Migne Reading Room

PG 47 · cols. 41–46 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:41Read from the page
ἐρήμου πόλιν οἰκῶν, εἰκότως ἐδεξιοῦτο τοὺς ἐπιχωριάζοντας ξένους διὰ τὸν τρόπον τῶν κατοικούντων. Εἰ δέ τις πόλιν οἰκῶν εὐνομωτάτην, οἵα ἡ Κωνσταντίνου, ἐν ᾗ πάντες εἰσὶ ξενοδόχοι, περισσῶς τάχα τις τῶν πρεσβυτέρων τὴν τοῦ λόγου καταλείψας διακονίαν, βρεβίοις σχολάζων ὀψωνίων, οὗτος λέληθεν ἑαυτὸν, κάπηλον ἀντὶ διδασκάλου νομίζων, τῇ ὑδαρότητι τῶν λογισμῶν τὴν ἄκρατον ἐξαφανίζων γνῶσιν, τὸν προφητικὸν καρπούμενος ὄνειδον· Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ὅσον γὰρ διαφέρει τοῖς ἀτονοῦσιν ὕδατος ὁ οἶνος, τοσοῦτον ὑπερβάλλει ξενοδοχίας διδασκαλία. Ἡ μὲν γὰρ ὠφελεῖ τοὺς κατ' αὐτὸν, ἡ δὲ καὶ τοὺς μετ' αὐτόν· καὶ ἡ μὲν τοὺς παρόντας μόνον κερδαίνει, ἡ δὲ καὶ τοὺς ἀπόντας· τοὺς παρόντας μὲν διὰ τῆς γλώσσης, τοὺς ἀπόντας δὲ διὰ τῶν γραφομένων. Οἷος ἦν ἐν σαρκὶ ὁ Σωτὴρ, θρέψας μὲν τοῖς ἄρτοις πεντακισχιλίους, οὐκ ἐν πόλει, ἀλλ' ἐν ἐρήμῳ, διδάξας δὲ καὶ τοὺς παρόντας διὰ τῆς γλώσσης, σώσας δὲ τὴν οἰκουμένην διὰ τῶν γεγραμμένων Εὐαγγελίων. Τοιοῦτον γὰρ οἱ λόγοι μάλιστα τῶν πνευματοφόρων. Καὶ μὴ θαυμάσῃς, Θεόδωρε, εἴ τις πεινῶντα βρωμάτων ἐμπλήσῃ, ἀλλ' εἴ τίς τινος ἀγνοίας τὴν ψυχὴν ἀπαλλάξῃ. Ὁ μὲν γὰρ τὴν γαστέρα χορτάζων ἢ δωρεᾷ, ἢ ἀργυρίου, ἢ δι' ἄρτου, ἢ διὰ λαχάνων, εὐκόλως εὑρίσκεται τὴν χρείαν παρέχων· ὁ δὲ τοῦ λόγου τροφεὺς σπανίως μὲν εὑρίσκεται, εὑρεθεὶς δὲ, ἢ οὐ πιστεύεται, ἢ μόλις πιστεύεται, τῶν πονηρῶν πνευμάτων ἀεὶ ἀντιπραττόντων τῇ τῶν ψυχῶν σωτηρίᾳ. Τοῦτον τὸν τοῦ λόγου τῆς διδασκαλίας λιμὸν ἐν εἴδει τιμωρίας ἀπειλῶν ἐπάγειν ὁ Δεσπότης Θεὸς, ἔλεγε τῷ προφήτῃ· Ἐπάξω ἐπ' αὐτοὺς λιμὸν, οὐ λιμὸν ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ περὶ μὲν τοῦ αἰσθητοῦ λιμοῦ, ἔστιν ἐγκαταλείψαντα τὴν ἐνδεομένην πόλιν ἢ χώραν, ἐν ἄλλῃ σωθῆναι· ὥσπερ οι ἅγιοι πατριάρχαι ἀπὸ Παλαιστίνης εἰς Αἴγυπτον κατιόντες· περὶ δὲ τοῦ κατὰ νοῦν λιμοῦ, ὃς οὐκ ἄλλοθεν ἐπισυμβαίνει ταῖς Ἐκκλησίαις ἢ δι' ἀπορίαν τῶν διδασκάλων, πάλιν ἔλεγεν ἕτερος προφήτης· Περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὑρήσωσιν. Τί γὰρ ἀγαθὸν οὐ φύεται ἀπὸ διδασκαλίας; τί δὲ ἄκαιρον οὐκ ἐφευρίσκεται ἀπὸ ἀκαίρου τροφῆς ἢ συμποσίου; νόσοι, μάχαι, ὕβρεις αἱ ὑπὸ γαστέρα, καὶ τὰ τούτων ἑξῆς. Πότε ἡ Εὔα ἐκβέβληται τοῦ παραδείσου; οὐχ ὅτε τοῦ ὄφεως ἤκουσε φαγοῦσα τοῦ ξύλου, μὴ ἀρκεσθεῖσα τῇ τεταγμένῃ τροφῇ; Πότε Κάϊν τὸ τῆς ἀδελφοκτονίας εἰργάσατο μίασμα; οὐχ ὅτε τῶν ἀπαρχῶν ἀπεγεύσατο πρῶτος, τῇ ἑαυτοῦ λαιμαργίᾳ τὰ πρωτεῖα φυλάξας; Πότε τὰ τέκνα τοῦ Ἰὼβ αὐτοσχέδιον τάφον τὴν τράπεζαν εὕραντο; οὐχ ὅτε ἤσθιον καὶ ἔπινον; Πότε ὁ Ἠσαῦ εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφείῳ; Πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων παρὰ τὸν νόμον ἔφαγεν; Πότε δὲ ὁ λαὸς τοῦ Ἰσραὴλ τὸν Θεὸν παρώξυνεν; οὐχ ὅτε τῆς Αἰγυπτιακῆς ἐπεθύμει τραπέζης, κρέα καὶ λέβητας ἐπιζητῶν παρὰ τοῦ διδασκάλου; Ὀφνὶ καὶ Φινεὲς οἱ υἱοὶ τοῦ Ἠλὶ διὰ τί ἐθανατώθησαν ἐν ὥρᾳ μιᾷ ἐν τῷ πολέμῳ; οὐχ ὅτι ἥρπαζον ταῖς κρεάγραις ἀπὸ τῶν λεβήτων τὰ κρέατα τὰ ὄντα τῆς θυσίας; Ἰακὼβ δὲ ὁ ψεκτὸς, διὰ τί ἀπελάκτισεν; οὐκ ἐπειδὴ ἐνεπλήσθη, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη; Πότε δὲ Σο-
