Migne Reading Room

PG 48 · cols. 551–556 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:551Read from the page
τῇ παρθένῳ κειμένων. Διὰ ταῦτα καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Τί οὖν ἅπτεσθαι συγχωρεῖς; Διὰ τὰς πορνείας, φησί. Φοβοῦμαί σε εἰς τὸ τῆς παρθενίας ὕψος ἀναγαγεῖν, μὴ καταπέσῃς εἰς τὸ τῆς πορνείας βάραθρον· οὔπω σοι κοῦφον γέγονε τὸ πτερὸν, ἵνα πρὸς ἐκείνην ἐπάρω σε τὴν κορυφήν. Καίτοι γε αὐτοὶ τῶν ἄθλων εἵλοντο, καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ. Τί τοίνυν φοβῇ καὶ τρέμεις, ὦ μακάριε Παῦλε; Ὅτι οὗτοι μὲν, ἴσως ἂν εἶπε, τὸ πρᾶγμα ἀγνοοῦντες ταύτην ἔχουσι τὴν προθυμίαν, ἐμὲ δὲ ἡ πεῖρα καὶ τὸ ἤδη ταύτης ἧφθαι τῆς μάχης, καὶ πρὸς τὸ συμβουλεύειν ἑτέροις ὀκνηρότερον ποιεῖ.
are laid up for the virgin. For these reasons it is good for a man not to touch a woman. Why then do you permit touching? Because of fornications, he says. I am afraid to lead you up to the height of virginity, lest you fall down into the pit of fornication; your wing has not yet become light enough for me to lift you up towards that summit. And yet they themselves chose the contests, and leapt eagerly upon the good of virginity. Why then do you fear and tremble, O blessed Paul? Because these men, he might perhaps have said, being unacquainted with the matter, have this eagerness, whereas experience and having already engaged in this battle make me more hesitant even towards counselling others.
ΚΖʹ. Οἶδα τὴν βίαν τοῦ πράγματος, οἶδα τῶν ἀγωνισμάτων τούτων τὸν τόνον, οἶδα τοῦ πολέμου τὸ βαρύ. Φιλονείκου τινὸς καὶ βιαίας καὶ ἀπονενοημένης κατὰ τῶν ἐπιθυμιῶν δεῖ ψυχῆς· ἐπὶ γὰρ ἀνθράκων δεῖ περιπατεῖν καὶ μὴ κατακαίεσθαι, ἐπὶ ξίφους βαδίζειν καὶ μὴ πλήττεσθαι. Τοσαύτη γὰρ τῆς ἐπιθυμίας ἡ ἰσχὺς, ὅση καὶ πυρὸς καὶ σιδήρου· κἂν μὴ οὕτω τύχῃ παρεσκευασμένη ψυχὴ μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰς ἐκείνης ἀλγηδόνας, ταχέως ἑαυτὴν ἀπολεῖ. Δεῖ τοίνυν ἡμῖν ἀδαμαντίνης διανοίας, μηδέποτε καθεύδοντος ὀφθαλμοῦ, καρτερίας πολλῆς, τειχῶν ἰσχυρῶν, θριγκῶν ἔξωθεν καὶ μοχλῶν, φυλάκων ἐγρηγορότων καὶ γενναίων, καὶ πρὸ τούτων ἁπάντων τῆς ἄνωθεν ῥοπῆς. Ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Πῶς οὖν τὴν ῥοπὴν ἐπισπασόμεθα ταύτην; Ὅταν τὰ παρ' ἑαυτῶν ἅπαντα εἰσενέγκωμεν, λογισμὸν ὑγιῆ, νηστείας καὶ ἀγρυπνίας πολλὴν τὴν ἐπίτασιν, νομοθεσίας ἀκρίβειαν, ἐντολῶν φυλακὴν, καὶ τὸ πάντων κεφάλαιον, τὸ μὴ θαρῥεῖν ἑαυτοῖς. Κἂν γὰρ μεγάλα κατορθωκότες τύχωμεν, ἐκεῖνο λέγειν ἀναγκαῖον πρὸς ἑαυτοὺς διαπαντὸς, Ἐὰν μὴ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ δεῖ νύκτωρ καὶ μεθ' ἡμέραν ὡπλισμένους ἡμῖν ἑστάναι τοὺς λογισμοὺς, καὶ φοβεροὺς εἶναι ταῖς ἀναισχύντοις ἐπιθυμίαις· ὡς ἂν μικρὸν ἐνδῶσιν, ἕστηκεν ὁ διάβολος πῦρ ἔχων μετὰ χεῖρας, ὥστε ἐναφεῖναι καὶ καταφλέξαι τοῦ Θεοῦ τὸν ναόν. Πάντοθεν οὖν ἡμᾶς ὠχυρῶσθαι χρή. Πρὸς γὰρ φύσεως ἀνάγκην ἡμῖν ἡ μάχη, πρὸς ἀγγέλων πολιτείαν ὁ ζῆλος, μετὰ ἀσωμάτων δυνάμεων ὁ δρόμος· ἡ γῆ καὶ ὁ σποδὸς τοῖς ἐν οὐρανῷ διατρίβουσιν ἐξισοῦσθαι φιλονεικεῖ, καὶ ἡ φθορὰ πρὸς τὴν ἀφθαρσίαν τὴν ἅμιλλαν ἔθετο. Ἔτι οὖν γάμον καὶ ἡδονὴν τοσούτῳ πράγματι παραβαλεῖν τολμήσει τις, εἰπέ μοι; καὶ πῶς οὐκ εὔηθες λίαν; Ταῦτα ἅπαντα ὁ Παῦλος συνειδὼς ἔλεγεν· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Διὰ ταῦτα ἀνεδύετο, διὰ ταῦτα οὐκ ἐθάρῥει διαλεχθῆναι ἐξ ἀρχῆς περὶ παρθενίας αὐτοῖς, ἀλλὰ τοῖς περὶ τοῦ γάμου λόγοις ἐνδιατρίβει, κατὰ μικρὸν ἀποστῆσαι τοῦ γάμου βουλόμενος αὐτοὺς καὶ τοὺς περὶ τῆς ἐγκρατείας λόγους βραχεῖς ποιησάμενος, ἐκείνοις πολλοῖς οὖσιν αὐτοὺς ἐγκατέμιξεν, οὐκ ἀφιεὶς πληγῆναι τὴν ἀκοὴν τῷ τῆς
