Migne Reading Room

PG 48 · cols. 587–592 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:587Read from the page
οἰκίας, κεραμίδων, καὶ ξύλων, καὶ ἐπίπλων, καὶ τῆς ἄλλης τῆς κατὰ τὴν οἰκίαν ἐφροντίσαμεν ἂν πενίας. Μὴ τοίνυν μηδὲ νῦν τὰ ἐν τῇ γῇ μεριμνῶμεν· ὁ γὰρ καιρὸς ἡμᾶς ἤδη καλεῖ πρὸς τὸν οὐρανὸν, καθάπερ καὶ Ῥωμαίοις ἐπιστέλλων ὁ μακάριος Παῦλος ἔλεγε· Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καὶ πάλιν, Ἐνταῦθα ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι. Τί οὖν δεῖ γάμου τοῖς οὐ μέλλουσιν ἀπολαύσεσθαι γάμου, ἀλλ' ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι διακείσεσθαι; τί δὲ χρημάτων, τί δὲ κτημάτων, τί δὲ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παρακαίρου; Εἰ γὰρ οἱ μέλλοντες δικαστηρίῳ παραστήσεσθαι τῷ παρ' ἡμῖν, καὶ λόγον ὑφέξειν τῶν πεπλημμελημένων, τῆς κυρίας γενομένης ἐγγὺς, οὐ γυναικὸς μόνον, ἀλλὰ καὶ σίτων καὶ ποτῶν καὶ πάσης ἑαυτοὺς ἀποστήσαντες φρογτίδος, τῆς ἀπολογίας γίνονται μόνης, πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐκ ἐπιγείῳ τινὶ δικαστηρίῳ, ἀλλ' οὐρανίῳ βήματι παραστήσεσθαι μέλλοντας, καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν εὐθύνας ὑφέξειν, πάντων ἀφίστασθαι χρὴ, καὶ χαρᾶς καὶ λύπης τῆς ἐπὶ τοῖς παροῦσι πράγμασι, καὶ τὴν φοβερὰν μόνον ἐκείνην ἡμέραν μεριμνᾷν. Εἴ τις γὰρ, φησὶν, ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου μαθητὴς εἶναι· καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής. Σὺ δὲ παρακάθῃ σχολάζων ἐπιθυμίαις γυναικὸς καὶ γέλωτι καὶ διαχύσει καὶ τρυφῇ; Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· σὺ δὲ ὑπὲρ χρημάτων φροντίζεις καὶ μεριμνᾷς; Ἡ βασιλεία τῶν οὐρανῶν ἐφέστηκε· σὺ δὲ περὶ οἰκίας καὶ τρυφῆς καὶ τῆς ἄλλης σκοπεῖς ἡδονῆς; Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου· τί οὖν κόπτεις σαυτὸν ἐν τοῖς τοῦ κόσμου πράγμασι τοῖς οὐ μένουσιν, ἀλλὰ δαπανωμένοις, τῶν μενόντων καὶ βεβαίων ἀμελῶν; Οὐκέτι γάμος, οὐκέτι ὠδῖνες, οὐχ ἡδονὴ καὶ μίξις, οὐ χρημάτων εὐπορία, οὐδὲ κτημάτων ἐπιμέλεια, οὐ τροφὴ, οὐδὲ ἐνδύματα, οὐ γεωργίαι καὶ ναυτιλίαι, οὐ τέχναι οὔτε οἰκοδομαὶ, οὐ πόλεις οὐδὲ οἰκίαι, ἀλλ' ἑτέρα τις κατάστασις καὶ διαγωγή. Ταῦτα δὲ πάντα μικρὸν ὕστερον ἀπολεῖται. Τοῦτο γάρ ἐστι, Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Τί τοίνυν ὡς εἰς τοὺς αἰῶνας ἅπαντας ἐνθάδε μενοῦντες, οὕτω πᾶσαν σπουδὴν ἐπιδεικνύμεθα, ὑπὲρ πραγμάτων μεριμνῶντες, ὧν πρὸ τῆς ἑσπέρας πολλάκις ἀποστησόμεθα; τί τὸν μοχθηρὸν αἱρούμεθα βίον, ἐπὶ τὸν ἀπράγμονα καλοῦντος ἡμᾶς τοῦ Χριστοῦ; Θέλω γὰρ, φησὶν. ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου.
house, would we have troubled ourselves about earthen tiles, and firewood, and household utensils, and all the rest of the poverty belonging to the dwelling. Let us not, therefore, even now be anxious about the things upon earth; for the season already summons us towards heaven, even as the blessed Paul writing to the Romans said: For now is our salvation nearer than when we first believed; the night is far spent, and the day is at hand (Rom. 13:11-12). And again, here: The time henceforth is shortened, that even those who have wives may be as though they had none (1 Cor. 7:29). What need, then, is there of marriage for those who are not going to enjoy marriage, but are to live on equal terms with those who have none? And what need of money, what need of possessions, what need of worldly goods, since the use of them is henceforth unseasonable and out of time? For if those among us who are about to stand before a court of justice and render an account for their offences, once the appointed day draws near, put aside not merely wife, but even food and drink and every care, and give themselves wholly to their defence alone, how much more ought we—who are about to stand before no earthly court, but before a heavenly tribunal, and to render a reckoning for words and deeds and thoughts—to withdraw from all things, both joy and sorrow over present affairs, and take thought solely for that fearful day! For if anyone, He says, comes