εἰπεῖν τῶν βιωτικῶν. Διὰ τοῦτο ῥίζαν αὐτὴν τῶν κακῶν πάντων ὁ Παῦλος ἐκάλεσεν. Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθενία, καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην, τὴν ἅπαντα βλαστάνουσαν τὰ καλὰ, ἐλευθερίαν, παρρησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμὸν, ὑπεροψίαν πάντων τῶν ἐπὶ τῆς γῆς· οὕτω τὸ Εὔσχημον καὶ εὐπρόσεδρον γίνεται.
to say, of worldly things. For this reason Paul called it a root of all evils. Yet virginity is sufficient to dry up this root, and to implant in us another, the best one, which sprouts forth all good things: freedom, boldness of speech, courage, fiery zeal, fervent love of heavenly things, disdain for all things upon the earth; thus does what is Comely and assiduous come about.
ΠΒʹ. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησὶν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε, καὶ παῖδας, καὶ χρήματα, καὶ ποίμνια, καὶ βουκόλια· καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης, ὅ τε Βαπτιστὴς, ὅ τε Εὐαγγελιστὴς, παρθένοι ἀμφότεροι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπους εὔχονται ἐλθεῖν. Τίς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε, ποῖος προφήτης, τίς εὐαγγελιστής; Αὐτὸς, φησὶν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν, ἔλεγεν· Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὁ Λάζαρος δὲ μετ' αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τί τοῦτο πρὸς Παῦλον, τί δὲ πρὸς Πέτρον, τί δὲ πρὸς Ἰωάννην; Οὐ γὰρ ὁ Λάζαρος Παῦλος καὶ Ἰωάννης ἦν, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος. Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτὰ διδόναι, λέγοντος· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραὰμ, οὔτε ὁ τούτου παῖς, οὐδὲ ὁ ἐκείνου, οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ' ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐκγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη, ἀλλ' ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται· Πολλοὶ γὰρ ἐλεύσονται, φησὶν, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τῶν δὲ θρόνων ἐκείνων οὐδεὶς ἕτερος ἐπιλήψεται, ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός. Ἔτ' οὖν, εἰπέ μοι, ποιμνίων μέμνησθε, καὶ βουκολίων, καὶ γάμων, καὶ παίδων; Τί οὖν, φησὶν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχονται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ, ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων, οὐδὲ τῶν ἐλαττόνων, ἀλλ' εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται. Καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ' οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος, ἢ καὶ χείρων; τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν παιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο λείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐ γὰρ μόνον οὐκ ἐλάττων, ἀλλὰ καὶ πολλῷ βελτίων ἡ παρθενία τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν, οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν· ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε, καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλὰ, τὰ Εὔσχημον λέγω καὶ
Chapter 82. Yet what is the clever argument of the many? The patriarch Abraham, one says, had both a wife, and children, and possessions, and flocks, and herds; and after all those things John—both the Baptist and the Evangelist—being both of them virgins, and Paul and Peter, having shone forth in continence, pray to come into his bosom. Who told you this, my good sir—what sort of prophet, what evangelist? Christ Himself, he says. For upon seeing the centurion possessing great faith, He said: That many shall come from east and west, and shall recline with Abraham and Isaac and Jacob. And Lazarus too is seen with him at that time by the rich man, revelling in delight. And what is this to Paul, and what to Peter, and what to John? For Lazarus was not Paul and John, nor were the many from east and west the choir of the apostles. So then this argument of yours is superfluous and vain. And if you wish at all to hear the prizes of the apostles, hear Him Who is about to grant them, saying: You shall sit upon twelve thrones judging the twelve tribes of Israel. And nowhere here is Abraham, nor his son, nor that man's son, nor the bosom that fell to their lot, but a dignity far greater than that; for these men shall sit down judging their descendants. And not in this way only is the difference manifest, but also because many shall obtain the things which Abraham obtained: For many shall come, He says, from east and west, and shall recline with Abraham and Isaac and Jacob; whereas of those thrones nobody else shall take hold, save alone the choir of these saints. Do you still, then, tell me, make mention of flocks, and herds, and marriages, and children? What then, one says, when many of those who have practised virginity pray after their many sweats to find room there? Yet I will say something greater than this: that many of those who have practised virginity will not attain even to those bosoms, nor even to the lesser ones, but will depart into Gehenna itself. And the virgins shut out from the bridal chamber make this plain. Is marriage, then, on this account equal to virginity, or even worse? For your example makes it even worse. For if Abraham, who had married, is in ease and delight, while those who have practised virginity are in Gehenna, this remains to be suspected according to your argument. Yet these things are not so, they are not; for virginity is not only not inferior to marriage, but even far better. How? Because neither did marriage make Abraham such, nor did virginity destroy those wretched women; rather, both the remaining virtue of his soul proved the patriarch glorious, and the remaining wickedness of their life delivered these women over to the fire. For that man, even while living in marriage, was zealous to accomplish the good things of virginity—I mean what is Comely and