27. I know the force of the matter, I know the strain of these contests, I know the weight of the war. There is need of a certain contentious and forceful soul, desperately set against desires; for one must walk upon burning coals and not be burned down, one must tread upon a sword and not be struck. For the strength of desire is as great as that of fire and iron; and unless a soul happens to be so prepared as not even to turn its attention to its pains, it will quickly destroy itself. We have need, therefore, of an adamantine mind, a never-sleeping eye, great endurance, strong walls, parapets without and bolts, watchful and noble guards, and before all these things the inclination of aid from above. For unless the Lord guard a city, in vain have those who guard it kept awake. How then shall we draw down this aid? When we contribute all things from our own side: sound reasoning, great intensity of fasting and sleeplessness, exactness in regulation, keeping of the commandments, and the chief point of all, not trusting in ourselves. For even if we happen to have accomplished great things, it is necessary to say this to ourselves continually: Unless the Lord build a house, in vain have those who build it laboured. For our wrestling is not against blood and flesh, rather against principalities, against powers, against the world-rulers of the darkness of this age, against the spiritual forces of wickedness in the heavenly places; and by night and by day our thoughts must stand armed and be terrible to shameless desires; since if they yield ever so little, the devil stands ready holding fire in his hands, so as to hurl it in and burn down the temple of God. On every side, therefore, we must be fortified. For our battle is against the necessity of nature, our emulation is towards the way of life of angels, our race is with incorporeal powers; earth and ashes strives to equal those who dwell in heaven, and corruption has entered the contest against incorruption. Will anyone still dare, then, tell me, to compare marriage and pleasure with so great an undertaking? And how is that not exceedingly foolish? Being conscious of all these things, Paul said: Let each man have his own wife. For these reasons he shrank back, for these reasons he did not venture to discourse with them from the beginning about virginity, rather he dwells upon words about marriage, wishing little by little to draw them away from marriage; and having made his words about continence brief, he mingled them in among those others, which were many, not suffering their hearing to be struck by the
PG 48:552Read from the page
παραινέσεως αὐστηρῷ. Ὁ γὰρ ὅλον δι' ὅλου διὰ τῶν βαρυτέρων πλέκων τὸν λόγον ἐπαχθής τέ ἐστι τῷ ἀκούοντι, καὶ πολλάκις ἀναγκάζει μετασκιρτῆσαι τὴν ψυχὴν μὴ φέρουσαν τῶν λεγομένων τὸ βάρος. Ὁ δὲ ποικίλλων αὐτὸν, καὶ πλείονα ἀπὸ τῶν ῥᾴστων ἢ τῶν δυσκόλων τιθεὶς τὴν μίξιν, τὸ τοῦ πράγματος κλέπτει βαρὺ, καὶ διαναπαύσας τὸν ἀκροατὴν οὕτω πείθει καὶ προσάγεται μᾶλλον· ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος ἐποίησεν. Εἰπὼν γὰρ, Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ἀπεπήδησεν ἐπὶ τὸν γάμον εὐθέως, Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, λέγων· καὶ τὸ μὲν μακαρίσας μόνον ἀφῆκε· Καλὸν γὰρ, φησὶν, ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· περὶ δὲ τοῦ γάμου συμβουλεύει καὶ ἐπιτάττει, καὶ αἰτίαν προστίθησι· Διὰ γὰρ τὰς πορνείας, φησί. Καὶ δοκεῖ μὲν αἰτιολογεῖν τοῦ γάμου τὴν συγχώρησιν, τῷ δὲ ἀληθεῖ λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ, ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό. Ὁ γὰρ μαθὼν ὅτι παραινεῖται γαμεῖν, οὐκ ἐπειδὴ τὸ κράτιστον τῆς ἀρετῆς ὁ γάμος, ἀλλ' ἐπειδὴ τοσαύτην αὐτοῦ κατέγνω λαγνείαν ὁ Παῦλος, ὡς ἄνευ γάμου μὴ δυναμένου λαγνείας ἀπέχεσθαι, ἐρυθριάσας καὶ αἰσχυνθεὶς, σπουδάσει ταχέως ἐπιλαβέσθαι τῆς παρθενίας, καὶ τὴν τοσαύτην ἀποκρούσασθαι ἀδοξίαν.
