Migne Reading Room

PG 48 · cols. 563–568 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:563Read from the page
χρὴ καρτερεῖν, ἢ τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν, καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντεῖναι, εἴτε λοιδορίαις πλῦναι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι, εἴτε ἕτερόν τι τοιοῦτον· πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται, ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω, ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόσχεσιν ἔχει· οὐ γὰρ δι' ἁγιωσύνης ἐπιθυμίαν, ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. Μενέτω γὰρ, φησὶν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω. Τί οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην; Ἀνάμενε τὸν τούτου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖσθαι οὐδέποτε ἔξεστι διὰ τὸ ζῆν αὐτῆς ἀεὶ τὸν νυμφίον καὶ ἀθάνατον εἶναι, οὕτω τῇ γεγαμημένῃ τότε μόνον ἔξεστιν, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἄλλον μεταπηδᾷν, τί γάμων ἔδει λοιπὸν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων, καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων; Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου, αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλου τῇ αὐτῶν συζώντων γυναικί; Δικαίως οὖν ὁ Κύριος αὐτὸ μοιχείαν ἐκάλεσε.
must be endured, or, if she does not wish this, she must flatter the insolent man, and yield herself to him for whatsoever he may wish, whether to inflict blows, or to drench her with revilings, or to hand her over to the disdain of household servants, or some other thing of such a kind; for many ways have been devised by husbands when they wish to punish their own wives. And if she should not bear these things, she must practise fruitless continence; and I call it fruitless, since it does not possess the promise befitting it; for it comes to pass not on account of a desire for holiness, but on account of anger towards her husband. For let her remain unmarried, he says, or be reconciled to her husband. What then, if she never wishes to be reconciled? someone says. You have a second release and deliverance. What is this? Await that man's death. For just as it is never permitted to the virgin to get married, because her Bridegroom lives forever and is immortal, so to the woman who has married it is permitted then alone, when her husband dies. For had it been permitted even while he lives to leap across from this man to another, and again from that man to another, what need was there of marriages thenceforth, with men making use indiscriminately of one another's wives, and all men simply mingled together with all women? And how would affection towards those who dwell together not also have been destroyed, when today this man, tomorrow that man, and again another lives together with their own wife? Justly, therefore, did the Lord call this adultery.
ΜΑʹ. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; Ἵνα μὴ πολεμῶσιν ἀλλήλοις, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πληρῶσιν οἰκίας. Τί γὰρ ἦν ἄμεινον, εἰπέ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω, ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἴ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. Διὰ τοῦτό φησιν· Εἰ μισεῖς, ἐξαπόστειλον. Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται, καὶ οἷς μηδὲ ὀργίζεσθαι συγχωρεῖ, φησίν· Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος. Ὁρᾷς τὴν ἀνάγκην, τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; Δεσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων ὄχλον μόνον, οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινὰς, ἀλλ' ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. Κρατείτω, φησὶν, ὁ ἀνὴρ τῆς γυναικός. Καὶ τί τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινήν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ οι πόδες τῶν φυγάδων, οἱ καὶ καθ' ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διά τινος ἁλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένης, οὐκ ἂν δύναιντο μετ' ἐξουσίας βαδίζειν τῷ τὸν ἕτερον ἀναγκάζεσθαι ἕπεσθαι θατέρῳ· οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἁλύσεως χαλεπώτερον ἄγχουσαν, καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχὴν, ἀλλ' εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εισὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι κατάγνωσιν ἐνεγκεῖν; Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος, ἐν ταῖς πρὸς ἀλλήλους ὀργαῖς καὶ ἀπεχθείαις πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη, τὸ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν, ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. Διὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι' ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φορὰν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις· ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς
XLI. How then did He concede this to the Jews? So that they might not wage war with one another, so that they might not fill their own houses with kindred blood. For what was better, tell me: that the hated woman be cast outside, or slaughtered within? For they would have done this had it not been permitted to them to cast her out. On this account He says: If you hate her, send her away. Whereas when He discourses to those who are gentle, and to whom He does not concede even to be angry, He says: But if she be separated, let her remain unmarried. Do you see the necessity, the inexorable bondage, the bond encompassing both parties? For marriage is truly a bond, not on account of the crowd of cares alone, nor on account of the daily griefs, but because more grievously than any household servant it compels those who have married to be subject to one another. Let the husband, he says, hold sway over the wife. And what is the gain of this domination? For again he makes him a slave of her who is held under sway, having devised a certain novel and paradoxical requital of bondage; and just as the feet of runaways, bound fast both by themselves and bound together again to one another by some small chain riveted at either end to the fetters, could not walk with freedom because the one is compelled to follow the other; so too the souls of those who have married possess both their own private cares, and possess also another necessity, the one that comes from their bond towards one another, throttling more grievously than any chain, and taking away the freedom of both by not handing over rule once for all to one, but distributing its authority to both. Where then are those who on account of the consolation that comes from pleasure are ready to bear every condemnation? For no small part of pleasure is cut short, when a long time is often spent in angers and enmities towards one another. And this bondage too—that the one is compelled even unwillingly to bear the wickedness of the other—is sufficient to overshadow all luxury. On this account that blessed man first checked the rush towards desire by shame-inducing words, speaking of on account of fornications and incontinence and burnings; and since he saw that the account taken of condemnation was slight in the eyes of the many, he sets down again for
Notes, col. 563

On the reading

Printed οι, for οἱ.

