Migne Reading Room

PG 48 · cols. 557–562 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:557Read from the page
ἀκούων; τίς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη, ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ᾖς δοῦλος τῶν ἡδονῶν, φησὶν, ἂν οὕτω χαῦνος ὡς διαπαντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις, ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν, καὶ πολὺν ἔχουσαν τὸν ψόγον. Διὰ τί γὰρ οὐκ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας δεικνύντος τῆς ῥᾳθυμίας τὴν ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διαπαντός τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν ὅσῳ ἂν ἐπιταθῇ, τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον· ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾖ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. Τοῦτο γὰρ, φησὶ, λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν· ἔνθα δὲ ἂν ᾖ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησιν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Μήποτε οὖν ἄρα τὸ πρᾶγμα ἐξίσωσε; ἄπαγε· ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην. Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐνταῦθα μὲν, ἵνα μή τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκῃ δεδεμένος· ἐκεῖ δὲ, ἵνα μή τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνατῶν κατακρίνηται, ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον. Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι εἶναι νομοθέτης. Εἶπον, Συνέρχεσθε, κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διαπαντὸς γυναικὶ, ἀλλ' ἡ τῶν ῥᾳθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπεὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· Θέλω, φησὶ, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ. Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θέλεις εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοὺς βουλομένους, οὐδὲ αἰτιῶμαι, ἀλλ' εὔχομαι μὲν καὶ ποθῶ πάντας εἶναι ὡς καὶ ἐμαυτὸν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας· διὰ τοῦτο καὶ ἀρχόμενος εἶπον, Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ὅτι τοῦτο μᾶλλον ποθῶ.
hearing this? Who would not hasten to escape the reproach of incontinence? For neither is this exhortation addressed to all, but to those who are exceedingly prone to passion. If you are thus a slave to pleasures, he says, if you are so flaccid as to be perpetually poured out towards intercourse and gaping for it, come together with your wife. The concession, therefore, is not that of one approving or praising, but of one mocking and condemning. For had he not wished to touch quickly the soul of the pleasure-loving, he would not have set down the word incontinence, which is more emphatic and carries much reproach. For why did he not say, Because of your weakness? Because that would rather have been the word of one pardoning, whereas that of incontinence shows the excess of their indolence. It is therefore a mark of incontinence not to be able to abstain from fornication unless one perpetually clings to his wife and enjoys intercourse. What then could those say here who hold virginity to be superfluous? For the more it is intensified, the greater is the encomium it possesses; whereas marriage, when one makes use of it to satiety, is then most of all deprived of every praise. For this, he says, I speak by way of concession, not by way of command; and wheresoever there is concession, praise could have no place. Yet when discoursing concerning virgins also, he says: I have no command of the Lord. Did he perchance then place the matter on an equal footing? Away with the thought; for in the case of the virgin he gives judgement, whereas here he gives concession. And he commands neither the one nor the other, though not for the same reason, but here so that no one wishing to ascend from incontinence may be hindered as though bound by the necessity of a command; and there, so that no one unable to ascend to virginity may be condemned as disobeying an injunction. I do not command to practise virginity, he says; for I fear the difficulty of the achievement. I do not command to come together continually with your wife; for I do not wish to be a lawgiver of incontinence. I said, Come together, preventing you from descending lower, not hindering your eagerness forward. Therefore it is not his primary wish that one should perpetually make use of a wife, but the incontinence of the more indolent enacted this. Since if you wish to learn Paul's wish, hear what sort it is: I wish, he says, all men to be even as I myself am, in continence. Therefore, if you wish all to be in continence, you wish no one to be in marriage. Not indeed that on this account I hinder those who wish, nor do I find fault, but I pray and desire all to be even as I myself am, yet I concede that other course also because of fornications; on this account also at the beginning I said, It is good for a man not to touch a woman, because I desire this more.
