴ τοῖς ἁμαρτάνουσι φοβερὸς, ὁ δὲ δι' ἄλλην αἰτίαν τοιαύτην. Οὐδὲ γὰρ ἀποροῦσι προφάσεων, ὅσων ἂν ἐθέλωσιν· ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἔστιν αὐτοῖς αἰτιᾶσθαι, ὅταν μηδὲν
For my part, I formerly used to deride outside rulers because they make their distributions of honours not on the basis of virtue in men's souls, rather from wealth, length of years, and human patronage; yet when I heard that this unreason had burst in like a drunken revel upon our own affairs as well, I no longer deemed their conduct equally dreadful. For what wonder is it if worldly men, enamoured of glory from the multitude and doing everything for the sake of money, commit such sins, when those who profess to have freed themselves from all these things are no better disposed than they, rather, while engaged in a contest over heavenly things, as though their deliberation concerned acres of land or some other such matter, take mere common men from the herd and set them over things for whose sake the only-begotten Son of God did not refuse to empty Himself of His glory, become man, take the form of a servant, be spat upon, be struck on the cheek, and die a shameful death in the flesh? And not even at this point do these men halt, rather they add other things more absurd still: for not only do they admit the unworthy, they also cast out the fit. As though it were needful to mar the safety of the Church from both sides, or as though the former ground did not suffice to kindle God's wrath, they have joined to it the second, which is no less grievous. For I think it equally dreadful both to debar the useful and to thrust in the useless. And this very thing comes to pass so that Christ's flock may find consolation from no quarter nor be able to catch its breath. Do not these things, then, deserve ten thousand thunderbolts? Do they not deserve a fiercer Gehenna than even that which is threatened to us? Yet nonetheless He Who wills not the death of the sinner, rather that he turn back and live, bears with and endures evils so great. And how could anyone marvel enough at His loving-kindness? How could one not stand aghast in awe at His mercy? Those who are Christ's destroy the things of Christ worse than foes and enemies, while He Who is good still shows kindness and summons men to repentance. Glory to Thee, O Lord, glory to Thee: what an abyss of loving-kindness is with Thee! What wealth of forbearance! Those who through Thy name have become honoured and conspicuous out of lowly and ignoble state use their honour against Him Who honoured them, dare things undarable, and insult what is holy, thrusting aside and casting out earnest men, so that in deep quiet and with utmost impunity wicked men may overturn everything whatsoever they wish. And if you wish to learn the causes of this dreadful evil as well, you will find them like the former ones; for they have one root and, as one might say, one mother—envy—though these are not of a single form, rather divergent. For one says, Let this man be cast out because he is young; another, because he does not know how to flatter; another, because he has offended so-and-so; another, lest so-and-so be grieved at seeing the candidate put forward by himself rejected and this man admitted; another, because he is kind and gentle; another, because he is terrible to sinners; and another for some other such reason. For indeed they are at no loss for as many pretexts as they wish; nay, they can even make his abundance of means a ground of accusation, whenever they have nothing
PG 48:654Read from the page
ἔχωσιν ἕτερον. Ἀλλὰ καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμὴν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν, καὶ ἑτέρας, ὅσας ἂν βούλωνται, δύναιντ' ἂν αἰτίας εὑρεῖν. Ἐγὼ δὲ ἡδέως ἐνταῦθα ἐρήσομαι, Τί οὖν δεῖ τὸν ἐπίσκοπον ποιεῖν, τοσούτοις μαχόμενον πνεύμασι; πῶς πρὸς τοσαῦτα στήσεται κύματα; πῶς πάσας ταύτας ἀπώσεται τὰς προσβολάς; Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διαθῇ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες, καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσι, στάσεις καθ' ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν, καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὑτῶν εἰσαγάγωσιν. Καὶ γίνεται παραπλήσιον, οἷον ἂν εἴ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας, καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ' ἑκάστην ἐπιβουλεύοντας ὥραν. Ἂν δὲ τὴν πρὸς ἐκείνους χάριν προτιμήσῃ τῆς αὑτοῦ σωτηρίας, δεξάμενος οὓς οὐκ ἔδει, ἕξει μὲν τὸν Θεὸν ἀντ' ἐκείνων ἐχθρόν· οὗ τί γένοιτ' ἂν χαλεπώτερον; καὶ τὰ πρὸς ἐκείνους δὲ αὐτῷ δυσκολώτερον ἢ πρότερον διακείσεται, πάντων συμπραττόντων ἀλλήλοις, καὶ τούτῳ μᾶλλον ἰσχυρῶν γενομένων. Ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται, καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν· οὕτω καὶ ἡ τῆς Ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν.
else. Nay, even the claim that one ought not to be brought all at once to this honour, rather gently and little by little, and whatever other pretexts they wish, they could readily devise. Here I would gladly ask: What, then, must the bishop do, battling against so many winds? How shall he stand firm against billows so great? How shall he beat back all these onslaughts? For if he orders the matter by right reason, all men are foes and enemies both to him and to those chosen, and do everything to thwart him in strife, stirring up factions every single day and heaping countless jeers upon those chosen, until they either drive them out or bring in their own partisans. And it comes to be just as if some helmsman aboard a sailing ship had pirates sailing with him inside, continually and every hour plotting against both him and the sailors and the passengers. Whereas if he prefers favour with them above his own salvation, accepting men whom he ought not, he will have God for his enemy in their stead—and what could be more grievous than that?—while his relations with them too will be harder to manage than before, once all make common cause with one another and thereby grow stronger. For just as when fierce winds fall upon one another from opposite quarters, the hitherto calm sea suddenly rages and towers aloft and destroys those sailing upon it; so too the calm of the Church, once it admits pestilent men, is filled with tempest and many shipwrecks.
