Migne Reading Room

PG 48 · cols. 647–652 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:647Read from the page
σει δικαίως ἡμῖν οὐχ ὀρθῶς αὐτὴν μεταχειρίζουσιν. Οὐ γὰρ αὐτὴ τῶν εἰρημένων ἡμῖν αἰτία κακῶν, ἀλλ' ἡμεῖς αὐτὴν τοσούτοις, τό γε εἰς ἡμᾶς ἧκον, κατερῥυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχοῦσιν ἐγχειρίζοντες αὐτήν· οἵ γε οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχὰς, οὔτε εἰς τὴν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ' ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς. Τοῦτο δὴ, τοῦτο, ὅπερ καὶ ἐφ' ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε, καὶ τῆς Ἐκκλησίας τῆς αὑτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς. Ἐπεὶ πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς Ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλοθέν ποθεν, οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι. Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾷν δύνηται. Ὅταν γὰρ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται, καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα. Ὅπερ ἵνα μὴ καὶ νῦν γένηται, ἐν τῇ τάξει τῶν ποδῶν ἡμᾶς ἐφύλαξεν ὁ Θεὸς, ἥνπερ καὶ ἐλάχομεν ἐξ ἀρχῆς. Πολλὰ γάρ ἐστιν, ὦ Βασίλειε, πρὸς τοῖς εἰρημένοις, πολλὰ ἕτερα, ἃ τὸν ἱερωμένον ἔχειν χρὴ, ἡμεῖς δὲ οὐκ ἔχομεν· καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο· πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας καθαρεύειν δεῖ τὴν ψυχήν· ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχὴν, γενόμενος ἐπ' αὐτῆς, ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα, καὶ κατὰ κράτος ἁλοὺς, ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινὰ, κἂν κολακεῦσαι δέῃ, κἂν ἀγεννές τι καὶ ἀνάξιον ὑπομεῖναι, κἂν χρήματα ἀναλῶσαι πολλά. Ὅτι γὰρ καὶ φόνων τὰς Ἐκκλησίας ἐνέπλησάν τινες, καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν, μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δὲ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν, ὡς καὶ τῆς ἀρχῆς ἐκφυγεῖν τὸν ὄγκον, καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῇ μὴ περιμένειν τὰς παρ' ἑτέρων κρίσεις, εἴ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς. Οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν· τὸ δὲ ἀντέχεσθαι παρὰ τὸ πρέπον τῆς ἀξίας πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστὶ, καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργὴν, δεύτερον χαλεπώτερον προσθέντα πλημμέλημα.
justly upon us when we handle it wrongly. For this office is not itself the cause of the evils mentioned to us, rather we ourselves, so far as lies with us, have defiled it with so many stains by entrusting it to chance comers, men who, without first examining their own souls or looking at the weightiness of the matter, readily accept what is offered, yet whenever they come to act, blinded by inexperience, fill the peoples entrusted to them with countless evils. This very thing, indeed, was almost on the point of happening in our own case as well, had not God swiftly snatched us out of those perils, sparing both His Church and our own soul. For whence else, tell me, do you suppose such great tumults are bred in the Churches? Really, for my part, I think it comes from nowhere else than from the choices and elections of prelates being made heedlessly and at random. For the head ought to have been most vigorous, so that it might govern and bring into due order the noxious vapours sent up from below out of the rest of the body. For whenever it happens to be weak in itself, unable to ward off those disease-bringing assaults, both it itself becomes weaker than it already is, and it destroys the rest of the body along with itself. And lest this happen now also, God has kept us in the rank of the feet, which indeed was allotted to us from the beginning. For there are many other qualities, O Basil, besides those mentioned—many others that a consecrated priest ought to possess, which we do not possess; and above all others, this one: his soul must be wholly pure from desire for the office; since if he happens to be passionately attached to this authority, once placed upon it he kindles the flame more fiercely, and, taken captive by storm, in order to keep firm hold of it he endures ten thousand dreadful things—even if he must flatter, even if he must submit to something ignoble and unworthy, even if he must lavish great sums of money. For that some men, fighting over this office, have filled the Churches with slaughter and laid cities waste, I pass over now, lest to some I seem to speak things past belief. Yet one ought, I think, to hold the matter in such reverent dread as both to shun the burden of the office, and, after entering upon it, not to await the judgements of others if ever one should chance to commit a fault warranting deposition, but to forestall them and cast oneself out of the office. For in that way one might reasonably draw down mercy from God; whereas to cling unseemly to dignity strips oneself of all pardon and rather kindles God's wrath all the more, by adding a second, more grievous transgression.
