Migne Reading Room

PG 47 · cols. 47–52 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:47Read from the page
ἥλιον, ἵνα μὴ τοὺς νοητοὺς καθυβρίσῃ πόνους. Ταῦτα δὲ λέγω, οὐ συμπεριλαμβάνων τοὺς εὐλόγως καὶ δι' ἀνάγκην κτίζοντας ἢ διορθουμένους τὰ τῆς Ἐκκλησίας, ἀλλὰ διὰ τοὺς τὰ τῶν πτωχῶν εἰς κρεμαστοὺς περιβόλους καὶ ἀερίων ὑδάτων δεξαμενὰς ἐν τριωρόφοις καὶ ἀπρεπῆ ἀνδρογύνων λουτρὰ ἐν ἀποκρύφοις καταναλίσκοντας, ἢ εἰς συλλογὴν πλείονος ἀργυρίου, ἢ τοὔμπαλιν παρὰ τῶν ἀθυρμάτων ἀγαπηθῆναι, ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀντιπληρούντων, τὸ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. Ἐμοὶ δὲ μὴ γένοιτο, Θεόδωρε μεγαλώνυμε, φαύλοις ἀρέσαι ποτέ· οὐ γὰρ ἄλλοθεν αὐτοῖς ἀρέσω, ἢ ἐκ τῶν Χριστῷ μὴ ἀρεσκόντων. Ὁ ΔΙΑΚ. ἐπὶ τούτοις θαυμάσας, ἤρετο λέγων· Τούτων οὕτω φυσικῶς εἰρημένων, καὶ μὴ ἐχόντων ἀντίῤῥησιν, εἴ τίς σοι γνῶσις περὶ τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ τοῦ ἁγίου Ἰωάννου, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τετυπωμένων, μετάδος. Ὁ ἘΠΙΣΚ. Καὶ πάνυ γε. Ὁ ΔΙΑΚ. Αὐτὸς παρὼν ἔγνως, ἢ παρ' ἑτέρου μαθών; Ὁ ἘΠΙΣΚ. Ἀλλ' οὔτε εἰς τὸ τυχὸν μέρος ἤμην ἀπολειφθεὶς τῆς δίκης. Ὁ ΔΙΑΚ. Τίνα οὖν ἐστι τὰ παρακολουθήσαντα, καὶ ποῖον εἴληφε τέλος, καὶ πόθεν τὴν ἀρχὴν ἐσχηκότα, λεπτομερῶς μοι παράστησον· ἐπειδὴ μάλιστα ὁ Θεόφιλος ἐν τῷ οἰκείῳ συγγράμματι τὴν ἰδίαν προπέτειαν σεμνῦναι ἢ περιστεῖλαι σπουδάσας, ἔφησε τὸν μακάριον Ἰωάννην φιλαρχίας πάθει κινούμενον δεκαὲξ ἐπισκόπους καθῃρηκέναι ἐν ἡμέρᾳ μιᾷ, καὶ ἰδίους ἀντ' αὐτῶν κεχειροτονηκέναι. Ὁ ἘΠΙΣΚ. Οὐδὲν ἀπεικὸς τῶν ἰδίων τρόπων πεποίηκεν ὁ θαυμάσιος, καὶ γράψας κατὰ Ἰωάννου, καὶ ψευδῆ γράψας· ἐξ ὧν γὰρ νομίζει καλύπτειν τὴν ἰδίαν ἀσχημοσύνην, ἐκ τούτων αὐτὴν μᾶλλον παραδειγματίζει, καὶ ἄκων σεμνύνων τὸ ἀθῶον Ἰωάννου κατὰ τὸν Βαλαὰμ ἐκεῖνον. Εἰ γὰρ ἦν αὐτὸν καθελὼν, οὐ χρεία συγγράμματος ἢ ἐξορίας, ἱκανῆς οὔσης τῆς καθαιρέσεως αἰσχῦναι τοὺς καθαιρουμένους· ἐπειδὴ δὲ ἀκαθαίρετος ἔστηκεν ὁ ἐνάρετος, τῇ ἥττῃ τὴν νίκην κατέχων, μένει ὁ φθόνος τὴν ἧτταν τῆς ἀλόγου νίκης ἀποφερόμενος, πομφόλυγος δίκην ἀναφυσώμενος, καὶ εἰς ἑαυτὸν συντριβόμενος, γράφων καὶ καταγράφων, τὸ τοῦ προφήτου Ἠσαΐου· Οὐαὶ ὁ ἐπισπώμενος τὸ πάντα ψευδῆ καὶ ποιεῖν καὶ λέγειν καὶ γράφειν· Οὐαὶ γὰρ, φησὶν, οἱ γράφοντες· πονηρίαν γὰρ γράφουσιν. Περὶ δὲ τῶν κατὰ Ἀσίαν καθαιρεθέντων οὐ δεκαὲξ, ἀλλὰ ἓξ ἐπισκόπων, ὡς ἐπὶ τῆς θείας δίκης ἐρῶ, καὶ οὔτε τῆς ποσότητος τοῦ ἀριθμοῦ ὑφελῶ, οὔ τι τῇ ποιότητι τῶν πραγμάτων προσθήσω, ἀλλ' ὡς ἔχει φύσεως, οὕτω σοι ἀπαγγείλω. Ἐπὶ τῆς τρισκαιδεκάτης ἐπινεμήσεως ἐν τῇ Κωνσταντινουπόλει ἐλθόντες οἱ ἀπὸ τῆς Ἀσίας τινῶν ἕνεκα ἀναγκαίων, διέτριβον σὺν ἡμῖν, παρόντων καὶ ἑτέρων ἐπισκόπων, τῶν τε ἀπὸ Σκυθίας, Θεοτίμου λέγω, καὶ ἀπὸ Θρᾴκης Ἄμμωνος τοῦ Αἰγυπτίου, καὶ ἀπὸ Γαλατίας Ἀραβιανοῦ, πάντων μητροπολιτῶν γεγηρακότων, συντεινόντων εἰς εἰκοσιδύο ἐπισκόπους. Πάντων δὲ συναγομένων καὶ κοινωνούντων ἐπιτηρήσας Εὐσέβιός τις ἀπὸ τῶν Κελβιανῶν λεγομένων τόπων ἐπίσκοπος Οὐαλεντινουπόλεως, τὴν συνηγμένην σύνοδον ἐπιστὰς τῇ μιᾷ Σαββάτου, λιβέλλους ἐπέδωκε τῇ συνόδῳ, δηλαδὴ ἀκολούθως προτάξας τὸ ὄνομα Ἰωάννου, κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων ἐπισκόπου, ἑπτὰ κεφάλαια ἐντάξας· ἓν μὲν, ὅτι κειμήλια χωνεύσας, ἀργύριον εἰς ὄνομα