desert inhabiting a city, reasonably welcomed visiting strangers because of the manner of its inhabitants. Yet if anyone inhabiting a most well-governed city, such as Constantine's, in which all are hosts to strangers, perchance one of the presbyters superfluously leaving behind the ministry of the word, devoting himself to account-lists of provisions, this man has escaped his own notice, deeming himself a huckster instead of a teacher, blotting out unmixed knowledge by the wateriness of his thoughts, reaping the prophetic reproach: Your hucksters mix wine with water. For by as much as wine excels water for the infirm, by so much does teaching surpass entertaining strangers. For the one benefits those of one's own time, while the other also those after him; and the one gains only those present, while the other also those absent: those present through the tongue, and those absent through writings. Such was the Saviour in the flesh, having nourished five thousand with loaves, not in a city, but in a desert, and having taught those present through the tongue, and saved the inhabited world through the written Gospels. For such above all are the discourses of the Spirit-bearers. And do not marvel, Theodore, if anyone fills a hungry man with food, but if anyone frees someone's soul from ignorance. For he who satisfies the belly either freely, or with silver, or with bread, or with herbs, is easily found supplying the need; whereas the nourisher by the word is rarely found, and when found, is either not believed or scarcely believed, evil spirits ever working against the salvation of souls. Threatening to bring on this famine of the word of teaching by way of punishment, the Master God said to the prophet: I will bring a famine upon them, not a famine of bread and water, but a famine of hearing the word of the Lord. And as for sensible famine, it is possible by leaving behind the needy city or region to be saved in another, just as the holy patriarchs going down from Palestine into Egypt; but as for famine of the mind, which befalls the Churches from nowhere else than from scarcity of teachers, again another prophet said: They shall run round from east to west seeking the word of the Lord, and shall by no means find it. For what good does not spring from teaching? And what unseasonable thing is not devised from unseasonable nourishment or banqueting? Diseases, battles, outrages below the belly, and what follows these. When was Eve cast out of paradise? Was it not when she obeyed the serpent, having eaten of the tree, not content with the appointed food? When did Cain work the pollution of fratricide? Was it not when he tasted first of the firstfruits, keeping the first share for his own gluttony? When did Job's children find the table an improvised grave? Was it not when they were eating and drinking? When did Esau fall from his blessing? Was it not when he served his belly, deceived by mess of food? When did Saul fall from his kingship? Was it not when he ate the fairest of the sheep contrary to the law? And when did the people of Israel provoke God? Was it not when they lusted after the Egyptian table, demanding meats and cauldrons from their teacher? Why were Hophni and Phinehas the sons of Eli put to death in a single hour in the war? Was it not because with flesh-hooks they snatched from the cauldrons the meats belonging to the sacrifice? And why did Jacob the blameworthy kick? Was it not because he was filled, and grew sleek, and grew fat, and grew broad? And when did the So-
Notes, col. 41

