ζʹ. Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος· ἀλλ' ὅμως μετὰ τοσαῦτα πλεονεκτήματα δέδοικεν ἔτι καὶ τρέμει περὶ ταύτης τῆς ἀρχῆς καὶ τῶν ἀρχομένων ὑπ' αὐτοῦ. Φοβοῦμαι γὰρ, φησὶ, μή πως. ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν· καὶ πάλιν, Ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ ἀποῤῥήτων κοινωνήσας Θεῷ, καὶ τοσούτους ὑπομείνας θανάτους, ὅσας μετὰ τὸ πιστεῦσαι ἔζησεν ἡμέρας· ἄνθρωπος μηδὲ τῇ δοθείσῃ παρὰ τοῦ Χριστοῦ χρήσασθαι ἐξουσίᾳ βουληθεὶς, ἵνα μή τις τῶν πιστευσάντων σκανδαλισθῇ. Εἰ τοίνυν ὁ τὰ προστάγματα ὑπερβαίνων τοῦ Θεοῦ, καὶ μηδαμοῦ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ τῶν ἀρχομένων, οὕτως ἔμ⟨φ⟩οβος ἦν ἀεὶ, πρὸς τὸ τῆς ἀρχῆς μέγεθος ἀφορῶν, τί πεισόμεθα ἡμεῖς οἱ πολλαχοῦ τὰ ἑαυτῶν ζητοῦντες, οἱ τὰς ἐντολὰς τοῦ Χριστοῦ οὐ μόνον οὐχ ὑπερβαίνοντες, ἀλλὰ καὶ ἐκ πλείονος παραβαίνοντες μοίρας; Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; τοιοῦτον εἶναι δεῖ τὸν ἱερέα, μᾶλλον δὲ οὐ τοιοῦτον μόνον· μικρὰ γὰρ ταῦτα καὶ τὸ μηδὲν πρὸς ὃ μέλλω λέγειν. Τί δὲ τοῦτό ἐστιν; Ηὐχόμην, φησὶν, ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Εἴ τις δύναται ταύτην ἀφιέναι τὴν φωνὴν, εἴ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων· εἰ δέ τις ἀποδέοι τῆς ἀρετῆς ἐκείνης τοσοῦτον, ὅσον ἡμεῖς, οὐχ ὅταν φεύγῃ, ἀλλ' ὅταν δέχηται μισεῖσθαι δίκαιος. Οὐδὲ γὰρ, ει στρατιωτικῆς ἀξίας αἵρεσις προὔκειτο, εἶτα χαλκοτύπον, ἢ σκυτοτόμον, ἤ τινα τῶν τοιούτων δημιουργῶν ἑλκύσαντες εἰς τὸ μέσον οἱ δοῦναι κύριοι τὴν τιμὴν, ἐνεχείριζον τὸν στρατὸν, ἐπῄνεσα ἂν τὸν δείλαιον ἐκεῖνον οὐ φεύγοντα, καὶ πάντα ποιοῦντα ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν ἐμβαλεῖν κακόν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ κληθῆναι ποιμένα καὶ μεταχειρίσαι τὸ πρᾶγμα ὡς ἔτυχεν ἀρκεῖ, καὶ κίνδυνος οὐδεὶς, ἐγκαλείτω κενοδοξίας ἡμῖν ὁ βουλόμενος· εἰ δὲ πολλὴν μὲν σύνεσιν, πολλὴν δὲ πρὸ τῆς συνέσεως τὴν παρὰ τοῦ Θεοῦ χάριν, καὶ τρόπων ὀρθότητα, καὶ καθαρότητα βίου, καὶ μείζονα ἢ κατὰ ἄνθρωπον ἔχειν δεῖ τὴν ἀρετὴν, τὸν ταύτην ἀναδεχόμενον τὴν φροντίδα, μή με ἀποστερήσῃς συγγνώμης, μάτην ἀπολέσθαι μὴ βουλόμενον καὶ εικῆ. Καὶ γὰρ εἰ μυριάγωγόν τις ὁλκάδα ἄγων, πεπληρωμένην ἐρετῶν, καὶ φορτίων γέμουσαν πολυτελῶν, εἶτα ἐπὶ τῶν οἰάκων καθίσας ἐκέλευέ με περᾷν τὸ Αἰγαῖον ἢ τὸ Τυῤῥηνικὸν πέλαγος, ἐκ πρώτης ἂν ἀπεπήδησα τῆς φωνῆς· καὶ εἴ τις ἤρετο, διὰ τί; Ἵνα μὴ καταδύσω τὸ πλοῖον, εἶπον ἄν. Εἶτα ἔνθα μὲν εἰς χρήματα ἡ ζημία, καὶ ὁ κίνδυνος σωματικοῦ μέχρι θανάτου, οὐδεὶς ἐγκαλέσει πολλῇ κεχρημένοις προνοίᾳ· ὅπου δὲ τοῖς ναυαγοῦσιν οὐκ εἰς τὸ πέλαγος τοῦτο, ἀλλ' εἰς τὴν ἄβυσσον τοῦ πυρὸς ἀπόκειται πεσεῖν, καὶ θάνατος αὐτοὺς οὐχ ὁ τὴν ψυχὴν ἀπὸ τοῦ σώματος διαιρῶν, ἀλλ' ὁ ταύτην μετ' ἐκείνου εἰς κόλασιν παραπέμπων αἰώνιον ἐκδέχεται, ἐνταῦθα ὅτι μὴ προπετῶς εἰς τοσοῦτον ἑαυτοὺς ἐῤῥίψαμεν κακὸν, ὀργιεῖσθε καὶ μισήσετε;