ΛΕʹ. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται, λέγων· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν; καίτοι εἰ μὴ τοῦτο προσέκειτο, τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν, Ὡς καὶ ἐμαυτόν; Οὐκ ἐπαίρων ἑαυτόν· οὗτος γάρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γὰρ, ὅτι Ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ, λέγων· Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν
XXXV. And for what reason does he make mention of himself here, saying: Yet I wish all men to be even as I myself am? And yet had this not been added, he would have escaped speaking about himself. For what reason, then, did he add, Even as I myself am? Not exalting himself; for this is the man who surpassed the apostles in his labours on behalf of the preaching, yet deemed himself unworthy even of the apostolic appellation. For having said, I am the least of the apostles, as though having uttered something greater than his own worth, he quickly checks himself, saying: Who am not fit to be called an apostle. For what reason, then, is he set beside the exhortation here? Not simply nor at random, but because he knew that the disciples are then most of all drawn on towards the
PG 48:558Read from the page
τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνον φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατὴν, οὕτως ὁ παρ' ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλὴν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα. Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν, ἀλλ' ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Δύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν· βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν, ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαρρεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος, καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλῦσαι σπεύδων, δι' ὃν ἐπὶ τὴν παλαιὰν κατεφέροντο συνήθειαν, πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τί φησι; Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἂν ἔχοιτε, φησὶν, εἰπεῖν, ὅτι Ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγὼ, φησὶν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ' ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν, ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν, ὅτι ἕτερα πράττων ἕτερα παραινῶ, οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προῦδωκα, οὐδ' ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας. Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ' ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβάλλων.
zeal for noble things when they have their examples from their teachers. Just as, then, one who philosophizes in words alone without deeds profits the hearer in no great way, so too one who is able to display his counsel first accomplished by himself draws on the hearer by this means most of all. And besides these things, he shows himself pure both of envy and of arrogance; for he wishes this choice good to be common to the disciples, seeking to have nothing more than they, but in all things to make them equal to himself. I have a third reason also to state. What then is this? The matter seemed difficult, and not in keeping with the readiness of the many; wishing, therefore, to show it to be most easy, he sets forward the one who has accomplished it, so that they may not suppose it to be exceedingly laborious, but looking towards the one who has led the way, they too may set foot with confidence upon the same road. This he does elsewhere also. For when discoursing with the Galatians, and hastening to dissolve their fear from the law, on account of which they were being carried down towards their ancient custom, observing many of the things there, what does he say? Become as I am, because I also am as you are. And what he says is of this sort: You could not say, he says, that Having turned back now from the Gentiles and not knowing the fear that comes from transgression of the law, you philosophize all these things to us without danger. For I too, he says, like you, served this bondage once; I came to be under the commands of the law; I kept the observances of the commandments; but when grace appeared, from that time I transferred my whole self towards it. For the matter is no longer transgression, since we have come to belong to another husband; so that no one could say this, that while doing other things I exhort to other things, nor that having looked out for my own safety I cast you into danger. For had the matter been danger, I would not have betrayed myself, nor neglected my own salvation. Just as, then, by setting forth the example from himself there he dissolved their fear, so here too he casts out their anxiety by bringing himself forward.