to Me, and does not hate his father, and mother, and wife, and children, and brothers, and sisters, yes, and even his own life also, he cannot be My disciple; and whoever does not bear his cross and come after Me cannot be My disciple (Luke 14:26-27). Yet do you sit idly by, devoting your leisure to desires for a wife and to laughter and dissipation and luxury? The Lord is at hand; be anxious for nothing (Phil. 4:5-6); yet do you fret and worry over money? The kingdom of heaven is upon us; yet do you look after house and luxury and other pleasure? The fashion of this world is passing away (1 Cor. 7:31); why, then, do you wear yourself out amid the affairs of the world which do not abide, but are spent and gone, while neglecting the things that abide and are steadfast? No more marriage, no more birth-pangs, no pleasure and intercourse, no abundance of wealth, nor care of possessions, no food, nor raiment, no tilling of fields and voyaging, no crafts nor buildings, no cities nor houses, rather some other condition and way of life shall follow. And all these things shall perish a little while hence. For this is the meaning of, The fashion of this world is passing away. Why, therefore, as though we were to remain here for all ages, do we display all this eagerness, worrying over things from which we shall often have to depart before evening? Why do we choose the toilsome life, when Christ calls us to one free from trouble? For I would have you, says Paul, be free from anxiety. The unmarried man cares for the things of the Lord (1 Cor. 7:32).
ΟΔʹ. Πῶς οὖν ἡμᾶς ἀμερίμνους εἶναι βούλει, εις ἑτέραν πάλιν ἐμβαλὼν φροντίδα; Ὅτι οὔτε φροντίζειν τοῦτό ἐστιν, ὥσπερ οὖν οὐδὲ θλίβεσθαι τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, οὐ διὰ τὸ μεταβάλλεσθαι τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ διὰ τὸ τὴν προαίρεσιν τῶν ταῦτα φερόντων μεθ' ἡδονῆς, καὶ τῆς τῶν πραγμάτων φύσεως κρατεῖν. Ὁ μὲν γὰρ ὑπὲρ τούτων φροντίζων, ὧν οὐκ εἰς μακρὸν ἀπολαύσεται χρόνον, πολλάκις δὲ οὐδὲ εἰς βραχὺν, εικότως ἂν λέγοιτο μεριμνᾷν· ὁ δὲ μείζονας τῶν φροντίδων ἀποληψόμενος τοὺς καρποὺς, ἐν τοῖς ἀμερίμνοις παντὶ δικαίως ἂν τάττοιτο λόγῳ. Καὶ τούτων δὲ χωρὶς τοσοῦτον τῆς μερίμνης ἑκατέρας τὸ μέσον, ὡς μηδὲ μέριμναν ταύτην ἐκείνῃ παραβαλλομένην νομίζεσθαι· οὕτω κουφοτέρα τέ ἐστιν ἐκείνης καὶ σφόδρα εὐκολωτέρα. Καὶ ταῦτα ἅπαντα διὰ τῶν ἔμπροσθεν ἀπεδείξαμεν λόγων· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου· ἀλλ' ὁ μὲν παράγει, ὁ δὲ μένει. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα; Ὅσον γὰρ τοῦ Θεοῦ πρὸς τὸν κόσμον τὸ διάφορον, τοσοῦτον αὕτη βελτίων ἐκείνης ἡ φροντίς.
74. How, then, do you wish us to be free from anxiety, while casting us once again into another care? Because this is not even worrying, just as being afflicted on account of Christ is not even being afflicted—not because the nature of things is altered, but because the resolve of those who bear these things with pleasure prevails even over the nature of things. For he who worries over matters which he will not enjoy for a long time, and often not even for a brief while, might reasonably be said to be burdened with anxiety; whereas he who is about to receive fruits greater than his cares would by every reckoning justly be ranked among those free from anxiety. And apart from these considerations, so vast is the interval between the two kinds of care that, when compared with the other, this one is not even deemed an anxiety, so much lighter is it than that other and exceedingly easier. And all these points we have demonstrated through our foregoing arguments. The unmarried man cares for the things of the Lord, whereas he who has married cares for the things of the world (1 Cor. 7:32-33); yet the world passes away, whereas the Lord abides. Is not this single fact alone sufficient to manifest the dignity of virginity? For as great as is the difference of God in comparison with the world, so much better is this care than that.
Notes, col. 587

