Migne Reading Room

PG 48 · cols. 629–634 · Read from the page

On the Priesthood, six books

On the Priesthood, six books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:629Read from the page
ηʹ. ΧΡΥΣΟΣΤΟΜΟΣ. Θάρσει, ἔφην ἐγώ· οὐ γὰρ ὑπὲρ τούτων εἰμὶ μόνον ἕτοιμος εὐθύνας ὑπέχειν, ἀλλὰ καὶ ὧν ἀνευθύνους ἡμᾶς ἀφῆκας, καὶ τούτων πειράσομαί σοι λόγον δοῦναι, ὡς ἂν οἷός τε ὦ. Καὶ, εἰ βούλει γε, ἀπ' αὐτῶν πρῶτον τῆς ἀπολογίας ποιήσομαι τὴν ἀρχήν. Καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων, καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες, πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον, καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον, ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥᾳθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς. Τί ποτε οὖν σε ἠδικήκαμεν, ἐπειδὴ καὶ ἐντεῦθεν ἐγνώκαμεν εἰς τὸ τῆς ἀπολογίας ἀφεῖναι πέλαγος; ἆρα ὅτι σε παρεκρουσάμεθα, καὶ τὴν ἡμετέραν ἐκρύψαμεν γνώμην; Ἀλλ' ἐπὶ κέρδει καὶ τοῦ ἀπατηθέντος σου, καὶ οἷς ἀπατήσαντές σε προὐδώκαμεν. Εἰ μὲν γὰρ δι' ὅλου τὸ τῆς κλοπῆς κακὸν, καὶ οὐκ ἔστιν εἰς δέον αὐτῷ χρήσασθαί ποτε, δοῦναι ἕτοιμοι δίκην ἡμεῖς, ἣν ἂν αὐτὸς ἐθέλῃς· μᾶλλον δὲ σὺ μὲν οὐδέποτε παρ' ἡμῶν ἀνέξῃ δίκην λαβεῖν, ἡμεῖς δὲ ἑαυτῶν καταγνωσόμεθα ταῦτα, ἃ τῶν ἀδικούντων οἱ δικάζοντες, ὅταν αὐτοὺς ἕλωσιν οἱ κατήγοροι. Εἰ δὲ οὐκ ἀεὶ τὸ πρᾶγμα ἐπιβλαβὲς, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται φαῦλον ἢ καλὸν, ἀφεὶς ἐγκαλεῖν τὸ ἠπατῆσθαι, δεῖξον ἐπὶ κακῷ τοῦτο τεχνασαμένους· ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τούς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους. Τοσοῦτον γὰρ ἔχει κέρδος εὔκαιρος ἀπάτη, καὶ μετὰ τῆς ὀρθῆς γινομένη διανοίας, ὡς πολλοὺς, ὅτι μὴ παρεκρούσαντο, καὶ δίκην δοῦναι πολλάκις. Καὶ εἰ βούλει γε τῶν στρατηγῶν τοὺς ἐξ αἰῶνος εὐδοκιμήσαντας ἐξετάσαι, τὰ πλείονα αὐτῶν τρόπαια τῆς ἀπάτης εὑρήσεις ὄντα κατορθώματα, καὶ μᾶλλον τούτους ἐπαινουμένους, ἢ τοὺς ἐκ τοῦ φανεροῦ κρατοῦντας. Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων, καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν αὐτοῖς πλέον ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ' οὐδὲν ἧττον τῶν ἡττημένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων, καὶ τῶν ταμιείων κεκενωμένων. Πρὸς δὲ τούτοις οὐδὲ τῆς ἐπὶ τῇ νίκῃ δόξης αὐτοὺς ἀφιᾶσιν ἀπολαῦσαι πάσης· μέρος γὰρ αὐτῆς οὐ μικρὸν συμβαίνει καὶ τοὺς πεπτωκότας καρποῦσθαι, διὰ τὸ ταῖς ψυχαῖς νικῶντας τοῖς σώμασιν ἡττηθῆναι μόνοις· ὡς, εἴ γε ἐνῆν βαλλομένους μὴ πίπτειν, μηδὲ ἐπελθὼν ὁ θάνατος αὐτοὺς ἔπαυσεν, οὐκ ἂν ἔστησαν τῆς προθυμίας ποτέ. Ὁ δὲ ἀπάτῃ κρατῆσαι δυνηθεὶς, οὐ συμφορᾷ μόνον, ἀλλὰ καὶ γέλωτι περιβάλλει τοὺς πολεμίους. Οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀμφότεροι ἀποφέρονται τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῇ φρονήσει, ἀλλ' ὅλον τῶν νικώντων ἐστὶ τὸ βραβεῖον, καὶ, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν. Οὐ γάρ ἐστιν ὥσπερ ὁ τῶν χρημάτων πλοῦτος καὶ τὸ τῶν σωμάτων πλῆθος, ἡ τῆς ψυχῆς φρόνησις· ἀλλ' ἐκεῖνα μὲν, ὅταν τις αὐτοῖς ἐν τοῖς πολέμοις χρῆται συνεχῶς, δαπανᾶσθαι συμβαίνει καὶ ἀπολείπειν τοὺς ἔχοντας, αὕτη δὲ, ὅσῳπερ ἄν τις αὐτὴν ἀνα-
8. CHRYSOSTOM. Take heart, said I; for not only am I ready to render an account for these matters, but even on those points on which you have held us exempt from account, I shall endeavour to give you a reckoning to the best of my ability. And, if you wish, from those very points first of all I shall make the beginning of my defence. For I should be absurd and utterly ungrateful if, while troubling myself over the opinion of outsiders and doing everything that they might cease reproaching us, I were unable to persuade the one dearest to me of all men — who has shown such reverence towards us as not even to wish to reproach us for the wrongs he says he has suffered, but setting his own affairs at naught still takes thought for ours — that I do him no wrong, and were seen to treat him with greater negligence than the earnestness he himself displayed towards us. Wherein, then, have we wronged you, since from this point we have resolved to launch out upon the sea of our defence? Is it that we outwitted you and concealed our mind? Yet it was for the