ΛϚʹ. Ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει, φησὶν, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Θέα τῆς ἀποστολικῆς ταπεινοφροσύνης οὐδαμοῦ τὸν χαρακτῆρα παραπολλύμενον, ἀλλ' ἀκριβῶς πανταχοῦ διαλάμποντα· χάρισμα Θεοῦ καλεῖ τὸ αὐτοῦ κατόρθωμα, καὶ ἔνθα πολὺν ἵδρωσεν ἱδρῶτα, τοῦτο ὅλον ἀνατίθησι τῷ Δεσπότῃ. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς; Τί οὖν περὶ τούτου φησί; Πλέον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Οὐ τὸ μὲν αὐτοῦ, τὸ δὲ τοῦ Θεοῦ φησιν, ἀλλ' ὅλον τοῦ Θεοῦ. Τοῦτο εὐγνώμονος οἰκέτου, μηδὲν ἴδιον νομίζειν, ἀλλὰ πάντα δεσποτικὰ, μηδὲν ἴδιον ἡγεῖσθαι αὐτοῦ, ἀλλὰ πάντα τοῦ Κυρίου. Τοῦτο καὶ ἑτέρωθι ποιεῖ. Εἰπὼν γὰρ, Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν· ὅτι δὲ κατορθώματα ταῦτα καὶ οὐ χαρίσματα, παντί που δῆλόν ἐστι. Ταῦτα δὲ εἶπον, ἵν' ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος, Ἕκαστος ἴδιον χάρισμα ἔχει, μὴ ἀναπέσῃς, μηδὲ εἴπῃς πρὸς ἑαυτόν· Οὐ δεῖται τὸ πρᾶγμα τῆς ἐμῆς σπουδῆς· χάρισμα αὐτὸ ὁ Παῦλος ἐκάλεσε. Μετριάζων γὰρ, οὐκ εἰς τὴν τῶν χαρισμάτων τάξιν καταλέξαι τὴν ἐγκράτειαν βουλόμενος, τοῦτό φησιν.
XXXVI. But each one has his own gift, he says, one in this manner, and another in that. Behold the stamp of apostolic humility nowhere lost, but shining forth exactly everywhere: he calls his own righteous achievement a gift of God, and where he sweated much sweat, this whole thing he ascribes to the Master. And what wonder if he does this in the case of continence, seeing that even when discoursing concerning the preaching, on behalf of which he bore countless labours, continual afflictions, unspeakable hardships, and daily deaths, he has used the very same manner? What then does he say concerning this? I laboured more than all of them, yet not I, but the grace of God which is with me. He does not say that one part is his own and the other God's, but that the whole is God's. This is the mark of a grateful household servant, to deem nothing his own, but all things the Master's; to regard nothing as his own, but all things as the Lord's. This he does in another place also. For having said, Having gifts differing according to the grace given to us, proceeding further he reckoned rulerships and almsgivings and sharings among these; yet that these are righteous achievements and not gifts of grace is clear, I suppose, to everyone. And I have said these things so that when you hear him saying, Each one has his own gift, you may not sink back, nor say to yourself: The matter has no need of my zeal; Paul called it a gift of grace. For speaking modestly, not wishing to enrol continence in the rank of gifts of grace, he says this.
PG 48:559Read from the page
Οὐκ ἂν οὕτως ἠναντιώθη καὶ ἑαυτῷ καὶ τῷ Χριστῷ, τῷ μὲν Χριστῷ λέγοντι, Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἐπαγαγόντι, Ὁ δυνάμενος χωρεῖν χωρείτω· ἑαυτῷ δὲ καταδικάζοντι τὰς χηρείαν μὲν ἑλομένας, οὐ βουληθείσας δὲ ἐπιμεῖναι τῇ προθέσει. Εἰ γὰρ χάρισμά ἐστι, τίνος ἕνεκεν αὐταῖς ἀπειλεῖς, λέγων, ὅτι Ἔχουσι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν; Οὐδαμοῦ γὰρ τοὺς οὐκ ἔχοντας χαρίσματα ὁ Χριστὸς ἐκόλασεν, ἀλλὰ πανταχοῦ τοὺς οὐ βίον ἐπιδεικνυμένους ὀρθόν. Καὶ τοῦτό ἐστι τὸ μάλιστα ἐπιζητούμενον παρ' αὐτῷ, πολιτεία ἀρίστη καὶ ἔργα ἄληπτα· τῶν δὲ χαρισμάτων ἡ διανομὴ οὐκ ἐν τῇ τοῦ λαμβάνοντος κεῖται προαιρέσει, ἀλλ' ἐν τῇ τοῦ παρέχοντος κρίσει. Διὰ τοῦτο οὐδαμοῦ τοὺς τὰ θαύματα ἐργαζομένους ὁ Χριστὸς ἐπαινεῖ, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπὶ τούτῳ μέγα φρονοῦντας ἀπάγει τῆς τοιαύτης ἡδονῆς, λέγων, Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει. Οἱ γὰρ μακαριζόμενοι πανταχοῦ οἱ ἐλεήμονές εἰσιν, οἱ ταπεινοὶ, οι ἐπιεικεῖς, οἱ τῇ καρδίᾳ καθαροὶ, οἱ εἰρηνοποιοὶ, οἱ ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια πράττοντες. Καὶ αὐτὸς δὲ ὁ Παῦλος τὰ κατορθώματα ἀριθμῶν τὰ ἑαυτοῦ, ἐν τούτοις καὶ τῆς ἐγκρατείας ἐμνημόνευσεν· ειπὼν γὰρ, Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀκαταστασίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐπήγαγεν, Ἐν ἁγνείᾳ· οὐκ ἂν τοῦτο ποιήσας, εἰ χάρισμα τὸ πρᾶγμα ἦν. Τί δὲ καὶ σκώπτει τοὺς οὐκ ἔχοντας αὐτὴν, ἀκρατεῖς αὐτοὺς καλῶν; διὰ τί δὲ καὶ ὁ μὴ ἐκγαμίζων τὴν ἑαυτοῦ παρθένον, κρεῖσσον ποιεῖ; τίνος δὲ ἕνεκεν μακαριωτέρα ἡ χήρα, ἐὰν οὕτως μείνῃ; Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐ θαυμάτων, ἀλλὰ ἔργων οἱ μακαρισμοὶ, ὥσπερ οὖν καὶ αἱ κολάσεις. Πῶς δὲ καὶ ἐπιμένει πάλιν παραινῶν ὑπὲρ τῶν αὐτῶν, ει μὴ ἐφ' ἡμῖν τὸ πρᾶγμα ἦν. καὶ μετὰ τὴν τοῦ Θεοῦ ῥοπὴν καὶ τῆς παρ' ἡμῶν ἐδεῖτο σπουδῆς; Εἰπὼν γὰρ, Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ, πάλιν φησί· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ. Πάλιν ἑαυτὸν τίθησι διὰ τὴν αὐτὴν αἰτίαν. Τὸ γὰρ παράδειγμα ἐγγύθεν ἔχοντες καὶ οἰκεῖον, μειζόνως ἂν τῶν τῆς παρθενίας κατετόλμησαν πόνων. Εἰ δὲ καὶ ἀνωτέρω λέγων, Θέλω πάντας εἶναι ὡς καὶ ἐμαυτὸν, καὶ ἐνταῦθα, Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ, οὐδαμοῦ αἰτίαν προστίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἀπαυθαδιζόμενος τοῦτο ποιεῖ, ἀλλ' ἱκανὴν εἶναι νομίζων αἰτίαν τὴν αὐτοῦ γνώμην, μεθ' ἧς τὸ πρᾶγμα κατώρθωσεν.