On the reading

Printed οι, for οἱ.

PG 47:42Read from the page
δομῖται παρὰ φύσιν ἐξοίστρησαν; οὐχ ὅτε συνεχέσι συμποσίοις τὴν γνώμην παρέφθειραν, ὑπὸ τοῦ Ἐζεκιὴλ ἐφ' ὕβρει μνημονευόμενοι λέγοντος· Ἐν εὐθηνίᾳ οἴνου καὶ πλησμονῇ ἄρτου ἐσπατάλων αὐτοὶ, τουτέστιν ἡ πόλις, καὶ αι θυγατέρες αὐτῆς, τουτέστιν αἱ κῶμαι, τὸν νόμον ἀεὶ τῆς πόλεως ἔχουσαι; Ὁ τῆς σωφροσύνης δὲ λογισμὸς πότε παρείθη τοῦ παλαιοῦ λαοῦ; οὐχ ὅτε ὁμοίως κατεγήρασαν ἐπὶ στιβάδων; τοῦ προφήτου σχετλιάζοντος· Οι ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μόσχους ἐκ βουκολίων γαλαθηνοὺς, πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ οὐδὲν ἔπασχον ἐπὶ τῇ συντριβῇ Ἰωσήφ. Τίσι τὸν ταλανισμὸν ὁ Ἡσαΐας ἐπήγαγεν; οὐχὶ τοῖς ἐν συμποσίοις ὀρθρίζουσιν; οὕτως λέγων· Οὐαὶ, οι ἐγειρόμενοι τὸ πρωΐ, καὶ τὸ σίκερα διώκοντες, οι μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος συγκαύσει αὐτούς· μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν. Πότε οἱ ἱερεῖς τοῦ Βὴλ ὑπὸ τοῦ Δανιὴλ κατησχύνθησαν; οὐχ ὅτε ἡ σποδὸς αὐτοὺς ἤλεγξε διὰ βρωμάτων ἢ πομάτων θηρεύσασα; Καὶ τί δεῖ με λέγειν περὶ τῶν τὴν πλατεῖαν βαδίζειν ἑλαμένων, καὶ τὴν στενὴν λοιδορούντων; Ἀρκεῖ μοι ὁ σωτήριος λόγος πρὸς ἔλεγχον τῶν κνισσοδιωκτῶν· ὅπου τὸν ἀνώνυμον πλούσιον, λαμπρῶς καθ' ἡμέραν εὐφραινόμενον ἐν τῷ παρόντι βίῳ, δείκνυσι ψιχίων καὶ ῥανίδος τοῦ πένητος Λαζάρου ἐπιποθοῦντα καὶ ἀστοχοῦντα. Ἴδωμεν δὲ καὶ τὸν χορὸν τῶν πάλαι ἁγίων, καὶ μάθωμεν ὅλως ποίῳ χαρακτῆρι τῆς διδασκαλίας ἐχρήσαντο, τῷ διὰ βίου σεμνοῦ καὶ λόγου εὐθοῦς, ἢ τῷ διὰ συμποσίων καὶ εὐωχίας. Πρῶτος ὁ Ἐνὼχ πίστει μετετέθη, ἢ συμποσίῳ; Εἶτα ὁ Νῶε τὸ τῆς οἰκουμένης γένος πίστει διέσωσεν ἐν τῷ ξύλῳ, ὅτε ὁ περίγειος ἐκαθαρίζετο κόσμος ἀπὸ τῆς τῶν συμποσίων καὶ ἀκαθάρτων ἔργων συνεχείας, ἢ τῇ νηστείᾳ καὶ προσευχαῖς; οὐχ ἵνα μικρὸν ἀπὸ τοῦ τοσούτου κλύδωνος πόματι ἀνεθῇ, ἀσχημοσύνην αὐτοῦ, καὶ οὐ κλέος, κηρύσσουσιν αἱ Γραφαί; Ὁ μακάριος Ἀβραὰμ τῶν πέντε βασιλέων τῶν ἐν Σοδόμοις πίστει καὶ δικαιοσύνῃ περιεγένετο, ἢ βρώμασι καὶ πόμασι, τὸν Λὼτ ἀνακαλεσάμενος; Καὶ ὁ Θεόδωρος εἶπεν· Ει τὸν Ἀβραὰμ ἄγεις εἰς μέσον, οὐκοῦν ἄκουσον καὶ παρ' ἐμοῦ· λέξει σοι γὰρ ὁ τυχὼν, ὅτι τοῦ μὲν πολέμου πίστει περιεγένετο, τὸν δὲ Θεὸν διὰ τραπέζης ἐθήρευσεν, ὡς προλαβὼν αὐτὸς ὑφηγήσω. Ὁ ἘΠΙΣΚ. Βαβαί! ἐπεὶ ὁ Ἀβραὰμ τραπέζῃ τὸν Θεὸν ἐθήρευσεν, οὐκοῦν πάντες καταλείψαντες τὴν πίστιν καὶ τὰς λοιπὰς ἀρετὰς, τὰ συμπόσια φιλοκαλήσωμεν; οὐδὲν διαφέροντες καπήλων ἢ πανδοχέων τῶν τὰς λεωφόρους δι' αὐτὸ τοῦτο ἐπιτειχισάντων ἕνεκα κέρδους. Καὶ αἱ παρθένοι τοίνυν αἱ ἀγωνιζόμεναι ἅγιαι εἶναι σώματι καὶ πνεύματι εἰς δόξαν Θεοῦ, ἐπειδὴ Μαρία τὸν Χριστὸν ἐγέννησε, καὶ αὗται γεννησάτωσαν· εἰ γὰρ οὕτως ποιήσουσιν, οὐδὲν τῶν ἑταιρίδων διαλλάσσουσιν. Ει γὰρ οι διδάσκαλοι διὰ τὸν Ἀβραὰμ τὰ τῶν τραπεζῶν εὐτρεπίζουσιν, καὶ αἱ παρθένοι διὰ τὴν Μαρίαν γεννάτωσαν. Ἄπαγε, τιμιώτατε, τὰ καλῶς κατὰ τὸν οἰκεῖον καιρὸν γεγενημένα ἢ γινόμενα μὴ ὑβρίζωμεν· ἑκάστου γὰρ τὸ συνειδὸς ἐὰν βούληται, τὸ συμφέρον ὑπαγορεύει. Εἶτα ὁ παλαιστὴς Ἰακὼβ ἀσκήσει τὰ τοῦ Λάβαν ἀφείλατο ἢ συμποσιαρχίᾳ; ὁ
domites break out into frenzy contrary to nature? Was it not when by continual banquets they corrupted their judgement, being recorded for outrage by Ezekiel who says: In abundance of wine and fulness of bread they lived wantonly themselves, that is the city, and its daughters, that is the villages, always holding the custom of the city? And when was the reasoning of temperance slackened in the ancient people? Was it not when in like manner they grew old upon couches, as the prophet laments: Those who eat kids out of flocks, and suckling calves out of herds, drinking strained wine and anointing themselves with the chief ointments, rioting upon their beds, and they suffered nothing at the ruin of Joseph? Upon whom did Isaiah bring the woe? Was it not upon those rising at dawn in banquets, speaking thus: Woe, those rising early in the morning and pursuing strong drink, those tarrying until late; for wine shall inflame them; for with harp and psaltery they drink wine, while they look not upon the works of the Lord? When were the priests of Bel put to shame by Daniel? Was it not when the ashes convicted them, catching them through meats or drinks? And what need is there for me to speak concerning those who chose to walk the broad way and revile the narrow? The saving word suffices me for the reproof of savour-chasers; where it shows the nameless rich man, making merry splendidly day by day in the present life, longing for and missing crumbs and a drop from the poor man Lazarus. And let us also behold the choir of the saints of old, and learn altogether what stamp of teaching they used: whether that through dignified life and upright speech, or that through banquets and feasting. First, was Enoch translated by faith, or by a banquet? Next, did Noah preserve the race of the inhabited world in the ark by faith, when the earthly world was cleansed from the continuance of banquets and unclean works, or by fasting and prayers? When he sought to be relieved a little by drink from so great a surge, do not the Scriptures proclaim his unseemliness, and not his renown? Did the blessed Abraham overcome the five kings in Sodom by faith and righteousness, or by meats and drinks, recovering Lot? And Theodore said: If you bring Abraham into the midst, hear then from me also; for anyone will tell you that he overcame the war by faith, yet captured God through a table, as you yourself previously set forth. The Bishop. Strange! since Abraham captured God by a table, shall we all then leave behind faith and the remaining virtues and cultivate banquets, differing in nothing from hucksters or innkeepers who wall off the highways for this very thing for the sake of gain? Then let the virgins also who strive to be holy in body and spirit to the glory of God, since Mary bore Christ, give birth themselves also; for if they do thus, they differ in nothing from courtesans. For if the teachers prepare tables on account of Abraham, let the virgins also give birth on account of Mary. Away with that, most honoured friend; let us not insult things nobly done or being done in their proper season; for each man's conscience, if it wishes, dictates what is profitable. Next, did Jacob the wrestler take away Laban's goods by ascetic toil or by presiding at banquets; who
Notes, col. 42

On the reading

Printed αι, for αἱ.

Printed Οι, for Οἱ.

Printed οι, for οἱ.

Printed ἑλαμένων, for ἑλομένων.

Printed Ει, for Εἰ.