benefit both of you who were deceived and of those to whom by deceiving you we delivered you up. For if stealth is altogether an evil, and one may never make use of it to good purpose, we are ready to pay whatever penalty you yourself wish; or rather, since you will never endure to exact a penalty from us, we shall pass upon ourselves that sentence which judges pass upon wrongdoers when their accusers convict them. Yet if the thing is not always harmful, but becomes base or noble according to the purpose of those who employ it, cease bringing as a charge the fact of having been deceived, and prove that we contrived this for an evil end; for so long as that is wanting, those who wish to judge fair-mindedly ought in justice not merely to refrain from bringing blames and accusations, but actually to commend the deceiver. For a timely stratagem wrought with upright intent holds such great gain that many men have often even paid the penalty because they did not use outwitting. And if you wish to examine the generals who have won renown from of old, you will find most of their trophies to be triumphs of stratagem, and such men praised more than those who conquer in open field. For the latter bring wars to success at greater cost both of money and of lives, so that no advantage accrues to them from the victory, but the victors fare scarce a whit less ill than the vanquished, with their armies expended and their treasuries emptied. Besides this, the vanquished do not even suffer them to enjoy the whole glory of the victory; for no small share of it falls to be reaped even by the fallen, because while victorious in their souls they were worsted in their bodies alone — inasmuch as, had it been possible for them when struck not to fall, and had not death come upon them and stayed them, they would never have ceased from their ardour. Whereas one who has been able to prevail by stratagem wraps the enemy not in calamity alone, but in ridicule as well. For not as in the other case, where both sides carry off equally the praises for strength, do both sides here carry off those for prudence; rather, the prize belongs wholly to the victors, and — what is no less than these things — they preserve the pleasure of the victory unimpaired for the city. For the prudence of the soul is not like wealth of money and multitude of bodies; those, when one uses them continually in wars, come to be expended and fail their possessors, whereas this, the more one stirs it
PG 48:630Read from the page
κινῇ, τοσούτῳ μᾶλλον αὔξεσθαι πέφυκεν. Οὐκ ἐν τοῖς πολέμοις δὲ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνη πολλὴν καὶ ἀναγκαίαν εὕροι τις ἂν τῆς ἀπάτης τὴν χρείαν, καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ πρὸς γυναῖκα ἀνδρὶ, καὶ πρὸς ἄνδρα γυναικὶ, καὶ πατρὶ πρὸς υἱὸν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὐτῆς, ἀλλ' ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελφὸς, τὸν ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν, τοῖς αὐτοῖς ὅπλοις ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή.
up, the more by nature it grows. And not in wars only, but in peace as well one may find the need for stratagem to be great and indispensable — and not only in the affairs of the state, but also in the household, for a husband towards his wife and a wife towards her husband, for a father towards his son, for a friend towards a friend, and even for children towards a father. For Saul's daughter could not otherwise have rescued her husband out of Saul's hands than by outwitting her father. And her brother likewise, wishing to save the man saved by her when he stood in peril once again, employed the very same weapons as the woman.
Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Ἀλλ' οὐδὲν τούτων πρὸς ἐμὲ, φησίν. οὐδὲ γὰρ ἐχθρὸς ἐγὼ καὶ πολέμιος, οὔτε τῶν ἀδικεῖν ἐπιχειρούντων, ἀλλ' ἅπαν τοὐναντίον τῇ σῇ γὰρ γνώμῃ τὰ ἐμαυτοῦ πάντα ἐπιτρέψας ἀεὶ ταύτῃ εἰπόμην, ᾗπερ ἐκέλευσας.
And BASIL says: Yet none of these things applies to me; for I am neither an enemy and foe, nor one of those who attempt to do wrong, but quite the contrary; for having entrusted all my affairs to your judgement, I always followed it wherever you bade.
