ἀτέλεστον κύκλον γυρεύων· οὕτως ἀποκνήσας διδάσκαλος πρὸς τοὺς τῆς ἀρετῆς λόγους, τὴν ἐκ τῆς τραπέζης προβάλλεται θήραν· καὶ εἴθε κἂν τοῖς πεινῶσι καὶ δεομένοις, ὅθεν ἔνεστι καὶ κερδᾶναι τὸν μακαρισμὸν τοῦ Δεσπότου, τὸ, Ἐπείνων, καὶ ἐχορτάσατέ με· ἀλλ' ἢ μόνοις πλουσίοις τῷ εὖ ἀκοῦσαι χάριν, ἢ δόξης μαραινομένης, ἢ τῷ ὁμοίως ἀντικληθῆναι· ἢ εἰ τούτων οὐδὲν, ἵνα μὴ κακῶς ἀκούσῃ· οὐ μεμνημένος τοῦ ταλανισμοῦ τοῦ Κυρίου λέγοντος· Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμῖν εἴπωσι πάντες οι ἄνθρωποι. Οὐκ εἶπεν, Οἱ πτωχοὶ, ἀλλ', οι ἄνθρωποι. Κατὰ ταυτὸν γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οι πατέρες αὐτῶν. Μὴ ζητῶμεν οὖν ὡς οι κενόδοξοι, ὦ Θεόδωρε, ψευδοπροφήτου δόξαν. Ἦλθε γὰρ Ἰωάννης, μήτε ἐσθίων, μήτε πίνων, ἐν ὁδῷ δικαιοσύνης· καὶ λέγουσιν· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων· καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οινοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ὁ ΔΙΑΚ. Οὐ πάντως, ὦ ἄριστε Πάτερ, ψέξας ἢ καταδραμὼν τῆς τοιαύτης ἀσκήσεως, τὴν πεῦσιν προσήγαγον τῇ σῇ ἀκριβολογίᾳ· ᾔδειν γὰρ καὶ ἐξ αὐτῆς τῆς φήμης, καὶ ἐκ τῶν εἰς ἡμᾶς φθασάντων αὐτοῦ συγγραμμάτων, ἢ ὁμιλιῶν, ἢ ἐπιστολῶν, τὴν τοῦ ἀνδρὸς διάνοιαν· ἀλλ' ἵνα τὸν σκοπὸν μαθὼν, ζηλώσω τὸ πρᾶγμα. Τίς γὰρ οὕτως εἰς ἅπαν ἠλίθιος, ἵνα ἀγνοήσῃ ὅτι μείζων ἡ ζημία τοῦ ἐκ τραπέζης κέρδους, εἰ μή που χρεία γένηται ἐν ἀνάγκῃ ξενίσαι ἁγίους; Ὁ ἘΠΙΣΚ. Ταῦτα εἶπον κἀγὼ, φιλαληθέστατε Θεόδωρε, οὐκ ἐξευτελίζων τὴν πατρικὴν ἀρετὴν, μάλιστα τῆς φιλοξενίας. Μία γάρ ἐστι τῶν λοιπῶν ἀρετῶν τῶν εἰς εὐσέβειαν συντεινουσῶν, δι' ὧν καὶ οἱ κύριοι πατριάρχαι, ὁ μὲν τὸν Σωτῆρα Θεὸν τῇ τραπέζῃ ἐθήρευσεν, ὁ δὲ τοὺς ἀγγέλους ἐξένισεν· ὁ μὲν υἱὸν ἐν γήρει, ὁ δὲ σωτηρίαν τὴν ἐκ Σοδόμων μισθὸν σὺν ταῖς θυγατράσιν εὑράμενοι· περὶ ὧν καὶ ὁ Ἀπόστολος λέγει, παρορμῶν ἡμᾶς εἰς τὸ μίμημα, Τῆς φιλοξενίας, λέγων, μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Δεῖ δὲ τὸν ξενοδόχον τὸ μὲν φρόνιμον ἔχειν τοῦ ὄφεως, τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, πειθόμενον τοῖς δύο λογίοις, καὶ τῷ, Παντὶ τῷ αιτοῦντί σε δίδου, καὶ τῷ, Μὴ πάντα ἄνθρωπον εισάγαγε εις τὸν οἶκόν σου, ἵνα μὴ λύκον ἀντὶ προβάτου δεξάμενος, ἢ ἄρκτον ἀντὶ βοὸς, τῇ ζημίᾳ τὸ κέρδος ἀπεμπολήσῃ. Δοκιμάζειν δὲ πρῶτον τὸν τόπον ὀφείλει, ἐν ᾧ τις ἐτάγη, εἰ ἔρημος, ἢ πολύοχλος, εἶτα τὴν ἑαυτοῦ ἐπιτηδειότητα, εἰ οἷός τέ ἐστιν ἀλλόκοτα βαστάζειν ἤθη· τότε διακρίνειν τὸν εὖ ὀφείλοντα παθεῖν, εἰ πλούσιός ἐστιν ἢ πένης, ἢ ὑγιὴς ἢ ἄῤῥωστος, ἢ βρωμάτων ἐπιδέεται ἢ ἐνδυμάτων· ἐν τούτοις γὰρ ὁ πρακτικὸς ἔλεος διανύεται. Ὁ γὰρ μακάριος Ἀβραὰμ οὐχ ὑπάτους, οὐδὲ στρατηγοὺς, οὐδὲ τοὺς ἐπ' ἐξοχῆς ἄνδρας τοῦ περιγείου κόσμου ἐξένισεν, παρ' οἷς ἵπποι κημῷ ἢ χαλινῷ ἀποστίλβοντες, ἢ σαράβαρα χαλκοτύμπανα, πόῤῥωθεν τῆς ὑπερηφανίας τὸν κτύπον ἀπερευγόμενα· ἀλλ' ἔρημον οἰκῶν τόπον, τοὺς ἐκεῖ φθάνοντας ἐδεξιοῦτο. Οἱ δὲ τὴν ἔρημον διαβαίνοντες, ἢ δι' ἀρετὴν ἀπῄεσαν πρὸς τὸν πατριάρχην, ἢ διὰ πτωχείαν τὴν ἐπιτεταμένην καὶ πενίαν. Πενία γάρ ἐστι μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως, ὑπερβολῆς μὲν πλούτου, ἐλλείψεως δὲ πτωχείας. Ὁμοίως δὲ καὶ ὁ Λὼτ χείρονα τῆς