PG 47:43Read from the page
λέγων· Ἐγενόμην τοῖς καύμασι συγκαιόμενος καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ἀπ' ἐμοῦ ὁ ὕπνος· καὶ οὐδὲν πλέον αἰτῶν ἐν τῇ προσευχῇ ἢ ἄρτον καὶ ἱμάτιον, λέγων· Ἐὰν δῷς μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι. Οὐκ εἶπε, τραπέζαις καταναλώσω. Ὁ τοῦ Θεοῦ ὑποφήτης καὶ πιστὸς θεράπων Μωϋσῆς ἐκεῖνος ποίαν τράπεζαν εὐτρεπίσας ἐξεκκλησίασε τὸν λαὸν ἐν τῷ ὄρει; τίνας δὲ κρατῆρας πομάτων εἶχεν; ὁ πέτραν ῥάβδῳ ἀμέλξας διὰ τὴν τοῦ λαοῦ ἀπιστίαν, ὁ ἑξακοσίων χιλιάδων ἀφηγητὴς, πυξία νόμου ἐβάσταζεν εἰς διόρθωσιν τοῦ λαοῦ, ἢ φιάλας ἀεροφανεῖς, ὑστέρας τε χοίρων, καὶ ὄρνεις ἐκ Φάσιδος, καὶ ἰχθὺν ἐκ πελάγους, καὶ οἶνον διυλισμένον ἐκ Τύρου, καὶ ἄρτους πλυτοὺς προβαλλόμενος τοῖς παιδευομένοις, ἢ λόγον; Ὁ ΔΙΑΚ. Ἀλλ' ἀνθυποίσει σοί τις πρὸς ταῦτα, Πάτερ· Κἀμοὶ δὸς μάννα κἀκεῖνο τὸ ὕδωρ, καὶ οὐδὲν ἐπιζητῶ πλέον. Ὁ ἘΠΙΣΚ. Καὶ τίς οὕτως ἀργαλέος, ἵνα προκρίνῃ τῆς πνευματικῆς διδασκαλίας μάννα αἰσθητὸν καὶ ὕδωρ ῥευστόν; Εἶτα Σαμουὴλ ὁ διδάσκαλος τοῦ λαοῦ ἐπὶ εἴκοσι καὶ πέντε ἔτη ἐν Ἀρμαθὲμ ἡσυχάσας, τίνα ποτὲ τραπέζῃ τῶν εἰδώλων ἀπέστησε καὶ οὐ λόγῳ; Πότε δὲ ὁ βασιλεὺς ὁμοῦ καὶ προφήτης καὶ ψαλμῳδὸς τρυφῆς ἐστήσατο τράπεζαν; ὁ λέγων, ὅτι Σποδὸν, ὡσεὶ ἄρτον, ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Ὁ τῆς οἰκουμενικῆς νηστείας δημιουργὸς τρία ἔτη καὶ μῆνας ἓξ ἀσιτίαν ἀκουσίως τοὺς γαστριμάργους παρασκευάσας. ποίᾳ τραπέζῃ τῆς ἁμαρτίας ἀπήλλαξεν, ὁ Θεσβίτης Ἠλίας; τίνας δὲ καὶ ὀψοποιοὺς εἶχεν; οὐχὶ διὰ κοράκων τὴν ἐπιούσιον ἐδέχετο μᾶζαν; Ὁ σοφὸς Δανιὴλ καὶ τῶν μελλόντων αὐτόπτης, ποίᾳ τραπέζῃ τοὺς Ἀσσυρίους ἐπαίδευσεν; οὐχὶ νηστείᾳ καὶ προσευχῇ τὸν δράκοντα ὤλεσε, καὶ τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς λέοντας ἐφίμωσε, καὶ τὸν βασιλέα ἔπεισε τοὺς πατρῴους θεοὺς ἀπαρνήσασθαι ὁμολογίᾳ τοῦ ὄντως ὄντος Θεοῦ; Τίσι τραπέζαις, ποίᾳ δὲ χρηστοφαγίᾳ ἐχρήσατο ὁ χορὸς τῶν λοιπῶν προφητῶν ἢ ἀποστόλων; οὐκ ἦσαν διδάσκαλοι; οὐ τὴν ὑπουράνιον ἐπιστεύθησαν; οὐ τούτων ἐσμὲν διάδοχοι; οὐ μιμητὰς ἡμᾶς τούτων εἶναι βούλεται ὁ λόγος; προσέχοντας τοῖς τρόποις, καθὼς ὁ Παῦλος διδάσκει λέγων· Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ποῖα μελίπηκτα εἶχεν ἐν τῇ ἐρήμῳ ὁ κῆρυξ τῆς μετανοίας ὁ Βαπτιστὴς Ἰωάννης, ὁ τοῖς προσερχομένοις οὐ μόνον εὐτρεπίσας ἄριστα, ἀλλὰ καὶ αὐτὴν τὴν συντυχίαν πικρὰν μετ' ἐπιπλήξεως παρέχων; Οὐ μόνον γὰρ δριμεῖ τῷ βλέμματι τὸ μεμολυσμένον συνειδὸς αὐτῶν σείων, ἀλλὰ καὶ αὐτῷ τῷ σχήματι, πολλῷ δὲ μᾶλλον καθάπερ ξίφει τῷ λόγῳ τὰ τῶν ψυχῶν ἀποστήματα τέμνων· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ μόνῳ τῷ βαπτίσματι ἐπερείδεσθε, ἢ τῷ τέκνα εἶναι τοῦ Ἀβραάμ. Τί δαὶ ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ τῆς περιτομῆς καταλυτὴς, ἵνα περιτομὴν πίστεως στήσῃ, τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος; ὅλως εὑρίσκεται σχολὴν ἄγων τραπέζης, ὁ πάντων μᾶλλον χρεώστης τούτου, καὶ ὀφείλων ὡς ἔθνεσιν ἀπίστοις πρότερον τὴν διὰ τραπέζης ποιεῖσθαι σχέσιν; Τί δαὶ καὶ γράφει τῷ Τιμοθέῳ ἐπισκόπῳ Ἐφέσου; Πρόσεχε τῇ τῆς τραπέζης φιλοτιμίᾳ ἢ τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδα-
saying: "I was consumed by the heat, and by the frost of the night, and sleep departed from me"; and asking for nothing more in prayer than bread and raiment, saying: "If Thou wilt give me bread to eat and raiment to put on, of all that Thou shalt give me, I will surely render a tithe of them to Thee." He did not say: "I will lavish them upon banqueting-tables." That interpreter of God and faithful servant Moses—what sort of table did he prepare when he gathered the people in assembly upon the mountain? And what mixing-bowls of drinks did he possess? He who milked the rock with his rod on account of the people's unbelief, the leader of six hundred thousand, carried tablets of the Law for the correction of the people—or was he setting before those being instructed transparent goblets, and sows' wombs, and birds from Phasis, and fish from the open sea, and strained wine from Tyre, and finely-washed loaves, rather than the word? The Deacon: Yet someone will retort to you in reply to these things, Father: "Give me also manna and that water, and I seek nothing more." The Bishop: And who is so perverse as to prefer perceptible manna and flowing water to spiritual teaching? Then Samuel, the teacher of the people, after living quietly for twenty-five years in Armathem—whom did he ever turn away from idols by a banqueting-table rather than by the