sun," lest he insult intellectual labours. These things I say, not including those who for good reason and out of necessity build or repair the properties of the Church, but on account of those who lavish the goods of the poor upon hanging colonnades and cisterns of aerial waters in three-storeyed buildings and unseemly baths of effeminates in secret places, either to amass more silver, or conversely to be beloved by playthings who repay the favour of their zeal in this very thing: indulging sinners in everything for pleasure. Far be it from me, O Theodore of great renown, ever to please base men; for from no other source shall I please them than from the things that do not please Christ. The Deacon, marvelling at these things, asked, saying: Since these things have been spoken so true to nature and admit of no gansaying, if you have any knowledge concerning the regulations enacted throughout Asia by saintly John, concerning whom our discourse now is, share it. The Bishop: By all means. The Deacon: Did you know of them by being present yourself, or by learning from another? The Bishop: Why, I was not absent from even the smallest part of the trial. The Deacon: Set before me in detail, then, what followed, and what end it reached, and whence it had its beginning; especially since Theophilus, eager in his own treatise to dignify or cloak his own recklessness, alleged that blessed John, moved by a passion for ruling, deposed sixteen bishops in a single day and ordained his own men in their stead. The Bishop: That admirable man did nothing unlike his own ways, both in writing against John and in writing falsehoods; for by the very things whereby he thinks to hide his own indecency, he all the more exposes it to public view, even unwillingly exalting John's innocence after the manner of that Balaam. For had he truly deposed him, there would have been no need of a treatise or of exile, since deposition alone suffices to put to shame those who are deposed; but since the virtuous man stood undeposed, holding fast victory in defeat, envy abides, carrying off the defeat of an irrational victory, puffed up like a bubble and shattered upon itself, writing and inditing that saying of the prophet Isaiah: "Woe to him who draws upon himself" the doing and saying and writing of all things false; "For woe," says he, "to those who write; for they write wickedness." Now concerning the not sixteen, but six bishops deposed in Asia, I shall speak as before divine justice, and neither shall I subtract from the quantity of the number, nor shall I add anything to the