Printed εισὶν, for εἰσὶν.

PG 48:564Read from the page
ἀποτροπὴν τίθησι· διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν, Οὐ συμφέρει γαμῆσαι. Τοῦτο δέ ἐστι τὸ, μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται, ἀλλ' ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκῃ. Τὸ μὲν γὰρ γαμεῖν ἢ μὴ γαμεῖν ἐφ' ἡμῖν, τὰ δὲ μετὰ τὸν γάμον οὐκέτι ἐφ' ἡμῖν, ἀλλὰ καὶ ἑκόντας καὶ ἄκοντας φέρειν χρὴ τὴν δουλείαν. Τί δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν τῷ ζυγῷ. Μετὰ δὲ ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθεὶς, καὶ πᾶσιν ἀκριβῶς τοῖς περὶ τοῦ γάμου νόμοις ἐπεξελθὼν, καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλὼν, καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ παρελαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικὴν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον, ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν. Ἐν βραχεῖ μὲν γὰρ καὶ διεσπαρμένως, ἐνύφηνε δὲ αὐτὸν ὅμως κἀκείνῃ τῇ παραινέσει· καὶ τῇ καλλίστῃ ταύτῃ μεθόδῳ προγυμνάσας ἡμῶν τὰς ἀκοὰς, καὶ τὴν διάνοιαν προλεάνας, εἴσοδον ἀρίστην τῷ λόγῳ παρασκευάζει. Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν (Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων), τῆς Δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας, καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Καίτοι γε καὶ ἐπὶ τῶν πιστῶν τῶν ταῖς ἀπίστοις συνεζευγμένων οὐκ ἔχων ἐπιταγὴν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐνομοθέτησεν, οὑτωσὶ γράφων· Τοῖς δὲ λοιποῖς ἐγὼ γράφω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οικεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Τί οὖν οὐχὶ καὶ ἐπὶ τῶν παρθένων τὸ αὐτὸ ποιεῖς ἀποφαινόμενος; Ὅτι περὶ τούτου φανερῶς ὁ Χριστὸς διετάξατο, κωλύων εις ἐπιτάγματος ἀνάγκην ἐλθεῖν τὸ πρᾶγμα· τὸ γὰρ, Ὁ δυνάμενος χωρεῖν χωρείτω, κύριον τὸν ἀκροατὴν τῆς αἱρέσεως ποιοῦντός ἐστιν. Περὶ μὲν οὖν τῆς ἐγκρατείας διαλεγόμενος, Θέλω, φησὶ, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ. Καὶ πάλιν· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν. Διὰ τοῦτο καὶ σφόδρα ὑφειμένως καὶ μετὰ πολλῆς τῆς ὑποστολῆς διαλέγεται· οὐ γὰρ αὐτῷ τὸ πρᾶγμα κατώρθωτο· Ἐπιταγὴν οὐκ ἔχω, φησί. Πρῶτον τὴν αἵρεσιν θεὶς, καὶ τὸν ἀκροατὴν εὐγνώμονα καταστήσας, οὕτως ἐπάγει τὴν συμβουλήν. Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθὲν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν, ἀλλὰ θεραπεύσας πρότερον τῇ αἱρέσει τὸν μαθητὴν, εὐήνιόν τε καὶ τιθασσὸν αὐτοῦ κατασκευάσας τὴν ψυχὴν, οὕτω ποιεῖται τὴν εἰσήγησιν. Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων· μὴ δείσῃς· οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται, ἀλλὰ τοὺς μὲν ἑκοντὶ καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν
deterrence what is stronger than this; wherefore the disciples also were compelled to say, It is not expedient to marry. And this is the fact that no one of those who have married is master of himself. And no longer does he introduce this in the rank of exhortation and counsel, but in the necessity of an injunction and commandment. For to marry or not to marry lies in our power, whereas the things after marriage no longer lie in our power, but both willingly and unwillingly we must bear the bondage. Why ever so? Because not in ignorance did we choose this rule, but knowing full well its ordinances and its laws, we willingly subject ourselves to the yoke. And after these things, having discoursed concerning those who dwell together with unbelieving wives, and having gone through exactly all the laws concerning marriage, and having inserted his discourse concerning household servants, and having consoled them sufficiently that their spiritual nobility is in no way diminished for them by this bondage, he passes on thenceforth to the discourse on virginity, with which he was in travail long ago and was hastening to sow down, and which he brought to birth now, not having endured to keep silence concerning it even in his discourses on marriage. For briefly indeed and in a scattered way, yet he wove it nevertheless into that exhortation as well; and having trained our ears beforehand by this most noble method, and having smoothed our understanding in advance, he prepares a most excellent entrance for the discourse. At all events, after the exhortation to household servants (For you were bought with a price, he says; do not become slaves of men), having reminded us of the Master's benefit, and having raised up the minds of all by this means and lifted them towards heaven, in this way he brings in his words concerning virginity, speaking these words: Now concerning virgins I have no command of the Lord, yet I give judgement as one who has received mercy from the Lord to be faithful. And yet even in the case of believers yoked together with unbelieving wives, though having no command, he enacted a law with much authority, writing after this manner: Now to the rest I write, not the Lord: If any brother has an unbelieving wife, and she herself consents to dwell with him, let him not send her away. Why then do you not do the very same thing in the case of virgins also, declaring your ruling? Because concerning this Christ clearly gave orders, forbidding the matter to come into the necessity of an injunction; for the saying, Let the one who is able to receive it receive it, is the word of One making the hearer master of the choice. When discoursing concerning continence, therefore, he says: I wish all men to be even as I myself am, in continence. And again: Now I say to the unmarried and to the widows, It is good for them if they remain even as I am. Whereas in his words concerning virginity he nowhere brought himself forward. On this account also he discourses with exceeding moderation and with much reserve; for the matter had not been accomplished by him; I have no command, he says. Having first set down free choice, and having rendered the hearer well-disposed, in this way he brings in his counsel. For since the name of virginity, once uttered, immediately indicates much labour, on this account he did not run immediately to the exhortation, but having first soothed the disciple by free choice, and having rendered his soul tractable and tame, in this way he makes his proposal. You heard virginity, a name of many labours and sweats; do not fear: the matter is not an injunction, nor does it bring in the necessity of a commandment, but those who receive it willingly and with deliberate choice it requites with its own proper good things, the radiant
Notes, col. 564

