ΒΑΣΙΛ. Σὺ δὲ, φησὶν, οὐ φιλεῖς τὸν Χριστόν; ΧΡΥΣΟΣΤ. Καὶ φιλῶ, καὶ φιλῶν οὐ παύσομαί ποτε, δέδοικα δὲ μὴ παροξύνω τὸν φιλούμενον ὑπ' ἐμοῦ. ΒΑΣΙΛ. Καὶ τί τούτου γένοιτ' ἂν αἴνιγμα, φησὶν, ἀσαφέστερον, εἰ ὁ μὲν Χριστὸς τὸν φιλοῦντα αὐτὸν ποιμαίνειν προσέταξεν αὐτοῦ τὰ πρόβατα, σὺ δὲ διὰ τοῦτο φὴς οὐ ποιμαίνειν, ἐπειδὴ τὸν τοῦτο προστάξαντα φιλεῖς; ΧΡΥΣΟΣΤ. Οὐκ ἔστιν αἴνιγμα, ἔφην, ὁ λόγος, ἀλλὰ καὶ λίαν σαφὴς καὶ ἁπλοῦς. Εἰ μὲν γὰρ ἱκανῶς ἔχων διοικῆσαι τὴν ἀρχὴν ταύτην, καθὼς ὁ Χριστὸς ἤθελεν, εἶτα ἀπέφυγον, ἔδει πρὸς τὸ παρ' ἐμοῦ λεγόμενον ἀπορεῖν· ἐπειδὴ δὲ ἄχρηστόν με πρὸς τὴν διακονίαν ταύτην ἡ τῆς ψυχῆς ἀσθένεια καθίστησι, ποῦ ζητήσεως ἄξιον τὸ λεγόμενον; Καὶ γὰρ δέδοικα μὴ τὴν ἀγέλην τοῦ Χριστοῦ σφριγῶσαν καὶ εὐτραφῆ παραλαβὼν, εἶτα αὐτὴν ἐξ ἀπροσεξίας λυμηνάμενος, παροξύνω κατ' ἐμαυτοῦ τὸν οὕτως αὐτὴν ἀγαπήσαντα Θεὸν, ὡς ἑαυτὸν ἐκδοῦναι διὰ τὴν ταύτης σωτηρίαν τε καὶ τιμήν. ΒΑΣΙΛ. Παίζων λέγεις ταῦτα, φησίν· εἰ γὰρ σπουδάζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἡμᾶς ἐπέδειξας δικαίως ἀλγοῦντας, ἢ διὰ τῶν ῥημάτων τούτων, δι' ὧν ἀποκρούσασθαι τὴν ἀθυμίαν ἐσπούδασας. Ἐγὼ γὰρ καὶ πρότερον εἰδὼς ὅτι με ἠπάτησας καὶ προὔδωκας, νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι ἐπεχείρησας, τοῦτο μανθάνω καὶ συνίημι καλῶς, οἷ τῶν κακῶν με ἤγαγες. Εἰ γὰρ διὰ τοῦτο σαυτὸν ὑπεξήγαγες τῆς τοιαύτης λειτουργίας, ὅτι σύνοιδας οὐκ ἀρκοῦσάν σου τὴν ψυχὴν πρὸς τὸν τοῦ πράγματος ὄγκον, ἐμὲ πρότερον ἐξελέσθαι ἐχρῆν, καὶ εἰ πολλὴν πρὸς τοῦτο ἐπιθυμίαν ἔχων ἐτύγχανον, μὴ ὅτι καὶ πᾶσαν τὴν ὑπὲρ τούτων ἐπέτρεψά σοι βουλήν· νῦν δὲ τὸ σαυτοῦ μόνον ἰδὼν τὸ ἡμέτερον παρεῖδες. Εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἂν ἦν· σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν, ἐπεβούλευσας. Οὐδὲ γὰρ εἰς ἐκεῖνο καταφυγεῖν ἔχοις ἂν, ὅτι ἡ τῶν πολλῶν δόξα ἠπάτησέ σε, καὶ μεγάλα τινὰ καὶ θαυμαστὰ περὶ ἡμῶν ὑποπτεύειν ἔπεισεν. Οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν. Εἰ μὲν γὰρ μηδέποτέ σοι πεῖραν τῆς ἡμετέρας ἐδώκαμεν συνουσίας, ἐδόκει τις εἶναί σοι πρόφασις εὔλογος, ἀπὸ τῆς τῶν πολλῶν φήμης φέροντι τὴν ψῆφον· εἰ δὲ οὐδ' εἷς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχὴν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς, ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον; Ἀλλὰ γὰρ ταῦτα ἀφείσθω νῦν· οὐδὲ γὰρ ὑπὲρ τούτων ἀναγκάζομέν σε κρίνεσθαι· τί πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογησόμεθα; λέγε. ΧΡΥΣΟΣΤ. Ἀλλ' οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ' ἐκεῖνα πορεύσομαι, ἕως ἂν διαλύσωμαι τὰ πρὸς σὲ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν. Σὺ μὲν γὰρ ἔφης τὴν ἄγνοιαν ἡμῖν φέρειν συγγνώμην, καὶ πάσης ἂν ἡμᾶς ἀφεῖναι κατηγορίας, εἰ μηδὲν τῶν σῶν εἰδότες, εἶτά σε εἰς τὰ παρόντα ἠγάγομεν· ἐπειδὴ δὲ οὐκ ἀγνοοῦντας προδοῦναι, ἀλλ' ἀκριβῶς ἐπισταμένους τὰ σὰ, διὰ τοῦτο πᾶσαν ἡμῖν πρόφασιν εὔλογον καὶ ἀπολογίαν ἀνηρῆσθαι δικαίαν. Ἐγὼ δὲ πᾶν τοὐναντίον φημί· διότι τὰ τοιαῦτα πολλῆς δεῖται τῆς ἐξετάσεως, καὶ τὸν μέλλοντα παραδώσειν τὸν εἰς ἱερωσύνην ἐπιτήδειον οὐ δεῖ τῇ τῶν