word? And when did he who was at once king and prophet and psalmist set up a table of luxury—he who said: "I ate ashes like bread, and mingled my drink with weeping"? By what table did Elijah the Tishbite, the author of the universal fast, who procured three years and six months of abstinence for the gluttons against their will, deliver them from sin? And what cooks did he possess? Did he not receive his daily barley-cake through ravens? By what table did the wise Daniel, an eyewitness also of things to come, instruct the Assyrians? Did he not by fasting and prayer destroy the dragon, and overthrow Bel, and muzzle the lions, and persuade the king to renounce his ancestral gods by the confession of the God Who truly is? What tables and what fine fare did the choir of the remaining prophets or apostles employ? Were they not teachers? Were they not entrusted with the world under heaven? Are we not their successors? Does not the word will us to be imitators of them, attending to their ways, as Paul teaches, saying: "Contemplating the outcome of whose way of life, imitate their faith"? What honey-cakes in the wilderness had John the Baptist, the herald of repentance, who for those coming to him not only prepared [no] luncheons, but even rendered the very encounter bitter with rebuke? For not only by his piercing gaze did he shake their defiled conscience, but also by his very garb, and much more did he cut away the abscesses of their souls with the word as with a sword: "Offspring of vipers, who showed you how to flee from the wrath to come? Produce therefore fruits worthy of repentance, and do not rely on baptism alone, or on being children of Abraham." And what of Paul, the teacher of the Gentiles, the abolisher of circumcision that he might establish the circumcision of faith, the vessel of election? Is he found at all devoting leisure to the table—he who more than all men was a debtor to this, and who ought first to have formed a bond through the table with them as unbelieving Gentiles? And what does he write to Timothy, bishop of Ephesus? "Attend to the lavishness of the table," or "to reading, to exhortation, to teach-"
PG 47:44Read from the page
σπαλίᾳ; ἐν οἷς μάλιστα ἄοκνος ἦν καὶ εὔτονος ὁ μακάριος Ἰωάννης· Ἀκαίρως, εὐκαίρως ἐπίστηθι, λέγων· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· μηδενὸς αὐτῷ ἐπισκήπτοντος, ὅτι δύο μὲν τὰ πικρὰ καὶ ἓν τὸ προσηνὲς, ἴσως κἀκεῖνο μετὰ φειδωλίας ἐπάγοντος. Τὸ δὲ, Ἔλεγξον, ἐπιτίμησον, πικρῶν ὄντων σφοδρῶς, ἐν τῷ παρακάλεσον, καὶ οὐ κολάκευσον· ὅπερ ἐπιστημονικῶς γινόμενον, πικρότερόν ἐστι τοῖς φιληδόνοις καὶ ἀναπεπτωκόσι φορτικωτέρων εὑρισκομένων τῶν ἐλέγχων. Ἐκεῖ μὲν γὰρ ἴσως ὑπό τινος θυμοῦ ἀντιβαίνουσα ἡ ψυχὴ, ἀναισθήτως ἔχει πρὸς τὰ λεγόμενα τοῦ ἐλέγχου· ἐνταῦθα δὲ ἡσύχως καὶ κατὰ μικρὸν τοῖς ἐπιεικέσι μετὰ τῆς ἀληθείας λόγοις αἰσθητικῶς ὡς ὑπὸ πυρὸς μαλακοῦ καιομένη διαπρίεται. Τί δὲ καὶ ὑπομιμνήσκει αὐτόν; τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἢ τὰ τῶν θλίψεων σεμνολογήματα; λέγων· Σὺ γὰρ παρηκολούθηκάς μου τῇ ἀγωγῇ, ὅπως διετέθην τῇ προθέσει τοῦ πάντα εἰς δόξαν Θεοῦ ποιεῖν τοῖς διωγμοῖς. Ἐπὶ τοῖς ἐλέγχοις τῆς πλάνης μή που τραπέζης μνεία; Τίτῳ δὲ πάλιν τῷ ἐπισκόπῳ Κρήτης ἴδωμεν τί ἐπιστέλλει· περὶ βρωμάτων καὶ πομάτων, ἢ περὶ ἐλέγχων καὶ διδασκαλίας; λέγων· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπανορθώσῃς καὶ πείσῃς αὐτοὺς μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, ἐπιφέρων καὶ τῶν ἐλέγχων τὸν τρόπον· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Εἰπάτωσαν ἡμῖν οἱ κοιλιολάτραι καὶ τραπεζογέγαντες καὶ γυναικοϊέρακες, οἱ τὴν Ἰωάννου ἄσκησιν μεμφόμενοι, ἐμπερινοστήσαντες Παλαιὰν καὶ Καινὴν Διαθήκην, ποῦ εὗρον ἐν ἐπαίνῳ συμπόσιον, εἰ μή που πρὸς ἀλλοφύλους, καὶ τοῦτο διὰ τὴν τῆς εἰρήνης σπεῖσιν τῷ τῆς τραπέζης νόμῳ θηρίων τε καὶ βαρβάρων τιθασσευομένων; Πότε δὲ τὰ συμπόσια ὑπόθεσις ἁμαρτίας οὐ γέγονεν; Τί δὲ λέγω, ἁμαρτίας; τάχα δὲ καὶ τῆς μείζονος εἰδωλολατρείας καὶ ἀδελφοκτονίας, καθὼς γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἦν δὲ τὸ παίγνιον μέθης ἔκγονον. Δεῦτε, ποιήσωμεν θεοὺς, οἵτινες προπορεύσονται ἡμῶν. Οἱ γὰρ σεισμὸν ὑποστάντες δι' οἴνου, κινητοὺς θεοὺς ἐπεζήτουν, τὸν ἄσειστον καὶ πάντα πληροῦντα ἄνευ τοῦ βαδίζειν ἀφέντες. Τί δαὶ λέγει ὁ προφήτης; Χείλη ἱερέως μελετήσωσι συμπόσια, ὅτι δεῖπνα καὶ ἄριστα ἐκζητήσουσιν ἀπ' αὐτοῦ; ἢ ὅτι Χείλη ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν; ὅτι ἄγγελος Κυρίου