On the reading

Printed οικεῖν, for οἰκεῖν.

Printed εις, for εἰς.

PG 48:565Read from the page
καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτὴν, καὶ οὐκ ἐθέλοντας προσθέσθαι, οὔτε κολάζει, οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν. Οὐ ταύτῃ δὲ μόνον ἀνεπαχθῆ τὸν λόγον εἰργάσατο καὶ ἡδὺν, ἀλλὰ καὶ τῷ τὴν χάριν τοῦ πράγματος οὐκ αὐτοῦ φάναι εἶναι, ἀλλὰ τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ', Ἐπιταγὴν οὐκ ἔχω, ὡς ἂν εἰ ἔλεγεν· Εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαρῥεῖν· ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον. Τὴν μὲν ἐξουσίαν τοῦ τὰ τοιαῦτα ἐπιτάττειν παρῄρημαι, εἰ δὲ βούλεσθε ἀκούειν ὡς ὁμοδούλου, Γνώμην δίδωμι, φησὶν, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν, καὶ πῶς ἐν μέσῳ δυοῖν ἀναγκαίων καὶ ἐναντίων ἀπειλημμένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλὴν, καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ, διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτὸς, ἀμφότερα ἐν βραχεῖ κατεσκεύασε. Τῷ μὲν γὰρ εἰπεῖν, Ὡς ἠλεημένος, συνίστησί πως ἑαυτὸν, τῷ δὲ μὴ ἀπὸ τοῦ λαμπροτέρου τοῦτο ποιῆσαι μέρους ταπεινοῖ καὶ συστέλλει πάλιν.
and placing a blooming crown upon their head, while those who decline her and are unwilling to attach themselves she neither punishes nor compels against their will to do this. Not in this way only did he render his discourse unburdensome and pleasant, but also by saying that the grace of the matter was not his own, but Christ's. For he did not say, Concerning virgins I do not command, but, I have no commandment, as though he were saying: If, moved by human reasonings, I myself were exhorting to these things, one ought not to have confidence; but since this seemed good to God, the pledge of liberty is secure. I have been deprived of the authority to enjoin such things, yet if you wish to hear me as a fellow-servant, I give my judgement, he says, as one who has obtained mercy from the Lord to be faithful. And here it is worthy to marvel at the great resourcefulness and prudence of the blessed man, and how, caught in the midst of two necessary and opposing requirements—both to commend his own person so that his counsel might be welcomed, and to utter nothing grandiose concerning himself because he stood outside that virtue—he contrived both in brief. For by saying, As one who has obtained mercy, he in some way commends himself, while by not doing this from the more splendid side he humbles and restrains himself again.
ΜΒʹ. Οὐ γὰρ εἶπε· Δίδωμι γνώμην, ὡς πιστευθεὶς τὸ Εὐαγγέλιον, ὡς ἀξιωθεὶς εἶναι κήρυξ τῶν ἐθνῶν, ὡς προστασίαν τὴν ὑμετέραν ἐγχειρισθεὶς, ὡς διδάσκαλος καὶ καθηγητής· ἀλλὰ πῶς; Ὡς ἠλεημένος, φησὶ, καὶ τὸ ἔλαττον θείς· ἔλαττον γὰρ τοῦ διδάσκαλον εἶναι τῶν πιστῶν τὸ μόνον εἶναι πιστόν. Καὶ ἑτέραν ἐπινοεῖ πάλιν ταπείνωσιν. Ποίαν δὲ ταύτην; Οὐκ εἶπεν, Ὡς γενόμενος πιστὸς, ἀλλ', Ὡς ἠλεημένος εἶναι πιστός. Μὴ γὰρ τὴν ἀποστολὴν καὶ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν μόνον νομίσητε τῆς δωρεᾶς εἶναι τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸ τὸ πιστεῦσαι ἀπὸ τοῦ ἐλέους μοι γέγονεν ἐκείνου. Οὐ γὰρ ἐπειδὴ ἄξιος ἤμην, φησὶ, κατηξιώθην τῆς πίστεως, ἀλλ' ἐπειδὴ ἠλεήθην μόνον· ὁ δὲ ἔλεος χάριτός ἐστιν, οὐ τοῦ κατ' ἀξίαν. Ὥστε εἰ μὴ ἦν σφόδρα εὔσπλαγχνος ὁ Θεὸς, οὐ μόνον ἀπόστολος, ἀλλ' οὔτε πιστὸς ἠδυνήθην ἂν γενέσθαι ποτέ. Εἶδες εὐγνωμοσύνην οἰκέτου καὶ συντετριμμένην καρδίαν, πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν, ἀλλὰ καὶ τοῦτο, ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταυτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἷον εἰ ἔλεγε· Μὴ ἀπαξιώσητε συμβουλὴν δέξασθαι παρ' ἐμοῦ· οὐδὲ γὰρ ὁ Θεὸς ἀπηξίωσέ με τοῦ ἐλέους τοῦ παρ' αὐτοῦ. Ἄλλως τε καὶ γνώμη τὸ πρᾶγμά ἐστιν, οὐκ ἐπίταγμα· συμβουλεύω γὰρ, οὐ νομοθετῶ. Τὸ δὲ τὰ παραστάντα ἑκάστῳ συμφέροντα φέρειν εἰς μέσον καὶ προτιθέναι οὐδεὶς κωλύσειε νόμος, καὶ μάλιστα ὅταν ἐξ αἰτήσεως τοῦτο γίνηται τῶν ἀκροατῶν, καθάπερ καὶ ἐφ' ὑμῶν. Νομίζω οὖν, φησὶ, τοῦτο καλὸν ὑπάρχειν. Ὁρᾷς πάλιν ὑφειμένον τὸν λόγον καὶ πάσης ἔρημον ἐξουσίας. Καίτοι γε ἐνῆν οὕτως εἰπεῖν· Ἐπειδὴ ὁ Κύριος οὐκ ἐπέταξε παρθενίαν, διὰ τοῦτο οὐδὲ ἐγώ· συμβουλεύω δὲ ὑμῖν καὶ παραινῶ τοῦτο ζηλοῦν, καὶ γὰρ ἀπόστολος ὑμῶν εἰμι. Καθάπερ καὶ μετὰ ταῦτα διαλεγόμενος αὐτοῖς ἔλεγεν· Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Ἀλλ' ἐνταῦθα οὐδὲν τούτων φθέγγεται, ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ, Συμβουλεύω, Γνώμην δίδωμι, λέγων· ἀντὶ δὲ τοῦ, Ὡς διδάσκαλος, Ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι· καὶ ὥσπερ οὐδὲ τούτων ἀρκούντων πρὸς τὸ συνεσταλμένον ποιῆσαι τὸν λόγον,