quality of the events, but as it stands in nature, so shall I recount it to you. In the thirteenth indiction, those from Asia, having come to Constantinople on account of certain pressing matters, were staying with us, other bishops also being present—both those from Scythia, I mean Theotimus, and from Thrace Ammon the Egyptian, and from Galatia Arabianus, all of them elderly metropolitans—amounting in all to twenty-two bishops. While all were gathering and communing, a certain Eusebius, bishop of Valentinopolis from the districts called Cilbian, watching his moment, came before the assembled synod on the first day of the week and handed in petitions to the synod—prefixing in due order, to be sure, the name of John—against Antoninus, bishop of the Ephesians, inserting seven charges: first, that having melted down sacred vessels, he prepared silver in the name
PG 47:48Read from the page
τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δὲ, ὅτι μάρμαρα τῆς εἰσόδου τοῦ βαπτιστῆρος λαβὼν ἐν τῷ βαλανείῳ τῷ ἰδίῳ προσέθηκεν· ἔπειτα κίονας ἐκκλησιαστικοὺς ἀπὸ πλειόνων ἐτῶν κειμένους, ἔνδον εἰς τὸν ἑαυτοῦ τρίκλινον ἔστησεν· τέταρτον, ὅτι ὁ παῖς αὐτοῦ φόνον πεποίηκε, καὶ ἔχει αὐτὸν ἐν τῇ ὑπηρεσίᾳ ἀνέγκλητον· πέμπτον, ὅτι χωρία ὑπὸ Βασιλίνης, τῆς μητρὸς Ἰουλιανοῦ τοῦ βασιλέως, καταλειφθέντα τῇ Ἐκκλησίᾳ, πωλήσας ἐσφετερίσατο· ἕκτον, ὅτι ἀποταξάμενος τῆς οἰκείας γαμετῆς, πάλιν αὐτῇ συνῆλθεν, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς· ἕβδομον, ὅτι ὡς νόμον καὶ δόγμα ἔχει πωλεῖν τὰς τῶν ἐπισκόπων χειροτονίας κατὰ τὴν τῶν προσόδων ἀναλογίαν. Καὶ πάρεισιν οἱ δόντες καὶ χειροτονηθέντες, καὶ ὁ λαβών· καὶ ἐπὶ τούτοις ἔχω τὰς ἀποδείξεις.
of his son; second, that having taken marbles from the entrance of the baptistery, he set them in his own private bath; next, that he erected inside his own dining-hall church columns that had lain for many years; fourth, that his servant-boy had committed murder, and he keeps him unimpeached in his service; fifth, that having sold estates bequeathed to the Church by Basilina, the mother of the emperor Julian, he appropriated them for himself; sixth, that after separating from his own wife, he came together with her again and begot children by her; seventh, that he holds it as a law and rule to sell the ordinations of bishops in proportion to their revenues. "And both those who gave and were ordained and he who received are present; and for these things I possess the proofs."
ΚΕΦ. ΙΔʹ. — Ὁ ΔΙΑΚ. Παρακαλῶ, Πάτερ, σύστειλον τὸ διήγημα τοῦτο· βλάπτονται γὰρ οἱ παρόντες, ἐπισκόπων ταῦτα διηγουμένων, μήτι γε καὶ πραττόντων. Ὁ ἘΠΙΣΚ. Οἴμοι τάλας ἐγὼ τηρηθεὶς ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἀργυρίῳ ἱερωσύνη πιπράσκεται, εἴ γε καὶ ἱερωσύνη. Γέγονα δὲ καὶ ἄφρων διηγούμενος τῶν Ἰωάννην συκοφαντούντων εἰς ταῦτα ἡμᾶς περιστησάντων. Πλὴν μακροθύμως ἀνάσχου μοι, ἵνα καὶ ἐκ τούτων θαυμάσῃς τὴν Ἰωάννου