ἐστὶ, καὶ οὐ μάγειρος. Καὶ ὁ ἐν Χαλάνῃ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου, ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου, ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρπώσατο; Εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν, ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς, κατ' αὐτοῦ ἐν συμποσίῳ τὸν φθόνον ἐτεκταίνοντο; Τὴν τοῦ Βαπτιστοῦ Ἰωάννου κεφαλὴν ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας, ἢ ἐν συμποσίῳ ἀνομίας; Ὁ μακάριος Παῦλος πίνων καὶ τρώγων παρέτεινεν ἕως μεσονυκτίου τὸν λόγον, ἢ ἀσιτῶν καὶ διδάσκων, καὶ τοὺς τὸν Θεὸν ἀγνοοῦντας εἰς πίστιν ἄγων; Αὐτὸς ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχισοφιστὴς Ἰησοῦς ὁ Χριστὸς, ὁ τῆς ἀνθρωπίνης πλάνης διορθωτὴς, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ πάσχα, ὃ ἦν μυστηρίων ἐκπλήρωσις; Τί δαὶ καὶ με-
ching"? In which things blessed John was especially untiring and vigorous: "Be instant out of season, in season," he says; "reprove, rebuke, exhort"—with no one enjoining upon him why two of them are bitter and only one gentle, perhaps applying even that one sparingly. Yet the words "Reprove, rebuke," though vehemently bitter, lie within "exhort," and not "flatter"; which, when done with skilful art, is more bitter to lovers of pleasure and the prostrate than when reproofs are found more harsh. For there, perhaps, the soul, resisting out of some anger, is insensible towards the words of reproof; whereas here, quietly and little by little, burned sensibly as by a gentle fire through mild words accompanied by truth, it is cut to the heart. And of what does he remind him? Of banquets and feastings, or of the venerable discourses of afflictions? Saying: "For you have followed my way of life, how I was disposed in the purpose of doing all things to the glory of God [in] persecutions." In the reproofs of error, is there anywhere mention of a table? And again, let us see what he writes to Titus, the bishop of Crete: is it concerning foods and drinks, or concerning reproofs and teaching? He says: "For this reason I left you in Crete, that you might set in order the things that are lacking and persuade them not to teach different doctrine, nor to pay heed to myths and endless genealogies," adding also the manner of reproofs: "Cretans are always liars, evil beasts, lazy bellies." Let the belly-worshippers and table-giants and woman-hawks, who blame John's ascetic practice, tell us, after traversing the Old and New Testament, where they found a banquet set in praise—unless perchance towards foreigners, and that on account of a truce of peace, wild beasts and barbarians being tamed by the law of the table? And when have banquets not become an occasion of sin? Why do I say of sin? Perhaps even of the greater idolatry and fratricide, as it is written: "The people sat down to eat and to drink, and rose up to play." And their play was the offspring of drunkenness: "Come, let us make gods who shall go before us." For those who had suffered a tremor through wine sought movable gods, forsaking Him Who is unshakable and fills all things without walking. And what does the prophet say? "Let the lips of a priest meditate upon banquets, because men will seek suppers and luncheons from him"? Or "The lips of a priest shall guard the law, and men shall seek the word from his mouth"? For he is the messenger of the Lord, and not a cook. And when was that tower in Chalane built? Before wine, or after wine? Was it not after wine, when Noah, having planted the vine, first reaped reproach? If so it stands, it was not on account of drinking or planting, but on account of immoderation. When was Joseph sold by his brothers? When they were shepherding the sheep, busied with them, or when, slaughtering the finest ones and eating at leisure, they contrived envy against him at a banquet? Where did they hand over the head of John the Baptist upon a platter to the little harlot? In an assembly of wisdom, or at a banquet of iniquity? Did blessed Paul prolong his discourse until midnight while drinking and eating, or while fasting and teaching, and leading those ignorant of God to faith? And where is Jesus Christ Himself, the chief Shepherd and chief Teacher and chief Master of wisdom, the Corrector of human error, found eating in a city except at the Passover, which was the fulfilment of mysteries? And what to the anx-
Notes, col. 44