42. For he did not say: I give my judgement, as one entrusted with the Gospel, as one counted worthy to be herald of the Gentiles, as one invested with the presidency over you, as teacher and guide; but how? As one who has obtained mercy, he says, setting down also the lesser thing; for merely to be faithful is lesser than to be teacher of the faithful. And he devises yet another self-abasement again. And what is this? He did not say, As having become faithful, but, As having obtained mercy to be faithful. For do not suppose that the apostleship and the preaching and the teaching alone belong to the gift of God; for very believing itself has come to me from His mercy. For not because I was worthy, he says, was I counted worthy of the faith, but only because I obtained mercy; and mercy belongs to grace, not to what accords with desert. So that had God not been exceedingly compassionate, not only could I never have become an apostle, but neither even one of the faithful. Did you see the gratefulness of a household servant and a contrite heart, how he assigns nothing more to himself than the rest, nay even this, which was common to him and to the disciples—the matter of faith—he says is not his own, but of the mercy and grace of God, indicating the same thing through these words, as though he were saying: Do not disdain to accept counsel from me; for neither did God disdain me from the mercy that is from Him. Besides, the matter is a judgement, not an injunction; for I give counsel, I do not legislate. And no law would hinder bringing forward into the midst and proposing what seems expedient to each, and especially when this takes place at the request of the hearers, as also in your case. I suppose, therefore, he says, that this is good. You see again his discourse subdued and devoid of all authority. And yet it was possible to speak thus: Since the Lord did not enjoin virginity, therefore neither do I; yet I counsel and exhort you to emulate this, for I too am your apostle. Just as also afterwards, when discoursing with them, he said: If to others I am not an apostle, yet at least I am to you. But here he utters none of these things, and has employed his words with great reserve, saying in place of, I counsel, I give my judgement; and in place of, As teacher, As one who has obtained mercy from the Lord to be faithful; and as though not even these sufficed to make his discourse modest,
PG 48:566Read from the page
ἀρχόμενος τῆς συμβουλῆς ὑποτέμνεται πάλιν τὴν ἐξουσίαν, οὐχ ἁπλῶς ἀποφαινόμενος, ἀλλὰ καὶ αἰτίαν προστιθείς· Νομίζω γὰρ τοῦτο καλὸν ὑπάρχειν, φησὶ, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην. Καίτοι γε ὅτε περὶ ἐγκρατείας διελέγετο, οὔτε τὸ, Νομίζω, τέθεικεν, οὔτε αἰτίαν τινὰ, ἀλλ' ἁπλῶς, Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· ἐνταῦθα δὲ, Νομίζω εἶναι καλόν. Τοῦτο δὲ ποιεῖ οὐχ ἀμφιβάλλων περὶ τοῦ πράγματος· ἄπαγε· ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος. Τοιοῦτον γὰρ ὁ σύμβουλος, οὐκ αὐτὴς τοῖς λεγομένοις ψηφίζεται, ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.
at the outset of his counsel he curtails his authority again, not merely declaring his view, but also adding a reason: For I suppose that this is good, he says, because of the present distress. And yet when he was discoursing concerning continence, he neither set down, I suppose, nor any reason, but simply, It is good for them if they abide even as I; whereas here, I suppose that it is good. And he does this not out of doubt concerning the matter—far from it!—but wishing to commit the whole to the judgement of his hearers. For such is a counsellor: he does not himself cast the deciding vote upon what is spoken, but leaves the whole to rest under the judgement of the hearers.
ΜΓʹ. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γὰρ, εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν οὗπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς· οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. Δεύτερον δὲ οὐκ ἂν αὐτὴν ἐνεστῶσαν ἐκάλεσεν· οὐ γὰρ νῦν πρῶτον, ἀλλ' ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος, καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσσευτος ἦν· παραγενομένου δὲ τοῦ Χριστοῦ, καὶ τῆς ἀρετῆς ἐπιδοθείσης, εὐκαταγώνιστος γέγονεν. Ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ, ἀλλ' ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τίς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφή. Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννὶς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος, ὡς καὶ ἄκοντα πολλὰ πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.