ιαʹ. Ἀλλ' οὐδεὶς ἀνέξεταί ποτε. Δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς. Καὶ οὐ μαχόμενος τῷ μακαρίῳ Παύλῳ ταῦτα λέγω, ἀλλὰ καὶ πάνυ συνᾴδων αὐτοῦ τοῖς ῥήμασι. Τί γὰρ ἐκεῖνός φησιν; Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Ἐγὼ δὲ οὐ τοῦ ἔργου, τῆς δὲ αὐθεντίας καὶ δυναστείας ἐπιθυμεῖν εἶπον εἶναι δεινόν. Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν, καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ' αὐτοῦ συγχωρεῖν, ἵνα μετ' ἐλευθε-
11. Yet nobody will ever brook doing so. For it is dreadful indeed, dreadful to crave this honour. And not in conflict with the blessed Paul do I say these things, rather in full accord with his words. For what does he say? If anyone aspires to oversight, he desires a noble work. Whereas I spoke of desiring not the work, but supremacy and dominion, as being dreadful. And this longing, I think, we ought with all earnestness to thrust out of the soul, not allowing her from the outset even to be held fast by it, so that with free-
PG 48:648Read from the page
ρίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ. Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης Χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ' ἄν· ὡς οἵ γε φοβούμενοι καὶ τρέμοντες κατενεχθῆναι ἐκεῖθεν, πικρὰν ὑπομένουσι δουλείαν καὶ πολλῶν γέμουσαν τῶν κακῶν, καὶ ἀνθρώποις καὶ Θεῷ προσκρούειν ἀναγκάζονται πολλάκις. Δεῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχὴν, ἀλλ', ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς, ὡς Χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον. Ὅταν γάρ τις ὑπὲρ τοῦ μηδὲν ἀπρεπὲς μηδ' ἀνάξιον τῆς ἀξίας ὑπομεῖναι ἐκείνης πάθῃ τι τοιοῦτο, καὶ τοῖς ἀδίκως καθελοῦσι τὴν κόλασιν, καὶ ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθόν. Μακάριοι γὰρ, φησὶν, ἐστὲ ὅταν ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι πολύς ἐστιν ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς. Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον, ἢ πρὸς ἑτέρων χάριν, ἢ πρὸς ἀπέχθειαν, ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ· ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ, οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος, ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι. Τοῦτο οὖν δεῖ πανταχόθεν περισκοπεῖν καὶ ἀκριβῶς διερευνᾷν, μή πού τις σπινθὴρ τῆς ἐπιθυμίας ἐκείνης ἐντυφόμενος λάθῃ. Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους, ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχὴν, δυνηθῆναι τοῦτο διαφυγεῖν. Εἰ δέ τις καὶ πρὶν ἢ τυχεῖν τῆς τιμῆς τρέφει παρ' ἑαυτῷ τὸ δεινὸν καὶ ἀπηνὲς τοῦτο θηρίον, οὐδὲ ἔστιν εἰπεῖν εἰς ὅσην ἑαυτὸν ἐμβαλεῖ κάμινον μετὰ τὸ τυχεῖν. Ἡμεῖς δὲ (καὶ μή τοι νομίσῃς μετριάζοντας ἡμᾶς ἐθελῆσαι ἄν τί ποτε ψεύσασθαι πρὸς σὲ) πολλὴν ταύτην κεκτήμεθα τὴν ἐπιθυμίαν, καὶ μετὰ τῶν ἄλλων ἁπάντων οὐχ ἧττον ἡμᾶς καὶ τοῦτο ἐφόβησε, καὶ πρὸς ταύτην ἔτρεψε τὴν φυγήν. Καθάπερ γὰρ οἱ σωμάτων ἐρῶντες, ἕως μὲν ἂν πλησίον εἶναι τῶν ἐρωμένων ἐξῇ, χαλεπωτέραν τοῦ πάθους τὴν βάσανον ἔχουσιν, ὅταν δὲ ὡς πορῥωτάτω τῶν ποθουμένων ἑαυτοὺς ἀπαγάγωσι, καὶ τὴν μανίαν ἀπήλασαν· οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται, ἀφόρητον γίνεται τὸ κακὸν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν.