He would not thus have opposed both himself and Christ: Christ, on the one hand, saying, There are eunuchs who have made themselves eunuchs for the sake of the kingdom of the heavens; and adding, Let the one who is able to receive it receive it; and himself, on the other hand, condemning those women who chose widowhood indeed, yet were unwilling to remain in their purpose. For if it is a gift of grace, for what reason do you threaten them, saying that They have judgement because they set aside their first pledge? For nowhere did Christ punish those who do not possess gifts of grace, but everywhere those who do not display an upright life. And this is what is most of all sought by Him: an excellent way of life and blameless deeds; whereas the distribution of gifts of grace does not lie in the choice of the one who receives, but in the judgement of the One Who bestows. On this account Christ nowhere praises those who work miracles, nay He even leads the disciples who thought highly of this away from pleasure of such a kind, saying, Do not rejoice that the demons obey you. For those who are pronounced blessed everywhere are the merciful, the humble, the gentle, the pure in heart, the peacemakers, those who practise all these things and the things like them. And Paul himself also, when numbering his own righteous achievements, made mention of continence among these; for having said, In much endurance, in afflictions, in necessities, in distresses, in stripes, in imprisonments, in labours, in tumults, in watchings, in fastings, he brought in, In purity; which he would not have done had the matter been a gift of grace. And why does he also mock those who do not possess it, calling them incontinent? And why does he who does not give his own virgin in marriage do better? And for what reason is the widow more blessed if she so remains? For as I said beforehand, the beatitudes belong not to miracles, but to deeds, just as the punishments also do. And how too does he persist again in exhorting on behalf of the same things, unless the matter lay in our power, and after the inclination of God stood in need of the zeal from ourselves as well? For having said, I wish all men to be even as I myself am, in continence, he says again: Now I say to the unmarried and to the widows, It is good for them if they remain even as I am. Again he sets himself forward for the same reason. For having the example close at hand and familiar, they would more boldly have dared the labours of virginity. And if both above, saying, I wish all to be even as I myself am, and here, It is good for them if they remain even as I am, he nowhere adds a reason, do not wonder; for he does this not out of self-will, but deeming his own judgement, wherewith he accomplished the matter, to be a sufficient reason.
ΛΖʹ. Εἰ δέ τις καὶ λογισμῶν ἀκοῦσαι ἐθέλοι, πρῶτον μὲν τὴν παρὰ πάντων τῶν ἀνθρώπων ἐξεταζέτω δόξαν, ἔπειτα καὶ τὰ περὶ τὸ πρᾶγμα συμβαίνοντα. Τῶν γὰρ νομοθετῶν τοὺς τοιούτους οὐ κολαζόντων γάμους, ἀλλ' ἐπιτρεπόντων καὶ συγχωρούντων, πολλοὶ καὶ παρὰ πολλῶν ἔν τε οἰκίαις καὶ κατὰ τὴν ἀγορὰν κατ' αὐτῶν γίνονται λόγοι σκωπτόντων, μεμφομένων, ἀποστρεφομένων. Τῶν γὰρ τοὺς ὅρκους παραβαινόντων οὐχ ἧττον τοὺς τοιούτους ἅπαντες ἐκτρέπονται, ὡς εἰπεῖν, οὔτε φίλους ποιήσασθαι θαῤῥοῦντες, οὔτε συνθήκας θέσθαι πρὸς αὐτοὺς, οὔτε ἄλλο τι πιστεῦσαι οὐδέν. Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν, καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος, ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους. Οὐ διὰ ταῦτα δὲ μόνον αὐτοὺς ἀποστρέφονται, ἀλλὰ καὶ δι' αὐτὴν τῶν γινομένων τὴν ἀηδίαν. Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν
XXXVII. And if anyone should wish to hear reasonings also, let him first examine the opinion held by all mankind, and next the things that come to pass concerning the matter. For although the lawgivers do not punish marriages of such a kind, but permit and concede them, many words are uttered by many people against them both in houses and throughout the market-place, by men mocking, blaming, and turning away from them. For no less than those who transgress their oaths do all men shun persons of such a kind, so to speak, daring neither to make them friends, nor to form covenants with them, nor to entrust anything else whatsoever to them. For when they see them so easily casting out from their own soul the memory of so great an intimacy and friendship and companionship and fellowship, a certain numbness pours down upon them from these reflections, and they would not approach them with all genuineness, regarding them as fickle and capricious. Nor is it on account of these things alone that they turn away from them, but also on account of the very unpleasantness of what takes place. For what is more joyless, tell me, than when after much wailing and lamentations and tears and unkempt
Notes, col. 559