43. And what distress does he speak of here? Is it that which comes from nature? By no means. For first, if he meant that one, he would have established the opposite of what he wished by making mention of it; for those who wish to marry turn that one upside down. And second, he would not have called it present; for not now for the first time, but from above was it implanted into the race of men, and of old indeed it was harsher and untamed; but now that Christ has come, and virtue has advanced, it has become easy to vanquish. So his discourse is not concerning that one, but he hints at some other, manifold and multiform. What then is this? The perversion of the affairs of life. For so great is the confusion, so great the tyranny of anxieties, so great the throng of circumstances, that the married man is often compelled even against his will to sin and transgress.
ΜΔʹ. Τὸ μὲν γὰρ παλαιὸν οὐ τοσοῦτον ἡμῖν ἀρετῆς πρόκειτο μέτρον, ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ, καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν, καὶ εὐορκοῦντα ὀμνύναι, καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ, καὶ μισῆσαι τὸν ἐχθρὸν, καὶ οὔτε τρυφᾷν, οὔτε ὀργίζεσθαι, οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο κατὰ ταυτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν. Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδὸς, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας, ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διαπαντὸς, ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν. Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος, ἀλλ' ὅτι, κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι' αὐτὴν καὶ τὰ ἔκγονα τὰ ἐκείνης περιῤῥέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν. Ὅρα γάρ· βούλεται τὸν τῶν ἰδιωτῶν βίον τὸν ἀκίνδυνον τοῦτον καὶ ἀπράγμονα ζῆν ὁ ἀνήρ· ἀλλ' ὅταν ἴδῃ παῖδας περιεστῶτας καὶ γυναῖκα δαπάνης δεομένην πολλῆς, καὶ ἄκων εἰς τὸν τῶν πολιτικῶν πραγμάτων ἔῤῥιψεν ἑαυτὸν κλύδωνα. Ἐκεῖ δὲ ἐμπεσόντα λοιπὸν οὐδὲ ἔστιν εἰπεῖν ὅσα ἁμαρτάνειν ἀνάγκη, ὀργιζόμενον, ὀμνύντα, λοιδορούμενον, ἀμυνόμενον, ὑποκρινόμενον, πολλὰ πρὸς χάριν, πολλὰ πρὸς ἀπέχθειαν ποιοῦντα. Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλῃ τοσαύτῃ, καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ, μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον; Καὶ τὰ
44. For of old so great a measure of virtue was not set before us, but it was permitted to defend oneself against the wrongdoer, and to revile back him who reviled, and to care for money, and to swear while keeping one's oath, and to gouge out an eye for an eye, and to hate one's enemy; and neither to live in luxury, nor to be angry, nor to cast out one wife and bring in another in her stead had been forbidden. And not only this, but the law also permitted having two wives together at the same time, and there was great condescension both in these things and in all the others. But after the coming of Christ the way has become far narrower, not only by that unspeakable and great liberty in all the things mentioned having been cut away from our authority, but also by having always within doors the wife who often in many things persuades and compels us even against our will to sin, or else being caught in adultery if one wishes to cast her out. And not in this way only is virtue hard for us to achieve, but because, even if she who dwells with us has a tolerable character, the throng of anxieties streaming around us on account of her and her offspring does not allow us even a little to look up towards heaven, whirling about from all sides like some eddy and submerging our soul. For see: a man wishes to live this danger-free and untroubled life of private citizens; but when he sees children standing around and a wife needing much expense, even against his will he flings himself into the surge of civic affairs. And once fallen in there, one can no longer tell how many sins he is forced to commit—growing angry, swearing, being reviled, defending himself, dissembling, doing many things for favour and many for enmity. For how is it possible, when tossed about in so great a tempest and wishing to win repute in it, not to rub onto oneself much filth from sins? And the
Notes, col. 566