ἐπιείκειαν, κοιμήσαντα τέως τὸν ζῆλον, εἰπόντα δὲ τῷ Εὐσεβίῳ· Ἀδελφὲ Εὐσέβιε, ἐπειδὴ πολλάκις αἱ κατὰ λύπην κατηγορίαι οὐκ εὐχερεῖς ἔχουσι τὰς ἀποδείξεις, παρακέκλησο παύσασθαι τοῦ ἐγγράφως κατειπεῖν τοῦ ἀδελφοῦ Ἀντωνίνου, ἡμῶν τὰ αἴτια τῆς λύπης διορθουμένων. Πρὸς τούτοις διαθερμανθεὶς τραχέσιν ἐκέχρητο λόγοις, σφαδάζων ὅλος κατὰ τοῦ Ἀντωνίνου, ἐπιμένων τῇ κατηγορίᾳ. Παρακαλεῖ ὁ Ἰωάννης Παῦλον τὸν Ἡρακλείας (ἐδόκει γὰρ σπουδάζειν τῷ Ἀντωνίνῳ), ἵν' εἰς φιλίαν αὐτοὺς συνελάσῃ. Καὶ ἀναστὰς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν σὺν τοῖς ἐπισκόποις· ἦν γὰρ καιρὸς τῆς ἱερατείας· δοὺς δὲ τῷ λαῷ τὴν συνήθη τῆς εἰρήνης προσηγορίαν, ἐκάθισε σὺν τοῖς λοιποῖς ἐπισκόποις. Ἐπεισελθὼν δὲ λεληθότως ὁ κατήγορος Εὐσέβιος ἐπὶ παντὸς τοῦ λαοῦ καὶ τῶν ἐπισκόπων ἐπιδίδωσιν ἕτερον λίβελλον τὰ αὐτὰ περιέχοντα, ὁρκίζων τὸν Ἰωάννην ὅρκους φρικτοὺς, συμπλέξας αὐτοῖς καὶ τὴν σωτηρίαν τῶν βασιλέων, μετὰ πολλῆς ταραχῆς· ὡς νομίσαι τοὺς λαοὺς διαπτοηθέντας ἐπὶ τῷ ἰταμῷ, ὅτι θανάτου συγχώρησιν παρακαλεῖ αἰτῆσαι τὸν βασιλέα τὸν Ἰωάννην. Ὁ δὲ Ἰωάννης θεασάμενος τὴν ἔνστασιν τοῦ ἀνδρὸς, τὸ ἀτάραχον μνώμενος τῷ λαῷ, ἐδέξατο τὸ βιβλίον, καὶ μετὰ τὰ ἀναγνώσματα τῶν θείων λογίων παρακαλέσας Πανσόφιον τὸν Πισσίδης προαγαγεῖν τὰ δῶρα, αὐτὸς συνεξῆλθεν τοῖς λοιποῖς ἐπισκόποις· παρῃτεῖτο γὰρ ἐπιθόλως ἱερατεύειν, κατὰ τὸ Εὐαγγέλιον, τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου, καὶ τὰ ἑξῆς. Καὶ διασκεψάμενος μετὰ τὴν λαοῦ ἀπόλυσιν, καθεσθεὶς ἐν τῷ φωτιστηρίῳ σὺν τοῖς λοιποῖς ἐπισκόποις, τὸν κατήγορον προσκαλεῖται, φήσας αὐτῷ ἐπὶ πάντων· Καὶ πάλιν σοι τὰ αὐτὰ λέγω, ὅτι πολλοὶ ἀπὸ λύπης ἢ ὀργῆς πολλὰ καὶ λέγουσι καὶ γράφουσιν, ἀτονοῦντες περὶ τὰς ἀποδείξεις. Εἰ τοίνυν σαφῶς ἐπίστασαι, περὶ ὧν βούλει κατηγορεῖν (οὔτε γὰρ δυνάμενον ἀπωθούμεθα, οὔτε μὴ δυνάμενον ἕλκομεν), πρὶν ἀναγνωσθῆναι τὸν λίβελλον, ἔκλεξαι τὸ συμφέρον· μετὰ γὰρ τὸ ἀναγνωσθῆναι καὶ εἰς ἀκοὰς πάντων ἐλθεῖν, πραττομένων ὑπομνημάτων, οὐκέτι σοι ἔξεστιν, ἐπισκόπῳ ὄντι, ζητεῖν ἀβουλητίονα. Ἐπὶ τούτοις πάλιν ἐνέμεινε τῇ
Chapter XIV. — The Deacon: I beg you, Father, cut short this narrative; for those present are harmed when bishops recount such things, much more when they practise them. The Bishop: Woe is me, wretched man that I am, preserved for these days, in which the priesthood is sold for silver—if indeed it is a priesthood! And I have become foolish in recounting them, those who slander John having driven us to this pass. Nevertheless, bear with me patiently, so that from these things also you may marvel at John's forbearance, who lulled his zeal for the meantime and said to Eusebius: "Brother Eusebius, since accusations made out of grief often do not have ready proofs, be entreated to cease from denouncing our brother Antoninus in writing, while we set right the causes of your grief." Chafed at these words, he employed harsh speech, chafing while wholly set against Antoninus and persisting