θʹ. ΧΡΥΣΟΣΤΟΜΟΣ. Ἀλλ', ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φλάσας εἶπον, ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ' ἐπὶ τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἐν εἰρήνη καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν. Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθών τινι τῶν ἰατρῶν ἐρώτησον, πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ' αὐτῶν, ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ' ἔστιν ὅπου καὶ τὴν ἀπάτην παραλαβόντες, καὶ τὴν παρ' αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον. Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀῤῥωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλὰς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἵν' ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γενομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν. Εἰ δὲ βούλει, καὶ ἐγώ σοι διηγήσομαι δόλον ἕνα ἐκ πολλῶν, ὧν ἤκουσα κατασκευάζειν ἰατρῶν παῖδας. Ἐπέπεσέ ποτέ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἡ φλὸξ ᾔρετο· καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολὺν, καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας. Οὐ γὰρ τὸν πυρετὸν ἐκκαύσειν μόνον ἔμελλεν, ἀλλὰ καὶ παραπληξίᾳ παραδώσειν τὸν δείλαιον, εἴ τις αὐτῷ πρὸς ταύτην εἶξε τὴν χάριν. Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανὴν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσα τοσαύτην ἐπεδείξατο τὴν αὑτῆς δύναμιν ἡ ἀπάτη, ὅσην αὐτίκα παρ' ἡμῶν ἀκούσῃ. Ὁ γὰρ ἰατρὸς ἄρτι ἀπὸ τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβὼν, καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς, ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον, καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον. Ὁ δὲ πρὶν εἰς τὰς χεῖρας λαβεῖν ὑπὸ τῆς ὀσμῆς προσπεσούσης εὐθέως ἀπατηθεὶς οὐδὲ πολυπραγμονεῖν ἠνέσχετο τὸ δοθὲν, ἀλλὰ ταύτῃ πειθόμενος, καὶ τῷ σκότει κλαπεὶς, ὑπό τε τῆς ἐπιθυμίας ἐπειγόμενος, ἔσπασε τὸ δοθὲν μετὰ πολλῆς τῆς προθυμίας, καὶ ἐμφορηθεὶς ἀπετινάξατο τὸ πνῖγος εὐθέως, καὶ τὸν ἐπικείμενον ἔφυγε κίνδυνον. Εἶδες τῆς ἀπάτης τὸ κέρδος; Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Οὐ μόνον δὲ τοὺς τὰ σώματα θεραπεύοντας, ἀλλὰ καὶ τοὺς τῶν ψυχικῶν νοσημάτων ἐπιμελομένους εὕροι τις ἂν συνεχῶς τούτῳ κεχρημένους τῷ φαρμάκῳ. Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο
9. CHRYSOSTOM. Why, most admirable and excellent man, it was for that very reason that I myself said beforehand that it is good to employ it not in war only, nor against enemies, but also in peace and towards one's dearest friends. For to learn that this is beneficial not only to those who deceive, but also to those who are deceived, go up to one of the physicians and ask how they rid the sick of disease, and you will hear from them that they are not content with their art alone, but at times call in stratagem as well, and by mingling in the aid derived from it restore the infirm to health. For when the waywardness of the ailing and the stubbornness of the disease itself refuse the counsels of the physicians, then it becomes necessary to put on the mask of stratagem, so that, just as upon the stage, they may be able to hide the truth of what is being done. And if you wish, I too shall recount to you one trick out of many which I have heard that the sons of physicians contrive. Once a fever suddenly fell upon a certain man with great vehemence, and the flame rose high; and the patient turned away from what could quench the fire, while he longed and pressed urgently, begging everyone who came in to him to hand him plenty of unmixed wine and allow him to glut himself on this fatal craving. For had anyone yielded to him in this favour, he would not only have inflamed the fever, but would also have given the wretched man over to delirium. At that point, when art was at a loss and possessed no resource, having been cast out altogether, stratagem stepped in and displayed such great power of its own as you will presently hear from us. For the physician took an earthen vessel freshly come from the kiln, steeped it in plenty of wine, then drew it out empty and filled it with water; he next orders the chamber where the patient lay to be darkened with many curtains, lest the light betray the trick, and gives it to him to drink off as though filled with unmixed wine. Deceived at once by the scent striking him before he even took it into his hands, the sick man did not trouble to pry into what was given, but yielding to the smell, cheated by the darkness, and urged on by his craving, quaffed what was given with great eagerness; and once sated, he shook off the suffocating heat straightway and escaped the impending peril. Do you see the gain of stratagem? And if one wished to recount all the tricks of physicians, our discourse would run out to endless length. Moreover, one may find not only those who heal bodies, but also those who tend the diseases of the soul making constant use of this remedy. Thus the blessed man won over those many myriads of the Jews
Notes, col. 630

On the reading

Printed εἰρήνη, for εἰρήνῃ.

Printed εἰπόμην, for εἱπόμην.

Printed φλάσας, for φθάσας.

PG 48:631Read from the page
Παῦλος. Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμεν ὁ Γαλάταις ἐπιστέλλων, ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους. Διὰ τοῦτο ὑπὸ νόμον ἐγίνετο ὁ ζημίαν ἡγούμενος μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν ἀπὸ τοῦ νόμου δικαιοσύνην. Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς· μόνον μὴ μετὰ δολερᾶς προσαγέσθω τῆς προαιρέσεως. Μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν, καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς. Οὐδὲ γὰρ τὸν Φινεὲς ἀνδροφόνον εἴποιμ' ἂν ἔγωγε, καίτοι γε μιᾷ πληγῇ δύο σώματα ἀνεῖλεν· ὥσπερ οὐδὲ τὸν Ἠλίαν μετὰ τοὺς ἑκατὸν στρατιώτας, καὶ τοὺς τούτων ἡγεμόνας, καὶ τὸν πολὺν τῶν αἱμάτων χειμάῤῥουν, ὃν ἐκ τῆς τῶν ἱερωμένων τοῖς δαίμοσιν ἐποίησε ῥεῦσαι σφαγῆς. Εἰ γὰρ τοῦτο
Paul. With this purpose he who wrote to the Galatians that Christ will profit nothing to those who are circumcised circumcised Timothy. On this account he came under the law who after faith in Christ deemed righteousness from the law to be loss. For great is the force of deception; only let it not be applied with a treacherous intention. Rather one ought not even to call such a thing deception, but a certain economy and wisdom and art capable of finding many resources in straits, and of correcting the faults of a soul. For neither would I, for my part, call Phinehas a manslayer, even though with a single blow he slew two bodies; just as neither [would I so call] Elijah after the hundred soldiers, and their captains, and the great torrent of blood which he caused to stream from the slaughter of those consecrated to the demons. For if this
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.
SECOND DISCOURSE.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΔΕΥΤΕΡῼ ΛΟΓῼ.