On the reading

Printed αὐτὴς, for αὐτὸς.

PG 48:567Read from the page
κατὰ τὴν οἰκίαν δὲ εἴ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα· πολλὰ γὰρ ἀνάγκη μεριμνᾷν καὶ ὑπὲρ πολλῶν, ὧν οὐκ ἂν ἐδεήθη καθ' ἑαυτὸν ὢν ὁ ἀνὴρ, καὶ ταῦτα μὲν ὅταν κοσμία τις ᾖ καὶ ἐπιεικὴς ἡ γυνή· ἂν δὲ μοχθηρὰ καὶ ἐπαχθὴς καὶ δυσανάσχετος, οὐκέτι μόνον ἀνάγκην τὸ πρᾶγμα καλέσομεν, ἀλλὰ καὶ τιμωρίαν καὶ κόλασιν. Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδὸν, τὴν εὐλύτων καὶ κούφων δεομένην ποδῶν, καὶ ψυχῆς εὐζώνου καὶ εὐσταλοῦς, τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύταις συνδεδεμένος πέδαις καὶ διὰ τοιαύτης ἁλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;
affairs at home, if anyone should examine them, he will find full of the same and greater difficulty because of his wife; for a man is forced to be anxious about many things and on behalf of many which he would not have needed had he been by himself, and this when the wife is an orderly and gentle woman; whereas if she is wicked and burdensome and intolerable, we shall no longer call the matter merely distress, but punishment and chastisement as well. How then will he be able to walk the road towards heaven, which needs unfettered and light feet and a well-girt and nimble soul, when he has so great a mass of affairs lying upon him, bound with so many fetters, and continually dragged down through such a chain—I mean the wickedness of his wife?
ΜΕʹ. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος, ὅταν ταῦτα ἅπαντα αὐτοῖς διεξέλθωμεν; Οὐκοῦν πλείονος ἄξιος ἔσται τιμῆς, φησὶν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν. Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον, φησὶν, ὑφίσταται ἀπὸ τοῦ γάμου. Καὶ τίς αὐτὸν ἀναδέξασθαι φορτίον τοσοῦτον ἠνάγκαζεν; εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν, καὶ νόμου παράβασις ἦν τὸ μή γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν· εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου, ἑκὼν, ἀναγκάζοντος οὐδενὸς, δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν, ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην· αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι, τὸν κατὰ τοῦ διαβόλου πόλεμον, καὶ τὴν κατὰ τῆς κακίας νίκην λαβεῖν· εἴτε δὲ γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο, εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν, καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾷν, οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης, καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν αὐτὸς ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν· ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν, ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις, καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολὺν, ἂν εἴπωμεν ὅτι οὐ δυνατόν σε πρὸς τὴν αὐτὴν ἐκείνοις φθάσαι κορυφήν· τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς, ὅτι πολλῷ βέλτιον ἀσφάλεια φιλοτιμίας κενῆς, καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι, ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν. Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ἡμῖν φησιν ἀρκεῖν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν· σὺ δὲ πᾶσι τούτοις φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλ', ὅπερ ἔφην, τότε εἴσῃ καλῶς, ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.
45. Yet what is the wise argument of the multitude, when we go through all these things to them? Why then, he says, he who succeeds amid such great distress will be worthy of greater honour. On what account, my good sir, and wherefore? Because, he says, he undergoes greater toil from marriage. And who compelled him to take up so great a burden? For if in marrying he were fulfilling a commandment, and not marrying were a transgression of law, this argument would have been plausible; but if, being master of not passing under the yoke of marriage, willingly, with no one compelling him, he wished to invest himself with such great difficulties, so that the contest of virtue became more burdensome for him, this is nothing to the Judge of the contest; for He enjoined one thing alone to accomplish—to wage the war against the devil, and to win the victory over wickedness; and whether one accomplishes this while marrying and living in luxury and being anxious about many things, or while practising asceticism and enduring hardship and being anxious about nothing else, He cares nothing further for this. For the manner of victory, and the road leading to the trophy, He Himself says is that which has been freed from all worldly things; since, however, you wish to serve as a soldier and wage war with a wife and children and the affairs dragged along in their train, as though about to accomplish the same things as those entangled in none of these things, and to enjoy greater admiration on this account, now perhaps you will even charge us with great arrogance if we say that it is not possible for you to reach the same summit as they; yet the end and the season of crowns will then persuade you well that security is far better than empty ambition, and that it is better to obey Christ than the vanity of one's own reasonings. For Christ says that not even renouncing all one's belongings suffices for us towards virtue, unless we hate our own selves also; whereas you, mixed up in all these things, said that you could prevail. Yet, as I said, you will then know well how great a hindrance towards virtue are a wife and the anxieties of a wife.
ΜϚʹ. Πῶς οὖν, φησὶ, βοηθὸν αὐτὴν ἐκάλεσε τὴν ἐμποδίζουσαν; Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθὸν κατ' αὐτόν. Κἀγὼ δέ σε ἐρήσομαι, πῶς βοηθὸς ἡ τοσαύτης ἀποστερήσασα τὸν ἄνδρα ἀσφαλείας, καὶ τῆς θαυμαστῆς μὲν ἐκείνης ἐκβαλοῦσα διαγωγῆς τῆς ἐν τῷ παραδείσῳ, εἰς δὲ τὴν τοῦ παρόντος βίου ταραχὴν ἐμβαλοῦσα; ταῦτα γὰρ οὐ μόνον οὐ βοηθοῦ, ἀλλὰ καὶ ἐπιβούλου. Ἀπὸ γὰρ γυναικὸς, φησὶν, ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτὴν ἀποθνήσκομεν πάντες.
46. How then, he says, did He call her who hinders a helper? For let Us make for him, He says, a helper according to him. And I too will ask you: how is she a helper who deprived the man of such great security, and cast him out of that marvellous way of life in paradise, while flinging him into the tumult of the present life? For these are the acts not merely of no helper, but even of a plotter. For from a woman, he says, is the beginning of sin, and through her we all die.
Notes, col. 567