7. No one loved Christ more than Paul, no one displayed greater zeal than he, no one was deemed worthy of greater grace; and yet after so many advantages he still fears and trembles concerning this office and those ruled by him. For I fear, he says, lest by any means, as the serpent deceived Eve in his craftiness, so your minds should be corrupted from the simplicity that is towards Christ; and again, In fear and in great trembling was I with you; a man caught up to the third heaven, and having shared in unspeakable things with God, and having endured as many deaths as the days he lived after believing; a man who did not wish to use even the authority given him from Christ, lest anyone of those who believed should be caused to stumble. If, then, he who surpassed the commandments of God, and nowhere sought his own good, save that of those ruled, was always so fearful when looking to the magnitude of the office, what shall we suffer—we who in many places seek our own, we who not only do not surpass the commandments of Christ, save even transgress them in the greater part? Who is weak, he says, and I am not weak? Who is caused to stumble, and I do not burn? Such must the priest be—or rather, not such only; for these things are small and as nothing compared to what I am about to say. And what is this? I could pray, he says, to be accursed from Christ for the sake of my brethren, my kinsmen according to the flesh. If anyone is able to utter this voice, if anyone has a soul attaining to this prayer, he would justly be accused when fleeing; yet if anyone should fall as far short of that virtue as we do, he justly deserves to be hated not when he flees, save when he accepts. For neither, if the choice of military rank had been set forth, and those who had authority to grant the honour had dragged a coppersmith, or a cobbler, or some such craftsman into the midst and were entrusting the army to him, would I have praised that wretched man had he not fled and done everything so as not to cast himself into manifest ruin. For if merely to be called a shepherd and to handle the matter at random suffices, and there is no danger, let whosoever wishes accuse us of vainglory; yet if he who undertakes this care must possess great understanding, and, before understanding, abundant grace from God, and uprightness of manners, and purity of life, and virtue greater than is according to man, do not deprive me of pardon when I am unwilling to perish in vain and to no purpose. For if someone, bringing a merchant ship of ten thousand amphorae burden, filled with rowers and laden with costly cargoes, had then seated me at the helms and were bidding me cross the Aegean or the Tyrrhenian Sea, I would have leapt away at the very first word; and if anyone had asked, Why so? Lest I sink the vessel, I would have said. Well then, where the loss touches money and the danger extends only as far as bodily death, no one will accuse men who have exercised great forethought; whereas when it lies in store for those who suffer shipwreck to fall not into this sea, save into the abyss of fire, and there awaits them a death that does not sever the soul from the body, save sends her off together with it to eternal punishment—here, because we did not headlong hurl ourselves into so great an evil, will you be angry and hate us?