ιςʹ. Ἐννόησον οὖν, ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοσοῦτον μέλλοντα ἀνθέξειν χειμῶνα, καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς. Καὶ γὰρ καὶ σεμνὸν καὶ ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχικὸν καὶ κοινωνικὸν, καὶ ἀδέκαστον καὶ θεραπευτικὸν, καὶ ταπεινὸν καὶ ἀδούλωτον, καὶ σφοδρὸν καὶ ἥμερον εἶναι δεῖ, ἵνα πρὸς ἅπαντα ταῦτα εὐκόλως μάχεσθαι δύνηται· καὶ τὸν ἐπιτήδειον δεῖ μετὰ πολλῆς τῆς ἐξουσίας, κἂν ἅπαντες ἀντιπίπτωσι, παράγειν· καὶ τὸν οὐ τοιοῦτον μετὰ τῆς αὐτῆς ἐξουσίας, κἂν ἅπαντες συμπνέωσι, μὴ προσίεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷν τὴν ἐκκλησιαστικὴν οἰκοδομὴν, καὶ μηδὲν πρὸς ἀπέχθειαν ἢ χάριν ποιεῖν. Ἆρά σοι δοκοῦμεν εἰκότως παρῃτῆσθαι τοῦ πράγματος τούτου τὴν διακονίαν; Καίτοι γε οὔπω πάντα διῆλθον πρὸς σέ· ἔχω γὰρ καὶ ἕτερα λέγειν. Ἀλλὰ μὴ ἀποκάμῃς ἀνδρὸς φίλου καὶ γνησίου, βουλομένου σε πείθειν ὑπὲρ ὧν ἐγκαλεῖς, ἀνεχόμενος· οὐδὲ γὰρ πρὸς τὴν ἀπολογίαν σοι τὴν ὑπὲρ ἡμῶν ταῦτα χρήσιμά ἐστι μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τοῦ πράγματος τὴν διοίκησιν τάχα οὐ μικρὸν συμβαλεῖται κέρδος. Καὶ γὰρ ἀναγκαῖον, τὸν μέλλοντα ἐπὶ ταύτην ἔρχεσθαι τοῦ βίου τὴν ὁδὸν πρότερον ἅπαντα διερευνησάμενον καλῶς, οὕτως ἅψασθαι τῆς διακονίας. Τί δήποτε; Ὅτι, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν μὴ ξενοπαθεῖν, ἡνίκα ἂν ταῦτα προσπίπτῃ, περιέσται τῷ πάντα εἰδότι σαφῶς. Βούλει οὖν ἐπὶ τὴν χηρῶν προστασίαν ἴωμεν πρότερον, ἢ τὴν τῶν παρθένων κηδεμονίαν, ἢ τοῦ δικαστικοῦ μέρους τὴν δυσχέρειαν; καὶ γὰρ ἐφ' ἑκάστου τούτων διάφορος ἡ φροντὶς, καὶ τῆς φροντίδος μείζων ὁ φόβος. Καὶ πρῶτον, ἵνα ἀπὸ τοῦ τῶν ἄλλων εὐτελεστέρου δοκοῦντος εἶναι ποιησώμεθα τὴν ἀρχὴν, ἡ τῶν χηρῶν θεραπεία δοκεῖ μὲν μέχρι τῆς τῶν χρημάτων δαπάνης τοῖς ἐπιμελουμένοις αὐτῶν παρέχειν τὴν φροντίδα· τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ πολλῆς δεῖται κἀνταῦθα τῆς ἐξετάσεως,
16. Consider, therefore, what manner of man he must be who is to hold out against so great a tempest and order aright so many hindrances to the common good. For he must be at once grave and unpretentious, awe-inspiring and affable, commanding and sociable, incorruptible and solicitous, humble and unenslaved, vehement and gentle, so that he may easily contend against all these difficulties; and the man who is fit he must bring forward with great authority, even if all oppose him, and the man who is not such he must with the same authority refuse to admit, even if all conspire together, looking towards one thing alone—the upbuilding of the Church—and doing nothing out of enmity or favour. Do we seem to you, then, to have declined with good reason the ministry of this office? And yet I have not even now gone through everything with you; for I have other things still to say. Do not grow weary, however, of bearing with a true and devoted friend who wishes to convince you regarding the matters whereof you accuse him; for these reflections are useful to you not only towards our defence, rather perhaps they will contribute no small gain towards the very administration of the office as well. For it is needful that one about to enter upon this way of life should first search out everything thoroughly, and thus put his hand to the ministry. Why so? Because, if nothing else, one who knows everything clearly will at least have this advantage: not to be disconcerted by novelty whenever these things befall him. Do you wish, then, that we proceed first to the patronage of widows, or to the guardianship of virgins, or to the difficulty of the judicial part? For in each of these the care is different, and the fear greater than the care. And first, that we may make our beginning from what seems simpler than the rest, the care of widows appears to afford those who tend them concern only so far as the outlay of money goes; yet the matter is not so, rather here too there is need of much scrutiny,
PG 48:655Read from the page