THESE THINGS ARE CONTAINED IN THE SECOND DISCOURSE.
αʹ. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστον ἀγάπης.
1. That the priesthood is the greatest proof of love towards Christ.
βʹ. Ὅτι ἡ ταύτης ὑπηρεσία μείζων ἄλλων.
2. That its ministry is greater than others.
γʹ Ὅτι μεγάλης δεῖται ψυχῆς καὶ θαυμαστῆς.
3. That it requires a great and admirable soul.
δʹ. Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κινδύνων.
4. That the matter is full of much difficulty and dangers.
εʹ. Ὅτι τῆς εἰς τὸν Χριστὸν ἀγάπης ἕνεκεν τὸ πρᾶγμα ἐφύγομεν.
5. That for the sake of love towards Christ we fled the matter.
ϛʹ. Ἀπόδειξις τῆς ἀρετῆς τοῦ Βασιλείου, καὶ τῆς ἀγάπης τῆς σφοδρᾶς.
6. Demonstration of the virtue of Basil, and of his vehement love.
ζʹ. Ὅτι οὐχ ὑβρίσαι ἑλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν.
7. That not choosing to insult those who had voted did we flee the ordination.
ηʹ. Ὅτι καὶ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς.
8. That we also freed them from blame through our flight.
Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτο καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ θαυμαστὴν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δὲ ἂν εἴη δεικνύναι λοιπὸν εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν. Καὶ ὁ ΒΑΣΙΛΕΙΟΣ, Καὶ ποῖον ἡμῖν κέρδος, φησὶν, ἐκ ταύτης γέγονε τῆς οἰκονομίας, ἢ σοφίας, ἢ ὅπως ἂν αὐτὴν χαίρῃς καλῶν, ἵνα πεισθῶμεν ὅτι οὐκ ἠπατήμεθα παρὰ σοῦ;
That it is possible, then, to make use of the power of deception even for a good end, or rather that one ought not even to call such a thing deception, but a certain admirable economy, it was indeed possible to say even more; yet since what has been said has proved sufficient for demonstration, it would be tiresome and irksome to add superfluous length to the discourse. It would remain for you to show whether we did not employ this matter for your own gain. And BASIL: And what sort of gain, says he, has accrued to us from this economy, or wisdom, or however you delight in calling it, that we may be persuaded that we have not been deceived by you?
αʹ. ἸΩΑΝΝΗΣ. Καὶ τί τούτου τοῦ κέρδους, ἔφην, ἂν γένοιτο μεῖζον, ἢ τὸ ταῦτα φαίνεσθαι πράττοντας, ἅπερ δείγματα τῆς εἰς τὸν Χριστὸν ἀγάπης αὐτὸς ἔφησεν εἶναι ὁ Χριστός; Πρὸς γὰρ τὸν κορυφαῖον τῶν ἀποστόλων διαλεγόμενος, Πέτρε, φησὶν, φιλεῖς με; τούτου δὲ ὁμολογήσαντος, ἐπιλέγει, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ἐρωτᾷ τὸν μαθητὴν ὁ διδάσκαλος, εἰ φιλοῖτο παρ' αὐτοῦ, οὐχ ἵνα αὐτὸς μάθῃ (πῶς γὰρ ὁ τὰς ἁπάντων ἐμβατεύων καρδίας), ἀλλ' ἵνα ἡμᾶς διδάξῃ, ὅσον αὐτῷ μέλει τῆς τῶν ποιμνίων ἐπιστασίας τούτων. Τούτου δὲ ὄντος δήλου, κἀκεῖνο ὁμοίως ἔσται φανερὸν, ὅτι πολὺς καὶ ἄφατος ἀποκείσεται μισθὸς τῷ περὶ ταῦτα πονουμένῳ ἃ πολλοῦ τιμᾶται ὁ Χριστός. Εἰ γὰρ ἡμεῖς, ὅταν ἴδωμεν τῶν οἰκετῶν ἢ τῶν θρεμμάτων τῶν ἡμετέρων ἐπιμελομένους τινὰς, τῆς
1. JOHN. And what, said I, could be greater than this gain, than to be seen doing those things which Christ Himself declared to be proofs of love towards Christ? For conversing with the chief of the apostles, Peter, He says, do you love Me? and when he confessed it, He adds, If you love Me, tend My sheep. The Teacher asks the disciple whether He is loved by him, not that He Himself may learn (for how [should He], Who searches the hearts of all?), but that He may teach us how much He cares for the superintendence of these flocks. And since this is evident, that too will likewise be manifest, that a great and unspeakable reward will be laid up for him who labours over those things which Christ prizes highly. For if we, whenever we see certain persons caring for our household servants or our livestock, [reckon] of
Notes, col. 631

On the reading

Printed Χριστον, for Χριστὸν.

PG 48:632Read from the page
συγχωρήσαιμεν, καὶ τὰ πράγματα τῆς τῶν πεποιηκότων προαιρέσεώς τις γυμνώσας ἐξετάζοι καθ' ἑαυτὰ, καὶ τὸν Ἀβραὰμ παιδοκτονίας ὁ βουλόμενος κρινεῖ, καὶ τὸν ἔγγονον τὸν ἐκείνου καὶ τὸν ἀπόγονον κακουργίας καὶ δόλου γράψεται. Οὕτω γὰρ ὁ μὲν τῶν τῆς φύσεως ἐκράτησε πρεσβείων, ὁ δὲ τὸν τῶν Αἰγυπτίων πλοῦτον εἰς τὸν τῶν Ἰσραηλιτῶν μετήνεγκε στρατόν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε τῆς τόλμης. Οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα, ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπήνεσεν. Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, οὐχ ὁ μεθ' ὑγιοῦς γνώμης τοῦτο ποιῶν. Καὶ πολλάκις ἀπατῆσαι δέον, καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης, ὁ δὲ ἐξ εὐθείας προσενεχθεὶς κατὰ μεγάλα τὸν οὐκ ἀπατηθέντα εἰργάσατο.