On the reading

Printed οι, for οἱ.

Printed ειπὼν, for εἰπὼν.

Printed ει, for εἰ.

PG 48:560Read from the page
κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι, καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων; Καὶ γὰρ ἐκεῖ τὸν αὐτὸν ἴδοις ἂν ποτὲ μὲν βασιλέα, ποτὲ δὲ πάντων πενέστερον· κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος, νυμφίος ἐξαίφνης· ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθὼν, καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρήνου δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὡραΐζεται καὶ καλλωπίζεται πάλιν, καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοὺς αὐτοὺς ἐνορᾷ, καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας, δι' οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο. Τὸ δὲ πάντων ἐλεεινότερον, ὁ τοῖς παισὶν ἐπεισαγόμενος πόλεμος, ἡ ταῖς θυγατράσιν συνοικιζομένη λέαινα· τοῦτο γὰρ ἡ μητρυιὰ πανταχοῦ. Ἐντεῦθεν ἡ καθημερινὴ στάσις καὶ μάχη, ἐντεῦθεν ὁ ξένος ἐκεῖνος καὶ καινότερος ζῆλος πρὸς τὴν οὐκ ἐνοχλοῦσαν γινόμενος. Οἱ μὲν γὰρ ζῶντες καὶ βάλλουσι τῷ φθόνῳ καὶ βάλλονται, πρὸς δὲ τοὺς τετελευτηκότας καὶ οἱ πολέμιοι σπένδονται. Ἀλλ' οὐκ ἐνταῦθα, ἀλλὰ ζηλοτυπεῖται ἡ κόνις καὶ ἡ τέφρα, καὶ μῖσος πρὸς τὴν κατορωρυγμένην ἄφατον, καὶ λοιδαρίαι καὶ σκώμματα καὶ κατηγορίαι πρὸς τὴν διαλυθεῖσαν εἰς γῆν, ἔχθρα ἄσπονδος πρὸς τὴν λελυπηκυῖαν οὐδέν. Τί ταύτης γένοιτ' ἂν τῆς ἀλογίας χεῖρον, τί τῆς ὠμότητος; Οὐδὲν παρὰ τῆς ἀπελθούσης ἠδικημένη· τί λέγω ἠδικημένη; τοὺς πόνους μὲν αὐτῆς καρπουμένη, καὶ τοῖς ἀγαθοῖς ἐντρυφῶσα τοῖς ἐκείνης, οὐ παύεται σκιαμαχοῦσα πρὸς αὐτήν· καὶ τὴν οὐδὲν λελυπηκυῖαν, πολλάκις δὲ οὐδὲ ὀφθεῖσαν αὐτῇ ποτε, μυρίοις καθ' ἑκάστην ἡμέραν βάλλει σκώμμασι, καὶ διὰ τῶν ἐκείνης ἐκγόνων τὴν οὐκέτ' οὖσαν ἀμύνεται, καὶ τὸν ἄνδρα πολλάκις ὁπλίζει κατ' αὐτῶν, ὅταν αὐτὴ μηδὲν ἀνύῃ. Ἀλλ' ὅμως ἅπαντα ταῦτα ῥᾷστα καὶ φορητὰ τοῖς ἀνθρώποις ἔδοξεν εἶναι, μόνον ἵνα μὴ τὴν ἀπὸ τῆς ἐπιθυμίας φέρειν ἀναγκάζωνται τυραννίδα. Ἀλλ' οὐχ ἡ παρθένος πρὸς ταύτην ἰλιγγίασε τὴν παράταξιν, οὐδὲ ἔφυγε τὴν συμβολὴν τὴν οὕτως ἀφάρητον τοῖς πολλοῖς εἶναι δοκοῦσαν, ἀλλ' ἔστη γενναίως, καὶ τὴν ἀπὸ τῆς φύσεως ἀνεδέξατο μάχην. Πῶς οὖν ἄν τις αὐτὴν κατ' ἀξίαν θαυμάσειεν, ὅταν οἱ μὲν ἄλλοι καὶ δευτέρων δέωνται γάμων, ἵνα μὴ κατακαίωνται, αὕτη δὲ μηδὲ ἑνὸς ἁψαμένη διαπαντός ἐστιν ἁγία καὶ ἄτρωτος; Διὰ ταῦτα καὶ πρὸ τούτων διὰ τοὺς ἀποκειμένους ἐν τοῖς οὐρανοῖς τῇ χηρείᾳ μισθοὺς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ἔλεγε· Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Οὐκ ἴσχυσας εἰς τὴν ἀνωτάτω κορυφὴν ἀναβῆναι; τῆς γοῦν μετ' ἐκείνην μὴ ἀποπέσῃς· τοσοῦτον ἡ παρθένος σοῦ ἐχέτω πλέον, ὅσον τὴν μὲν οὐδὲ ἅπαξ ἐπιθυμία κατεπάλαισε, σὲ δὲ κρατήσασα πρότερον οὐκ ἴσχυσε διαπαντὸς κατασχεῖν· καὶ σὺ μὲν μετὰ τὴν ἧτταν ἐνίκησας, ἐκείνη δὲ καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην, καὶ τῷ τέλει συναπτομένη σοι κατὰ τὴν ἀρχὴν ὑπερέχει μόνον.
hair and a black robe there are suddenly clappings and bridal chambers, and an uproar contrary to the former one, just like actors playing upon a stage, and becoming now this and now that? For there too one might see the same man sometimes a king, and sometimes poorer than all; and here too the one who of late was rolling about the tomb is suddenly a bridegroom; the one who was plucking out his hairs carries a garland again upon the very same head; the one who was downcast and gloomy, and who had often recounted with tears many encomia of the departed woman to those who were consoling him, and had declared life to be unlivable for him, and had been vexed with