BASIL. And do you yourself, says he, not love Christ? CHRYSOSTOM. Indeed I love Him, and shall never cease loving Him, yet I fear lest I provoke Him Who is loved by me. BASIL. And what riddle, says he, could be more obscure than this, if Christ commanded him who loves Him to tend His sheep, whereas you say that on this account you do not tend them, because you love Him Who gave this command? CHRYSOSTOM. The statement, said I, is no riddle, but exceedingly clear and simple. For if, being competent to administer this office as Christ wished, I had then fled away, there would be need to be perplexed at what is said by me; since, however, the infirmity of my soul renders me useless for this ministry, how is what is said worthy of questioning? For I fear lest, having received the flock of Christ flourishing and well-fed, and then having marred it through inattention, I provoke against myself the God Who so loved it as to give Himself up for its salvation and redemption-price. BASIL. You say these things in jest, says he; for if in earnest, I do not know how else you could better have shown that we are justly grieved than through these words by which you have endeavoured to beat back our despondency. For even beforehand knowing that you deceived and betrayed me, now far more, when you have even attempted to strip off the charges, do I learn this and understand right well to what a pitch of evils you have brought me. For if on this account you secretly withdrew yourself from such a ministry, because you are conscious that your soul does not suffice for the weight of the matter, you ought first to have rescued me, even if I happened to have a strong desire for this, much more when I committed to you my entire counsel concerning these things; yet as it is, looking to your own interest alone, you overlooked ours. Would then that you had merely overlooked it, and we should have been content; yet you even plotted how we might fall an easy prey to those wishing to seize us. For neither could you take refuge in this, that the opinion of the many deceived you, and persuaded you to surmise great and admirable things concerning us. For neither are we among those admired and distinguished, nor, even if this happened to be so, ought one to have preferred the opinion of the many to the truth. For if we had never given you experience of our company, you would seem to have some plausible pretext when casting your vote from the report of the many; if, however, not a single man so knows our affairs, nay, you know our soul even better than those very persons who begot and reared us, what plea will be so persuasive for you as to be able to convince the hearers that not intentionally did you thrust us into this peril? Yet let these things be dismissed now—for neither do we compel you to stand trial over them; what shall we plead in defence before our accusers? Tell me. CHRYSOSTOM. Nay, neither shall I myself, said I, proceed to those matters first, until I have cleared up the charges touching you, even if ten thousand times you yourself wish to acquit us of the accusations. For you said that ignorance would bring us pardon, and would release us from every charge, if, knowing nothing of your affairs, we had then brought you into your present circumstances; since, however, we betrayed you not in ignorance, but knowing your affairs accurately, on this account every reasonable pretext and just defence has been taken away from us. Yet I affirm the very opposite: because such matters require much examination, and he who is about to hand over a man fit for the priesthood ought not with the