we should concede, and if someone stripping the actions bare of the purpose of the doers should examine them by themselves, whoever wishes will judge even Abraham [guilty] of child-murder, and will indict his grandson and his descendant for villainy and guile. For thus the one obtained the birthright of nature, and the other transferred the wealth of the Egyptians to the host of the Israelites. Yet these things are not so, they are not; away with such audacity! For not only do we acquit them of blame, but we even admire them on this account, since God too praised them on this account. For that man would justly be called a deceiver who has used the practice unjustly, not he who does this with a sound intention. And often there is need to deceive, and to confer the greatest benefits through this art, whereas he who has proceeded straightforwardly has wrought great harm upon him who was not deceived.
περὶ ἡμᾶς ἀγάπης τὴν εἰς ἐκεῖνα σπουδὴν τιθέμεθα σημεῖον, καίτοι γε ταῦτα πάντα χρημάτων ἐστὶν ὠνητὰ, ὁ μὴ χρημάτων, μηδὲ ἄλλου τινὸς τοιούτου, ἀλλ' ἰδίῳ θανάτῳ τὸ ποίμνιον πριάμενος τοῦτο, καὶ τιμὴν τῆς ἀγέλης τὸ αἷμα δοὺς τὸ ἑαυτοῦ, πόσῃ τοὺς ποιμαίνοντας αὐτὴν ἀμείψεται δωρεᾷ; Διά τοι τοῦτο εἰπόντος τοῦ μαθητοῦ, Σὺ οἶδας, Κύριε, ὅτι φιλῶ σε, καὶ μάρτυρα τῆς ἀγάπης αὐτὸν τὸν ἀγαπώμενον καλέσαντος, οὐκ ἔστη μέχρι τούτου ὁ Σωτὴρ, ἀλλὰ καὶ τὸ τῆς ἀγάπης προσέθηκε σημεῖον. Οὐ γὰρ ὅσον ὁ Πέτρος αὐτὸν ἐφίλει, τότε ἐπιδεῖξαι ἐβούλετο· καὶ γὰρ ἐκ πολλῶν τοῦτο ἤδη ἡμῖν γέγονε δῆλον· ἀλλ' ὅσον αὐτὸς τὴν Ἐκκλησίαν ἀγαπᾷ τὴν ἑαυτοῦ, καὶ Πέτρον καὶ πάντας ἡμᾶς μαθεῖν ἠθέλησεν, ἵνα πολλὴν καὶ ἡμεῖς περὶ ταῦτα εἰσφέρωμεν τὴν σπουδήν. Διὰ τί γὰρ Υἱοῦ καὶ μονογενοῦς οὐκ ἐφείσατο ὁ Θεὸς, ἀλλ' ὃν μόνον εἶχεν ἐξέδωκεν; Ἵνα τοὺς ἐχθρωδῶς πρὸς αὐτὸν διακειμένους ἑαυτῷ καταλλάξῃ, καὶ ποιήσῃ λαὸν περιούσιον. Διὰ τί καὶ τὸ αἷμα ἐξέχεεν; Ἵνα τὰ πρόβατα κτήσηται ταῦτα, ἃ τῷ Πέτρῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐνεχείρισεν. Εἰκότως ἄρα ἔλεγεν ὁ Χριστός· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τὴν οἰκίαν αὐτοῦ; Πάλιν τὰ μὲν ῥήματα ἀποροῦντος, ὁ δὲ φθεγγόμενος αὐτὰ οὐκ ἀπορῶν ἐφθέγγετο· ἀλλ' ὥσπερ τὸν Πέτρον ἐρωτῶν, εἰ φιλοῖτο, οὐ μαθεῖν δεόμενος τοῦ μαθητοῦ τὸν πόθον ἠρώτα, ἀλλὰ δεῖξαι βουλόμενος τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν· οὕτω καὶ νῦν λέγων· Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; οὐ τὸν πιστὸν καὶ φρόνιμον ἀγνοῶν ἔλεγεν, ἀλλὰ παραστῆσαι θέλων τὸ τοῦ πράγματος σπάνιον, καὶ τῆς ἀρχῆς ταύτης τὸ μέγεθος. Ὅρα γοῦν καὶ τὸ ἔπαθλον ὅσον· Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτὸν, φησίν
love towards us we count their zeal for those things a sign, even though all these things can be bought with money, with how great a gift will He Who purchased this flock not with money, nor with anything else of the kind, but by His own death, and gave His own blood as the price of the herd, requite those who shepherd it? Wherefore when the disciple had said, Lord, You know that I love You, and had called the Beloved Himself to witness his love, the Saviour did not stop at this point, but added also the sign of love. For He did not then wish to display how much Peter loved Him—for indeed from many things this had already become evident to us—but He wished both Peter and all of us to learn how much He Himself loves His own Church, so that we too might contribute great zeal concerning these things. For why did God not spare His Son, even His only-begotten, but delivered up Him Whom alone He had? That He might reconcile to Himself those who were hostilely disposed towards Him, and make a people for His own possession. Why too did He pour out His blood? That He might acquire these sheep, which He entrusted to Peter and to those after him. Reasonably then did Christ say: Who then is the faithful and prudent servant, whom his lord will set over his household? Again, the words are those of one in doubt, yet He Who uttered them did not utter them in doubt; but just as when asking Peter whether He was loved, He asked not because He needed to learn the disciple's affection, but wishing to show the surpassing greatness of His own love; so now also in saying, Who then is the faithful and prudent servant? He spoke not as being ignorant of the faithful and prudent [servant], but wishing to present the rarity of the thing, and the magnitude of this office. See at all events how great the prize also is: Over all his possessions will he set him, He says