On the reading

Printed φρογτίδος, for φροντίδος.

Printed φησὶν., for φησὶν,.

Printed εις, for εἰς.

Printed εικότως, for εἰκότως.

PG 48:588Read from the page
Πῶς οὖν συγχωρεῖ τὸν γάμον, τὸν προσηλοῦντα ἡμᾶς ταῖς φροντίσι, καὶ τῶν πνευματικῶν ἀπάγοντα; Διὰ γὰρ τοῦτο, φησὶν, εἶπον· Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, ἵνα οἱ φθάσαντες ἤδη δεθῆναι, ἢ καὶ μέλλοντες, ἑτέρῳ τινὶ τρόπῳ χαυνότερον ἐργάσωνται τὸν δεσμόν. Ἐπειδὴ γὰρ διαῤῥῆξαι αὐτὸν οὐκ ἔνι περιβληθέντα ἅπαξ, ἀνεκτότερον αὐτὸν ποίησον. Ἔξεστι γὰρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττὰ, καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.
Why, then, does he permit marriage, which rivets us to anxieties and draws us away from spiritual things? For on this account, he says, did I speak: That even those who have wives may be as though they had none (1 Cor. 7:29), so that those who have already been bound beforehand, or are even about to be, may in some other way render the bond looser. For since it is not possible to burst it asunder once it has been cast around one, make it more bearable. For it is within our power, if we wish, to shear away all superfluities, and not through our own sloth to add burdens even more heavily than the cares naturally engendered by the matter itself.
ΟΕʹ. Εἰ δὲ καὶ σαφέστερόν τις θέλοι μαθεῖν τί ποτέ ἐστιν, ἔχοντα γυναῖκα μὴ ἔχειν, τοὺς οὐκ ἔχοντας ἐννοείτω τοὺς ἐσταυρωμένους, πῶς διάκεινται. Πῶς οὖν ἐκεῖνοι διάκεινται; Οὐ θεραπαινίδων ἀναγκάζονται πλῆθος ὠνεῖσθαι, οὐ χρυσία καὶ περιδέραια, οὐκ οἰκίας λαμπρὰς καὶ μεγάλας, οὐ πλέθρα γῆς τόσα καὶ τόσα· ἀλλὰ ταῦτα πάντα ἀφέντες ὑπὲρ ἱματίου φροντίζουσιν ἑνὸς καὶ τροφῆς αὐτῶν. Ἔξεστι καὶ τῷ γυναῖκα ἔχοντι εἰς ταύτην ἑαυτὸν ἀγαγεῖν τὴν φιλοσοφίαν. Τὸ γὰρ ἀνωτέρω λεχθὲν, Μὴ ἀποστερεῖτε ἀλλήλους, περὶ μίξεως εἴρηται μόνης· ἐν τούτῳ γὰρ ἕπεσθαι ἀλλήλοις κελεύει, καὶ οὐδένα ἀφίησιν ἑαυτοῦ κύριον εἶναι· ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται, ἀλλ' ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιῤῥέοντα τῶν φροντίδων ὄχλον· καὶ γυναικὶ πάλιν ὁμοίως οὐδεμία ἀνάγκη μὴ βουλομένῃ καλλωπίζεσθαι καὶ κενοδοξεῖν καὶ περιττὰ μεριμνᾷν. Εἰκότως· ἐκείνη μὲν γὰρ ἡ ἐπιθυμία φυσική τίς ἐστι, καὶ διὰ τοῦτο πολλῆς ἔτυχε τῆς συγγνώμης, καὶ οὐκ ἔστι κύριος ὁ ἕτερος ἀποστερεῖν τὸν ἕτερον μὴ βουλόμενον· ἡ δὲ τῆς τρυφῆς καὶ τῆς θεραπείας τῆς περιττῆς, καὶ τῆς φροντίδος τῆς ἀνονήτου οὐκ ἀπὸ τῆς φύσεως ὁρμᾶται, ἀλλ' ἀπὸ τῆς ῥᾳθυμίας καὶ τῆς πολλῆς ὕβρεως τίκτεται. Διὰ ταῦτα οὐκ ἀναγκάζει καὶ ἐν τούτοις τοὺς γεγαμηκότας ὑποκεῖσθαι ἀλλήλοις, καθάπερ καὶ ἐν ἐκείνοις. Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν, ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος, ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν, καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προῃρημένης. Ὅτι γὰρ τοῦτό φησι, διὰ τῆς ἐπαγωγῆς ἐδήλωσε· Καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ἐν κτήσεσιν ὡς μὴ χαίροντες. Οἱ γὰρ μὴ χαίροντες οὐδὲ τῆς κτήσεως ἐπιμελήσονται, καὶ οἱ μὴ κλαίοντες οὔτε τὴν πενίαν δυνήσονται φρίττειν, οὔτε τὴν αὐτάρκειαν ἀποστρέφεσθαι. Τοῦτό ἐστιν ἔχειν γυναῖκα καὶ μὴ ἔχειν· τοῦτό ἐστι κεχρῆσθαι τῷ κόσμῳ καὶ μὴ παρακεχρῆσθαι. Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου. Ὅταν οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ μέριμνα ᾖ, καὶ ἐνταῦθα μὲν εικῇ καὶ μάτην, μᾶλλον δὲ καὶ ἐπὶ λύπῃ καὶ θλίψει (Θλῖψιν γὰρ τῇ σαρκὶ, φησὶν, ἕξουσιν οἱ τοιοῦτοι), ἐκεῖ δὲ ἐπὶ τοῖς ἀποῤῥήτοις ἀγαθοῖς, τί μὴ ταύτην αιρούμεθα μᾶλλον τὴν φροντίδα, οὐ τῷ τοιαύτας καὶ τοσαύτας ἔχειν τὰς ἀντιδόσεις, ἀλλὰ καὶ τῇ φύσει κουφοτέραν οὖσαν ἐκείνης; Τί γὰρ ἡ μὴ γαμηθεῖσα μεριμνᾷ; ἆρα ὑπὲρ χρημάτων, ὑπὲρ οἰκετῶν, ὑπὲρ οἰκονόμων, ὑπὲρ ἀγρῶν, καὶ τῶν ἄλλων;
75. And if anyone should wish to learn still more clearly what it means, while having a wife, not to have one, let him consider those who have none and who are crucified to the world, how they live. How, then, do those men live? They are not forced to buy a multitude of maidservants, nor gold ornaments and necklaces, nor splendid and spacious houses, nor so and so many acres of land; rather, leaving all these things behind, they take thought for a single garment and their daily food. It is possible also for him who has a wife to lead himself to this spiritual wisdom. For what was said above, Do not defraud one another (1 Cor. 7:5), was spoken concerning marital intercourse alone; for in this matter he commands them to yield to one another, and suffers no one to be master of himself; whereas whenever need requires them to practise the rest of wisdom—that in raiment, that in diet, that in all other matters—the one henceforth is no longer subject to the other, nay, husbands are free, even though the wife should not wish it, to cut away all luxury and the surrounding throng of cares; and for a wife, in turn, likewise there is no necessity, if she does not wish, to adorn herself and seek vainglory and fret over superfluities. And reasonably so: for that former desire is a natural one, and on this account obtained ample indulgence, and the one party has no right to deprive the other who is unwilling; whereas the desire for luxury and superfluous attendance and unprofitable care does not spring from nature, but is born of sloth and great insolence. Wherefore he does not compel married persons to be subject to one another in these things also, just as in those. This, therefore, is what it means, while having a wife, not to have one: when we do not admit the superfluous cares that arise through the affected coyness and fastidious softness of wives, but accept only so much additional care as is natural when one soul has been added to us, and that too one which has chosen to live wisely and frugally. For that he means this, he made plain by the sequel: And those who weep as though they did not weep, and those who rejoice in possessions as though they did not rejoice (1 Cor. 7:30). For those who do not rejoice will not busy themselves about acquisition either, and those who do not weep will neither be able to shudder at poverty nor to turn away from self-sufficiency. This is to have a wife and not to have one; this is to use the world and not to abuse it (1 Cor. 7:31). Whereas he who has married cares for the things of the world (1 Cor. 7:33). When, therefore, there is care both here and there—here in vain and to no purpose, nay rather even unto grief and affliction (for Such, he says, shall have tribulation in the flesh (1 Cor. 7:28)), whereas there it is for ineffable blessings—why do we not choose this care rather, which not only possesses such and so great recompenses, but is also by nature lighter than that other? For what does the unmarried woman care about? Is it about money, about servants, about stewards, about fields, and the rest?
Notes, col. 588

On the reading

Printed εικῇ, for εἰκῇ.