On the reading

Printed σπαλίᾳ, for σκαλίᾳ.

Printed τραπεζογέγαντες, for τραπεζογίγαντες.

PG 47:45Read from the page
ριμνῶσι τοῖς μαθηταῖς εὑρίσκεται λέγων, περὶ βρωμάτων ἢ περὶ ἀναγνωσμάτων; Ἐργάζεσθε, λέγων, μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν. Λεγέτω τοίνυν μετὰ τοῦ Κυρίου καὶ ὁ καλὸς Ἰωάννης· Ἐμὸν συμπόσιόν ἐστιν ἡ τοῦ λόγου διδασκαλία καὶ διανομὴ, εἰς ἣν καὶ ἐξελέχθην εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν, οὔτε ἐὰν μὴ φάγωμεν· ἐθνικῶν γὰρ ἡ συνήθεια αὕτη, τὸ τραπέζαις ἀπατᾷν τοὺς ὑπ' αὐτῶν δελεαζομένους, λόγῳ πείθειν μὴ δυναμένων τῶν λεγόντων· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Πρὸς οὓς ὁ Ἀπόστολος πληκτικώτερον τὴν διόρθωσιν ἐπάγει λέγων· Μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· ὁμιλίας λέγων κακὰς τὰς περὶ τὰ τοιαῦτα ἑλισσομένας λέξεις.
ious disciples is He found speaking—concerning foods or concerning readings? "Labour," He says, "not for the food that perishes, but for that which endures." Let noble John also say, therefore, with the Lord: "My banquet is the teaching and distribution of the word, unto which I was also chosen for the salvation of the people." For food does not commend us to God, neither if we eat, nor if we do not eat; for this is the custom of the Gentiles: to deceive by tables those enticed by them, when those who say, "Let us eat and drink, for tomorrow we die," are unable to persuade by reason. To whom the Apostle applies correction all the more sharply, saying: "Be not deceived: bad conversations corrupt good morals"—calling bad conversations the discourses that revolve around such things.
ΚΕΦ. ΙΓʹ. — Ὁ ΔΙΑΚ. Γνησίως μὲν καὶ πολυμαθῶς εἴρηκας τὰ εἰρημένα, καὶ οὕτως ἔχει. Οὐαὶ γὰρ τῷ λέγοντι τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ! οὐαὶ τῷ τιθέντι τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος! Λέξει δέ τις, ὅτι Οὔτε ἡμεῖς τοῦτο λέγομεν εἶναι αὐτὸν ἔκδοτον ταῖς τοιαύταις τραπέζαις. Ἡ γὰρ ἄμετρος φιλοτιμία φιληδονίας ὑπόθεσις, καὶ ἡ εἰς ἄγαν ἀπόκλεισις ὄκνου καὶ μικρολογίας ἀπόδειξις. Ἐδύνατο γὰρ κἂν μόνους ἐπισκόπους καλεῖν, καὶ τούτων μάλιστα τοὺς εὐσεβεστέρους· ἢ εἰ μὴ τούτους, κἂν τὸν ἴδιον κλῆρον, μιμούμενος τὸν Δεσπότην ἐσθίοντα μετὰ τῶν δώδεκα ἀποστόλων. Ὁ ἘΠΙΣΚ. Συνεκτικώτατα ἀνθυπήνεγκας, φιλαληθέστατε τῶν ἀνδρῶν, εἴ γε ἠνείχοντο οἱ κληρικοὶ συναριστεῖν τῷ Ἰωάννῃ, παρ' ὥραν ἢ παρ' ἡμέραν ἐσθίοντες· οἱ δὲ ὡς τάχιστα μετὰ πολλῆς τῆς παρασκευῆς πολυτέλειαν ἐπεζήτουν. Ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων ἀκρασίᾳ προσαναλῶσαι. Ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν τὸν παιδευτὴν τοὺς παιδευομένους, ἢ τοὺς ἀῤῥώστους τὸν ἰατρὸν, ἢ τοὺς ἐπιβάτας τὸν κυβερνήτην, ἀεὶ τοῦ ἰατροῦ τοὺς νοσοῦντας ὑγιάζοντος, καὶ τοῦ διδάσκοντος τοὺς παιδευομένους ἐπανορθοῦντος, καὶ τοῦ κυβερνήτου τοῖς ἐμπλέουσι τὸ συμφέρον μνηστευομένου; Καὶ ἰατρῷ μὲν καὶ κυβερνήτῃ πειθόμενοι οἱ ὑπ' αὐτοὺς διὰ φιλοζωΐαν πᾶσαν ὀδύνην καὶ ἐπάχθειαν φέρουσι, παρ' οἷς καὶ τὸ ἐπιτυχεῖν ἄδηλον· διδασκάλῳ δὲ τῶν κρειττόνων, νόσους καὶ μαλακίας ἀπελαύνειν ἐμπεπιστευμένῳ καὶ τρικυμίας ἡδονῶν ὑπερβαίνειν ἐξησκημένῳ, ἀχαλινώτοις στόμασιν ἐπανατείνονται ἀνίπτοις ποσὶ πάντα φύροντες. Εἰ δὲ καὶ ἐδεδώκει ἑαυτὸν ἔκδοτον ταῖς τραπέζαις, πόσοις ἐξήρκει ἀξιώμασι τὴν τηλικαύτην πόλιν οἰκῶν, ἑκάστου ἢ δι' εὐλογίαν, ἢ διὰ πενίαν, ἢ διὰ γαστριμαργίαν τὸ φαγεῖν ἐπιζητοῦντος; Ποῦ δὲ καὶ σχολὴν ἦγεν ἡ τοῦ Θεοῦ θεωρία, ἡ τοῦ λαοῦ θεραπεία, ἡ τῶν Γραφῶν ἱστορία, ἡ τῶν χηρῶν κηδεμονία, ἡ τῶν παρθένων παραμυθία, ἡ τῶν ἀῤῥωστούντων νοσοκομία, ἡ τῶν καταπονουμένων ἐπικουρία, ἡ τῶν πλανωμένων ἐπιστροφὴ, ἡ τῶν συντετριμμένων φροντὶς, ἡ τῶν ἐν φυλακαῖς ἐπίσκεψις; Πῶς δὲ ἔφυγε τὸν ὀνειδιστικὸν ταλανισμὸν τοῦ Θεοῦ, ὃν ὀνειδίζει ἐν τῷ Ἰεζεκιήλ· Ὢ οἱ ποιμένες οἱ ποιμαίνοντες ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα νέμοντες; Τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸ; οὐκ ἐξῃτήσατε, τὸ ἀσθενὲς οὐκ ἐπεσκέ-
Chapter XIII. — The Deacon: Genuinely indeed and with great learning have you spoken what has been said, and so it stands. "For woe to him who calls sweet bitter, and bitter sweet! Woe to him who puts darkness for light, and light for darkness!" Yet someone will say: "Neither do we say this, that he should be given over to such tables. For immeasurable lavishness is an occasion of love of pleasure, and excessive exclusion is a proof of sloth and niggardliness. For he could have invited at least bishops alone, and of these especially the more devout; or if not these, at least his own clergy, imitating the Master eating with the twelve apostles." The Bishop: Most cogently have you objected, most truth-loving of men, if indeed the clergy endured to lunch with John, eating past the hour or every other day; whereas as quickly as possible they sought sumptuousness with much preparation. It was out of place to lavish the nourishment of the sick or the beggarly upon the intemperance of the healthy. And what sort of law is this, that those being educated should lay down laws for the educator, or the infirm for the physician, or the passengers for the helmsman—whereas the physician always heals the sick, and the teacher sets right those being instructed, and the helmsman courts what is advantageous for those sailing? And those under a physician and a helmsman, obeying them out of love of life, bear every pain and hardship, even where success is uncertain; yet against a teacher of higher things, entrusted with driving away diseases and weaknesses and trained to surmount triple waves of pleasures, they rise up with unbridled mouths, befouling all things with unwashed feet. And even if he had given himself over to tables, for how many dignitaries would he have sufficed while dwelling in so great a city, with each one seeking to eat either for a blessing, or through poverty, or through gluttony? And where would contemplation of God have found leisure, or the care of the people, the study of the Scriptures, the guardianship of widows, the consolation of virgins, the nursing of the infirm, the relief of the oppressed, the conversion of the erring, solicitude for the broken-hearted, or the visitation of those in prisons? And how would he have escaped the reproachful denunciation of God, with which He upbraids in Ezekiel: "Woe to the shepherds who shepherd themselves, and do not feed the sheep! That which strayed you did not turn back, that which was lost you did not seek, the weak you did not vis-"
Notes, col. 45

On the reading

Printed ἀπολωλὸ;, for ἀπολωλὸς.

Printed ἐξῃτήσατε, for ἐξητήσατε.