dom it may be in his power to do everything. For he who does not desire to be displayed in this authority does not fear deposition from it either, and without fear he could do everything with the freedom befitting Christians; whereas those who fear and tremble at being cast down thence endure a bitter slavery fraught with many evils, and are often forced to come into collision both with men and with God. Yet the soul ought not to be so disposed; rather, just as in wars we see noble soldiers both fighting eagerly and falling bravely, so also those who come to this stewardship ought both to exercise the priesthood and to be removed from office in a manner befitting Christian men, knowing that such a deposition brings a crown no less than the office itself. For whenever anyone suffers something of the sort for refusing to submit to anything unseemly or unworthy of that dignity, he procures both punishment for those who unjustly deposed him and a greater reward for himself. For Blessed are you, He says, whenever men revile and persecute you, and utter every evil word against you falsely for My sake: rejoice and be exultant, for great is your reward in the heavens. And so much for when one is driven out by fellow ministers either out of envy, or as a favour to others, or out of enmity, or through some other unrighteous motive; whereas when it befalls him to suffer this at the hands of opponents as well, there is, I think, not even need of argument to show the gain which those men heap up for him through their own wickedness. Therefore one must look round on every side and search exactly, lest some spark of that desire lie smouldering unseen. For one may well be content if even those who from the outset are pure of the passion, whenever they fall into the office, are able to escape it. But if anyone even before obtaining the honour nurses within himself this dreadful and savage beast, there is no telling into what a furnace he will plunge himself after obtaining it. Now we (and do not suppose that out of modesty we would ever wish to speak untruly to you in aught) possess this desire in great measure, and along with all the other reasons this too frightened us no less, and turned us towards this flight. For just as lovers of bodily beauty, so long as they are allowed to be near their beloved, suffer a more grievous torment from their passion, whereas when they remove themselves as far away as possible from those desired, they drive away the madness as well; so too for those who covet this office, when they come near it, the evil becomes unbearable, whereas when they abandon hope, they quench the desire along with the expectation.
ιβʹ. Μία μὲν οὖν αὕτη πρόφασις οὐ μικρά. Ἀλλ' εἰ καὶ μόνη καθ' ἑαυτὴν οὖσα ἐτύγχανεν, ἱκανὴ ταύτης ἡμᾶς ἀπεῖρξαι τῆς ἀξίας· νῦν δὲ καὶ ἑτέρα ταύτης οὐχ ἧττον προστέθειται. Τίς δέ ἐστιν αὕτη; Νηφάλιον εἶναι δεῖ τὸν ἱερέα, καὶ διορατικὸν, καὶ μυρίους πανταχόθεν κεκτῆσθαι τοὺς ὀφθαλμοὺς, ὡς οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ πλήθει ζῶντα τοσούτῳ. Ἡμεῖς δὲ ὅτι νωθροὶ καὶ παρειμένοι καὶ πρὸς τὴν ἑαυτῶν μόλις ἀρκοῦντες σωτηρίαν, καὶ αὐτὸς ἂν ὁμολογήσειας, ὁ μάλιστα πάντων τὰ ἡμέτερα διὰ τὸ φιλεῖν κρύπτειν σπουδάζων κακά. Μὴ γάρ μοι νηστείαν ἐνταῦθα εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν, καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν· καὶ τούτων μὲν γὰρ ὅσον ἀπέχομεν οἶδας. Εἰ δὲ καὶ εἰς
12. This, then, is one reason by no means slight. Yet even if it happened to stand alone by itself, it would suffice to debar us from this dignity; as it is, another no less weighty than this is added as well. And what is this? The priest must be vigilant and clear-sighted, possessing ten thousand eyes on every side, as one who lives not for himself alone, rather for so great a multitude as well. Whereas that we are sluggish and slack, scarcely sufficing even for our own salvation, you yourself would admit—you who above all men strive out of affection to hide our faults. Do not allege fasting to me here, nor vigils, nor sleeping on the ground, and all other bodily austerity; for you know how far removed we are from these things as well. Yet even if to
PG 48:649Read from the page
ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἄν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην. Ἀνθρώπῳ μὲν γὰρ εἰς οἰκίσκον τινὰ κατακλεισθέντι, καὶ τὰ αὑτοῦ μεριμνῶντι μόνον, πολλὴν ἂν ταῦτα παράσχοι τὴν ὠφέλειαν· εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος, καὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τί δύναιτ' ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ;
exact perfection these practices had been achieved by us, not even thus, with our present sluggishness, would they have had any power to avail us towards that superintendence. For to a man shut up in some little cell and caring for his own affairs alone, these things might afford great benefit; whereas to one divided among so great a multitude and bearing private cares for each single person under his rule, what trustworthy gain could they contribute towards their advancement, unless he happened to possess a vigorous and most sturdy soul?
ιγʹ. Καὶ μὴ θαυμάσῃς, εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἐν τῇ ψυχῇ ἀνδρείας. Τὸ μὲν γὰρ σίτων καὶ ποτῶν καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὂν, καὶ μάλιστά γε τοῖς ἀγροικότερον διακειμένοις, καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τ⟨ ⟩ῖς πόνοις τραχύτητα· ὕβριν δὲ, καὶ ἐπήρειαν καὶ λόγον φορτικὸν, καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα, τά τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῇ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ' ἑνός που καὶ δευτέρου· καὶ ἴδοι τις ἂν τοὺς ἐν ἐκείνοις ἰσχυροὺς πρὸς ταῦτα οὕτως ἰλιγγιῶντας, ὡς μᾶλλον τῶν χαλεπωτάτων ἀγριαίνειν θηρίων. Τοὺς δὲ τοιούτους μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων. Τὸ μὲν γὰρ μήτε πρὸς τὰ σῖτα ἀπηγχονίσθαι, μήτε ἀνυπόδετον εἶναι τὸν προεστῶτα, οὐδὲν ἂν βλάψειε τὸ κοινὸν τῆς Ἐκκλησίας· θυμὸς δὲ ἄγριος εἴς τε τὸν κεκτημένον, εἴς τε τοὺς πλησίον μεγάλας ἐργάζεται συμφοράς. Καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ. Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν, καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά.