Printed αιρούμεθα, for αἱρούμεθα.

PG 48:589Read from the page
μαγείροις ἐφέστηκε, καὶ ὑφάνταις, καὶ τῇ λοιπῇ θεραπείᾳ; Ἄπαγε· οὐδὲν τούτων εἰς νοῦν βάλλεται, ἀλλ' ἓν φροντίζει μόνον, τὴν αὐτῆς οἰκοδομεῖν ψυχὴν, τὸν ναὸν ἐκεῖνον τὸν ἅγιον κοσμεῖν οὐκ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις, οὐκ ἐπιτρίμμασιν οὐδὲ ὑπογραφαῖς, οὐ ταῖς ἄλλαις δυσκολίαις καὶ μοχθηρίαις, ἀλλὰ τῇ ἁγιωσύνῃ τῇ κατὰ σῶμα καὶ κατὰ πνεῦμα. Ἡ δὲ γαμήσασα, φησὶ, μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί. Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν, οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸ μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι· ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι· καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν, καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανὸν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίζῃ. Διόπερ οὐδὲ ἠρκέσθη ταῖς προτέραις παραινέσεσιν, ἀλλ' ειπών· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, πάλιν ἐνταῦθά φησιν, Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω.
does she stand over cooks and weavers and the rest of the household retinue? Away with the thought! She casts none of these things into her mind, but takes thought for one thing alone: to build up her own soul, to adorn that holy temple not with braided hair or gold or pearls (1 Tim. 2:9), not with cosmetic powders nor eye-paint, not with those other irksome and wretched devices, but with holiness both in body and in spirit (1 Cor. 7:34). Whereas she who has married, he says, cares how she may please her husband (1 Cor. 7:34). Very prudently he did not enter upon an examination of the matters themselves, nor recount all that wives undergo both in body and in soul for the sake of pleasing their husbands—torturing and whitening the former and racking it with other torments, while filling the latter with servility, flattery, hypocrisy, pettiness of spirit, and superfluous and unprofitable cares; rather, hinting at all these things in a single phrase, he left it to the conscience of his hearers to reckon them up for themselves. And having thus shown the pre-eminence of virginity and exalted it to heaven itself, he shifts his discourse back again to the concession of marriage, dreading everywhere lest anyone should suppose the matter to be a commandment. Wherefore he was not content with his former admonitions, but after saying, Concerning virgins I have no commandment of the Lord (1 Cor. 7:25), and, If the virgin marry, she has not sinned (1 Cor. 7:28), he says here again, Not that I may cast a noose upon you (1 Cor. 7:35).
ΟϚʹ. Ὑπὲρ οὗ καὶ διαπορήσειεν ἄν τις εἰκότως, πῶς ἀνωτέρω λύσιν δεσμῶν τὸ πρᾶγμα καλῶν, καὶ πρὸς τὸ συμφέρον ἡμῖν αὐτὸ συμβουλεύειν λέγων, καὶ ἵνα θλῖψιν μὴ ἔχωμεν, καὶ ἵνα ἀμέριμνοι ὦμεν, καὶ ἐπειδὴ φείδεται ἡμῶν, καὶ διὰ τούτων ἁπάντων δεικνὺς τὸ κοῦφον αὐτοῦ καὶ φορητὸν, ἐνταῦθά φησιν· Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω; Τί οὖν ἐστιν; Οὐ τὴν παρθενίαν βρόχον ἐκάλεσεν· ἄπαγε· ἀλλὰ τὸ μετὰ βίας καὶ ἀνάγκης αἱρεῖσθαι τοῦτο τὸ καλόν. Καὶ γὰρ οὕτως ἔχει. Πᾶν ὅπερ ἂν βιαζόμενος καὶ μετὰ τοῦ μὴ βούλεσθαι καταδέχηταί τις, κἂν σφόδρα κοῦφον ᾖ, πάντων ἀφορητότερον γίνεται, καὶ ἀγχόνης χαλεπώτερον τὴν ἡμετέραν ἀποπνίγει ψυχήν. Διὰ τοῦτο εἶπεν, Οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω· τοῦτό ἐστιν· Ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα, ἀλλ' ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων. Σὺ δέ μοι θέα κἀνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς ταῖς παραιτήσεσι πάλιν παραίνεσιν ἐπεισήγαγε, καὶ διὰ τῆς συγχωρήσεως συμβουλήν. Τῷ γὰρ εἰπεῖν, Οὐκ ἀναγκάζω, ἀλλὰ παραινῶ, καὶ προσθεῖναι, διὰ Τὸ εὔσχημον καὶ εὐπρόσεδρον, ἔδειξε τῆς παρθενίας τὸ θαυμαστὸν, καὶ τὸ κέρδος ὅσον ἡμῖν ἐν τῇ κατὰ Θεὸν ἀπ' αὐτῆς γίνεται πολιτείᾳ. Οὐ γὰρ ἔνι τὴν βιωτικαῖς ἐμπεπλεγμένην φροντίσι, καὶ πανταχοῦ περιελκομένην εὐπρόσεδρον εἶναι, τῆς σπουδῆς καὶ σχολῆς ἁπάσης εἰς πολλὰ μεριζομένης, εἰς ἄνδρα λέγω, καὶ οἰκίας ἐπιμέλειαν, καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ὁ γάμος ἐπισύρεσθαι εἴωθε.
76. Concerning which one might reasonably feel perplexity, how it is that, after calling the matter above a loosing of bonds, and saying that he counsels it for our own profit, and that we may have no tribulation, and that we may be free from anxiety, and because he spares us, and after showing through all these things how light and bearable it is, he here says: Not that I may cast a noose upon you? What, then, is the meaning? He did not call virginity a noose—far from it!—but the choosing of this noble good under force and compulsion. For so indeed the matter stands: whatever a person accepts under constraint and unwillingly, even though it be exceedingly light, becomes more unbearable than all things else, and chokes our soul more cruelly than any halter. Wherefore he said, Not that I may cast a noose upon you; that is: I have stated and demonstrated all the excellences of virginity, and yet after all these things I entrust the choice of the matter to you, and do not drag you to virtue against your will. For neither did I give this counsel wishing to afflict you, but so that comely and undistracted devotion might not be cut short by worldly affairs. And behold for me here also the wisdom of Paul, how through his disclaimers he once more brought in exhortation, and counsel through concession! For by saying, I do not compel, but advise, and by adding, for the sake of What is comely and devoted to the Lord without distraction (1 Cor. 7:35), he displayed the marvellous beauty of virginity, and how great a gain accrues to us from it in the godly way of life. For it is impossible for her who is entangled in worldly cares and dragged about in every direction to wait upon the Lord without distraction, when all her zeal and leisure is parcelled out among many things—among her husband, I mean, and care of the household, and all the other things which marriage is wont to trail after it.
ΟΖʹ. Τί οὖν, φησὶν, ὅταν καὶ ἡ παρθένος πολλὰ πραγματεύηται, καὶ μερίμνας ἔχῃ βιωτικάς; Ἄπαγε, ἔξω ταύτην ἑλκύσας τοῦ τῶν παρθένων χοροῦ· οὐ γὰρ ἀρκεῖ τὸ μὴ γαμηθῆναι ποιῆσαι παρθένον, ἀλλὰ δεῖ καὶ τῆς ψυχικῆς ἁγνείας· ἁγνείαν δὲ λέγω οὐ τὸ πονηρᾶς καὶ αἰσχρᾶς ἐπιθυμίας ἀπηλλάχθαι μόνον καὶ καλλωπισμά-
77. What then, says one, whenever even the virgin busies herself with many affairs and has worldly cares? Away with the thought, drag her outside the choir of virgins! For not marrying does not suffice to make a virgin, nay, there is need also of purity of soul; and by purity I mean not merely being freed from evil and shameful desire and from adornments
Notes, col. 589