PG 48:633Read from the page
βʹ. Ἔτι οὖν ἀμφισβητήσεις ἡμῖν τοῦ μὴ καλῶς ἠπατῆσθαι, πᾶσι μέλλων ἐπιστήσεσθαι τοῦ Θεοῦ τοῖς ὑπάρχουσι, καὶ ταῦτα πράττων, ἃ καὶ τὸν Πέτρον ποιοῦντα ἔφησε δυνήσεσθαι καὶ τῶν ἀποστόλων ὑπερακοντίσαι τοὺς λοιπούς. Πέτρε γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; Ποίμαινε τὰ πρόβατά μου. Καίτοι γ' ἐνῆν εἰπεῖν πρὸς αὐτὸν, εἰ φιλεῖς με, νηστείαν ἄσκει, χαμευνίαν, ἀγρυπνίας συντόνους, προΐστασο τῶν ἀδικουμένων, γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Νῦν δὲ πάντα ταῦτα ἀφεὶς, τί φησι; Ποίμαινε τὰ πρόβατά μου. Ἐκεῖνα μὲν γὰρ, ἃ προεῖπον, καὶ τῶν ἀρχομένων πολλοὶ δύναιντ' ἂν ἐπιτελεῖν ῥᾳδίως, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· ὅταν δὲ Ἐκκλησίας προστῆναι δέῃ, καὶ ψυχῶν ἐπιμέλειαν πιστευθῆναι τοσούτων, πᾶσα μὲν ἡ γυναικεία φύσις παραχωρείτω τῷ μεγέθει τοῦ πράγματος, καὶ ἀνδρῶν δὲ τὸ πλέον· ἀγέσθωσαν δὲ εἰς μέσον οἱ πολλῷ τῷ μέτρῳ πλεονεκτοῦντες ἁπάντων, καὶ τοσοῦτον ὑψηλότεροι τῶν ἄλλων κατὰ τὴν τῆς ψυχῆς ὄντες ἀρετὴν, ὅσον τοῦ παντὸς ἔθνους Ἑβραίων κατὰ τὸ τοῦ σώματος μέγεθος ὁ Σαοὺλ, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Μὴ γάρ μοι μόνον ὑπερωμίας ἐνταῦθα ζητείσθω μέτρον· ἀλλ' ὅση πρὸς τὰ ἄλογα τῶν λογικῶν ἀνθρώπων ἡ διαφορὰ, τοσοῦτον τοῦ ποιμένος καὶ τῶν ποιμαινομένων ἔστω τὸ μέσον, ἵνα μὴ καὶ πλέον τι εἴπω· καὶ γὰρ περὶ πολλῷ μειζόνων ὁ κίνδυνος. Ὁ μὲν πρόβατα ἀπολλὺς, ἢ λύκων ἁρπασάντων, ἢ λῃστῶν ἐπιστάντων, ἢ λοιμοῦ τινος, ἢ καὶ ἄλλου συμπτώματος ἐπιπεσόντος, τύχοι μὲν ἄν τινος καὶ συγγνώμης παρὰ τοῦ κυρίου τῆς ποίμνης· εἰ δὲ καὶ δίκην ἀπαιτοῖτο, μέχρι τῶν χρημάτων ἡ ζημία· ὁ δὲ ἀνθρώπους πιστευθεὶς, τὸ λογικὸν τοῦ Χριστοῦ ποίμνιον, πρῶτον μὲν οὐκ εἰς χρήματα, ἀλλ' εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν ζημίαν ὑφίσταται ὑπὲρ τῆς τῶν προβάτων ἀπωλείας· ἔπειτα καὶ τὸν ἀγῶνα πολλῷ μείζονα καὶ χαλεπώτερον ἔχει. Οὐ γὰρ αὐτῷ πρὸς λύκους ἡ μάχη, οὐδὲ ὑπὲρ λῃστῶν δέδοικεν, οὐδὲ ἵνα λοιμὸν ἀπελάσῃ τῆς ποίμνης φροντίζει· ἀλλὰ πρὸς τίνας ὁ πόλεμος, καὶ μετὰ τίνων ἡ πάλη; Ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Εἶδες πολεμίων πλῆθος δεινὸν, καὶ φάλαγγας ἀγρίας, οὐ σιδήρῳ πεφραγμένας, ἀλλ' ἀντὶ πάσης πανοπλίας ἀρκουμένας τῇ φύσει; Βούλει καὶ ἕτερον στρατόπεδον ἰδεῖν ἀπηνὲς καὶ ὠμὸν ταύτῃ προσεδρεῦον τῇ ποίμνῃ; καὶ τοῦτο ἀπὸ τῆς αὐτῆς ὄψει περιωπῆς. Ὁ γὰρ περὶ ἐκείνων ἡμῖν διαλεχθεὶς, οὗτος καὶ τούτους ἡμῖν ὑποδείκνυσι τοὺς ἐχθροὺς, ὧδέ πως λέγων· Φανερά ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, μοιχεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις, ἀκαταστασίαι, καὶ ἕτερα τούτων πλείονα· οὐ γὰρ πάντα κατέλεξεν, ἀλλ' ἐκ τούτων ἀφῆκεν εἰδέναι καὶ τὰ λοιπά. Καὶ ἐπὶ μὲν τοῦ ποιμένος τῶν ἀλόγων οἱ βουλόμενοι διαφθεῖραι τὴν ποίμνην, ὅταν ἴδωσι τὸν ἐφεστῶτα φεύγοντα, τὴν πρὸς ἐκεῖνον μάχην ἀφέντες, ἀρκοῦνται τῇ τῶν θρεμμάτων ἁρπαγῇ· ἐνταῦθα δὲ, κἂν ἅπασαν λάβωσι τὴν ποίμνην, οὐδ' οὕτω τοῦ ποιμένος ἀφίστανται, ἀλλὰ μᾶλλον ἐφεστήκασι, καὶ πλέον θρασύνονται· καὶ οὐ πρότερον παύονται, ἕως ἂν ἢ καταβάλωσιν ἐκεῖνον, ἢ νικηθῶσιν αὐτοί. Πρὸς δὲ τούτοις τὰ μὲν τῶν προβάτων νοσήματα
2. Will you still dispute with us that you were not rightly deceived, when you are about to be set over all the possessions of God, and are doing those things by doing which He said Peter would be able to outstrip even the rest of the apostles? For, Peter, He says, do you love Me more than these? Tend My sheep. And yet He might have said to him, If you love Me, practise fasting, sleeping on the ground, strenuous vigils, champion those who are wronged, become as a father to orphans, and instead of a husband to their mother. Yet now, leaving all these things aside, what does He say? Tend My sheep. For those things which I mentioned before, many even of those who are ruled could easily accomplish, not men only, but women also; whereas when one must preside over the Church, and be entrusted with the care of so many souls, let the whole female nature