13. And do not marvel if, along with so great endurance, I seek another touchstone of courage in the soul. For to disdain food and drink and a soft couch we see is no hard task for many, especially for those of more rustic disposition who have been reared thus from their earliest youth, and for many others besides, since bodily constitution and habit soften the harshness in those toils; whereas insolence, spiteful abuse, coarse speech, and jeers from inferiors—whether uttered at random or justly—as well as reproaches made rashly and in vain both by rulers and by subjects, belong not to many men to bear, rather perhaps to one or two; and one may see men who are strong in those former things grow so dizzy in the face of these as to rage more fiercely than the most savage beasts. Now such men above all we shall debar from the precincts of the priesthood. For that a prelate neither starves himself to death over victuals nor goes barefoot would in no way harm the common weal of the Church; whereas savage wrath works great calamities upon him who harbours it and upon his neighbours alike. And for those who do not practise those austerities no threat is laid down by God, whereas against those who grow angry without cause Gehenna and the fire of Gehenna have been threatened. Just as the lover of vainglory, then, when he lays hold of rule over the many, supplies greater fuel to the fire, so too the man who even by himself and in converse with a few cannot master wrath, rather is easily carried away, whenever he is entrusted with the presidency of a whole multitude, like some wild beast goaded on every side by ten thousand men, could never live in quiet himself and inflicts countless evils upon those entrusted to him.
ιδʹ. Οὐδὲν γὰρ οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν, ὡς θυμὸς ἄτακτος, καὶ μετὰ πολλῆς φερόμενος τῆς ῥύμης. Θυμὸς γὰρ, φησὶν, ἀπόλλυσι καὶ τοὺς φρονίμους. Καθάπερ γὰρ ἔν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἐντίμους τῶν ἀτίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακὸν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν. Ἡδονὴ γάρ τίς ἐστιν ἡ τοῦ θυμοῦ πύρωσις, καὶ ἡδονῆς χαλεπώτερον τυραννεῖ τὴν ψυχὴν, πᾶσαν αὐτῆς τὴν ὑγιῆ κατάστασιν ἄνω καὶ κάτω ταράττουσα. Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως, καὶ ἔχθρας ἀκαίρους, καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς, καὶ εἰκῇ προσκρούειν παρασκευάζει συνεχῶς· καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τῷ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης, καὶ οὐκ ἐχούσης ὅπου τὴν αὑτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν.
14. For nothing so beclouds the purity of the mind and the clearness of the wits as unruly wrath rushing on with great impetuosity. For wrath, Scripture says, destroys even the prudent. Just as in some night-battle, the eye of the soul, darkened, finds no way to distinguish friends from foes, nor honourable men from base, rather treats everyone indiscriminately in one and the same manner, and even if it must suffer some harm, readily endures everything in order to satisfy the pleasure of the soul. For the fiery glow of wrath is a kind of pleasure, and tyrannizes over the soul more harshly than pleasure, turning her whole sound state upside down. Indeed, it easily lifts a man up to arrogance, and continually prompts unseasonable feuds, unreasoning hatred, rash collisions, and heedless quarrelling; and many other such things besides it forces one both to speak and to do, as the soul is swept away by the mighty rush of the passion and has nowhere to plant her own strength so as to withstand so great an onrush.