On the reading

Printed ειπών, for εἰπών.

PG 48:590Read from the page
των καὶ περιεργίας, ἀλλὰ καὶ φροντίδος εἶναι καθαρὰν βιωτικῆς· ἂν δὲ μὴ τοῦτο ᾖ, τί τὸ ὄφελος σωματικῆς καθαρότητος; Ὥσπερ γὰρ στρατιώτου οὐδὲν αισχρότερον γένοιτ' ἂν τὰ ὅπλα ῥίψαντος καὶ καπηλείοις σχολάζοντος, οὕτως οὐδὲ παρθένων ἀσχημονέστερον βιωτικαῖς ἐνδεδεμένων φροντίσι. Καὶ γὰρ αἱ πέντε ἐκεῖναι καὶ λαμπάδας εἶχον καὶ παρθενίαν ἤσκησαν, ἀλλ' οὐδενὸς τούτων ἀπώναντο, ἀλλὰ τῶν θυρῶν ἀποκλεισθεισῶν ἔμενον ἔξω καὶ ἀπώλλυντο. Καὶ γὰρ ἡ παρθενία διὰ τοῦτο καλὸν, ὅτι πᾶσαν ἐκκόπτει φροντίδος ὑπόθεσιν περιττῆς, καὶ πᾶσαν σχολὴν τοῖς κατὰ Θεὸν ἀνατίθησιν ἔργοις· ὡς ἂν μὴ τοῦτο ἔχοι, πολὺ τοῦ γάμου πάλιν ἐλάττων γίνεται, ἀκάνθας ἐν τῇ ψυχῇ περιφέρουσα καὶ τὸν καθαρὸν καὶ οὐράνιον συμπνίγουσα σπόρον.
and meddlesome elaboration, but being pure from worldly care as well; and if this be lacking, what is the profit of bodily purity? For just as nothing could be more disgraceful than a soldier who has flung away his arms and idles his time in taverns, so too nothing is more unseemly than virgins bound fast in worldly cares. For indeed those five maidens both held lamps and practised virginity, yet reaped no benefit from any of these things, nay, when the doors were shut they remained outside and perished (Matt. 25:1-12). For virginity is a noble good for this very reason, that it cuts off every occasion of superfluous care and dedicates all leisure to the works of God; so that should it lack this, it falls far below marriage once again, carrying thorns about in the soul and choking the pure and heavenly seed (Matt. 13:22).
ΟΗʹ. Εἰ δέ τις ἀσχημονεῖν, φησὶν, ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν. Τί λέγεις, Ὃ θέλει ποιείτω· καὶ οὐ διορθοῖς τὴν ἐσφαλμένην γνώμην, ἀλλ' ἐπιτρέπεις γαμεῖν; Διὰ τί γὰρ οὐκ εἶπες· Εἰ δὲ ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἄθλιός ἐστι καὶ ταλαίπωρος, πρᾶγμα οὕτω θαυμαστὸν ἐπονείδιστον εἶναι νομίζων; διὰ τί μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὐτοῦ θυγατέρα; Ὅτι, φησὶ, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί· τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους. Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος, καὶ τὸν παρόντα βίον θαυμάζων, ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αισχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγὺς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν; Καὶ τί θαυμαστὸν, ει ἐπὶ πράγματος συγκεχωρημένου τοῦτο ὁ Παῦλος ἐποίησεν, ὅπου γε ἐπὶ κεκωλυμένου καὶ παρανόμου τὸ αὐτὸ πάλιν ποιεῖ; Οἷόν τι λέγω· τὸ τῆς τῶν βρωμάτων παρατηρήσεως ἔχεσθαι, καὶ τοῦτο μὲν ἐγκρίνειν, ἐκεῖνο δὲ ἐκβάλλειν, Ἰουδαϊκῆς ἀσθενείας ἦν· ἀλλ' ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν· καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος, ἀλλὰ καὶ ἕτερόν τι πλέον τούτου ποιεῖ. Τοὺς γὰρ ἁμαρτάνοντας ἀφεὶς τοῖς ἐπιχειροῦσι κωλύειν αὐτοὺς ἐπιτιμᾷ, λέγων· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἀλλ' οὐχ, ὅτε Κολοσσαεῦσιν ἐπέστειλε, τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ καθάπτεται αὐτῶν, καὶ φιλοσοφεῖ, λέγων· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει· καὶ πάλιν· Εἰ ἀπεθάνετε ἐν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εις φθορὰν τῇ ἀποχρήσει. Τί δήποτε οὖν τοῦτο ποιεῖ; Ὅτι ἐκεῖνοι μὲν ἦσαν ισχυροὶ, Ῥωμαῖοι δὲ πολλῆς ἔτι τῆς συγκαταβάσεως ἐδέοντο, καὶ περιέμενε πρότερον τὴν πίστιν ἐν ταῖς ἐκείνων παγῆναι ψυχαῖς, δεδοικὼς μὴ πρὸ καιροῦ τοῦ δέοντος θᾶττον ἐπὶ τὸ τὰ ζιζάνια ἀνασπάσαι ἐλθὼν, πρόῤῥιζα μετ' αὐτῶν συνανασπάσῃ καὶ τὰ τῆς ὑγιοῦς διδασκαλίας φυτά. Διὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς, οὔτε ἀνεπιτιμήτους ἀφίησιν, ἀλλὰ καθάπτεται μὲν, ἀνυπόπτως δὲ καὶ λανθανόντως, καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει. Τῷ γὰρ λέγειν, Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει, δοκεῖ μὲν ἐπιστομίζειν τὸν ἐπιπλήττοντα ἐκείνῳ, τὸ δὲ ἀληθὲς τὴν τούτου δάκνει ψυχὴν, ἐμφαίνων ὅτι τὸ τὰ τοιαῦτα αἱρεῖσθαι οὐ τῶν βεβαίων οὐδὲ τῶν παγίως ἑστώτων ἐστὶν, ἀλλὰ τῶν ἔτι σαλευομένων, τῶν ει μὴ σταῖεν καὶ πεσεῖν κινδυνευόντων. Τὸν αὐτὸν δὴ κἀνταῦθα φυλάττει νόμον, διὰ τὴν πολλὴν ἀσθένειαν