On the reading

Printed μή, for μὴ.

PG 48:568Read from the page
Καὶ ὁ μακάριος δὲ Παῦλος, Ἀδὰμ, φησὶν, οὐκ ἠπατήθη· ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Πῶς οὖν βοηθὸς ἡ τῷ θανάτῳ τὸν ἄνδρα ὑποτάξασα; πῶς βοηθὸς δι' ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν κατοικοῦντες τότε, ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζώοις κατακλυσθέντες ἀπώλοντο; Οὐχ αὕτη τὸν δίκαιον Ἰὼβ ἔμελλεν ἀπολλύναι, εἰ μὴ σφόδρα ἐκεῖνος ἦν ἀνήρ; οὐχ αὕτη τὸν Σαμψὼν ἀπώλεσεν; οὐ τὸ πᾶν Ἑβραίων γένος αὐτὴ τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε; Τὸν δὲ Ἀχαὰβ τίς μάλιστα τῷ διαβόλῳ παρέδωκε, καὶ πρὸ τούτου τὸν Σολομῶντα μετὰ τὴν πολλὴν ἐκείνην σοφίαν καὶ εὐδοκίμησιν; Οὐ μέχρι καὶ νῦν πολλὰ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἀναπείθουσι προσκρούειν τῷ Θεῷ; οὐ διὰ τοῦτό φησιν ὁ σοφὸς ἐκεῖνος ἀνήρ· Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός; Πῶς οὖν, φησὶν, εἶπεν αὐτῷ ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ; οὐδὲ γὰρ ψεύδεται ὁ Θεός. Οὐδὲ ἐγὼ τοῦτο ἂν εἴποιμι· ἄπαγε· ἀλλ' ἐγένετο μὲν ἐπὶ τοῦτο καὶ διὰ τοῦτο, οὐκ ἠθέλησε δὲ μεῖναι ἐπὶ τῆς οἰκείας ἀξίας, καθάπερ οὖν οὐδὲ ὁ ταύτης ἀνήρ. Καὶ γὰρ ἐκεῖνον ὁ Θεὸς ἐποίησε κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν ἑαυτοῦ· Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, ὥσπερ οὖν εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν· γενόμενος δὲ ἀμφότερα εὐθέως ἀπώλεσεν. Οὔτε γὰρ τὸ καθ' ὁμοίωσιν ἐφύλαξε (πῶς γὰρ, ἐνδοὺς ἐπιθυμίᾳ ἀτόπῳ, καὶ ἀπάτῃ ἁλοὺς, καὶ μὴ κρατήσας ἡδονῆς), τό τε κατ' εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν· οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ, τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καὶ τοῖς θηρίοις πᾶσιν ἐπίφοβος ἦν· πάντα γὰρ πρὸς αὐτὸν ἤγαγεν ὁ Θεὸς, καὶ οὐδὲν αὐτῷ λυμήνασθαι οὐδὲ ἐπιβουλεῦσαι ἐτόλμησεν· ἑώρα γὰρ ἐν αὐτῷ λάμπουσαν τὴν εικόνα τὴν βασιλικήν· ἐπειδὴ δὲ τοὺς χαρακτῆρας ἐκείνους ἠμαύρωσε διὰ τῆς ἁμαρτίας, καὶ ἀπὸ τῆς ἀρχῆς αὐτὸν ἐκείνης κατήγαγεν. Ὥσπερ οὖν τὸ μὴ πάντων αὐτὸν ἄρχειν τῶν ἐπὶ τῆς γῆς, ἀλλ' ἔνια καὶ τρέμειν καὶ δεδοικέναι, οὐ ψευδῆ ποιεῖ τοῦ Θεοῦ τὴν ἀπόφασιν τὴν λέγουσαν, Καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς (οὐ γὰρ παρὰ τὸν δεδωκότα, ἀλλὰ παρὰ τὸν εἰληφότα ὁ τῆς ἐξουσίας ἀκρωτηριασμὸς γέγονεν)· οὕτως οὐδὲ αἱ παρὰ τῶν γυναικῶν ἐπιβουλαὶ εἰς τοὺς ἄνδρας γινόμεναι, ἐκείνῳ τῷ λόγῳ λυμαίνονται τῷ λέγοντι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν· ἐγένετο μὲν γὰρ εἰς τοῦτο, οὐκ ἔμεινε δὲ ἐν τούτῳ. Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν, καὶ πρὸς παίδων γονὴν, καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὐτῆς· ὅταν δὲ μηκέτι καιρὸς ᾖ τοῦ παρόντος βίου, μηδὲ παιδοποιίας, μηδὲ ἐπιθυμίας, τί μάτην μνημονεύεις ἐνταῦθα βοηθοῦ; Τὴν γὰρ ἐν τοῖς ἐλαχίστοις συλλαμβάνειν δυναμένην μόνον, ταύτην ἄν τις ἐν τοῖς μεγάλοις ἐπάγηται συνεργὸν, οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ συνεπόδισεν αὐτὸν ταῖς φροντίσι.