in the accusation. John entreats Paul of Heraclea (for he seemed to favour Antoninus) to bring them together into friendship. And rising up, he entered the church with the bishops—for it was the time of the liturgical ministry—and having given the people the customary salutation of peace, he sat down with the remaining bishops. Slipping in secretly, however, the accuser Eusebius, in the presence of all the people and the bishops, hands in another petition containing the same charges, adjuring John with fearful oaths and interweaving with them the salvation of the emperors also, with great commotion; so that the multitudes, dismayed at his audacity, supposed that he was entreating John to beg a pardon from death of the emperor. John, beholding the man's insistence and mindful of tranquillity for the people, received the document, and after the readings of the divine oracles, having entreated Pansophius of Pissidia to bring forward the gifts, he himself went out together with the remaining bishops; for he declined to officiate with a troubled mind, according to the Gospel saying: "When you offer your gift," and so forth. And after deliberating following the dismissal of the people, sitting in the baptistery with the remaining bishops, he summons the accuser and says to him before all: "Once again I say the same things to you: many out of grief or anger both say and write many things, yet are weak as regards the proofs. If, therefore, you clearly know the matters whereof you wish to accuse him (for we neither repel one who is able, nor drag in one who is unable), before the petition is read aloud, choose what is advantageous; for after it has been read aloud and has come to the ears of all, once official minutes are drawn up, it is no longer permissible for you, being a bishop, to seek an annulment." At these words he again abided in his
PG 47:49Read from the page
ἐνστάσει. Πρὸς οἷς κελεύουσιν ἀναγνωσθῆναι τὸ βιβλίον· ἀνεγνώσθη τὰ προειρημένα κεφάλαια. Λέγουσιν οἱ γέροντες τῶν ἐπισκόπων τῷ Ἰωάννῃ, ἀκούσαντες τὴν δύναμιν τοῦ βιβλίου· Εἰ καὶ ταμάλιστα ἓν τοῦ ἑνὸς κεφαλαίου δυσσεβές ἐστι, καὶ ἀπηγορευμένον πανταχόθεν τοῖς ἱεροῖς νόμοις, ἵνα δὲ μὴ δόξωμεν ἐν τοῖς ὑποβεβληκόσι τὴν ἅπασαν σχολὴν ποιεῖσθαι, ἀπὸ τοῦ φρικωδεστέρου ἡ ἐξέτασις γένηται. Εἰ γὰρ ἐκεῖνο ἀληθὲς εὑρεθείη, οὐκ ἔστιν ἀντίῤῥησις περὶ τῶν λοιπῶν κεφαλαίων, τῆς ῥίζης ἐκείνου τοῦ κεφαλαίου πᾶν εἶδος κακίας καρποφορούσης, κατὰ τὸν εἰπόντα· Ῥίζα πάντων κακῶν ἐστιν ἡ φιλαργυρία. Ὁ γὰρ ἐπ' ἀθώοις δῶρα λαβὼν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος διανομὴν ἀργυρίῳ ἀπεμπολῆσαι νομίσας, πῶς φείσεται ἔτι κειμηλίων ἢ λίθων ἢ χωρίων τῆς Ἐκκλησίας; Τότε ὁ Ἰωάννης ἄρχεται τῆς ἐξετάσεως, φήσας τῷ Ἀντωνίνῳ· Τί λέγεις πρὸς ταῦτα, ἀδελφὲ Ἀντωνῖνε; Ἠρνήσατο ἐξ ἀνάγκης. Πῶς γὰρ οἷόν τε ἐκ προοιμίων αὐτῶν τὴν ἰδίαν αἰσχύνην ὁμολογῆσαι; Ἠρωτήθησαν οἱ δεδωκότες, ἠρνήσαντο κἀκεῖνοι. Ἐπὶ τούτοις ἐπιμελῶς τῆς ἐξετάσεως γινομένης μέχρις ὥρας ὀγδόης, ἐκ τεκμηρίων τινῶν ἐμορφοῦτο ἡ δίκη. Καταλήγει τὰ τελευταῖα, ὡς εἰκὸς, εἰς μάρτυρας, ἐφ' ὧν καὶ δεδώκασι καὶ εἴληφεν. Οὐ παρῆσαν οἱ μάρτυρες· χρεία γίνεται τῆς τούτων παραστάσεως. Ἀποβλέψας εἰς τὸ ἐργῶδες τῆς παραστάσεως ὁ Ἰωάννης, προθυμεῖται ἐπὶ καθαρισμῷ τῆς Ἐκκλησίας καὶ φειδοῖ τῶν μαρτύρων, δι' ἑαυτοῦ παραγενόμενος εἰς τὴν Ἀσίαν, τὴν ἐξέτασιν συμπεραιῶσαι. Θεασάμενος ὁ Ἀντωνῖνος τὸ ἄοκνον Ἰωάννου καὶ τὸ ἀδέκαστον, ὡς ἅτε συνειδὼς ἑαυτῷ, ὑπεισελθὼν εἰς ἕνα τῶν κρατούντων, οὗ καὶ τῶν γηδίων ἐφρόντιζε τῶν ἐν τῇ Ἀσίᾳ, παρακαλεῖ αὐτὸν ποιῆσαι ἐπισχεθῆναι τὸν Ἰωάννην, ἵνα μὴ ἀπέλθῃ εἰς τὴν Ἀσίαν, ὑποσχόμενος τὴν τῶν μαρτύρων παράστασιν. Ὃς ἐξαυτῆς παρασκευάζει δηλωθῆναι ἐκ τοῦ παλατίου τῷ ἐπισκόπῳ Ἰωάννῃ τάδε· Ἄτοπόν ἐστι πρᾶγμα, ἐπίσκοπόν σε ὄντα καὶ τῶν ψυχῶν ἡμῶν προστάτην, ἐν τοσαύτῃ προσδοκίᾳ θορύβου καταλείψαντα τὴν πόλιν, στείλασθαι τὴν ἀποδημίαν τὴν εἰς τὴν Ἀσίαν, εὐχερῶς τῶν μαρτύρων διαγομένων. Ἦν δὲ Γαϊνᾶς ὁ βάρβαρος ὁ προσδοκώμενος θόρυβος. Καὶ, τί γάρ; ἵνα μὴ μακρηγορήσω, πείθεται ἀπομεῖναι, φροντίζων ὁμοῦ καὶ τῆς δίκης καὶ τῆς συντριβῆς τῶν μαρτύρων. Ἕρμαιον δὲ τῷ κατηγορηθέντι ὑπῆρχεν ἡ εἰς τοὺς μάρτυρας ἀναβολὴ, οὓς ἐδύνατο φυγαδεῦσαι ἢ ἀργυρίῳ ἢ δυναστείᾳ. Ταῦτα προεωρακὼς ὁ Ἰωάννης, σκέπτεται μετὰ τῆς παρούσης συνόδου τινὰς τῶν παρόντων ἐπισκόπων ἀποσταλῆναι εἰς τὴν Ἀσίαν ἐπὶ ἐρωτήσει τῶν μαρτύρων. Ἐξαυτῆς οὖν ὡρίσθησαν τρεῖς ἐπίσκοποι κατελθεῖν, Συγκλήτιος μητροπολίτης Τραϊανουπόλεως, Ἡσύχιος ὁ Παρίου, καὶ Παλλάδιος ὁ Ἑλενουπόλεως, διαλαλησάσης τῆς συνόδου ἐν τοῖς ὑπομνήμασιν, ὡς τὸν ἐντὸς δύο μηνῶν μὴ ἀπαντήσαντα καὶ συστάντα τοῖς ἑαυτοῦ δικαίοις ἐν Ὑπαίποις τῇ Ἀσιανῶν πόλει, διὰ τὸ ἐκ γειτόνων εἶναι καὶ τοὺς ἐλεγχομένους καὶ τοὺς λοιποὺς τῶν ἐπισκόπων τοὺς ὀφείλοντας συνδικάσαι τοῖς περὶ Συγκλήτιον, τοῦτον ἀκοινώνητον γίνεσθαι. Πρὸς τούτοις κατῆλθον οἱ τυπωθέντες Συγκλήτιος καὶ Παλλάδιος ἐν Σμύρνῃ· ὁ γὰρ Ἡσύχιος φίλος ὢν τοῦ Ἀντωνίνου, προσεποιήσατο κεκακῶσθαι· ἐξαυτῆς δὲ γράψαντες ἐσήμαναν ἀμφοτέροις τοῖς μέρεσι τὴν ἑαυτῶν ἐπιδημίαν, ἵνα συνδραμόντες εἰς τὴν ὡρισμένην πόλιν, ἐκπληρώσωσι
insistence. Thereupon they order the document to be read aloud; the aforesaid charges were read aloud. Having heard the tenour of the document, the elders among the bishops say to John: "Although each one of every charge is most impious and forbidden on every side by the sacred laws, yet lest we seem to spend all our time upon the charges subjoined, let the inquiry proceed from the more dreadful one. For if that one be found true, there is no gansaying concerning the remaining charges, since the root of that charge bears every kind of wickedness as its fruit, according to him who said: 'The root of all evils is the love of money.' For he who has taken bribes against the innocent, and has thought fit to traffic away the distribution of the Holy Spirit for silver—how will he still