PG 47:46Read from the page
ψασθε, τὸ συντετριμμένον οὐ κατεδήσατε· τὰ λιπαρὰ σφάζοντες ἐσθίετε· περὶ ὧν γράφει ὁ Παῦλος· Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει· καὶ τὰ μὲν ἔρια περιεβάλλεσθε, τὰ δὲ πρόβατα οὐ ποιμαίνετε. Καὶ ἐν τῷ Ἱερεμίᾳ περὶ ἀργοτρόφων ποιμένων λέγει· Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου. Λέγει Ὁ ΔΙΑΚ. Ἐδύνατο καὶ τούτους διὰ χρόνου θεραπεύειν καὶ τῶν ἐκκλησιαστικῶν φροντίζειν, ἵνα μὴ δόξῃ κακῶς ἀκούειν, ἐν τοῖς ἄλλοις ὢν μέγας. Ὁ ἘΠΙΣΚ. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ἵνα μὴ κακῶς ἀκούῃ, ἵνα πλουσίως παρέχῃ τὸν λόγον, τὴν σπουδὴν, τὸν ζῆλον, τὴν ἄλλην ἱερατικὴν εὔνοιαν. Ἢ οὐκ οἶδας, ὦ τιμιώτατε Θεόδωρε, ὅτι καὶ ἀλόγου κατηγορίας μακαρισμὸς ὥρισται ὑπὸ τοῦ Κυρίου σὺν τοῖς ἄλλοις μακαρισμοῖς εἰπόντος· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν. Οὐαὶ δὲ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. Πῶς δὲ καὶ στόμα ἐξησκημένον ἐν θείοις λογίοις, καὶ οὖς χρησμῶν ἐπακούειν θείων, ἠνείχετο πολυλογίας τραπέζης, τοῦ Δεσπότου λέγοντος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἔπειτα, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ; Ζητήσωμεν ἄρα τί; ὁ μαμωνᾶς, μή ποτε εὑρεθῶμεν οὐχὶ τοῖς δύο κυρίοις δουλεύοντες, ἀλλ' ἢ μόνῳ τῷ μαμωνᾷ. Μαμωνᾶν γὰρ νῦν οὐ τὸν διάβολον λέγει, ἀλλὰ τὴν ματαιοπονίαν τοῦ κόσμου τούτου, οὗ τοὺς ἑαυτοῦ μαθητὰς ὁ λόγος ἀπέστησεν. Ὁ ΔΙΑΚ. Ἐπανάζευξον, ὦ ἱερώτατε Πάτερ, ἐπὶ τὰ λοιπὰ τῶν πραγμάτων, ἱκανῶς ἀποδεδειγμένου τοῦ περὶ τραπέζης λόγου. Κἀμοὶ δὲ μὴ χαλεπήνῃς ἐπὶ τοῖς ἀνθυπενεχθεῖσι· πλέον γάρ τι βουλόμενος μαθεῖν, ἐπεξεργαστικώτερον ἠρόμην τὴν σὴν πολυμαθίαν. Ὁ ἘΠΙΣΚ. Τοῦτό σοι παρ' ἐμοῦ σαφέστερον εἰρήσθω, Θεόδωρε φιλομαθέστατε (εἷς γὰρ γέγονα τῶν σπουδασάντων ὄχλοις διὰ τραπέζης ἀρέσαι), ὅτι ἐπίσκοπος, μάλιστα πόλεως μεγάλης, καταλείψας τὴν τοῦ λόγου διακονίαν, νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς χερσὶν οὐκ ἔχων τὰ τοῦ νόμου πυξία, καὶ τὴν τῶν πτωχῶν ἐπιμέλειαν οὐ δι' ἑαυτοῦ, ἀλλὰ δι' ἑτέρων ποιεῖται, μακρὰν ἔσται τῶν εἰρηκότων· Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἡμῖν ἔσται; συναριθμούμενος τοῖς φήσασι· Κύριε, οὐχὶ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ ἐποιήσαμεν; ἀκουσόμενος μετ' αὐτῶν· Ὑπάγετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ· οὐ γὰρ ἐπιγινώσκει ὁ Λόγος ἀλόγους ἐργάτας· καθαρὸς γὰρ αὐτοῦ ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρά. Πολλοὶ γὰρ τῶν λεγομένων ἐπισκόπων τὸ εὔλογον αὐτῶν μῖσος ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους, καὶ τὴν τῶν νοητῶν ἀζηλίαν περικόψαι βουλόμενοι, πάθει πάθος ἀντικαταλλάττουσι, πλεονεξίαν κενοδοξίᾳ, τῇ μὲν χειρὶ ἀφειδῶς ἀδικοῦντες εἰς κέρδος αἰσχρὸν, τῇ δ' ἑτέρᾳ τὰς τραπέζας ἐπιτεχνώμενοι, καὶ στήλας ὑψηλῶν οἰκοδομημάτων ἐγείραντες, ἵνα ἐκ τούτων δόξαντες χρηστοὶ καὶ φιλόπονοι φαίνεσθαι, τιμὴν ἀντὶ ἀτιμίας καρπώσωνται, οὐ μνημονεύοντες τοῦ Ἐκκλησιαστοῦ τοῦ καὶ κτίσαντος καὶ μισήσαντος, καὶ τὰ τοιαῦτα σαφῶς ἀπηγορεύσαντος ἐν τῷ γράψαι· Ἐποίησά μοι οἴκους καὶ παραδείσους, καὶ τὰ ἑξῆς· καὶ ἰδοὺ τὰ πάντα ματαιότης· καὶ ἐμίσησα σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον. Οὐκ εἶπεν, Ὑπὲρ τὸν
it, the broken you did not bind up; you slaughter the fatlings and eat them"; concerning whom Paul writes: "For you bear with it if anyone enslaves you, if anyone devours you, if anyone takes from you"; and you clothed yourselves with the wool, yet you do not feed the sheep. And in Jeremiah, concerning idly-fed shepherds, he says: "Many shepherds have destroyed my vineyard." The Deacon says: He could both have attended to these men from time to time and have taken thought for ecclesiastical affairs, lest he seem to be ill spoken of, being great in other things. The Bishop: Why, this very thing is what is sought: that he should not be ill spoken of, that he should richly supply the word, earnestness, zeal, and all other priestly goodwill. Or do you not know, O most honoured Theodore, that even for unfounded accusation a blessing has been appointed by the Lord along with the other beatitudes, when He said: "Blessed are you when men revile you, and utter every evil word against you. But woe to you when all men speak well of you; for in the same way their fathers did to the prophets"? And how could a mouth trained in divine oracles, and an ear accustomed to hearken to divine utterances, endure the babbling of a table, when the Master says: "No one can serve two masters"; and then, "You cannot serve God and mammon"? Let us inquire, then, what mammon is, lest perchance we be found serving not the two masters, but mammon alone. For by mammon here He does not mean the devil, but the vain toil of this world, from which the word withdrew its disciples. The Deacon: Return, O most hallowed Father, to the remaining matters, since the argument concerning the table has been sufficiently demonstrated. And do not be vexed with me over my objections; for wishing to learn something more, I questioned your vast learning more searchingly. The Bishop: Let this be stated to you more clearly by me, Theodore, most fond of learning (for I myself was one of those who strove to please crowds through the table): that a bishop, especially of a great city, who has abandoned the ministry of the word, not holding the tablets of the Law in his hands night and day, and who carries out the care of the poor not in person but through others, will be far from those who said: "Behold, we have left all things and followed Thee; what then shall there be for us?"—being reckoned among those who said: "Lord, did we not in Thy name do such and such things?" and destined to hear with them: "Depart from Me, you accursed; I do not know you, whence you are"; for the Word does not recognize irrational workmen, since His eye is too pure to behold evil things. For many of those called bishops, wishing to cut away the well-founded hatred with which they are hated on account of their own ways, as well as their lack of zeal for intellectual things, exchange passion for passion—covetousness for vainglory—with one hand unsparingly doing wrong for shameful gain, and with the other contriving banqueting-tables and erecting pillars of lofty edifices, so that, seeming through these to appear upright and industrious, they may reap honour instead of dishonour, unmindful of the Preacher who both built and hated, and expressly forbade such things when he wrote: "I made for myself houses and gardens," and so forth; "and behold, all things are vanity; and I hated all my toil at which I toil under the sun." He did not say, "Above the
Notes, col. 46

On the reading

Printed τί;, for τίς.