78. But if any man thinks that he behaves unseemly towards his virgin, he says, if she be past the flower of her age, and it must so be, let him do what he wills, he sins not; let them marry (1 Cor. 7:36). What do you say—Let him do what he wills—and do you not correct the mistaken judgement, but permit marriage? For why did you not say: If he thinks that he behaves unseemly towards his virgin, he is wretched and miserable, supposing so marvellous a thing to be a matter of reproach? Why did you not counsel him to rid himself of this suspicion and lead his daughter away from marriage? Because, he says, such souls belonged to the exceedingly weak who crawl upon the ground; and those so disposed could not all at once be led up to the teachings concerning virginity. For he who is so fluttered over the things of the world and so admires the present life as to deem even after so great an exhortation that which is worthy of heaven and nigh unto the angelic way of life to be worthy of shame—how would he have endured counsel urging him on to this? And what wonder is it if Paul did this in a matter that was permitted, seeing that even in a forbidden and unlawful matter he does the very same thing again? Let me explain what I mean: to cling to the observance of meats, and to approve one kind while rejecting another, belonged to Jewish weakness; and yet there were among the Romans those who laboured under this infirmity, and not only did he not accuse them with vehemence, nay he does something else even beyond this. For passing by those who went astray, he rebukes those who attempted to hinder them, saying: But why do you judge your brother? (Rom. 14:10). Yet when he wrote to the Colossians, he did not act thus, but with great authority both assails them and discourses upon true wisdom, saying: Let no one therefore judge you in meat or in drink (Col. 2:16); and again: If you died with Christ from the elements of the world, why, as though living in the world, do you submit to ordinances: Touch not, nor taste, nor handle—all which things are to perish with the using? (Col. 2:20-22). Why in the world, then, does he do this? Because the latter were strong, whereas the Romans still stood in need of great condescension, and he waited for faith first to be firmly planted in their souls, fearing lest by coming too soon before the proper season to pluck up the tares, he might uproot from the very roots along with them the plants of sound teaching as well (Matt. 13:29). Wherefore he neither assails them vehemently nor leaves them unreproved, but lays hold of them indeed, yet unsuspiciously and covertly in his rebuke of the others. For by saying, To his own master he stands or falls (Rom. 14:4), he seems indeed to curb the one who censures him, whereas in truth he stings that man's own soul, indicating that to choose such practices belongs not to the steadfast nor to those firmly established, but to those still tottering, who, unless they should stand fast, are in peril even of falling. This very same rule he observes here also, on account of the great weakness
Notes, col. 590

On the reading

Printed αισχρότερον, for αἰσχρότερον.

Printed αισχύνης, for αἰσχύνης.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed ισχυροὶ, for ἰσχυροὶ.

Printed ει, for εἰ.

PG 48:591Read from the page
τῶν ἐπαισχυνομένων τῷ πράγματι. Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται, ἀλλ' ἐν τοῖς ἐπαίνοις τοῦ τὴν αὑτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν. Τί γάρ φησιν; Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ. Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου, καὶ οὐδέποτε βέβαια βαδίζειν εἰδότος, οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας. Εἶτα ἐπειδὴ συνεῖδεν ἱκανὸν ὄντα τὸν λόγον δακεῖν τὴν ἐκείνου ψυχήν, ὅρα πῶς αὐτὸν συνεσκίασε πάλιν, αἰτίαν ἐπαγαγὼν οὐ σφόδρα κατηγορίας ἀξίαν. Εἰπὼν γὰρ, Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ, προσέθηκε, Μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχων. Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· Ὃς δὲ ἕστηκεν ἑδραῖος, καὶ μὴ νομίζει τὸ πρᾶγμα ἀσχημοσύνην εἶναι· ἀλλὰ τοῦτο πληκτικώτερον ἦν· διὸ ἕτερον ἀντὶ τούτου προσέθηκε παραμυθούμενος αὐτὸν, καὶ διδοὺς μᾶλλον ἐπὶ ταύτην ἐλθεῖν τὴν αἰτίαν. Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι' ἀνάγκην κωλύειν, ὡς δι' αἰσχύνην. Τοῦτο μὲν γὰρ ψυχῆς ἐστιν ἀνάνδρου καὶ ταλαιπώρου, ἐκεῖνο δὲ καὶ διεστραμμένης, καὶ οὐδὲ τὴν τῶν πραγμάτων φύσιν ἐπισταμένης κρίνειν ὀρθῶς. Ἀλλὰ τούτων οὔπω τῶν λόγων ἦν ὁ καιρός· ἐπεὶ ὅτι γε οὐδὲ ἐπικειμένης θέμις τὴν προῃρημένην παρθενεύειν κωλύεσθαι, ἀλλὰ πρὸς πάντα ἵστασθαι χρὴ γενναίως τὰ διακόπτοντα τὴν καλὴν ταύτην ὁρμήν, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ὅταν γάρ τι μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν. Ἀλλ' ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελὲς, ταῦτα ἔγραφε, λέγων· Ὃς δὲ ἕστηκεν ἑδραῖος μὴ ἔχων ἀνάγκην· καὶ οὐδὲ μέχρι τούτου τὸν λόγον ἔστησε· καίτοι γε τὸ, Μὴ ἔχων ἀνάγκην, καὶ, Ἐξουσίαν ἔχων, ταυτόν ἐστιν· ἀλλὰ τῷ μήκει τοῦ λόγου καὶ τῇ συνεχείᾳ τῶν συγχωρήσεων τὴν εὐτελῆ καὶ μικρὰν παραμυθεῖται διάνοιαν, μετὰ τούτων καὶ ἑτέραν αἰτίαν προσθεὶς τὸ, Ὃς κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεύθερον εἶναι, οὐδὲ ἀπὸ τούτου μόνον ὑπεύθυνός ἐστιν, ἀλλ' ὅταν ἕληται καὶ κρίνῃ, τότε καλῶς ποιεῖ. Εἶτα ἵνα μὴ νομίσῃς διὰ τὴν πολλὴν συγκατάβασιν μηδὲν εἶναι τὸ μέσον, τίθησι πάλιν τὴν διαφορὰν μεθ' ὑποστολῆς μὲν, τίθησι δ' ὅμως, λέγων· Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. Ἀλλ' ἐνταῦθα μὲν ὅσον τὸ κρεῖττον οὐκ ἔδειξε διὰ τὴν αὐτὴν πάλιν αἰτίαν· σὺ δὲ εἰ θέλεις μαθεῖν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν οὐρανῷ. Εἶδες τὸ μέσον, ποῦ τὸν θνητὸν ἡ παρθενία ἀθρόον αἴρει, ὅταν ὄντως ᾖ παρθενία;
of those who feel ashamed at the matter. For he does not address himself openly to him, but in his praises of the man who preserves his own virgin he deals him a severe blow. For what does he say? But he who stands steadfast in his heart. Now this has been spoken by way of contrast with the man who is easily and lightly carried about, and never knows how to walk firmly, nor even to stand with much courage. Then, since he perceived that the saying was sufficient to sting that man's soul, see how he threw a veil over it again, bringing forward a reason not very deserving of blame. For having said, But he who stands steadfast in his heart, he added, Having no necessity, but having authority. And yet it would have been consequent to say: But he who stands steadfast, and does not suppose the matter to be unseemliness; however, this was more stinging; wherefore he added another thing in place of this, consoling him, and allowing him rather to take refuge in this reason. For it is not so dreadful to hinder the matter out of necessity as out of shame. For the former belongs to an unmanly and wretched soul, whereas the latter belongs to one that is also perverted, and does not even know how to judge aright the nature of things. Yet it was not yet the season for these words; since, that it is not lawful even when necessity presses for her who has chosen virginity to be hindered, but that one ought nobly to withstand all things that cut across this noble impulse, hear what Christ says: He who loves father or mother more than Me, is not worthy of Me. For whenever we pursue anything of what seems good to God, let every man who hinders be an enemy and a foe, even if he be father, even if she be mother, even if it be anyone whomsoever. Yet Paul, still bearing with the imperfection of his hearers, wrote these things, saying: But he who stands steadfast having no necessity; and he did not halt his discourse even at this point; although Having no necessity, and, Having authority, are the same thing; yet by the length of his discourse and the continuity of his concessions he consoles the lowly and petty mind, adding along with these also another reason, Who has decreed in his heart. For it does not suffice to be free, nor from this alone is he accountable, but when he chooses and passes judgement, then he does well. Next, that you may not suppose because of the great condescension that there is no difference between them, he sets down the distinction again—with reserve, indeed, yet he sets it down nevertheless—saying: So then both he who gives in marriage does well, and he who does not give in marriage does better. Yet here he did not show how great the superiority is, for the very same reason again; whereas if you wish to learn, hear Christ saying: They neither marry, nor are given in marriage, but are as angels in heaven. Did you see the difference, whither virginity all at once exalts mortal man, when it is truly virginity?
ΟΘʹ. Τί γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπέ μοι, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἀλλ' ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει· τὰ δὲ ἄλλα εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους· καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι, μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας, καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ, δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθενία τοιούτους ἐποίησε, δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ ἂν οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς· νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν, ὡς ἐν οὐρανοῖς ὄντες οὕτω διέτριβον ἐπὶ
Chapter 79. For how far short of the angels, tell me, did Elijah, Elisha, and John fall—these genuine lovers of virginity? In nothing else save in so far as they were bound to a mortal nature; whereas in all other respects, if one were to examine precisely, he will find them in no way worse disposed than those; and even this very thing that seems to be a disadvantage makes greatly for their praise. For that men dwelling upon earth, and subject to the necessity of mortal nature, were able to attain to that virtue, see what great courage, what great philosophy it belonged to. And that virginity made them such is plain from this: for if they had had a wife and children, they would not easily have inhabited the wilderness, they would not have despised a house, nor the rest of life's furnishing; whereas now, having been freed from all these bonds, as though being in the heavens, so did they pass their time upon