ὅταν αὐτὰς καταλέγειν δέῃ, ὡς τό γε ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὰς ἐγγράφεσθαι μυρία εἰργάσατο δεινά. Καὶ γὰρ οἴκους διέφθειραν, καὶ γάμους διέσπασαν, καὶ ἐπὶ κλοπαῖς πολλάκις καὶ ἐπὶ καπηλείαις καὶ ἑτέροις τοιούτοις ἀσχημονοῦσαι ἑάλωσαν. Τὸ δὲ τὰς τοιαύτας ἀπὸ τῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων καὶ παρὰ Θεοῦ τιμωρίαν, καὶ παρὰ ἀνθρώπων φέρει τὴν ἐσχάτην κατάγνωσιν, καὶ τοὺς εὖ ποιεῖν βουλομένους ὀκνηροτέρους καθίστησι. Τίς γὰρ ἂν ἕλοιτό ποτε, ἃ τῷ Χριστῷ προσετάχθη δοῦναι χρήματα, ταῦτα ἀναλίσκειν εἰς τοὺς τὸ τοῦ Χριστοῦ διαβάλλοντας ὄνομα; Διὰ ταῦτα πολλὴν δεῖ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν, ὡς μὴ μόνον τὰς εἰρημένας, ἀλλὰ μηδὲ τὰς ἑαυταῖς ἀρκεῖν δυναμένας τὴν τῶν ἀδυνάτων λυμαίνεσθαι τράπεζαν. Μετὰ δὲ τὴν ἐξέτασιν ταύτην ἑτέρα διαδέχεται φροντὶς οὐ μικρὰ, ἵνα αὐταῖς τὰ τῆς τροφῆς ἀθρόως, ὥσπερ ἐκ πηγῶν, ἐπιρρέῃ, καὶ μὴ διαλιμπάνῃ ποτέ. Καὶ γὰρ ἀκόρεστόν πως κακὸν ἡ ἀκούσιος πενία καὶ μεμψίμοιρον καὶ ἀχάριστον. Καὶ δεῖ πολλῆς μὲν τῆς συνέσεως, πολλῆς δὲ τῆς σπουδῆς, ὥστε αὐτῶν ἐμφράττειν τὰ στόματα, πᾶσαν ἐξαιροῦντα κατηγορίας πρόφασιν. Οἱ μὲν οὖν πολλοὶ, ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται τὴν οἰκονομίαν. Ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνην, ἀλλὰ δεῖν μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν· χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης, καὶ λύκος ἀντὶ ποιμένος· μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι. Αὕτη δέ ἐστιν ἡ πάντων αἰτία ἀνθρώποις τῶν ἀγαθῶν, ἀνεξικακία, ὥσπερ εἴς τινα εὔδιον λιμένα ὁρμίζουσα καὶ παραπέμπουσα τὴν ψυχήν. Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παρρησίᾳ· οὕτω γὰρ ἄμεινον εἰπεῖν· καὶ βοῶσιν ἀκαίρως, καὶ αἰτιῶνται μάτην, καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν, καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει. Καὶ δεῖ τὸν προεστῶτα ἅπαντα φέρειν γενναίως, καὶ μήτε πρὸς τὰς ἀκαίρους ἐνοχλήσεις, μήτε πρὸς τὰς ἀλόγους παροξύνεσθαι μέμψεις. Ἐλεεῖσθαι γὰρ ἐκεῖνο τὸ γένος ὑπὲρ ὧν δυστυχοῦσιν, οὐχ ὑβρίζεσθαι, δίκαιον· ὡς τό γε ἐπεμβαίνειν αὐτῶν ταῖς συμφοραῖς, καὶ τῇ διὰ τὴν πενίαν ὀδύνῃ τὴν ἀπὸ τῆς ὕβρεως προστιθέναι τῆς ἐσχάτης ὠμότητος ἂν εἴη. Διὰ τοῦτο καί τις ἀνὴρ σοφώτατος, εἴς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδὼν, καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν, καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μή τις αἰτούμενος παρ' αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τῷ δεομένῳ, λέγων· Κλῖνον πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. Καὶ τὸν παροξύνοντα ἀφεὶς (τί γὰρ ἄν τις τῷ κειμένῳ λέγοι;), τῷ δυναμένῳ τὴν ἐκείνου φέρειν ἀσθένειαν διαλέγεται, παρακαλῶν τῷ τε ἡμέρῳ τῆς ὄψεως, καὶ τῇ τῶν λόγων πραότητι πρὸ τῆς δόσεως αὐτὸν ἀνορθοῦν. Ἂν δέ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ' αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰρ-
when it is necessary to enrol them, inasmuch as entering them on the list simply and at random has wrought ten thousand evils. For they have ruined households, and sundered marriages, and have often been caught behaving unseemly in thefts and tavern-keeping and other such things. Yet for such women to be fed from the funds of the Church brings both punishment from God and the utmost condemnation from men, and renders those who wish to do good more reluctant. For who would ever choose to expend upon those who slander the name of Christ the moneys that he was commanded to give to Christ? On this account one must make a strict and exact inquiry, so that not only the women already mentioned, but also those able to suffice for themselves, may not despoil the table of the needy. And after this inquiry there succeeds another care by no means slight, namely that the supplies for their nourishment may flow in to them abundantly, as though from fountains, and may never fail. For involuntary poverty is somehow an insatiable evil, querulous and ungrateful. And great prudence and great zeal are required so as to stop their mouths, removing every pretext for accusation. Now the many, whenever they see a man superior to money, straightway pronounce him fitted for this stewardship. Yet I for my part never deem this magnanimity alone to suffice for him, though he must indeed possess it before all else — for without it he would be a destroyer rather than a protector, and a wolf instead of a shepherd — but along with it one must inquire whether he chanced to possess another virtue also. And this is the cause of all good things to men, forbearance, which moors and escorts the soul as though into some calm haven. For the class of widows, both through their poverty and through their age and through their