circling an endless round; so a teacher growing sluggish towards discourses of virtue puts forward hunting by the table; and would that it were at least for the hungry and needy, whence it is possible also to gain the blessing of the Master, I was hungry, and you fed Me; save only for the rich for the sake of being spoken well of, or of fading glory, or of being invited back in like manner; or if none of these, lest he be spoken ill of; not remembering the woe of the Lord Who says: Woe to you, when all men speak well of you. He did not say, The poor, but, Men. For in the same way did their fathers to the false prophets. Let us not seek then like the vainglorious, O Theodore, the glory of a false prophet. For John came neither eating nor drinking, in the way of righteousness; and they say: He has a demon. The Son of Man came eating and drinking; and they say: Behold a gluttonous man and a wine-drinker, a friend of tax-collectors and sinners. The Deacon. Not at all, O best Father, as blaming or inveighing against such discipline did I bring this inquiry to your exact discourse; for I knew both from report itself, and from his writings, or homilies, or epistles that have reached us, the mind of the man; but so that, having learned his aim, I might emulate the practice. For who is so utterly foolish as to be ignorant that the loss is greater than the gain from a table, unless perchance need arises in necessity to entertain saints? The Bishop. These things I also said, O Theodore most loving of truth, not disparaging the virtue of the fathers, especially that of hospitality. For it is one of the remaining virtues tending towards piety, through which also the lord patriarchs, the one captured God the Saviour by his table, and the other entertained the angels; the one finding as reward a son in old age, the other deliverance out of Sodom with his daughters; concerning whom the Apostle also speaks, urging us on to imitation, saying: Do not forget hospitality; for through this some unawares entertained angels. Yet the host must have both the prudence of the serpent and the guilelessness of the dove, obeying the two sayings, both: Give to everyone who asks you, and: Bring not every man into your house, lest receiving a wolf instead of a sheep, or a bear instead of an ox, he barter away gain for loss. First he ought to test the place in which one has been stationed, whether desert or populous; next his own fitness, whether he is able to bear strange manners; then to discern him who ought to receive good, whether he is rich or poor, or healthy or infirm, or stands in need of food or of garments; for in these things practical mercy is accomplished. For the blessed Abraham entertained not consuls, nor generals, nor the pre-eminent men of the earthly world, with whom were horses glittering with muzzle or bridle, or bronze-clanging trousers, belching forth from afar the din of arrogance; but dwelling in a desert place, he welcomed those arriving there. And those crossing the desert went off to the patriarch either for virtue, or because of intensified beggary and poverty. For poverty is a mean between excess and defect, excess of wealth, and defect of beggary. And likewise Lot also worse than the