austerity of exhortation. For he who weaves his discourse through and through out of weightier matters is both irksome to the hearer and often compels the soul, unable to bear the weight of what is spoken, to leap away. Whereas he who varies it, and makes the mixture consist more of easier than of difficult things, steals away the heaviness of the matter, and having given rest to the hearer, thus persuades and wins him over all the more; which is just what the blessed Paul also did. For having said, It is good for a man not to touch a woman, he leapt off straightway to marriage, saying, Let each man have his own wife; and the one he merely pronounced blessed and left aside — For it is good, he says, for a man not to touch a woman — whereas concerning marriage he gives counsel and enjoins, and adds a reason: For because of fornications, he says. And he seems indeed to be accounting for the concession of marriage, yet in truth, unnoticed, amid the pretexts for marriage he exalts the praise of continence, not openly unveiling it in speech, rather leaving it to the conscience of his hearers. For he who has learned that he is exhorted to marry not because marriage is the highest point of virtue, rather because Paul has condemned him of such great lewdness that without marriage he is unable to abstain from lewdness, blushing and being put to shame, will hasten quickly to lay hold of virginity and beat off so great a disrepute.
ΚΗʹ. Τί δὲ μετὰ ταῦτά φησι; Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Εἶτα ἑρμηνεύων αὐτὸ καὶ σαφέστερον ποιῶν ἐπάγει· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Καὶ ταῦτα δοκεῖ μὲν ὑπὲρ τοῦ γάμου λέγεσθαι· τὸ δὲ ἀληθὲς, ὥσπερ ἄγκιστρον τῇ συνήθει περιστείλας τροφῇ, οὕτως εἰς τὰς τῶν μαθητῶν ἐνίησιν ἀκοὰς, αὐτοῖς τοῖς περὶ τοῦ γάμου λόγοις ἐξαγαγεῖν αὐτοὺς τοῦ γάμου βουλόμενος. Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται Κύριος ἑαυτοῦ, ἀλλ' ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ, ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν· ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν, ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης, ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθῆ τὸν γάμον ἐνόμισαν, ἀλλ' ὅτε ἤκουσαν τοῦ Κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην, εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γὰρ, Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι· καὶ τὸ, Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δέ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα, καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ Κύριος οὐκ ἀφίησι κύριον εἶναι τὸν ἄνδρα τοῦ τῆς οἰκίας ἐκβαλεῖν αὐτήν· ὁ δὲ Παῦλος καὶ τὴν τοῦ οἰκείου σώματος ἐξουσίαν παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδοὺς, καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἴ γε δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ· ὁ δὲ ἀνὴρ κἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν, καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.