nature, uses a certain immoderate freedom of speech — for so it is better to call it — and they cry out unseasonably, and make vain accusations, and lament over things for which they ought to be grateful, and bring charges over things which they ought to welcome. And he who presides must bear all things nobly, and be provoked neither at their unseasonable annoyances nor at their unreasonable complaints. For it is just that that class should be pitied for their misfortunes, not insulted; since to trample upon their calamities, and to add the pain of insult to the sorrow arising from poverty, would be of the utmost cruelty. Wherefore also a certain wisest man, looking both to the covetousness and to the haughtiness of human nature, and perceiving that the nature of poverty is terrible to cast down even the noblest soul and to drive it often to be shameless about the same matters, lest anyone begged by them should grow angry, or, provoked by the continualness of their petition, he who ought to help should become an enemy, prepares him to be gentle and approachable to the suppliant, saying: Incline thine ear unto a poor man without grudging, and answer him peaceable words in meekness (Sir. 4:8). And leaving aside the one who gives provocation (for what could one say to him who lies prostrate?), he addresses him who is able to bear the other's infirmity, exhorting him both by the mildness of his countenance and by the gentleness of his words to raise him up before the gift itself. But if anyone, even though he does not take their goods, heap ten thousand reproaches upon them and insult them and grow exasperated against them, not only has he failed to lighten by giving the despondency arising from poverty, but by his railings he has wrought
PG 48:656Read from the page
γάσατο τὸ δεινόν. Κἂν γὰρ λίαν ἀναισχυντεῖν βιάζωνται διὰ τὴν τῆς γαστρὸς ἀνάγκην, ἀλλ' ὅμως ἀλγοῦσιν ἐπὶ τῇ βίᾳ ταύτῃ. Ὅταν οὖν διὰ μὲν τὸ τοῦ λιμοῦ δέος προσαιτεῖν ἀναγκάζωνται, διὰ δὲ τὸ προσαιτεῖν ἀναιδεύεσθαι, διὰ δὲ τὸ ἀναιδεύεσθαι πάλιν ὑβρίζωνται, ποικίλη τις καὶ πολὺν φέρουσα τὸν ζόφον ἐπὶ τὴν ψυχὴν ἐκείνων κατασκήπτει τῆς ἀθυμίας ἡ δύναμις. Καὶ δεῖ τὸν τούτων ἐπιμελούμενον ἐπὶ τοσοῦτον εἶναι μακρόθυμον, ὡς μὴ μόνον αὐταῖς μὴ πλεονάζειν τὴν ἀθυμίαν ταῖς ἀγανακτήσεσιν, ἀλλὰ καὶ τῆς οὔσης τὸ πλέον κοιμίζειν διὰ τῆς παρακλήσεως. Ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς ἐν πολλῇ περιουσίᾳ οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν· οὕτω καὶ οὗτος ὁ προσηνῆ λόγον ἀκούσας, καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάννυται πλέον καὶ χαίρει, καὶ διπλοῦν αὐτὸ τὸ δοθὲν τῷ τρόπῳ γίνεται. Καὶ ταῦτα οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλ' ἀπ' ἐκείνου τοῦ τὰ πρότερα παραινέσαντος, φθέγγομαι. Τέκνον γὰρ, φησὶν, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, καὶ ἐν πάσῃ δόσει λύπην λόγων. Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; Οὕτω κρείσσων λόγος ἢ δόσις. Ἰδοὺ γὰρ λόγος ὑπὲρ δόμα ἀγαθόν· καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. Οὐκ ἐπιεικῆ δὲ μόνον καὶ ἀνεξίκακον τὸν τούτων προστάτην, ἀλλὰ καὶ οἰκονομικὸν οὐχ ἧττον εἶναι χρή· ὡς, ἐὰν τοῦτο ἀπῇ, πάλιν εἰς τὴν ἴσην περιΐσταται ζημίαν τὰ τῶν πενήτων χρήματα. Ἤδη γάρ τις ταύτην πιστευθεὶς τὴν διακονίαν, καὶ χρυσὸν συναγαγὼν πολὺν, αὐτὸς μὲν οὐ κατέφαγεν, ἀλλ' οὐδὲ εἰς τοὺς δεομένους πλὴν ὀλίγων ἀνάλωσε· τὸ δὲ πλέον κατορύξας ἐφύλαττεν, ἕως οὗ καιρὸς χαλεπὸς ἐπιστὰς παρέδωκεν αὐτὰ ταῖς τῶν ἐναντίων χερσί. Πολλῆς οὖν δεῖ τῆς προμηθείας, ὡς μήτε πλεονάζειν μήτε ἐλλείπειν τῆς Ἐκκλησίας τὴν περιουσίαν, ἀλλὰ πάντα μὲν σκορπίζειν ταχέως τοῖς δεομένοις τὰ ποριζόμενα, ἐν δὲ ταῖς τῶν ἀρχομένων προαιρέσεσι συνάγειν τῆς Ἐκκλησίας τοὺς θησαυρούς. Τὰς δὲ τῶν ξένων ὑποδοχὰς, καὶ τὰς τῶν ἀσθενούντων θεραπείας, πόσης μὲν οἴει δεῖσθαι χρημάτων δαπάνης, πόσης δὲ τῆς τῶν ἐπιστατούντων ἀκριβείας τε καὶ συνέσεως; Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικόν τινα μετ' εὐλαβείας καὶ φρονήσεως, ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ' ἑαυτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς. Τὴν δὲ προθυμίαν καὶ τὴν σπουδὴν πολλῷ πλείονα ἐνταῦθα ἐπειδείκνυσθαι δεῖ· δυσάρεστον γάρ πως οἱ νοσοῦντες χρῆμα καὶ ῥάθυμον· κἂν μὴ πολλὴ πανταχόθεν εἰσφέρηται ἀκρίβεια καὶ φροντὶς, ἀρκεῖ κα⟨…⟩ τὸ μικρὸν ἐκεῖνο παροφθὲν μεγάλα ἐργάσασθαι τῷ νοσοῦντι κακά.