give way before the magnitude of the task, and the greater part of men as well; and let those be brought forward who by a vast measure surpass all men, and are as much higher than the rest in virtue of soul as Saul was above the whole nation of the Hebrews in size of body, or rather even far more. For let not merely a measure of a head and shoulders' height be sought by me here; but as great as is the difference of rational men in comparison with irrational beasts, so great let the distance be between the shepherd and those who are shepherded, not to say even more; for indeed the peril concerns far greater things. On the one hand, he who loses sheep, whether wolves have seized them, or robbers have set upon them, or some pestilence or some other mishap has befallen them, might obtain some pardon from the owner of the flock; and even if penalty should be demanded of him, the loss goes only as far as money; whereas he who is entrusted with men, the rational flock of Christ, in the first place undergoes the loss for the destruction of the sheep not in money, but in his own soul; and in the second place he has a contest far greater and more arduous. For his battle is not against wolves, nor is he in fear over robbers, nor is he anxious to drive away pestilence from the flock; against whom, then, is the war, and with whom is the wrestling? Hear the blessed Paul saying: Our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness in the heavenly places. Have you seen a formidable multitude of enemies, and fierce phalanges, not fenced with iron, but sufficing by their own nature in place of all panoply? Do you wish to see yet another camp, ruthless and savage, beleaguering this flock? This too you will behold from the same vantage-point. For he who discoursed to us concerning those [foes], this same man points out to us these enemies also, speaking somewhat thus: Manifest are the works of the flesh, which are fornication, adultery, uncleanness, licentiousness, idolatry, sorcery, enmities, strifes, jealousies, outbursts of wrath, factions, backbitings, whisperings, arrogances, tumults, and more things besides these; for he did not recount them all, but from these left us to know the rest as well. And in the case of the shepherd of irrational beasts, those who wish to destroy the flock, whenever they see him who is in charge fleeing, give up the fight against him and are content with plundering the livestock; here, however, even if they seize the entire flock, not even so do they desist from the shepherd, but rather press upon him and grow all the bolder, and do not cease before they either cast him down or are themselves vanquished. And besides these things, the ailments of sheep
PG 48:634Read from the page
καθέστηκε φανερὰ, κἂν λιμὸς ᾖ, κἂν λοιμὸς, κἂν τραῦμα, κἂν ὁτιδηποτοῦν ἕτερον ᾖ τὸ λυποῦν· οὐ μικρὸν δὲ τοῦτο δύναιτ' ἂν πρὸς τὴν τῶν ἐνοχλούντων ἀπαλλαγήν. Ἔστι δέ τι καὶ ἕτερον τούτου μεῖζον, τὸ ποιοῦν ταχεῖαν τῆς ἀῤῥωστίας ἐκείνης τὴν λύσιν. Τί δὲ τοῦτό ἐστι; Μετὰ πολλῆς τῆς ἐξουσίας καταναγκάζουσι τὰ πρόβατα οἱ ποιμένες δέχεσθαι τὴν ἰατρείαν, ὅταν ἑκόντα μὴ ὑπομένῃ. Καὶ γὰρ δῆσαι εὔκολον, ὅταν καῦσαι δέῃ, καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν, ἡνίκα ἂν τοῦτο συμφέρῃ, καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν, καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι, μετὰ πολλῆς ἄγουσι τῆς εὐκολίας.
stand manifest, whether it be famine, or pestilence, or a wound, or whatsoever else it be that causes distress; and this can avail not a little towards the removal of what troubles them. And there is something else even greater than this, which brings about a speedy resolution of that infirmity. And what is this? With great authority the shepherds compel the sheep to receive the treatment whenever they do not submit willingly. For it is easy to bind them when there is need to cauterize or to lance, and to keep them indoors for a long time whenever this is expedient, and to administer one kind of food in place of another, and to debar them from streams of water, and all other things whatsoever that they judge to contribute to their health they carry out with great ease.