spare sacred vessels or stones or estates of the Church?" Then John begins the examination, saying to Antoninus: "What do you say to these things, brother Antoninus?" He denied them of necessity. For how was it possible at the very outset to confess his own shame? Those who had given were questioned; they also denied it. While the examination upon these matters was being diligently conducted until the eighth hour, the case was taking shape from certain indications. Finally, as was natural, it comes down to witnesses, in whose presence both they had given and he had received. The witnesses were not present; their production becomes necessary. Looking to the laboriousness of producing them, John is eager, for the cleansing of the Church and the sparing of the witnesses, to go in person to Asia and bring the examination to a close. Beholding John's untiring zeal and incorruptibleness, Antoninus, as one conscious of his own guilt, slipped in to one of those in power, whose estates in Asia he also managed, and entreats him to cause John to be detained, lest he depart for Asia, promising the production of the witnesses. That man forthwith arranges for the following message to be conveyed from the palace to Bishop John: "It is an out-of-place thing that you, being a bishop and the guardian of our souls, should in such expectation of tumult leave the city and set out on a journey to Asia, when the witnesses can easily be brought across." Now the expected tumult was Gainas the barbarian. And why say more? Not to speak at length, he is persuaded to remain behind, taking thought at once for the trial and for the wear-and-tear of the witnesses. Yet the adjournment for the witnesses was a windfall to the accused, since he could put them to flight either by silver or by influence. Having foreseen these things, John deliberates with the present synod that some of the bishops present be sent to Asia to question the witnesses. Forthwith, therefore, three bishops were appointed to go down: Syncletius, metropolitan of Trajanopolis, Hesychius of Parium, and Palladius of Helenopolis—the synod declaring in the minutes that whoever did not appear within two months and stand by his own pleas in Hypaepa, the city of the Asians—because both those under charge and the remaining bishops who ought to sit in judgement with Syncletius and his colleagues were neighbours—should be excommunicated. Thereupon the appointed bishops, Syncletius and Palladius, went down to Smyrna—for Hesychius, being a friend of Antoninus, pretended to have fallen ill—and forthwith writing, they made known their arrival to both parties, so that, hastening together to the appointed city, they might fulfil
PG 47:50Read from the page
