σατο. Οὐ γὰρ λίθοι καὶ χρυσὸς, οὐδὲ ἱματίων πολυτέλεια, οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς, ἀλλ' ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραὶ, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία, πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία. Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπὴς, ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων Δεσπότην ἔχειν ἐραστήν· οὕτω δὲ καθαρὸς καὶ διειδὴς, ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾷν· οὕτω δὲ ἥμερος καὶ γαληνὸς, ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι, ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μείλιχον ὁρᾷν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται, ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾷν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας, ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην ἀνάγκη, κἂν μὴ βούληται· οὕτω καὶ τὴν σάρκα τῆς οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς. Καὶ γὰρ ὀφθαλμὸς, καὶ γλῶττα, καὶ σχῆμα, καὶ βάδισις, καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον, κἂν εἰς ἄγγος ἀποκλείηται, τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον, ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς· οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιῤῥέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετὴν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι, οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν, οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει, ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα, ἀλλ' ἄπλασιόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν· καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι, ἀλλὰ μηδὲ ἠρέμα μειδιᾷν, ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι, καὶ πρὸς δάκρυα παρεσκευάσθαι διαπαντὸς, πρὸς γέλωτα δὲ μηδέποτε.
displayed. For neither stones and gold, nor costliness of garments, nor diverse costly blossoms of colours, nor any other such thing among those perishable objects adorns souls, but in place of these, fastings, sacred all-night vigils, meekness, gentleness, poverty, courage, humility, endurance, and simply contempt for all things in the present life. For indeed her eye is so fair and comely as to have, instead of men, the bodiless Powers and their Master as its lover; and so pure and pellucid as to be able to behold, instead of bodily things, incorporeal beauties; and so gentle and serene as not even to grow fierce and rise up against those who wrong her and continually grieve her, but to look sweetly and mildly even towards these. And such modesty surrounds her that even the licentious feel shame and blush and abate from their own madness whenever they gaze upon her attentively. And just as for a modest woman the maidservant who waits upon her must of necessity be such herself also, even though she should not wish it, so too the flesh of a soul that thus practises wisdom must of necessity regulate its own impulses according to her movements. For indeed eye, and tongue, and bearing, and gait, and simply all things are stamped in accordance with the inward good order; and just as precious ointment, even though it be shut up in a vessel, tinging the air with its own fragrance, fills with pleasure not only those standing within and nearby, but also all those outside, so too the fragrance of the virginal soul, flowing around the senses, manifests the virtue laid up within, and casting the golden reins of decorum upon all, preserves each of the steeds in abundant harmony, and neither suffers the tongue to utter anything jarring and unseemly, nor merely the eye to glance shamelessly and suspiciously, nor the hearing to receive any unbefitting melodies. And she cares also for her feet, so as not to walk in a disorderly and mincing manner, but to keep an unfeigned and unaffected gait; and having shorn away the adornment that comes from garments, she continually exhorts her countenance also not to be dissolved in laughter, nay, not even gently to smile, but always to display a reverent and austere brow, and to stand prepared at all times for tears, yet never for laughter.
ΞΔʹ. Ὅταν δὲ δακρύων ἀκούσῃς, μηδὲν ὑποπτεύσῃς σκυθρωπόν· τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονὴν, ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λουκᾶ λέγοντος, ὅτι μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαρὰν, ἀλλ' ὀδύνην καὶ πόνον ἐργάζεσθαι εἴωθεν. Ἀλλ' ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς Χριστὸν πίστις τοιαύτη, ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν. Ει δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστὸν, τί θαυμαστὸν εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; Διὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδὸν, ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. Διὸ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἄν τις ἴδοι προθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτὴν, οὐ διὰ τὸ μὴ θλίβεσθαι, ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι, καὶ μηδὲν πάσχειν ὑπ' αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος, ἀλλ' ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν, οὐδὲ θλίψεις χρὴ καλεῖν.
64. And when you hear of tears, suspect nothing gloomy; for those tears possess greater pleasure than even the laughter of this world. And if you disbelieve, hear Luke saying that after being scourged, the apostles departed from the presence of the council rejoicing; and yet such is not the nature of scourges, for it is wont to produce not pleasure and joy, but pain and travail. Yet though the nature of scourges is not such, faith in Christ is such as to prevail even over the very nature of things. And if scourges brought forth pleasure on account of Christ, what wonder is it if tears also work the same thing on account of Him? Therefore the way which He called narrow and straitened, this same He again calls both a kind yoke and a light burden. For by nature indeed the matter is such, yet through the resolve of those who achieve it and through their bright hopes it becomes exceedingly light. Wherefore one might see those who have chosen the narrow and straitened way journeying along it with greater eagerness than the broad and spacious one, not because they suffer no affliction, but because they stand above afflictions and experience nothing from them such as it is natural for others to suffer. For this life too has afflictions, yet when we compare them with those of marriage, one ought not even to call them afflictions.