γʹ. Τὰς δὲ τῶν ἀνθρώπων ἀῤῥωστίας πρῶτον μὲν οὐκ ἔστιν ἀνθρώπῳ ῥᾴδιον ἰδεῖν· Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Πῶς οὖν τις προσαγάγοι τῆς νόσου τὸ φάρμακον, ἧς τὸν τρόπον οὐκ οἶδε, πολλάκις δὲ μηδὲ εἰ τυγχάνοι νοσῶν δυνάμενος συνιδεῖν; Ἐπειδὰν δὲ καὶ καταφανὴς γένηται, τότε πλείονα αὐτῷ παρέχει τὴν δυσκολίαν. Οὐ γάρ ἐστι μετὰ τοσαύτης ἐξουσίας ἅπαντας θεραπεύειν ἀνθρώπους, μεθ' ὅσης τὸ πρόβατον ὁ ποιμήν. Ἔστι μὲν γὰρ καὶ ἐνταῦθα καὶ δῆσαι, καὶ τροφῆς ἀπεῖρξαι, καὶ καῦσαι, καὶ τεμεῖν· ἀλλ' ἡ ἐξουσία τοῦ δέξασθαι τὴν ἰατρείαν οὐκ ἐν τῷ προσάγοντι τὸ φάρμακον, ἀλλ' ἐν τῷ κάμνοντι κεῖται. Τοῦτο γὰρ καὶ ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ συνιδὼν, Κορινθίοις ἔλεγεν· Οὐ γὰρ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Μάλιστα μὲν γὰρ ἁπάντων Χριστιανοῖς οὐκ ἐφεῖται πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτανόντων πταίσματα. Ἀλλ' οἱ μὲν ἔξωθεν δικασταὶ τοὺς κακούργους ὅταν ὑπὸ τοῖς νόμοις λάβωσι, πολλὴν ἐπιδείκνυνται τὴν ἐξουσίαν, καὶ ἄκοντας τοῖς τρόποις κωλύουσι χρῆσθαι τοῖς αὐτῶν· ἐνταῦθα δὲ οὐ βιαζόμενον, ἀλλὰ πείθοντα δεῖ ποιεῖν ἀμείνω τὸν τοιοῦτον. Οὔτε γὰρ ἡμῖν ἐξουσία τοσαύτη παρὰ τῶν νόμων δέδοται πρὸς τὸ κωλύειν τοὺς ἁμαρτάνοντας, οὔτε, εἰ καὶ ἔδωκαν, εἴχομεν ὅπου χρησόμεθα τῇ δυνάμει, οὐ τοὺς ἀνάγκῃ τῆς κακίας, ἀλλὰ τοὺς προαιρέσει ταύτης ἀπεχομένους στεφανοῦντος τοῦ Θεοῦ. Διὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς, ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν ταῖς παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς. Ἄν τε γάρ ποτε σκιρτήσῃ δεθεὶς (κύριος γάρ ἐστι τούτου), χεῖρον εἰργάσατο τὸ δεινόν· ἄν τε τοὺς σιδήρου δίκην τέμνοντας λόγους παραπέμψηται, προσέθηκε διὰ τῆς καταφρονήσεως τραῦμα ἕτερον, καὶ γέγονεν ἡ τῆς θεραπείας πρόφασις νόσου χαλεπωτέρας ὑπόθεσις. Ὁ γὰρ καταναγκάζων καὶ ἄκοντα θεραπεῦσαι δυνάμενος οὐκ ἔστι.
3. Whereas the infirmities of men, in the first place, are not easy for a man to see: For what man knows the things of a man, except the spirit of the man which is in him? How then could one apply the remedy for the disease whose nature he does not know, often not even being able to perceive whether one happens to be ill? And whenever it has even become manifest, then it presents him with greater difficulty. For it is not possible to heal all men with such authority as that with which the shepherd [heals] the sheep. For here too it is indeed possible to bind, and to debar from food, and to cauterize, and to lance; yet the authority to receive the treatment lies not in him who applies the remedy, but in him who is ill. For perceiving this too, that admirable man said to the Corinthians: Not that we lord it over your faith, but we are fellow-workers for your joy. For to Christians most of all it is not permitted to correct by force the stumblings of those who sin. External judges, indeed, whenever they apprehend malefactors under the laws, display great authority, and hinder them even against their will from indulging their own practices; here, however, one must make such a man better not by forcing him, but by persuading him. For neither has so great authority been given to us from the laws for restraining those who sin, nor, even if they had given it, should we have a place where we might use the power, since God crowns not those who abstain from vice by necessity, but those who do so by choice. On this account there is need of much contrivance, that those who are ill may be persuaded willingly to submit themselves to the treatments from the priests, and not this only, but that they may also feel gratitude to them for the healing. For whether, once bound, one should ever kick back (for he is master of this), he has made the mischief worse; or whether he should spurn the words that cut like iron, through his contempt he has added another wound, and the occasion of the treatment has become the matter of a more grievous disease. For there is no one able by compulsion to heal a man against his will.
δʹ. Τί οὖν ἄν τις ποιήσειε; Καὶ γὰρ, ἂν πραότερον προσενεχθῇς, τῷ πολλῆς ἀποτομίας δεομένῳ, καὶ μὴ δῷς βαθεῖαν τὴν πληγὴν τῷ τοιαύτης χρείαν ἔχοντι, τὸ μὲν περιέκοψας, τὸ δὲ ἀφῆκας τοῦ τραύματος· κἂν ἀφειδῶς
4. What then might one do? For if you deal more gently with him who needs much severity, and do not inflict a deep cut upon him who has need of such, you have pared away one part of the wound, and left the other; and even if unsparingly