a greater evil. For even though they are forced to be exceedingly shameless through the necessity of the belly, yet none the less they grieve over this compulsion. When, therefore, through fear of famine they are forced to beg, and through begging to cast off shame, and through casting off shame are in turn insulted, a manifold force of despondency, bringing deep gloom, swoops down upon their soul. And he who takes care of these women must be long-suffering to such a degree as not only not to increase their despondency by fits of vexation, but even to lull the greater part of that which exists through consolation. For just as that person who is insulted amidst great abundance does not feel the benefit arising from the money on account of the wound inflicted by the insult, so also this one, having heard a gentle word and received what is given with consolation, is gladdened the more and rejoices, and the very gift is made double by the manner. And these things I utter not from myself, but from him who gave the former exhortation. My son, he says, blemish not thy good deeds, neither use uncomfortable words in any gift. Shall not the dew assuage the scorching heat? So is a word better than a gift. Lo, is not a word better than a good gift? Yet both are with a gracious man (Sir. 18:15-17). Yet the protector of these women must not only be gentle and forbearing, but no less thrifty a steward also; since, if this be lacking, the funds of the poor come round again to the same loss. For ere now a certain man entrusted with this ministry, having gathered much gold, did not indeed devour it himself, yet neither did he spend it upon the needy save for a few things; the greater part he buried and kept guard over, until a hard season came on and delivered it into the hands of the adversaries. Much forethought, then, is needed, so that the abundance of the Church may neither exceed nor fall short, but that one may swiftly distribute to the needy all things that are provided, while gathering the treasures of the Church in the goodwill of those under one's rule. And as for the reception of strangers and the care of the sick, how great an outlay of money do you suppose they require, and how great an exactness and prudence on the part of those who preside? For it is necessary that this expenditure be by no means less than that already mentioned, and often even greater, and that he who presides be resourceful in providing with reverence and prudence, so as to prepare those who possess means to give of their own both generously and without pain, lest in providing for the relief of the sick he wound the souls of the givers. Here, moreover, far greater eagerness and zeal must be displayed; for the sick are somehow a hard-to-please and listless lot, and unless great exactness and care be brought to bear from every side, even that slight oversight suffices to work great mischiefs for the sick man.
ιζʹ. Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος, ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον, καὶ βασιλικωτέρα αὕτη τῶν ἄλλων ἡ ἀγέλη. Ἤδη γὰρ καὶ εἰς τὸ⟨…⟩ τῶν ἁγίων τούτων χορὸν μυρίαι μυρίων γέμουσαι κακῶν εἰσεκώμασαν· μεῖζον δὲ ἐνταῦθα τὸ πένθος. Καὶ καθάπερ οὐκ ἴσον, κόρην τε ἐλευθέραν καὶ τὴν ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν. Ταῖς μὲν γὰρ καὶ ληρεῖν, καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας, καὶ κολακεύειν, καὶ ἀναισχυντεῖν, καὶ πανταχοῦ φαίνεσθαι, καὶ τὸ περιιέναι τὴν ἀγορὰν, γέγονεν ἀδιάφορον· ἡ δὲ παρθένος ἐπὶ μείζοσιν ἀπεδύσατο, καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐζήλωσε, καὶ τὴν τῶν ἀγγέλων πολιτείαν δεῖξαι
Chapter 17. And in the care of the virgins the fear is so much the greater inasmuch as the possession also is more precious, and this flock is more royal than the others. For ere now even into the choir of these holy women ten thousand women teeming with ten thousand evils have burst in revelling; and here the grief is greater. And just as it is not the same thing for a free-born maiden and for her handmaid to sin, so neither is it for a virgin and for a widow. For to the latter it has become a matter of indifference to prattle, and to rail at one another, and to flatter, and to be shameless, and to show themselves everywhere, and to go about the market-place; whereas the virgin has stripped for greater contests, and has emulated the highest philosophy, and to display
Notes, col. 656

On the reading

Printed ἐπειδείκνυσθαι, for ἐπιδείκνυσθαι.