those who were leading him away from his mourning, often in the midst of these very things smartens and bedecks himself again, and with the eyes of late bedewed with tears, with these same eyes gazes with laughter upon the same people, and with this mouth shows kindness to all and greets them, by which of late he was abjuring all these things. And what is most pitiable of all is the war brought in upon the children, the lioness settled in the house with the daughters; for this is what a stepmother is everywhere. From this comes the daily faction and fighting, from this comes that strange and more novel jealousy arising towards her who gives no trouble. For the living both pelt with envy and are pelted, whereas towards those who have died even enemies make truce. Yet not so here, but the dust and the ashes are viewed with jealousy, and there is unspeakable hatred towards her who lies buried, and revilings and jeers and accusations against her who has been dissolved into earth, a truceless enmity towards her who has caused no grief at all. What could be worse than this unreasonableness, what worse than this cruelty? Having suffered no wrong at all from the departed woman—why do I say having suffered wrong? reaping the fruits of her labours and luxuriating in her good things—she does not cease fighting shadows against her; and her who has caused no grief at all, and often was never even seen by her at any time, she pelts each day with countless jeers, and through that woman's offspring takes vengeance upon her who no longer exists, and often arms the husband against them when she herself accomplishes nothing. Yet nevertheless all these things seemed most easy and bearable to men, only so that they might not be compelled to bear the tyranny that comes from desire. Yet the virgin did not grow dizzy in the face of this battle-line, nor did she flee the engagement that seemed so unbearable to the many, but stood nobly and accepted the fight that comes from nature. How then could one admire her according to her worth, when others stand in need even of second marriages lest they be burned up, whereas she, having touched not even one, is perpetually holy and unwounded? On account of these things, and before these things on account of the rewards laid up in the heavens for widowhood, he who had Christ speaking in himself said: It is good for them if they remain even as I am. Were you unable to ascend to the highest summit? At least do not fall away from the one after that; let the virgin have the advantage over you to this extent, inasmuch as desire did not wrestle her down even once, whereas having mastered you previously it was unable to hold you fast perpetually; and you indeed conquered after defeat, whereas she holds the victory pure of all defeat, and being joined with you at the end surpasses you at the beginning alone.
ΛΗʹ. Τοῖς μὲν οὖν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, ὡς μηδὲ ἑκόντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων, μήτε τὴν ἐκ συμφωνίας γιγνομένην στέρησιν ἐπὶ πολὺ προάγειν· καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι. Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην ἔδωκε
XXXVIII. To those who have married, then, he gives much consolation, so as neither to deprive one another even when one of the two is willing, nor to prolong far the deprivation that comes about by agreement; and again he permitted a second marriage, if they wish, so that they may not burn. Whereas to those who practise virginity he gave no such
Notes, col. 560