28. And what does he say after these things? Let the husband render to the wife the goodwill that is owed; and likewise also the wife to the husband. Then, interpreting it and making it clearer, he adds: The wife does not hold authority over her own body, rather the husband does; and likewise also the husband does not hold authority over his own body, rather the wife does. And these things seem indeed to be spoken on behalf of marriage; yet the truth is that, having wrapped a fish-hook round with customary food, he thus lets it down into the ears of his disciples, wishing by his very words about marriage to lead them out of marriage. For he who has heard that after marriage he will not be master of himself, rather will lie at the will of his wife, will hasten quickly to be freed from this most bitter slavery, or rather not even to go under the yoke at the outset; since once a man has entered in, he must needs serve henceforth so long as this seems good to his wife. And that I am not merely conjecturing about the mind of Paul, it is easy to learn from the disciples. For neither did they previously suppose marriage to be burdensome and irksome, rather when they heard the Lord shutting them up into this necessity, into which Paul also shut the Corinthians at that time. For the saying, Whosoever shall put away his wife, except on account of fornication, makes her commit adultery; and the saying, The husband does not hold authority over his own body, have been spoken in different words, yet with the very same meaning. And if one should examine Paul's saying more exactly, he tightens the tyranny even more, and renders the slavery heavier. For the Lord indeed does not suffer the husband to have power to cast her out of the house; whereas Paul strips away even his authority over his own body, handing over all rule over him to his wife, and subjecting him more than a slave bought with silver. For to the latter it is often permitted to obtain even complete freedom, if ever he should be able, having prospered in money, to pay down his price to his master; whereas the husband, even if he has the most vexatious wife of all, is compelled to put up with the slavery, and is unable to find any release or way out from this domination.
PG 48:553Read from the page
ΚΘʹ. Εἰπὼν τοίνυν, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἐπάγει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾷν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου· ἀλλὰ μὴ δείσητε, μηδὲ ἀβέλτερόν τι πάθητε. Δοκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν· εἰ δέ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο, τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γάρ τις αὐτὰ ἁπλῶς ἐπεξιέναι βούλοιτο, τῆς προκειμένης ἀπαλλάττων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα· εἰ δὲ τὸν σκοπὸν ἅπαντα ἀναπτύξειε, καὶ ταύτην, καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν. Διὰ τί γὰρ μακρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον, μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; τί γὰρ ἔχει πλέον τοῦ, Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, καὶ, Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, τὸ, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν; Πλέον μὲν οὐδέν· τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται, ἀλλ' ἵνα μὴ δέξωνται· καὶ δοκεῖ μὲν διδασκαλία τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπή τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου· οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτοις αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γὰρ, Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἐπάγει, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ. Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθῶς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν, εἰπών· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν, εἰπών· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Διὰ τί δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγεν, ἀλλ' οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· Ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ· ἀλλὰ τί; Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου· ὅτι οὕτω προσηνέστερος ὁ λόγος ἐγίγνετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνὺς, οὐ μετὰ σφοδρότητος τοῦτο ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται. Οὐ τούτῳ δὲ μόνῳ παραμυθεῖται τὸν ἀκροατὴν, ἀλλὰ καὶ τῷ τὸ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα, ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι, καὶ τούτοις ἐνδιατρίψαι μᾶλλον.
29. Having said, therefore, The wife does not hold authority over her own body, he adds: Do not deprive one another, except perhaps by mutual consent for a season, so that you may devote yourselves to prayer and to fasting, and come together again to the same place. Here I suppose many of those who have chosen virginity both blush and feel ashamed at the great condescension of Paul; yet do not fear, nor suffer any foolish feeling. For these words too seem indeed to be those of one granting a favour to the married; yet if one should examine them exactly, he will find that they belong to the very same mind as the former ones. For if one wished merely to go through them plainly, severing them from the reason set before us, the words will seem to be those of a match-maker rather than of an apostle; whereas if one unfolds the whole aim, he will find this exhortation also timely and worthy of apostolic dignity. For why does he go through this point at greater length? Was it not enough, having indicated this more solemnly through the words above, to bring his exhortation to a halt at that point? For what more has the saying, Do not deprive one another, except perhaps by mutual consent for a season, than the saying, Let the husband render to the wife the goodwill that is owed, and, The husband does not hold authority over his own body? Nothing more at all; rather what was spoken briefly and faintly there he worked out more clearly here in more words. And he does this in imitation of Samuel, the holy one of God. For just as that man sets forth with all exactness the laws about kingship to the common people, not so that they may accept them, rather so that they may not accept them — and the matter seems indeed to be instruction, yet the truth was a certain turning away of their unseasonable desire — so also Paul turns the tyranny of marriage about more continually and more clearly, wishing by these very words to draw them away from it. For having said, The wife does not hold authority over her own body, he adds, Do not deprive one another, except perhaps by mutual consent, so that you may have leisure for fasting and for prayer. Do you see how without arousing suspicion and without irksomeness he led those remaining in marriage into the training of continence? For at the beginning he merely praised the matter, saying: It is good for a man not to touch a woman; whereas here he also added exhortation, saying: Do not deprive one another, except perhaps by mutual consent. And why did he also bring in under the form of exhortation what he wished to lay down, and not in the shape of a command? For he did not say: Deprive one another indeed, yet by mutual consent; rather what? Do not deprive one another, except perhaps by mutual consent; because thus his speech became gentler, showing the mind of the teacher not demanding this with vehemence, when above all the fulfilment takes place with abundant goodwill. Nor is it by this alone that he consoles the hearer, rather also by compressing what is harsh into brief words, and before the hearer feels pain, leaping over to pleasanter matters and dwelling upon these rather.