PG 48:657Read from the page
ἐπὶ τῆς γῆς ἐπαγγέλλεται, καὶ μετὰ τῆς σαρκὸς ταύτης τὰ τῶν ἀσωμάτων αὐτῇ δυνάμεων κατορθῶσαι πρόκειται. Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλὰς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῆ καὶ μάτην ἐφεῖται· λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή. Διὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας. Ὅ τε γὰρ τῆς ἁγιωσύνης ἐχθρὸς ἀεὶ καὶ μᾶλλον αὐταῖς ἐφέστηκε καὶ προσεδρεύει, καταπιεῖν ἕτοιμος, εἴπου τις ἐξολισθήσειε καὶ καταπέσοι, ἀνθρώπων τε οἱ ἐπιβουλεύοντες πολλοὶ, καὶ μετὰ τούτων ἁπάντων ἡ τῆς φύσεως μανία· καὶ ἁπλῶς πρὸς διπλοῦν τὸν πόλεμον ἡ παράταξις αὐτῇ, τὸν μὲν ἔξωθεν προσβάλλοντα, τὸν δὲ ἔσωθεν ἐνοχλοῦντα. Διὰ ταῦτα τῷ γοῦν ἐπιστατοῦντι πολὺς μὲν ὁ φόβος, μείζων δὲ ὁ κίνδυνος καὶ ἡ ὀδύνη, εἴ τι τῶν ἀβουλήτων, ὃ μὴ γένοιτο, συμβαίη ποτέ. Εἰ γὰρι πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον, ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τί πείσεται ὁ τούτων μὲν οὐδὲν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν; Οὐ γὰρ ἀνὴρ ἐνταῦθα ὁ ἀθετούμενος, ἀλλ' αὐτὸς ὁ Χριστὸς, οὐδὲ μέχρις ὀνειδῶν ἡ στείρωσις, ἀλλ' εἰς ἀπώλειαν ψυχῆς τελευτᾷ τὸ δεινόν. Πᾶν γὰρ δένδρον, φησὶ, μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ Νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν. Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχει τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός· καὶ γὰρ καὶ ἡ μήτηρ, καὶ τροφὸς, καὶ θεραπαινῶν πλῆθος, καὶ οἰκίας ἀσφάλεια, συναντιλαμβάνεται τῷ γεννησαμένῳ πρὸς τὴν τῆς παρθένου τήρησιν. Οὔτε γὰρ εἰς ἀγορὰν αὐτὴν ἐμβάλλειν ἐφίεται συνεχῶς. οὔτε, ἡνίκα ἂν ἐμβάλλῃ, φαίνεσθαί τινι τῶν ἐντυγχανόντων ἀναγκάζεται, τοῦ σκότους τῆς ἑσπέρας οὐχ ἧττον τῶν τῆς οἰκίας τοίχων καλύπτοντος τὴν φανῆναι μὴ βουλομένην. Χωρὶς δὲ τούτων πάσης αἰτίας ἀπήλλακται, ὡς μὴ ἄν ποτε εἰς ἀνδρῶν ὄψιν βιασθῆναι ἐλθεῖν· οὔτε γὰρ ἡ τῶν ἀναγκαίων φροντὶς, οὔτε αἱ τῶν ἀδικούντων ἐπήρειαι, οὐδ' ἄλλο τοιοῦτον οὐδὲν εἰς ἀνάγκην αὐτὴν τοιαύτης συντυχίας καθίστησιν, ἀντὶ πάντων αὐτῇ γινομένου τοῦ πατρός. Αὕτη δὲ μίαν ἔχει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι, μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος. Ἐνταῦθα δὲ πολλὰ τὰ ποιοῦντα τῷ πατρὶ δύσκολον, μᾶλλον δὲ καὶ ἀδύνατον τὴν φυλακήν· οὔτε γὰρ ἔνδον ἔχειν αὐτὴν μεθ' ἑαυτοῦ δύναιτ' ἄν· οὔτε γὰρ εὐσχήμων, οὔτε ἀκίνδυνος ἡ τοιαύτη συνοίκησις. Κἂν γὰρ μηδὲν αὐτοὶ ζημιωθῶσιν, ἀλλ' ἀκεραίαν μείνωσι τὴν ἁγιωσύνην φυλάττοντες, οὐκ ἐλάττονα δώσουσι λόγον ὑπὲρ ὧν ἐσκανδάλισαν ψυχῶν, ἢ εἰ εἰς ἀλλήλους ἁμαρτάνοντες ἔτυχον. Τούτου δὲ οὐκ ὄντος δυνατοῦ, οὔτε τὰ κινήματα τῆς ψυχῆς καταμαθεῖν εὔπορον, καὶ τὰ μὲν ἀτάκτως φερόμενα περικόψαι, τὰ δὲ ἐν τάξει καὶ ῥυθμῷ μᾶλλον ἀσκῆσαι, καὶ ἐπὶ τὸ βέλτιον ἀγαγεῖν· οὔτε τὰς ἐξόδους περιεργάζεσθαι ῥάδιον. Ἡ γὰρ πενία καὶ τὸ ἀπροστάτευτον οὐκ ἀφίησιν αὐτὸν ἀκριβῆ τῆς ἐκείνῃ προσηκούσης εὐκοσμίας γενέσθαι ἐξεταστήν. Ὅταν γὰρ ἑαυτῇ πάντα διακονεῖν ἀναγκά-
earth the citizenship of the angels, and with this flesh it is set before her to accomplish the deeds of the bodiless powers. And she must neither make superfluous and frequent goings abroad, nor is it permitted her to utter words idly and in vain; while of railing and flattery she ought not to know even the name. Wherefore she stands in need of the safest guarding and of greater succour. For the enemy of holiness stands ever more closely over them and lies in wait, ready to swallow up if anywhere one should slip and fall, and among men those who plot against them are many, and along with all these there is the madness of nature; and in a word her battle-array faces a twofold war, the one assailing from without, the other troubling from within. On this account great is the fear of him who presides, and greater the danger and the grief, if aught unwished for — which God forbid — should ever come to pass. For if a daughter is a secret wakefulness to a father, and the care for her drives away sleep (Sir. 42:9), where there is so great a fear of her being barren or passing the flower of her age or being hated, what will he suffer whose care is for none of these things, but for others far greater than these? For here it is not a man who is rejected, but Christ Himself, nor does the barrenness stop at reproaches, but the evil ends in the ruin of the soul. For every tree, He says, that brings not forth good fruit is hewn down, and cast into the fire (Matt. 3:10). And for her who has been hated by the Bridegroom it does not suffice to receive a bill of divorcement and depart, but He renders everlasting punishment as the penalty of that hatred. Now the father according to the flesh has many things that make the guarding of his daughter easy for him; for the mother, and the nurse, and a multitude of handmaids, and the security of the house, all aid him who begat her towards the keeping of the virgin. For neither is she suffered to venture continually into the market-place, nor, whenever she does venture out, is she compelled to be seen by any of those whom she meets, since the darkness of evening no less than the walls of the house covers her who does not wish to be seen. And apart from these things she is freed from every occasion that might ever force her to come into the sight of men; for neither the care for necessaries, nor the insults of wrong-doers, nor aught else of the kind places her under the necessity of such an encounter, since her father takes the place of all things for her. And she has one care alone, namely neither to do nor to say aught unworthy of the modesty that befits her. Here, however, many are the things that make the guarding difficult, nay rather impossible, for the spiritual father; for he could not keep her within doors with himself, since such a dwelling together is neither seemly nor free from danger. For even if they themselves suffer no harm, but remain preserving their holiness unsullied, they will render no less an account for the souls to which they have given offence than if they had chanced to sin against one another. And since this is impossible, it is neither easy to discern the movements of her soul, and to prune away those that are borne along disorderly while training and leading on towards the better those that are in order and rhythm, nor is it simple to pry into her goings out. For her poverty and lack of a protector do not suffer him to become a strict examiner of the decorum that befits her. For when she is compelled to minister all things to herself,
Notes, col. 657

On the reading

Printed γὰρι, for γὰρ.