PG 48:650Read from the page
ΒΑΣΙΛ. Ἀλλ' οὐκ ἔτι σε εἰρωνευόμενον ἀνέξομαι περαιτέρω. Γίς γὰρ οὐκ οἶδε, φησὶν, ὅσον ταύτης ἀπέχεις τῆς νόσου; ΧΡΥΣΟΣΤ. Τί οὖν, ἔφην, ὦ μακάριε, βούλει πλησίον με τῆς πυρᾶς ἀγαγεῖν, καὶ παροξῦναι τὸ θηρίον ἠρεμοῦν; Ἢ ἀγνοεῖς, ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾷν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα, καὶ ἑνὶ μόνῳ ῇ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμὸν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων; Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ' ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν, καὶ περὶ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι. Πέφυκε γὰρ ὡς τὰ πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος, ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾷν, καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οὖν ἄν τις τὰς ἐκείνων παύσειε φλεγμονὰς, οἰδαίνων αὐτός; τίς δ' ἂν ἐπιθυμήσειε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος, τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γάρ ἐστιν, οὐκ ἔστι δυνατὸν τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρὰ ταχέως κατάδηλα γίνεται. Καὶ γὰρ ἀθλητὴς, ἕως μὲν ἂν οἴκοι μένῃ, καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ· ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται. Καὶ τῶν ἀνθρώπων τοίνυν οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον, ἔχουσι παραπέτασμα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν· εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναι ἀναγκάζονται, καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχὰς διὰ τῶν ἔξωθεν κινημάτων. Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥᾳθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους. Διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς, ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἔν τινι σκότῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους· ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν. Χωρὶς δὲ τούτων τὰ μὲν τῶν εὐτελῶν παραπτώματα, κἂν εἰς τὸ μέσον ἔλθῃ, οὐδένα ἔπληξεν ἀξιόλογον πληγήν· οἱ δὲ ἐν τῇ κορυφῇ ταύτης καθήμενοι τῆς τιμῆς, πρῶτον μὲν πᾶσίν εἰσι κατάδηλοι, ἔπειτα, κἂν ἐν τοῖς μικροτάτοις σφαλῶσι, μεγάλα τὰ μικρὰ τοῖς ἄλλοις φαίνεται. Οὐ γὰρ τῷ τοῦ γεγονότος μεγέθει, ἀλλὰ τῇ τοῦ διαμαρτόντος ἀξίᾳ τὴν ἁμαρτίαν μετροῦσιν ἅπαντες. Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι πάντοθεν τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοποῦντα, μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον, πλήξῃ καιρίαν πληγήν. Πάντες γὰρ περιεστήκασι τρῶσαι ἕτοιμοι καὶ καταβαλεῖν, οὐ τῶν ἐχθρῶν μόνον καὶ πολεμίων, ἀλλὰ καὶ αὐτῶν πολλοὶ τῶν προσποιουμένων φιλίαν.
BASIL. Nay, I shall no longer brook your dissembling any further. For who does not know, he says, how far removed you are from this malady? CHRYSOSTOM. Why then, said I, O blessed man, do you wish to bring me near the pyre and provoke the wild beast while it rests quiet? Or are you unaware that we achieved this not through our own virtue, rather through loving quietness, and that one so disposed may be thankful if, remaining by himself and associating with only one or a second friend, he is able to escape the conflagration arising thence, let alone plunging into the abyss of so many cares? For then he drags down not himself alone, rather many others also with himself towards the precipice of perdition, and renders them more slothful concerning the pursuit of gentleness. For the multitude of subjects is naturally wont for the most part to gaze upon the ways of their rulers as upon some archetypal image, and to fashion themselves after them. How, then, could anyone allay their inflammations while swollen himself? And who among the many would readily desire to become moderate when he sees his ruler irascible? For it is not, it is not possible for the failings of priests to be concealed; rather even small faults swiftly become manifest. Indeed, an athlete, so long as he stays at home and grapples with nobody, can escape notice even if he happens to be utterly feeble; whereas when he strips for the contests, he is easily exposed. So too among men, those who lead this private and untroubled life have solitude as a veil over their own sins; whereas once brought forth into public, they are compelled like a garment to strip off their repose and display their souls naked to all through their outward movements. Just as their righteous deeds, then, have profited many by summoning them to equal zeal, so too their transgressions have rendered men more indolent regarding the practice of virtue and disposed them to slacken before toils undertaken for noble ends. Wherefore the beauty of his soul must flash forth from every side, so that it may at once gladden and illumine the souls of beholders. For the sins of ordinary men, committed as though in some darkness, ruin only those who work them; whereas the transgression of an illustrious man known to many brings common harm upon all, making those who have flagged still more supine towards sweating for good things, and provoking to folly those who wish to take heed to themselves. Apart from this, the slips of lowly men, even if they come out into public, strike nobody with any notable wound; whereas those seated on the summit of this honour, first, are conspicuous to all, and next, even if they stumble in the very smallest matters, small things appear great to others. For all men measure the sin not by the magnitude of what happened, rather by the dignity of him who erred. And the priest must be fenced round on every side, as though with adamantine armour, both by intense zeal and by unceasing vigilance over his life, watching round on every side lest someone, finding a bare and neglected spot, strike a mortal blow. For all stand round ready to wound and overthrow him—not only foes and enemies, rather many even of those very men who feign friendship.
Τοιαύτας οὖν ἐπιλέγεσθαι δεῖ ψυχὰς, οἷα τὰ τῶν ἁγίων ἐκείνων ἀπέδειξε σώματα ἡ τοῦ Θεοῦ χάρις ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ ποτέ. Οὐ γὰρ κληματὶς καὶ πίσσα καὶ στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφὴ, ἀλλὰ πολὺ τούτων
Such souls, therefore, must be chosen as God's grace once proved the bodies of those holy youths to be in the Babylonian furnace. For the fuel of this fire is not brushwood, pitch, and tow, rather things far more
Notes, col. 650

On the reading

Printed Γίς, for Τίς.