On the reading

Printed λοιδαρίαι, for λοιδορίαι.

Printed ἀφάρητον, for ἀφόρητον.

PG 48:561Read from the page
παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν, ἀλλὰ δι' ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς, καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν, καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς. Διὰ τί γὰρ οὐκ εἶπε καὶ πρὸς αὐτήν· Εἰ δὲ οὐκ ἐγκρατεύεται, γαμησάτω; Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥίψαι τὸ ἱμάτιον, καὶ ἀλείψασθαι, καὶ εἰς τὸ στάδιον εἰσελθεῖν, καὶ καταπάσσεσθαι τὴν κόνιν, Ἀπόστηθι, καὶ φύγε τὸν ἀνταγωνιστήν· ἀλλ' ἀνάγκη λοιπὸν δυοῖν θάτερον, ἢ στεφανωθέντα, ἢ πεσόντα καὶ καταισχυνθέντα ἀπελθεῖν. Ἐν παιδοτρίβῳ μὲν γὰρ καὶ παλαίστρᾳ, ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία, καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται, καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτός ἐστι κύριος· ὅταν δὲ ἀπογράψηται, καὶ συλλεγῇ τὸ θέατρον, καὶ ὁ ἀγωνοθέτης παρῇ, καὶ οἱ θεαταὶ καθέζωνται, καὶ εἰσάγηται ὁ ἀνταγωνιστὴς καὶ ἀντιπαρατάττηται, τὴν ἐξουσίαν αὐτὸν ὁ τῶν ἀγώνων παρῄρηται νόμος. Καὶ τῇ παρθένῳ τοίνυν ἕως μὲν ἂν βουλεύοιτο πρότερον εἰ δέοι γαμεῖν ἢ μὴ γαμεῖν, ἀκίνδυνος ὁ γάμος, ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, εἰσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον. Τίς οὖν τολμήσει, τοῦ θεάτρου συγκροτουμένου καὶ θεωρούντων μὲν ἄνωθεν ἀγγέλων, ἀγωνοθετοῦντος δὲ τοῦ Χριστοῦ, μαινομένου δὲ τοῦ διαβόλου καὶ τρίζοντος καὶ συμπλεκομένου πρὸς τὴν πάλην καὶ μέσου κατεχομένου, παρελθὼν εἰς μέσον εἰπεῖν· Φύγε τὸν ἐχθρὸν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λαβῆς, μὴ καταβάλῃς μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστὴν, ἀλλὰ παραχώρει τῆς νίκης αὐτῷ; Καὶ τί λέγω πρὸς τὰς παρθένους; πρὸς τὰς χήρας οὐκ ἄν τις τολμήσειε ταύτην ῥῆξαι τὴν φωνὴν, ἀλλ' ἀντὶ ταύτης ἐκείνην τὴν φοβερὰν, ὅτι Ἐὰν καταστρηνιάσωσι τοῦ Χριστοῦ, καὶ γαμῆσαι θελήσωσι, κρῖμα ἕξουσιν, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.
consolation, but having given the former rest to such an extent he lets them go again, whereas her he leaves to stand continually, catching her breath not even a little, but fighting throughout the whole time and being pelted by desires, and grants her not even a brief truce to lay hold of. For why did he not say to her also: But if she does not practise continence, let her marry? Because neither would one say to the athlete after he has cast off his cloak, and anointed himself, and entered into the stadium, and been sprinkled over with the dust, Stand back, and flee your antagonist; but from then on one of two things is necessary, either to depart crowned, or having fallen and been put to shame. For in the trainer's school and wrestling-ground, where the exercise is against one's own comrades, and one grapples with friends as though opponents, a man is himself master both of labouring and of not labouring; whereas when he has registered himself, and the theatre has been gathered together, and the president of the games is present, and the spectators are seated, and the antagonist is brought in and drawn up opposite, the law of the contests has taken that authority away from him. And for the virgin, accordingly, so long as she deliberates beforehand whether she ought to marry or not to marry, marriage is free of danger, whereas once she has chosen and registered herself, she has brought herself into the stadium. Who then will dare, when the theatre is assembled and angels are looking on from above, while Christ presides over the games, and the devil rages and gnashes and grapples for the wrestling-bout and is held fast around the waist, to come forward into the midst and say: Flee the enemy, give way to the labours, stand back from the grip, do not throw down or trip up your antagonist, but yield the victory to him? And why do I speak of virgins? Even to widows no one would dare to let loose this voice, but in place of this that fearful one, that If they grow wanton against Christ and wish to marry, they will have judgement, because they set aside their first pledge.
ΛΘʹ. Καὶ μὴν αὐτός φησιν, ὅτι Λέγω τοῖς ἀγάμοις καὶ ταῖς χήραις, Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ· ει δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν. Καὶ πάλιν· Ἐὰν κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Πῶς οὖν ἣν ἀφίησιν ἐλευθέραν πάλιν κολάζει, καὶ ὃν ἐν Κυρίῳ φησὶν εἶναι γάμον, τοῦτον ὡς παρανόμως γινόμενον κατακρίνει; Μὴ δείσῃς, οὐ τὸν αὐτὸν, ἀλλ' ἕτερον. Ὥσπερ γὰρ λέγων, Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν, οὐ περὶ τῆς ἀποταξαμένης τῷ γάμῳ φησί· δῆλον γὰρ ἅπασιν ὅτι αὐτὴ ἥμαρτε καὶ ἁμαρτίαν ἀφόρητον· ἀλλὰ περὶ τῆς ἀπειρογάμου μὲν ἔτι, οὔπω δὲ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο ψηφισαμένης, ἀλλ' ἐν μεταιχμίῳ τούτων ἑκατέρων μενούσης τῶν λογισμῶν· οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησὶν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην, ἀλλ' ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο· ἐκεῖ δὲ τὴν οὐκέτι κυρίαν οὖσαν ἑτέρῳ πάλιν ὁμιλῆσαι νυμφίῳ, ἀλλ' εις τοὺς τῆς ἐγκρατείας ἐμβεβηκυῖαν ἀγῶνας. Ἔστι γὰρ καὶ χήραν εἶναι, καὶ μὴ κατατάττεσθαι εις τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾖ τοῦτο καταδεξαμένη. Διὸ καὶ αὐτός φησι· Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή. Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν, ει βούλοιτο· τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διαπαντὸς, εἶτα γαμηθεῖσαν, καταδικάζει σφοδρῶς, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν.
XXXIX. And yet he himself says: I say to the unmarried and to the widows, It is good for them if they remain even as I am; but if they do not practise continence, let them marry. And again: If her husband falls asleep, she is free to be married to whom she wishes, only in the Lord. How then does he punish again her whom he leaves free, and condemn as taking place unlawfully the marriage which he says is in the Lord? Do not fear: not the same marriage, but another. For just as when saying, If the virgin marries, she did not sin, he does not speak concerning her who has renounced marriage—for it is clear to all that this woman sinned, and an unbearable sin—but concerning her who is still unexperienced in marriage, and has not yet voted either this way or that, but remains in the space between both of these thoughts; so too he speaks here of a widow who simply has no husband, and is not yet bound fast by the vote of her own choice either, but is free to choose both this and that; whereas there he speaks of her who is no longer mistress of herself to consort again with another bridegroom, but has stepped into the contests of continence. For it is possible both to be a widow and not to be enrolled in the rank of widows, when she has not yet taken this upon herself. Wherefore he himself also says: Let a widow be enrolled who has become not less than sixty years old, the wife of one husband. For her who is simply a widow he leaves free to marry, if she should wish; whereas her who has promised to God to remain a widow perpetually, and afterwards has been married, he condemns vehemently, because she trampled upon her covenants with God.
Notes, col. 561