PG 48:658Read from the page
ζηται, πολλὰς, εἴ γε βούλοιτο μὴ σωφρονεῖν, τῶν προόδων τὰς προφάσεις ἔχει. Καὶ δεῖ τὸν κελεύοντα διαπαντὸς οἴκοι μένειν, καὶ ταύτας περικόψαι τὰς προφάσεις, καὶ τὴν τῶν ἀναγκαίων αὐτάρκειαν παρασχόντα, καὶ τὴν πρὸς ταῦτα διακονησομένην αὐτῇ· δεῖ δὲ καὶ ἐκφορῶν καὶ παννυχίδων ἀπείργειν. Οἶδε γὰρ, οἶδεν ὁ πολυμήχανος ὄφις ἐκεῖνος καὶ διὰ χρηστῶν πράξεων τὸν αὐτοῦ παρασπείρειν ἰόν. Καὶ χρὴ τὴν παρθένον πανταχόθεν τειχίζεσθαι, καὶ ὀλιγάκις τοῦ παντὸς ἐνιαυτοῦ προβαίνειν τῆς οἰκίας, ὅταν ἀπαραίτητοι καὶ ἀναγκαῖαι κατεπείγωσι προφάσεις. Εἰ ῥὲ λέγοι τις, οὐδὲν εἶναι τούτων ἔργον τῷ ἐπισκόπῳ μεταχειρίζειν, εὖ ἴστω, ὅτι τῶν ἐφ' ἑκάστης γινομένων αἱ φροντίδες καὶ αι αἰτίαι εἰς ἐκεῖνον ἔχουσι τὴν ἀναφοράν. Πολλῷ δὲ λυσιτελέστερον αὐτὸν ἅπαντα διακονούμενον ἀπηλλάχθαι ἐγκλημάτων, ἃ διὰ τὰς τῶν ἑτέρων ἁμαρτίας ὑπομένειν ἀνάγκη, ἢ τῆς διακονίας ἀφειμένον τὰς ὑπὲρ ὧν ἔπραξαν ἕτεροι τρέμειν εὐθύνας. Πρὸς δὲ τούτοις ὁ μὲν δι' ἑαυτοῦ ταῦτα πράττων μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα διεξέρχεται· ὁ δὲ ἀναγκαζόμενος μετὰ τοῦ πείθειν τὰς ἁπάντων γνώμας τοῦτο ποιεῖν, οὐ τοσαύτην ἔχει τὴν ἄνεσιν ἐκ τοῦ τῆς αὐτουργίας ἀφεῖσθαι ὅσα πράγματα καὶ θορύβους διὰ τοὺς ἀντιπίπτοντας καὶ ταῖς αὐτοῦ κρίσεσι μαχομένους. Ἀλλὰ πάσας μὲν οὐκ ἂν δυναίμην καταλέγειν τὰς ὑπὲρ τῶν παρθένων φροντίδας. Καὶ γὰρ καὶ ὅταν αὐτὰς ἐγγράφεσθαι δέῃ, οὐ τὰ τυχόντα παρέχουσι πράγματα τῷ ταύτην πεπιστευμένῳ τὴν οἰκονομίαν.
she has many pretexts for going abroad, if indeed she should not wish to live soberly. And he who commands her to remain continually at home must cut off these pretexts also, both by supplying a sufficiency of necessaries and by providing a woman to minister to her for these things; and he must also debar her from funeral processions and all-night vigils. For that many-wiled serpent knows, full well he knows how to sow his venom on the side even through good deeds. And the virgin must be walled round on every side, and go forth from the house but few times in the whole year, when inescapable and necessary occasions press upon her. And if anyone should say that none of these things is the bishop's business to handle, let him know well that the cares and the charges arising in the case of each virgin are referred back to him. And it is far more profitable for him, by ministering all things in person, to be freed from accusations which he must needs endure on account of the sins of others, than, having held aloof from the ministry, to tremble at the reckonings for what others have done. Besides these things, he who carries out these matters by himself goes through them all with great ease; whereas he who is compelled to do this while persuading the opinions of all men does not gain so much relief from being released from personal labour as he suffers troubles and tumults through those who oppose him and fight against his judgements. Yet I could not recount all the cares on behalf of the virgins. For even whenever it is necessary to enrol them, they cause no ordinary troubles to him who is entrusted with this stewardship.