Printed ῇ, for ἢ.

PG 48:651Read from the page
χαλεπωτέρα· ἐπεὶ μηδὲ πῦρ τὸ αἰσθητὸν ὑπόκειται ἐκείνῳ, ἀλλ' ἡ παμφάγος αὐτοὺς τῆς βασκανίας περιστοιχίζεται φλὸξ, πανταχόθεν αἰρομένη, καὶ ἀκριβέστερον αὐτῶν ἐπιοῦσα καὶ διερευνωμένη τὸν βίον ἢ τὸ πῦρ τότε τῶν παίδων ἐκείνων τὰ σώματα. Ὅταν οὖν εὕρῃ καλάμης ἴχνος μικρὸν, προσπλέκεται ταχέως· καὶ τὸ μὲν σαθρὸν ἐκεῖνο κατέκαυσε μέρος, τὴν δὲ λοιπὴν ἅπασαν οἰκοδομὴν, κἂν τῶν ἡλιακῶν ἀκτίνων λαμπροτέρα οὖσα τύχῃ, ἀπ' ἐκείνου τοῦ καπνοῦ προσέφλεξε καὶ ἠμαύρωσεν ἅπασαν. Ἕως μὲν γὰρ ἂν πανταχόθεν ἡρμοσμένος ᾖ καλῶς ὁ τοῦ ἱερέως βίος, ἀνάλωτος γίνεται ταῖς ἐπιβουλαῖς· ἂν δὲ τύχῃ μικρόν τι παριδὼν, οἷα εἰκὸς ἄνθρωπον ὄντα, καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγόρων στόματα διαφυγεῖν, ἀλλ' ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα. Καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ' ὡς ἀγγέλῳ, καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ, δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ. Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι, διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσιν εἰς τοὐναντίον προχωροῦντα ἐκείνου τὰ πράγματα, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι, καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβὴν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καί τι τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες. Καὶ ὥσπερ ἐκεῖνος τοὺς τοῦ σώματος φύλακας δέδοικεν, οὕτω καὶ οὗτος τοὺς πλησίον καὶ συλλειτουργοῦντας αὐτῷ μάλιστα πάντων τρέμει. Οὔτε γὰρ ἕτεροί τινες οὕτω τῆς ἀρχῆς ἐπιθυμοῦσι τῆς ἐκείνου, καὶ τὰ ἐκείνου μάλιστα πάντων ἴσασιν, ὡς οὗτοι· ἐγγύθεν γὰρ ὄντες, εἴ τι συμβαίη τοιοῦτο, πρὸ τῶν ἄλλων αἰσθάνονται, καὶ δύναιντ' ἂν εὐχερῶς καὶ διαβάλλοντες πιστευθῆναι, καὶ τὰ μικρὰ μεγάλα ποιοῦντες τὸν συκοφαντούμενον ἑλεῖν. Τὸ γὰρ ἀποστολικὸν ἐκεῖνο ῥῆμα ἀντέστραπται· Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· πλὴν εἴ τις εὐλαβείᾳ πολλῇ πρὸς ἅπαντα στῆναι δυνηθείη. Εἰς τοσοῦτον οὖν ἡμᾶς ἐκπέμπεις πόλεμον; καὶ πρὸς μάχην οὕτω καὶ ποικίλην καὶ πολυειδῆ τὴν ἡμετέραν ἐνόμισας ἀρκέσειν ψυχήν; Πόθεν καὶ παρὰ τίνος μαθών; Εἰ μὲν γὰρ ὁ Θεὸς ἐγνώρισε τοῦτο, ἐπίδειξον τὸν χρησμὸν, καὶ πείθομαι· εἰ δὲ οὐκ ἔχεις, ἀλλ' ἀπὸ δόξης ἀνθρωπίνης φέρεις τὴν ψῆφον, ἀπαλλάγηθί ποτε ἐξαπατώμενος. Ὑπὲρ γὰρ τῶν ἡμετέρων ἡμῖν μᾶλλον ἢ ἑτέροις πείθεσθαι δίκαιον· ἐπειδὴ Τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ὅτι γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἑλομένους καταγελάστους ἂν ἐποιήσαμεν, ταύτην δεξάμενοι τὴν ἀρχὴν, καὶ μετὰ πολλῆς τῆς ζημίας εἰς ταύτην ἂν ἐπανήλθομεν τοῦ βίου τὴν κατάστασιν, ἐν ᾗ καὶ νῦν ἐσμεν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν σε τούτοις οἶμαι πεπεικέναι τοῖς ῥήμασιν. Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον, ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς
grievous than these; since it is not perceptible fire that lies beneath him, rather the all-devouring flame of envy hems them round, rising up on every side, assailing and searching out their life more exactly than the fire then searched the bodies of those youths. Whenever, then, it finds a slight trace of stubble, it swiftly fastens upon it: that unsound part it burns up utterly, while all the rest of the edifice, even if it happens to be brighter than the rays of the sun, it scorches and blackens throughout with that smoke. For so long as the priest's life is well fitted together on every side, it remains impregnable to plots; whereas if he happens to overlook some small point, as is natural for one who is human and crossing the much-wandering sea of this life, none of his other righteous deeds is of any avail to him towards being able to escape the mouths of accusers, rather that small slip casts a shadow over all the rest. And all men wish to sit in judgement upon the priest not as on one clad in flesh, nor as on one allotted a human nature, rather as on an angel freed from all other infirmity. And just as all men shudder before a tyrant and flatter him so long as he holds sway, because they cannot pull him down, whereas when they see his affairs turning towards the reverse, those who a little earlier were friends cast aside their feigned honour and suddenly become foes and enemies, and having searched out all his weak spots set upon him to strip him of rule; just so in the case of priests as well, those who shortly before, while he held power, honoured