On the reading

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 48:562Read from the page
Οὐ ταύταις οὖν, ἀλλ' ἐκείναις φησίν· Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. Ὁρᾷς οὐδαμοῦ τὸν γάμον καθ' ἑαυτὸν θαυμαζόμενον, ἀλλὰ διὰ τὰς πορνείας, διὰ τοὺς πειρασμοὺς, διὰ τὴν ἀκρασίαν; Ἄνω μὲν γὰρ ταῦτα ἅπαντα τίθησιν, ἐνταῦθα δὲ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο τοῖς ὀνείδεσι, ῥήμασιν εὐφημοτέροις πάλιν τὸ αὐτὸ πρᾶγμα καλεῖ, ἐμπρησμὸν αὐτὸ καὶ πύρωσιν ὀνομάζων. Καὶ οὐδὲ ἐνταῦθα ἠνέσχετο μὴ πλήξας τὸν ἀκροατὴν παρελθεῖν. Οὐ γὰρ εἶπεν, Εἰ δὲ βίαν τινὰ πάσχουσιν ὑπὸ τῆς ἐπιθυμίας, εἰ δὲ περιτρέπονται, εἰ δὲ μὴ δύνανται· οὐδὲν τοιοῦτον ὃ τῶν πασχόντων ἐστὶ καὶ συγγνώμης ἀξίων, ἀλλὰ τί; Εἰ δὲ οὐκ ἐγκρατεύονται· ὃ τῶν οὐκ ἐθελόντων ἐστὶν ἐνεργεῖν διὰ τὴν ῥᾳθυμίαν. Δείκνυσι γὰρ ὅτι κύριοι ὄντες τοῦ πράγματος παρὰ τὸ μὴ βούλεσθαι πονεῖν οὐκ ἀνύουσιν. Ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει, οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ' ἐπαίνων ἀποστερήσας μόνον, μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιίας μὲν οὐδαμοῦ μεμνημένος, τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς, καὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν. Καὶ τί τοῦτο; φησίν· ἕως γὰρ ἂν αὐτὸ τιμωρίας ἀπαλλάττῃ, πᾶσαν κατάγνωσιν καὶ πάντα ὀνείδη εὐκόλως οἴσομεν· μόνον ἐξέστω τρυφᾷν καὶ συνεχῶς ἀπολαύειν ἐπιθυμίας. Τί οὖν, ὦ βέλτιστε, ἂν μηδὲ τρυφᾷν ἐξῇ, ὀνειδισμὸν καρπωσόμεθα μόνον; Καὶ πῶς, φησὶν, οὐκ ἔξεστι τρυφᾷν, τοῦ Παύλου λέγοντος· Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν; Ἀλλ' ἄκουε καὶ τὰ προσκείμενα τούτῳ. Ἔμαθες ὅτι κρεῖττον τὸ γαμῆσαι ἢ πυροῦσθαι· ἀπεδέξω τὸ ἡδὺ, ἐπῄνεσας τὴν συγχώρησιν, ἐθαύμασας τῆς συγκαταβάσεως τὸν ἀπόστολον· ἀλλὰ μὴ στῇς μέχρι τούτου, δέχου καὶ τὰ μετὰ ταῦτα· τοῦ γὰρ αὐτοῦ ἀμφότερα τὰ παραγγέλματα. Τί οὖν μετὰ ταῦτά φησι; Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
Not to these women, then, but to those others does he say: But if they do not practise continence, let them marry; for it is better to marry than to burn. Do you see marriage nowhere admired on its own account, but on account of fornications, on account of temptations, on account of incontinence? For above he sets down all these things, whereas here, since he had touched them sharply with his reproaches, he calls the very same matter again by more auspicious words, naming it a conflagration and a burning. And not even here did he endure to pass by without striking the hearer. For he did not say, But if they suffer some violence from desire, if they are overturned, if they are unable—nothing of such a kind as belongs to those who suffer and are worthy of pardon—but what? But if they do not practise continence; which belongs to those who are unwilling to act on account of indolence. For he shows that although they are masters of the matter, because they do not wish to labour they accomplish nothing. Yet nevertheless not even thus does he punish them, nor make them liable to vengeance, but having deprived them of praises alone, he displays vehemence only as far as the censure conveyed through his words, nowhere making mention of the begetting of children, the plausible and reverend cause of marriage, but of burning and incontinence and fornication and satanic trial, and conceding the matter so that these things may not come to pass. And what is this? someone says; for so long as it frees us from vengeance, we will easily bear every condemnation and all reproaches; only let it be permitted to live luxuriously and to enjoy desire continually. What then, my good sir, if it is not even permitted to live luxuriously, and we shall reap reproach alone? And how, he says, is it not permitted to live luxuriously, when Paul says: But if they do not practise continence, let them marry? Nay, hear also the things that lie beside this. You learned that it is better to marry than to burn; you welcomed what is pleasant, you praised the concession, you admired the apostle for his condescension; yet do not stand still up to this point, receive also the things after these; for both precepts belong to the same man. What then does he say after these things? Now to those who have married I give charge, not I, but the Lord, that a wife not be separated from her husband; but if indeed she be separated, let her remain unmarried, or be reconciled to her husband; and that a husband not send away his wife.
Μʹ. Τί οὖν, ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾖ, ἡ δὲ γυνὴ μοχθηρὰ, λοίδορος, λάλος, πολυτελὴς, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον, τὴν ἀναισχυντίαν; Τί δαὶ, ἂν τοὐναντίον αὐτὴ μὲν ᾖ κοσμία καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασὺς, ὑπεροπτικὴς, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχῃ, καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διακέηται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τί δαὶ, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται, καὶ διαπαντὸς μένῃ τοῦτο ποιῶν; Καρτέρει, φησὶν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖν, ἢ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην. Καὶ ἀνωτέρω μὲν ἔλεγε· Μὴ ἀποστερεῖτε ἀλλήλους, ει μή τι ἂν ἐκ συμφώνου· ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· Μενέτω γὰρ, φησὶν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω. Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων; Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν
XL. What then, if on the one hand the husband is gentle, whereas the wife is wicked, reviling, talkative, extravagant—this common malady of them all—teeming with many other evils, how will that wretched man bear this daily unpleasantness, the arrogance, the shamelessness? What again, if on the contrary she herself is modest and quiet, whereas that man is bold, disdainful, irascible, clothed in much pomp from his wealth and much from his domination, and holds the freeborn woman as a slave-girl, and is disposed towards her nothing better than towards the maidservants, how will she bear so great a necessity and violence? What again, if he continually turns away from her, and remains perpetually doing this? Endure, he says, all this bondage; for when he dies, then alone will you be free, whereas while he lives one of two things is necessary: either to train him with much zeal and make him better, or, if this is impossible, to bear nobly the unheralded war and the truceless battle. And above indeed he said: Do not deprive one another, unless perchance by agreement; whereas here, once she has been separated, he commands her thenceforth to practise continence even unwillingly: For let her remain unmarried, he says, or be reconciled to her husband. Do you see her caught fast in the midst of two wars? For either the violence that comes from desire
Notes, col. 562

On the reading

Printed ὑπεροπτικὴς, for ὑπεροπτικὸς.

Printed ει, for εἰ.