PG 48:592Read from the page
τῆς γῆς· οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινὸς, ἀλλ' ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανὸν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν· καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ, τῆς ἐρημίας ἡ ἀκαρπία, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστη. Οὐ γὰρ ἀμπέλων αὐτοῖς ἐδέησεν, οὐδὲ ληνῶν, οὐδὲ ληΐων, οὐδὲ ἀμητοῦ· ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον, καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν· Ὁ γὰρ εἷς ἄρτος, φησὶ, πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν ἤρκεσε· τὸν δὲ ἡ τοῦ Πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦσα, καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον, ἀλλ' ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς, ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύασε.
the earth: they stood in need of no walls, no roof, no couch, no table, nor any other such thing at all, but in place of a roof they had the sky, in place of a couch the earth, and in place of a table the wilderness; and a thing which to others seems to be a cause of famine—the barrenness of the wilderness—set those holy men in abundance. For they had no need of vines, nor of wine-presses, nor of standing crops, nor of harvest; rather, springs and rivers and lakes supplied them with plentiful and sweet drink, while as for a table, for the one an angel prepared a marvellous and extraordinary one, greater than according to human custom: For the one loaf, it says, sufficed for a forty days' fast; and the other the grace of the Spirit often nourished, working miracles, and not him alone, but also others through him. And John, who was more than a prophet, than whom a greater has not arisen among those born of women, did not even stand in need of human food; for neither grain nor wine nor oil, but locusts and wild honey sustained the life of his body. Did you see angels upon the earth? Did you see the strength of virginity? Those intertwined with blood and flesh, those walking on the ground, those subject to the necessity of mortal nature, as though bodiless, as though having already obtained heaven, as though having partaken of immortality, so did it prepare them to do all things.
Πʹ. Πάντα γὰρ ἐκείνοις ἦν περιττὰ, οὐ ταῦτα μόνον τὰ ὄντως ὄντα περιττὰ, τρυφὴ, καὶ πλοῦτος, καὶ δυναστεία, καὶ δόξα, καὶ ὁ λοιπὸς τῶν ὀνείρων τούτων ὁρμαθός· ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἀναγκαῖα, οἰκίαι, καὶ πόλεις, καὶ τέχναι· τοῦτό ἐστιν τὸ, Εὔσχημον καὶ εὐπρόσεδρον εἶναι, τοῦτο παρθενίας ἀρετή. Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης, καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστὸν, ὅταν ὁ τοιοῦτος βίος προσῇ· αὐτὸ δὲ καθ' ἑαυτὸ ἀσθενὲς, καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὅσαι παρθενίαν μὲν ἀσκοῦσι καὶ νῦν· τοσοῦτον δὲ ἀποδέουσιν Ἠλίου καὶ Ἐλισσαίου καὶ Ἰωάννου, ὅσον ἡ γῆ τοῦ οὐρανοῦ. Ὥσπερ γὰρ τὸ Εὔσχημον καὶ εὐπρόσεδρον ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν ἔχεις τῶν καλῶν. Καθάπερ γὰρ ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτεία τρέφειν τοὺς τῆς παρθενίας καρπούς· μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν. Αὕτη τοὺς γενναίους ἐκείνους πρὸς τὸν θαυμαστὸν ἤλειψε δρόμον, πάντα μὲν αὐτῶν τὰ δεσμὰ περικόψασα, ποσὶ δὲ εὐλύτοις καὶ κούφοις καθάπερ πτηνοὺς ἀφεῖσα πέτεσθαι πρὸς τὸν οὐρανόν. Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία, οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία· ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον, οὐδὲ φροντίδων, οὐδὲ κινδύνων, ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.
Chapter 80. For all things to them were superfluous—not only these things which truly are superfluous: luxury, and wealth, and power, and glory, and the rest of the train of these dreams; but also the things that seem to be necessary: houses, and cities, and arts; this is what it means to be Comely and assiduous, this is the virtue of virginity. For it is marvellous indeed and worthy of many crowns also to get the better of the madness of desires, and to hold down a raging nature; yet it truly becomes marvellous then, when such a way of life is present besides; whereas by itself it is weak, and not sufficient to save those who possess it. And there might bear witness to us all those women who practise virginity even now, yet fall as far short of Elijah and Elisha and John as the earth does from heaven. For just as, if you strip away what is Comely and assiduous, you have cut out the very sinews of virginity, so when you possess it with the best way of life, you hold the root and the foundation of good things. For even as rich and fertile soil knows how to nourish a root, so does the best way of life know how to nourish the fruits of virginity; or rather, the crucified life is both the root and the fruit of virginity. This anointed those noble men for their marvellous race, having cut away all their bonds around them, and having let them go free with nimble and light feet, like winged birds, to fly towards heaven. For where there is neither attendance upon a wife nor care of children, great is the ease of poverty; and poverty makes us to be near the heavens, freeing us not only from fears, nor from cares, nor from dangers, but also from all other hardship.
ΠΑʹ. Ὁ μὲν γὰρ μηδὲν ἔχων ὡς τὰ πάντα κατέχων, οὕτως ἁπάντων καταφρονεῖ, καὶ παρρησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον. Ὁ χρημάτων καταφρονῶν ὁδῷ προβαίνων καὶ θανάτου καταφρονήσει ῥᾳδίως· τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παρρησίας διαλέξεται, οὐδένα δεδοικὼς οὐδὲ τρέμων. Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος, ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς, καὶ πάντων ἁπλῶς
Chapter 81. For he who has nothing, as though holding all things, so despises all things, and uses great boldness of speech towards rulers and towards potentates and towards the very man who wears the diadem. He who despises money, advancing methodically, will easily despise death also; and having risen above these, he will converse with all men with boldness of speech, fearing nobody nor trembling. Whereas he who is busied about money is a slave not only of money, but also of glory and honour and the present life, and of all, simply