and courted him, whenever they find a slight grip, bestir themselves vehemently, bent on deposing him not merely as a tyrant, rather as something still worse than that. And just as that tyrant dreads his own bodyguards, so this man trembles before his associates and fellow ministers most of all. For no others so covet his office, and none know his affairs better than these; for being close at hand, if anything of the sort should happen, they perceive it before all others, and by slandering him could easily win belief, and by magnifying small things into great convict the victim of their false charges. For that apostolic saying has been turned upside down: And whether one member suffers, all the members suffer with it; or one member is glorified, all the members rejoice with it—except perhaps someone through great godly fear should be able to stand firm against all things. Do you, then, send us forth into so great a war? And did you suppose our soul would suffice for a combat so varied and manifold? Whence and from whom did you learn this? For if God made this known, display the oracle and I obey; whereas if you have none, rather cast your vote from human opinion, rid yourself at last of your delusion. For regarding our own affairs it is just to trust us rather than others; since Nobody knows the things of a man except the spirit of the man that is in him. Indeed, that we would have made both ourselves and those who chose us laughing-stocks had we accepted this office, and with great loss would have returned to this very state of life in which we even now stand, I think I have persuaded you now by these words, even if not earlier. For not envy alone, rather what is far more vehement than envy, the desire for this office, is wont to arm the many
PG 48:652Read from the page
ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος. Καὶ καθάπερ οἱ φίλαρχοι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινὲς, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγὲς, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες, καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.
against him who holds it. And just as power-loving sons chafe at their fathers' old age, so too certain of these men, when they see the priesthood prolonged over a great span of time, since it is unhallowed to slay him, hasten to depose him from office, all eager to take his place and each expecting the rule to devolve upon himself.
ιεʹ. Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων; Ἴθι δὴ, καὶ διάκυψον εἰς τὰς δημοτελεῖς ἑορτὰς, ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἀρχῶν τὰς αἱρέσεις ποιεῖσθαι νόμος· καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον, ὅσον τῶν ἀρχομένων τὸ πλῆθός ἐστι. Πάντες γὰρ οἱ δοῦναι κύριοι τὴν τιμὴν εἰς πολλὰ τότε σχίζονται μέρη, καὶ οὔτε πρὸς ἀλλήλους, οὔτε πρὸς αὐτὸν τὸν λαχόντα τὴν ἐπισκοπὴν, τὸ τῶν πρεσβυτέρων συνέδριον ὁμογνωμονοῦν ἴδοι τις ἄν· ἀλλ' ἕκαστος καθ' ἑαυτὸν ἑστήκασιν, ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον αἱρούμενος. Τὸ δὲ αἴτιον, οὐκ εἰς ἓν πάντες ὁρῶσιν, εἰς ὃ μόνον ὁρᾷν ἐχρῆν, τῆς ψυχῆς τὴν ἀρετήν· ἀλλ' εἰσὶ καὶ ἕτεραι προφάσεις αἱ ταύτης πρόξενοι τῆς τιμῆς· οἷον, Ὁ μὲν, ὅτι γένους ἐστὶ λαμπροῦ, ἐγκρινέσθω, φησίν· ὁ δὲ, ὅτι πλοῦτον περιβέβληται πολὺν, καὶ οὐκ ἂν δέοιτο τρέφεσθαι ἐκ τῶν τῆς Ἐκκλησίας προσόδων· ὁ δὲ, ὅτι παρὰ τῶν ἐχθρῶν ηὐτομόλησε· καὶ ὁ μὲν τὸν οἰκείως πρὸς αὐτὸν διακείμενον, ὁ δὲ τὸν γένει προσήκοντα, ὁ δὲ τὸν κολακεύοντα πάλιν τῶν ἄλλων προτιμᾷν σπουδάζουσιν, εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾷν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον. Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν, ὡς μηδὲ εἴ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾷν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ τῶν ἅπαντα τὸν χρόνον καθειρξάντων ἑαυτοὺς, καὶ νηστείαις δαπανηθέντων, ὅτι, ἕως μὲν αὐτοῖς μόνοις εἶναι ἐξῆν καὶ τὰ αὑτῶν μεριμνᾷν εὐδοκίμουν παρὰ Θεῷ, καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνῃ προσετίθεσαν τῇ φιλοσοφίᾳ μέρος οὐ μικρόν· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον, καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν· οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτούς τε ἐζημίωσαν τὰ μέγιστα, καὶ ἑτέρους ὤνησαν οὐδέν. Ἀλλ' οὐδὲ εἴ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων, καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω. Τί γὰρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι; Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας, πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας, ταῦτα εἶπον νῦν (συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχὴν), ἀλλ' ἐκεῖνο δεῖξαι σπουδάζων, ὅτι εἰ μήτε εὐλάβεια καθ' ἑαυτὴν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ' ἂν δεῖξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ' ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο. Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας· καὶ γὰρ οἱ μὲν, ἵνα μὴ μετὰ τῶν ἐναντίων τάξωσιν ἑαυτοὺς, εἰς τὴν τοῦ κλήρου καταλέγονται τάξιν, οἱ δὲ διὰ πονηρίαν, καὶ ἵνα μὴ παροφθέντες μεγάλα ἐργάσωνται κακά. Ἆρα γένοιτ' ἄν τι τούτου παρανομώτερον; Ὅταν ἄνθρωποι μοχθηροὶ καὶ μυρίων γέμοντες κακῶν διὰ ταῦτα θεραπεύωνται, δι' ἃ κολάζεσθαι ἔδει, καὶ ὧν ἕνεκεν μηδὲ τὸν οὐδὸν τῆς ἐκκλησίας ὑπερβαίνειν ἐχρῆν, ὑπὲρ τούτων καὶ εἰς τὴν
15. Do you wish me to show you yet another form of this warfare, filled with countless perils? Come then, and peer into the public festivals at which it is most customary to hold elections to ecclesiastical offices; and you will see the priest pelted with as many accusations as is the multitude of those under rule. For all who have authority to bestow the honour are then split into many factions, and one could see the council of presbyters in harmony neither with one another nor with him who has obtained the episcopate; rather they stand each apart by himself, one choosing this man, another that. And the reason is that they do not all look towards one thing—towards which alone they ought to have looked—the virtue of the soul; rather there are other pretexts too that procure this honour: for instance, one says, Let this man be admitted because he is of illustrious lineage; another, because he is clothed with great wealth and would have no need to be fed out of the revenues of the Church; another, because he deserted from the enemy; and one strives to prefer above others a man intimately disposed towards himself, another a kinsman by birth, another again a flatterer, whereas nobody wishes to look towards the man who is fit, or to make any trial of soul. For my part, I am so far from deeming these grounds trustworthy for the testing of priests that not even if someone were to display great piety—which contributes no small part for us towards that office—would I venture at once from this to admit even him, unless along with his piety he happened to possess great prudence as well. Indeed, I myself know many of those who shut themselves up all their time and wore themselves out with fastings, that so long as they were allowed to be by themselves and care for their own affairs they found favour before God, and day by day added no small measure to that philosophy; yet when they came into the multitude and were forced to correct the ignorances of the many, some from the very outset proved unequal to so great an undertaking, while others, compelled to remain, cast away their former strictness, inflicted the greatest loss upon themselves, and profited others nothing at all. Nay, not even if someone has spent his whole time remaining in the lowest rank of ministry and has reached extreme old age, shall we simply out of reverence for his years advance him to the higher office. For what if even after reaching that age he should still remain unfit? And not from any wish to dishonour hoary hairs, nor laying down a law that those who come from the choir of monks be altogether debarred from such superintendence, have I said these things now (for many who came from that flock have indeed shone brightly in this office), rather in earnest endeavour to show this: that if neither piety by itself nor lengthy old age would suffice to prove its possessor worthy of priesthood, scarcely indeed would the pretexts mentioned above effect this. Yet men add others still more absurd: for some are enrolled in the rank of the clergy lest they range themselves with opponents, and others on account of their wickedness, lest if overlooked they work great evils. Could anything be more lawless than this? When depraved men fraught with countless evils are courted on account of the very things for which they ought to have been punished, and by reason of which they ought not even to have crossed the threshold of the church—for these very things they mount up even to the