λὴν περὶ ταῦτα τὴν ἐμπειρίαν ἔχων, καὶ τοῖς φίλοις καὶ τοῖς πολεμίοις καταγέλαστος γίνεται. Οἷον (πειράσομαι γάρ σοι καὶ ἐπὶ παραδείγματος ὃ λέγω ποιῆσαι φανερὸν) τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα τῷ Μωϋσῇ νόμον οἱ τὴν Οὐαλεντίνου καὶ Μαρκίωνος διαδεξάμενοι φρενοβλάβειαν, καὶ ὅσοι τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις, τοῦ καταλόγου τῶν θείων ἐκβάλλουσι Γραφῶν· Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν, ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν. Ἡ δὲ Ἐκκλησία τοῦ Θεοῦ, τὴν ἀμφοτέρων ἀμετρίαν φεύγουσα, μέσην ἐβάδισε, καὶ οὔτε ὑποκεῖσθαι αὐτοῦ τῷ ζυγῷ πείθεται, οὔτε διαβάλλειν αὐτὸν ἀνέχεται, ἀλλὰ καὶ πεπαυμένον ἐπαινεῖ, διὰ τὸ χρησιμεῦσαί ποτε εἰς καιρόν. Δεῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην. Ἄν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος, ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν· ἄν τε τούτους ἐπιστομίσαι σπουδάζων, ἀμέτρως αὐτὸν ἐπαίρῃ, καὶ ὡς ἀναγκαῖον ἐν τῷ παρόντι τυγχάνοντα θαυμάζῃ, τὰ τῶν Ἰουδαίων ἀνέῳξε στόματα. Πάλιν οἱ τὴν Σαβελλίου μαινόμενοι μανίαν, καὶ οἱ τὰ Ἀρείου λυττῶντες, ἐξ ἀμετρίας ἀμφότεροι τῆς ὑγιοῦς ἐξέπεσον πίστεως· καὶ τὸ μὲν ὄνομα Χριστιανῶν ἀμφοτέροις ἐπίκειται· εἰ δέ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσατέως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός. Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη· καὶ δέος οὐ μικρὸν, μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν, ὑπὸ θατέρου πληγῇ. Ἄν τε γὰρ μίαν τις εἴπῃ θεότητα, πρὸς τὴν ἑαυτοῦ παροινίαν εὐθέως εἵλκυσε τὴν φωνὴν ὁ Σαβέλλιος· ἄν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος, εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν. Δεῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου, καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὁμολογοῦντας, προστιθέντας δὲ καὶ τὰς τρεῖς ὑποστάσεις· οὕτω γὰρ ἀποτειχίσαι δυνησόμεθα τὰς ἀμφοτέρων ἐφόδους. Πολλὰς δὲ καὶ ἑτέρας ἐνῆν σοι λέγειν συμπλοκὰς, πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μάχηται, μυρία λαβὼν ἄπεισι τραύματα.
ch experience in these matters becomes a laughing-stock both to friends and to enemies. For instance (for I shall try to make plain to you by an example also what I say), those who have inherited the frenzy of Valentinus and Marcion, and all who suffer the same disease as they, cast out of the catalogue of the divine Scriptures the Law given by God to Moses; whereas the Jews so honour it that, even though the season forbids it, they contentiously strive to observe all things, contrary to what pleases God. Yet the Church of God, shunning the excess of both, has walked a middle path, and neither consents to be subject to its yoke, nor endures to slander it, but praises it even though now ceased, because it was once serviceable in its season. He who is about to fight against both, therefore, must know this due proportion. For both if, wishing to teach the Jews that they cling unseasonably to the ancient legislation, he begins to accuse it unsparingly, he has given no small handle to those of the heretics who wish to disparage it; and if, in his eagerness to stop their mouths, he exalts it immoderately, and admires it as being necessary at the present time, he has opened the mouths of the Jews. Again, those who rave with the madness of Sabellius, and those who rage with the doctrines of Arius, have both fallen away from the sound faith through excess; and the name of Christians rests upon both; yet if anyone were to examine their doctrines, he will find the former disposed no better than Jews, save only so far as they differ over names, and the latter having great resemblance to the heresy of Paul of Samosata, and both outside the truth. Great, then, here also is the danger, and narrow and hemmed in is the way shut in on both sides by precipices; and no small fear is there lest, wishing to strike the one, a man be struck by the other. For if one says there is one Godhead, streightway Sabellius has dragged that utterance to his own drunken folly; and if again one divides, saying that the Father is one, and the Son another, and the Holy Spirit also another, Arius stands by, dragging the distinction in the Persons into a diversity of substance. Yet one must turn away from and flee both the impious confusion of the former and the frantic division of the latter, confessing the Godhead of Father and Son and Holy Spirit to be one, while adding also the three Hypostases; for thus we shall be able to wall off the onsets of both. And one might tell you of many other encounters besides, against which unless a man fight nobly and accurately, he will depart having received ten thousand wounds.
εʹ. Τί ἄν τις λέγοι τὰς τῶν οἰκείων ἐρεσχελίας; Οὐ γάρ εἰσιν ἐλάττους αὗται τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ πλείονα τῷ διδάσκοντι παρέχουσι τὸν ἱδρῶτα. Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῆ περιεργάζεσθαι θέλουσιν, ἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν· ἕτεροι πάλιν τῶν τοῦ Θεοῦ κριμάτων εὐθύνας αὐτὸν ἀπαιτοῦσιν, καὶ τὴν ἄβυσσον τὴν πολλὴν ἀναμετρεῖν βιάζονται· Τὰ γὰρ κρίματά σου, φησὶν, ἄβυσσος πολλή. Καὶ πίστεως μὲν πέρι καὶ πολιτείας ὀλίγους ἂν εὕροις σπουδάζοντας· τοὺς δὲ πλείους ταῦτα περιεργαζομένους καὶ ζητοῦντας, ἃ μήτε εὑρεῖν δυνατὸν, καὶ τὸν Θεὸν παροξύνει ζητούμενα. Ὅταν γὰρ, ἅπερ αὐτὸς
Chapter V. What should one say of the cavillings of our own people? For these are not less than the assaults from without, nay, they cause the teacher even greater sweat. For some out of meddlesomeness wish simply and at random to pry into things which it is neither profitable to have learnt nor possible to learn; others again demand of Him an account of God's judgements, and strive by force to measure out the great deep: For Thy judgements, it says, are a great deep (Ps. 35:7). And concerning faith and conduct you would find few in earnest; but the greater number prying into and seeking out these things which can neither be found, and provoke God when sought. For when the things that He Himself