Λʹ. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ; Ὅτι τῶν σφόδρα ἀτόπων ἦν, Ἰουδαίους μὲν, οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο, καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν, τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν, ὡς μέλλοντας θείων ἀκούειν λόγων, ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως, καὶ ταῦτα οὐ
30. And it is worth examining that point also, why ever, if indeed marriage is honourable and the bed undefiled, he does not suffer it to have a place in the season of fasting and of prayer? Because it would have been among the most absurd things that the Jews on the one hand, for whom all bodily observances had been prescribed, to whom it was even permitted to have two wives, and to cast out some and bring in others in their stead, should take such forethought for the matter that, being about to hear divine words, they abstained even from lawful intercourse, and that too not
PG 48:554Read from the page
μίαν οὐδὲ δύο μόνον ἡμέρας, ἀλλὰ καὶ πλείους· ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν· Αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι εἰ καὶ τίμιος ὁ γάμος, ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ' ἂν, ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς παρθενίας ἐστίν. Ὅτι δὲ οὐ Μωϋσῆς μόνον, οὐδὲ Παῦλος ταῦτα παρήγγελλον, ἄκουσον τί φησιν ὁ Ἰωήλ· Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους. Ἀλλ' ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐβούλευσεν; Ἐξελθέτω, φησὶ, νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀπορῥίψαι δεῖ πόθον βιωτικὸν, πᾶσαν φροντίδα καὶ διάχυσιν, καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς, οὕτω προσιέναι τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἡ νηστεία καλὸν, ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας, καὶ τὴν περιρῥέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν. Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως, καὶ τῇ λέξει σφόδρα κυρίως κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα μὴ μολυνθῆτε, ἀλλ', Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν, ἀλλ' εἰς ἀσχολίαν ἀγούσης.
for one or two days only, rather even for several; while we who enjoy so great a grace, who have received the Spirit, who have been put to death, who have been buried together with Christ, who have been deemed worthy of adoption as sons, who have been led up to so great an honour, after blessings so many and so great, do not even arrive at the same eagerness as those babes. And if anyone should persist again in inquiring: Why then did Moses himself lead the Jews away from this intercourse? I would say this: that even if marriage is honourable, yet it could reach only so far as not to defile the one who uses it, whereas to render men saints as well no longer belongs to its power, rather to that of virginity. And that not Moses alone, nor Paul, gave these charges, hear what Joel says: Sanctify a fast, proclaim a solemn service, gather an assembly, choose out elders. Yet perhaps you ask this: where did he counsel abstaining from a wife? Let the bridegroom come forth, he says, out of his chamber, and the bride out of her bridal bower. For this is greater even than the Mosaic command. For if bridegroom and bride, in whom the flames of desire are at their height, in whom youth teems with vigour, in whom longing is ungovernable, ought not to come together in the season of fasting and of prayer, how much more the rest who have no such necessity of intercourse? For he who prays as he ought and fasts must cast off every worldly longing, every anxiety and dissipation, and having gathered himself well together from every side, thus approach God. On this account fasting also is a good thing, because it lops away the anxieties of the soul, and checking the heedlessness that flows round the mind, turns the whole understanding back towards itself. Hinting at this very thing, Paul also leads men away from intercourse, and has used his wording most exactly. For he did not say, So that you may not be defiled, rather, So that you may have leisure for fasting and for prayer; since converse with a wife leads not into uncleanness, rather into lack of leisure.