And the blessed Paul also says: Adam was not deceived; but the woman, having been deceived, fell into transgression. How then is she a helper who subjected the man to death? How is she a helper through whom the sons of God—or rather all who dwelt upon the earth then, together with wild beasts and birds and all the other living creatures—were overwhelmed by a flood and perished? Was not she about to destroy righteous Job, had he not been exceedingly a man? Did not she destroy Samson? Did not she prepare the whole race of Hebrews to be initiated to Beelphegor and cut down by kindred hands? And who above all delivered Ahab to the devil, and before him Solomon after all that great wisdom and renown? Do they not even until now in many things persuade their own husbands to offend against God? Is it not on this account that that wise man says: Small is every wickedness in comparison with a woman's wickedness? How then, he says, did God say for him, Let Us make for him a helper like unto him? For God does not lie. Neither would I say this—far from it!—but she was made indeed for this and on account of this, yet she did not wish to remain in her proper dignity, just as neither did her husband. For God made him also according to His own image and likeness; For let Us make, He says, man according to Our image and according to Our likeness, just as He also said, Let Us make for him a helper; yet once come into being he straightway lost both. For neither did he preserve what was according to the likeness (for how could he, having yielded to an absurd desire, and been caught by deceit, and not mastered pleasure?), and what was according to the image was henceforth taken away even against his will; for God cut off no small part of his dominion, making him who had been formidable to all like a master, like an ungrateful servant after offending against his master, easily despised by his fellow-servants. For at the beginning he was fearsome even to all the wild beasts; for God brought them all to him, and none dared to harm him or plot against him; for they saw the royal image shining in him; but when he dimmed those features through sin, He brought him down also from that dominion. Just as, therefore, his not ruling over all things upon the earth, but even trembling at and fearing some, does not make false the decree of God which says, And let them rule over the wild beasts of the earth (for the mutilation of authority has come about not on the part of Him Who gave, but on the part of him who received); so neither do the plots from wives against husbands mar that word which says, Let Us make for him a helper according to him; for she was made for this, yet she did not remain in this. And apart from this one may also say that she displays her help towards the maintenance of the present life, and towards the begetting of children, and towards natural desire; but when it is no longer the season of the present life, nor of childbearing, nor of desire, why do you in vain make mention of a helper here? For if anyone brings in as a co-worker in great matters her who is able to assist only in the very smallest, not only has she benefited him nothing, but she has even fettered him with anxieties.
ΜΖʹ. Τί οὖν ἐροῦμεν τῷ Παύλῳ, φησὶ, λέγοντι, Τί οἶδας, γύναι, ει τὸν ἄνδρα σώσεις; καὶ τὴν βοήθειαν αὐτῆς ἀναγκαίαν καὶ ἐν τοῖς πνευματικοῖς ἀποφαίνοντι; Καὶ ἐγὼ τοῦτο συνομολογῶ. Οὐδὲ γὰρ
47. What then shall we say to Paul, he says, when he says, For what do you know, O woman, whether you will save your husband? and declares her help necessary even in spiritual things? I too confess this. For neither
Notes, col. 568

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed ει, for εἰ.