Τὸ δὲ τῶν κρίσεων μέρος μυρίας μὲν ἔχει τὰς ἐπαχθείας, πολλὴν δὲ τὴν ἀσχολίαν, καὶ δυσκολίας τοσαύτας, ὅσας οὐδὲ οἱ τοῖς ἔξωθεν δικάζειν καθήμενοι φέρουσι· καὶ γὰρ εὑρεῖν αὐτὸ τὸ δίκαιον ἔργον, καὶ εὑρόντα μὴ διαφθεῖραι χαλεπόν. Οὐκ ἀσχολία δὲ μόνον καὶ δυσκολία, ἀλλὰ καὶ κίνδυνος πρόσεστιν οὐ μικρός. Ἤδη γάρ τινες τῶν ἀσθενεστέρων πράγμασιν ἐμπεσόντες, ἐπειδὴ πραστασίας οὐκ ἔτυχον, ἐναυάγησαν περὶ τὴν πίστιν. Πολλοὶ γὰρ τῶν ἠδικημένων οὐχ ἧττον τῶν ἠδικηκότων τοὺς μὴ βοηθοῦντας μισοῦσι· καὶ οὔτε πραγμάτων διαστροφὴν, οὔτε καιρῶν χαλεπότητα, οὔτε ἱερατικῆς δυναστείας μέτρον, οὔτε ἄλλο τοιοῦτο οὐδὲν λογίζεσθαι βούλονται· ἀλλ' εἰσὶν ἀσύγγνωστοι δικασταὶ, μίαν ἀπολογίαν εἰδότες, τὴν τῶν συνεχόντων αὐτοὺς κακῶν ἀπαλλαγήν. Ὁ δὲ μὴ δυνάμενος ταύτην παρασχεῖν, κἂν μυρίας λέγῃ προφάσεις, οὐδέποτε τὴν κατάγνωσιν φεύξεται τὴν παρ' ἐκείνων. Ἐπειδὴ δὲ προστασίας ἐμνήσθην, φέρε σοι καὶ ἑτέραν μέμψεων ἀποκαλύψω πρόφασιν. Εἰ γὰρ μὴ καθ' ἑκάστην ἡμέραν μᾶλλον τῶν ἀγοραίων περινοστεῖ τὰς οἰκίας ὁ τὴν ἐπισκοπὴν ἔχων, προσκρούματα ἐντεῦθεν ἀμύθητα. Οὐδὲ γὰρ ἀρρωστοῦντες μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες ἐπισκοπεῖσθαι βούλονται, οὐ τῆς εὐλαβείας αὐτοὺς ἐπὶ τοῦτο προσκαλουμένης, τιμῆς δὲ καὶ ἀξιώματος οἱ πολλοὶ ἀντιποιούμενοι μᾶλλον. Εἰ δέ ποτε συμβαίη τινὰ τῶν πλουσιωτέρων καὶ δυνατωτέρων, χρείας τινὸς κατεπειγούσης, εἰς τὸ κοινὸν τῆς Ἐκκλησίας κέρδος συνεχέστερον ἰδεῖν, εὐθέως ἐντεῦθεν θωπείας καὶ κολακείας προσετρίψατο δόξαν. Καὶ τί λέγω προστασίας καὶ ἐπισκέψεις; ἀπὸ γὰρ τῶν προσρήσεων μόνον τοσοῦτον φέρουσιν ἐγκλημάτων ἄχθος, ὡς καὶ βαρύνεσθαι καὶ καταπίπτειν ὑπὸ τῆς ἀθυμίας πολλάκις· ἤδη δὲ καὶ βλέμματος εὐθύνας ὑπέχουσι. Τὰ γὰρ ἁπλῶς παρ' αὐτῶν γινόμενα βασανίζουσιν ἀκριβῶς οἱ πολλοὶ, καὶ μέτρον
Next, the department of judicial decisions holds ten thousand irksomenesses, and great occupation of time, and difficulties as great as not even those who sit in judgement over worldly affairs endure; for to discover justice itself is a labour, and having discovered it, not to corrupt it is hard. Nor are occupation and difficulty alone attendant upon it, but no small danger also. For ere now certain of the weaker brethren, having fallen into troubles, because they obtained no patronage, have suffered shipwreck concerning the faith. For many of those who have been wronged hate those who give them no help no less than those who have wronged them; and they are unwilling to take account either of the tangled state of affairs, or of the hardship of the times, or of the limit of priestly power, or of aught else of the kind; nay, they are unforgiving judges, knowing one defence alone, namely release from the evils that hold them fast. And he who is unable to furnish this, though he state ten thousand pleas, will never escape condemnation from them. And since I have made mention of patronage, come, let me uncover for you yet another pretext for complaints. For unless he who holds the episcopate makes the rounds of the houses every day more than the loungers of the market-place, unspeakable offences arise therefrom. For not only the sick, but also those in good health wish to be visited — not that piety summons them to this, but rather that the many lay claim to honour and distinction. And if it should ever happen that, when some urgent need presses, he sees more frequently one of the wealthier and more powerful men for the common gain of the Church, straightway from this he brings upon himself a reputation for fawning and flattery. Yet why do I speak of patronage and visits? For from mere greetings alone men bring so great a weight of accusations that bishops are often weighed down and sink under despondency; nay, they even undergo scrutiny for a glance. For the many rigorously test the things done simply by them, and the measure
Notes, col. 658

On the reading

Printed ῥὲ, for δὲ.

Printed αι, for αἱ.

Printed πραστασίας, for προστασίας.