ΛΑʹ. Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος· ἂν διακεχυμένην λάβῃ ψυχὴν, καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὐκ ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναῤῥιπίζων ὀφθαλμούς; Ὅπερ ἵνα μὴ πάθωμεν, μηδὲ, ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεὸν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.
31. For where even now after such great security the devil attempts to hinder us in the season of prayer, if he takes hold of a soul dissipated and softened by fellow-feeling towards a wife, what will he not work, fanning up the eyes of the understanding this way and that? Lest we suffer this very thing, and lest, just when above all we strive to render God gracious to us, we then give offence to Him through so vain a prayer, he bids men be freed from the marriage bed at that time.
ΛΒʹ. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες, τί λέγω βασιλεῦσιν; ἐσχάτοις μὲν οὖν ἄρχουσι, καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἄν τε ὑφ' ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν, ἄν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ, ἄν τε ὀργήν τινα καθ' ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες, καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀποῤῥαθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο, ἀλλὰ καὶ κακόν τι προσλαβόντες ἀπῆλθον· εἰ οἱ θυμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ κέχρηνται τῇ σπουδῇ, τί πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥᾳθυμίας τῷ πάντων Δεσπότῃ προσιόντες Θεῷ, καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι: Οὔτε γὰρ οἰκέτης δεσπότην, οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως, ὡς τὸν Θεὸν καθ' ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστὸς, τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα.
32. For if those who approach kings — why do I say kings? nay rather the lowest magistrates — and slaves petitioning their masters, whether they do this having been wronged by others, or themselves needing to receive a benefit, or hastening to lull to sleep some wrath roused against themselves, turn both their eyes and their whole understanding towards them and thus make their petition, and if they grow ever so little slack, not only have they failed to gain what they asked for, rather they even departed having incurred some ill besides; if those who wish to stay the anger of men employ such eagerness, what shall we wretched ones suffer when we approach God, the Master of all, with such slackness, and that too while liable to far greater wrath? For neither would a house-servant so provoke his master, nor a subject his king, as we provoke God each day. And indicating this very thing, Christ called sins against one's neighbour a hundred denarii, whereas those against God ten thousand talents.
PG 48:555Read from the page
Ἐπεὶ οὖν τοσαύτην ἐν ταῖς εὐχαῖς πρόσιμεν σβέσοντες ὀργὴν, καὶ ὃν οὕτω καθ' ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης, μονονουχὶ λέγων· Περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοὶ, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ, πολλὰ παρ' ἡμῶν ὑβρισμένῳ, μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν. Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς, οὔτε ἡδονῶν, ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσπίπτοντα σπουδῆς δυνηθῆναι προσιόντα καταμαλάξασθαι τὴν ὀργὴν ἐκείνην· οὐχ ὅτι ἀπηνὴς, οὐδ' ὅτι ὠμὸς ὁ Δεσπότης ἡμῶν· καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος· ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως· διό φησιν· Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ. Τί οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλομαι ἐπιδοῦναι πρὸς ἀρετὴν, ἀναπτῆναι πρὸς τὸν οὐρανὸν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς· εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀναγκάζομαι δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. Διὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε, Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν Κύριον εἶπον, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ μέρει γενέσθαι τὴν ἐπήρειαν, καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν, ταύτην ἀφῆκαν τὴν φωνήν.
Since, therefore, in our prayers we approach to quench so great a wrath, and to reconcile Him Whom we thus make our enemy each day, reasonably does he lead us away from that pleasure, all but saying: Our reckoning is about our very soul, beloved, our danger is for our utmost stakes; we must tremble and be afraid and humble ourselves; we approach a fearsome Master, greatly insulted by us, having great charges to bring against us and about great matters. This is not the season for embraces, nor for pleasures, rather for tears and bitter groanings, for prostration, exact confession, earnest entreaty, abundant supplication. For one may be content if even by approaching and prostrating oneself with such eagerness one can soften that wrath; not because our Master is harsh, nor because He is cruel — for indeed He is exceedingly gentle and loving towards mankind — rather the excess of our sins does not suffer even Him Who is kind and forbearing and rich in mercy to pardon us quickly; wherefore he says: So that you may have leisure for fasting and prayer. What then could be more bitter than this slavery? I wish to advance towards virtue, to take wing towards heaven, by persevering continually in fastings and prayers to wipe off the filth of my soul; then, if she should not wish to assent to this resolve, I am compelled to be a slave to her lewdness. For on this account as he began he said, It is good for a man not to touch a woman; on this account the disciples also said to the Lord, If such is the case of the man with his wife, it is not expedient to marry. For reckoning that there was strong necessity for harm to befall one side or the other, and being hemmed in by their thoughts, they let fall this utterance.
ΛΓʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς αὐτὸ στρέφει, ἵνα εἰς τοῦτον τὸν λογισμὸν ἐμβάλῃ τοὺς Κορινθίους· Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει· Μὴ ἀποστερεῖτε ἀλλήλους· Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Οὐδὲ γὰρ οἱ μακάριοι τότε ἐκεῖνοι ἐκ πρώτης εὐθέως τοῦτο ἔπαθον τῆς φωνῆς, ἀλλ' ὅτε ἐκ δευτέρου ταῦτα ἤκουσαν, τότε συνεῖδον τῆς ἐντολῆς τὴν ἀνάγκην. Καὶ γὰρ ὅτε ἐκάθητο ἐπὶ τοῦ ὄρους ὁ Χριστὸς, διελέχθη περὶ τούτου, καὶ μεθ' ἕτερα πολλὰ πάλιν οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα· οὕτω συνεχῶς τὰ αὐτὰ λεγόμενα πλείονα ἔχει τὴν ἐνέργειαν. Κἀνταῦθα οὖν τὸν διδάσκαλον μιμούμενος ὁ μαθητὴς συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεται· καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν, ἀλλὰ μετὰ αἰτίας, διὰ τὰς πορνείας λέγων, καὶ τοὺς πειρασμοὺς τοὺς σατανικοὺς, καὶ τὴν ἀκρασίαν, καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.
33. On this account Paul also turns it about continually, so that he may cast the Corinthians into this way of thinking: Let each man have his own wife; Let the husband render to the wife the goodwill that is owed; The wife does not hold authority over her own body; Do not deprive one another; Come together to the same place. For neither did those blessed men at that time experience this straightway from the first utterance, rather when they heard these things a second time, then they perceived the necessity of the commandment. For indeed when Christ sat upon the mountain, He discoursed about this, and after many other things He again led them thus into the love of continence; so much greater efficacy have the same things when spoken continually. Here too, therefore, imitating the Teacher, the disciple discourses continually about the same things; and nowhere does he set down the concession simply, rather with a reason, saying because of fornications, and because of Satanic temptations, and because of incontinence, and without arousing suspicion working out the praise of virginity amid his words about marriage.
ΛΔʹ. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολὺ, μή τινα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι γῆς παραμυθίας, καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι; Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὐδὲ ἐνοχλεῖν αὐτὸν οἶμαι, εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγὴ, κἄν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐθέως ἐπὶ τὸν λιμένα καταφεύγειν· οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος ποῤῥωτέρω πλεῖν, ἀλλ' ὑποστρέφειν ἡνίκα ἂν κάμωσι παραινεῖ, πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι' ὅλου θαλαττεύειν ἀναγκάζεται, καὶ πέλαγος πλεῖν ἀλίμενον· κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμὼν, οὐδὲ οὕτω
34. For if he fears to keep those who live in marriage apart for long, lest the devil find some way of creeping in, of how many crowns would those women be worthy who had no need of this consolation even at the beginning, and remained unsubdued to the end? And yet not even the devices that come from the devil are brought to bear equally upon both. For the former, I suppose, he does not even trouble, knowing that their refuge is near at hand for them, and if they perceive any fiercer assault, it is permitted them straightway to flee for refuge to the harbour; for neither does the blessed Paul suffer them to sail farther out, rather he exhorts them to turn back whenever they grow weary, permitting them again to come together to the same place. Whereas the virgin is compelled to sail the open sea through and through, and to cross a harbourless main; and even if the fiercest tempest be roused, not even thus
Notes, col. 555

On the reading

Printed γῆς, for τῆς.

PG 48:556Read from the page
θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι. Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾖ πόλις ἢ ἐπίνειον ἢ λιμὴν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι (τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν)· ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι, καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν ἢ καταδύσωσι τοὺς ἐμπλέοντας, ἢ τοῦτο πάθωσιν αὐτοί· οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῇ παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην, καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ κάτω κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τὸ, Ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι, ἡ παρθένος οὐκ ἔχει, ἀλλ' ἀνάγκη δι' ὅλου παλαίειν αὐτὴν, δι' ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸν εὔδιον καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, κἂν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτὴν, κἂν αὐτῷ τούτῳ σφοδρότερος γίγνηται τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ· καὶ τοῦτο παντί που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥᾳθυμεῖν συγχωρούσης. Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μὲν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησὶν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δέ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται, καὶ τὰ διὰ τὴν ἐξουσίαν παρ' ἡμῶν καταφρονούμενα, ταῦτα, ὅταν τὸ κῦρος ἡμῶν ἐκφύγῃ, σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δὲ, ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλὸξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅπως σβέσῃ τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένην πυρί. Ἆρά ἐστί τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυρὰν, καὶ μὴ καίεσθαι; συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενῶσαι, ἀλλ' ὅπερ ὁ Παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τί δὲ ἐκεῖνός φησι; Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Ἀλλ' ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὴν βάσανον. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Αὕτη δὲ οὐκ ἐν ἱματίοις, ἀλλ' ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἔτ' οὖν τολμήσει τις, εἰπέ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβάλλειν; ἀντιβλέψαι δὲ ὅλως; Ἀλλ' οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος, πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς· Ἡ μὲν γὰρ τὰ τοῦ Κυρίου, φησὶν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ. Συναγαγὼν τοίνυν εἰς ταυτὸν τοὺς γεγαμηκότας, καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ τῆς ἡμετέρας νωθείας τὸ πλέον, τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε, Διὰ τὴν ἀκρασιαν ὑμῶν, εἰπών. Τίς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα
is it lawful for her to bring her vessel to anchor and take rest. Just as evildoers upon the sea, therefore, whereever there is a city or a roadstead or a harbour, do not set upon sailors (for that is to run danger in vain); whereas if they catch the vessel isolated in mid-ocean, having the desertion of helpers as supply for their daring, they move and turn everything, and do not desist before they either sink those sailing therein or suffer this themselves; so also this dreadful pirate brings upon the virgin a great tempest and a grievous squall, and unendurable triple waves, churning everything up and down so as to capsize the vessel by force and rushing might. For he heard that the virgin does not have the saying, Come together to the same place, rather she must needs wrestle through and through, fight through and through against the spiritual forces of wickedness, until she sails down into the calm harbour. For having shut the virgin out beyond the walls like a noble soldier, Paul does not suffer the gates to be opened for her, even if the foe rages exceedingly against her, and even if he grows fiercer by this very fact, that his opponent has no authority at all for a truce. Nor is it the devil alone, rather the very gadfly of desire also troubles the unmarried more greatly; and this, I suppose, is evident to everyone. For with things whose enjoyment we possess, we are not quickly captured by desire, since freedom from restraint allows the soul to grow slack. And a certain proverb also bears witness to this for us, a popular one indeed, yet exceedingly true. For what lies ready in our power, it says, is not vehement towards desire. Whereas if ever we are debarred from things of which we were formerly masters, the opposite comes to pass, and the very things despised by us because of our power over them, when our control slips away, rouse our desire all the more fiercely. First, therefore, in this way the calm among the married is greater; and second, because even if the flame should ever strive to rise on high, intercourse coming upon it quickly puts it down. Whereas the virgin, not having the means whereby she may quench the fire, sees it on the one hand cresting and rising on high, while on the other, not being strong enough to quench it, as she fights with fire she is bent upon one thing alone: not being burned up. Is there anything more paradoxical than this, to carry the whole pyre within and not be burned? to pen up the flame indeed in the chambers of the soul, yet preserve the understanding untouched? For no one allows her to empty these burning coals outside, rather what the Proverb-maker says is impossible in the nature of bodies, this very thing she is forced to endure in her soul. And what does that man say? Will anyone walk upon burning coals of fire, and not burn down his feet? Yet behold, she walks and bears the torment. Will anyone bind fire in his bosom, and not burn down his garments? Yet she, holding the fire raging and roaring not in her garments rather within, endures and contains the flame. Will anyone still dare, then, tell me, to compare marriage with virginity? or to look her in the face at all? Nay, the blessed Paul does not suffer it, having set a great space between either state; For the one, he says, cares for the things of the Lord, whereas the other cares for the things of the world. Having gathered the married together to the same place, therefore, and having granted them a favour in this way, hear how he reproaches them again: For come together to the same place, he says, so that Satan may not tempt you. And wishing to show that the whole matter does not belong to his temptation, rather the greater part belongs to our own slothfulness as well, he brought in the more principal reason, saying, Because of your incontinence. Who then would not blush at these
Notes, col. 556

On the reading

Printed ἀκρασιαν, for ἀκρασίαν.