τὰς ὑποσχέσεις. Οἱ δὲ πείσαντες ἀλλήλους, ὁ μὲν χρυσίῳ, ὁ δὲ ὅρκῳ, φίλοι γεγόνασι πρὸ τῆς τῶν δικαστῶν παρουσίας. Συνδραμόντες δὲ σχήματι ἐν τῇ Ὑπαιπινῶν, ἐνόμιζον τοὺς κριτὰς διαπαίζειν ἐπὶ ὑπερθέσει πάλιν τῶν μαρτύρων, ὡς ἐκδημούντων εἰς διαφόρους χρείας. Πρὸς τούτοις ἐπερωτῶσιν οἱ δικασταὶ τὸν κατήγορον· Ἐντὸς οὖν ποσῶν ἡμερῶν διάγεις αὐτούς; καὶ ἐκδεχόμεθα. Νομίσας αὐτοὺς δυσφοροῦντας πρὸς τὴν τῶν ἀέρων ἐπάχθειαν ἀποχωρεῖν (ἦν γὰρ τὸ ἀκραιφνὲς τῆς θερινῆς ὥρας) ὑπέσχετο, ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐγγράφως ἢ ἄγειν τοὺς μάρτυρας ἢ ὑφίστασθαι τὰ τῶν κανόνων. Ἀφεθεὶς οὖν εἰς ἐπιζήτησιν τῶν μαρτύρων, καταλιπὼν τὸ πρᾶγμα, καταλαμβάνει τὴν Κωνσταντινούπολιν, ἐκεῖσε διαλανθάνων. Ἐξεδέξαντο οἱ κριταὶ τὰς τεσσαράκοντα ἡμέρας, ὡς εἰκός· καὶ ὡς οὐδαμοῦ ἐφάνη, ἐπιστέλλουσι τοῖς πανταχοῦ τῆς Ἀσίας ἐπισκόποις, ποιήσαντες αὐτὸν ἀκοινώνητον, ἢ ὡς λιποτάκτην ἢ ὡς συκοφάντην· μετὰ δὲ τοῦτο προσεκαρτέρησαν ἄλλας τριάκοντα ἡμέρας, καὶ ὡς οὐδαμοῦ ἐφάνη, ἀναχωρήσαντες ἦλθον εἰς τὴν Κωνσταντινούπολιν· κἀκεῖ περιτυχόντες αὐτῷ, ἐνεκάλουν ἐπὶ τῷ τετολμημένῳ. Ὁ δὲ πάλιν ἀῤῥωστίαν σώματος προφασισάμενος, ὑπισχνεῖτο τοὺς μάρτυρας. Τούτων οὕτω χρονοτριβούντων, ἀποθνήσκει ὁ Ἀντωνῖνος, μεθ' οὗ εἶχεν ὁ Εὐσέβιος τὴν δίκην. Αὖθις ψήφισμα ἔρχεται ἀπὸ Ἀσίας, τοῦτο μὲν τοῦ κλήρου τῆς Ἐκκλησίας τῶν Ἐφεσίων, τοῦτο δὲ τῶν ἐπισκόπων, πρὸς τὸν Ἰωάννην, ἀξίωσιν μεθ' ὅρκου φρικτοῦ περιέχον· Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις φύρδην οἵ τε θεσμοὶ καὶ ἡμεῖς ἐποιμάνθημεν, ἀξιοῦμέν σου τὴν τιμιότητα κατελθοῦσαν τύπον ἐπιθεῖναι θεόπεμπτον τῇ Ἐφεσίων Ἐκκλησίᾳ ἐκ μακρῶν τῶν χρόνων καταπονηθείσῃ, τοῦτο μὲν ὑπὸ τῶν τὰ Ἀρείου φρονούντων, τοῦτο δὲ ὑπὸ τῶν τὰ ἡμέτερα μετὰ πλεονεξίας καὶ φιλαυτίας αὐχούντων· ἐπειδὴ μάλιστα πολλοὶ οἱ ἐφεδρεύοντες, ὡς λύκοι βαρεῖς, διὰ χρημάτων ἁρπάσαι τὸν θρόνον ἐπειγόμενοι. Ὁ δὲ Ἰωάννης ἐν τοσαύτῃ σώματος ἀνωμαλίᾳ καὶ χειμερίας τῆς ὥρας, οὐδὲν πρὸ ὀφθαλμῶν θέμενος λυπηρὸν, ἐπὶ καταστάσει μάλιστα νενοσηκότων πραγμάτων ὅλης τῆς Ἀσιανῆς διοικήσεως δι' ἀπειρίαν ἢ ἐρημίαν ποιμένων, τονωθεὶς τῇ προθυμίᾳ, ἐμβὰς εἰς πλοῖον, ἀπαίρει τῆς πόλεως. Ἐπιγενομένου δὲ σφοδροῦ ἀνέμου βοῤῥέου, φοβηθέντες οἱ ναυτικοὶ, ἵνα μὴ εἰς τὴν Προκόννησον ἐκριφῶσι, τὸ ἔπαρμα θέντες τῇ βαλλομένῃ, ὑποτρέχουσι τὸ ὄρος τοῦ Τρίτωνος· κἀκεῖσε ῥίψαντες τοὺς κατόχους, ἔμενον ἐκδεχόμενοι νότον, ἵνα παραβάλωσι τῇ Ἀπαμείᾳ. Ἐπιμείναντες οὖν δύο ἡμέρας νήστεις ῥεμβόμενοι ἐν τῷ πλοίῳ, τῇ τρίτῃ ἐξῆλθον εἰς τὴν Ἀπάμειαν, ἐν ᾗ ἐξεδέχοντο Παῦλος καὶ Κυρῖνος καὶ Παλλάδιος οἱ ἐπίσκοποι· τούτους γὰρ ἔλαβε συνεκδήμους ὁ Ἰωάννης. Διανύσαντες δὲ τῇ πεζικῇ πορείᾳ τὴν ὁδὸν, εἰσβάλλουσιν εἰς τὴν Ἔφεσον· καὶ συναγαγόντες τοὺς τῆς Λυδίας ἐπισκόπους, καὶ Ἀσίας καὶ Καρίας συντείνοντας εἰς ἑβδομήκοντα ἄνδρας, ποιοῦνται τὴν χειροτονίαν, τῶν πολλῶν ἐκ προθυμίας ἑκουσίου ἀπαντησάντων, μάλιστα Φρυγῶν, ἐπὶ ἀπολαύσει στόματος σοφίας, κατὰ τὸ εἰρημένον· Σοφία ἐν ἐξόδοις ὑμνεῖται, τουτέστιν, ἐν τοῖς λαλοῦσιν· ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει, τουτέστι, καρδίαις ταῖς διὰ πολυτρόπων θλίψεων πλατυνθείσαις, κατὰ τὸ, Ἐν θλίψει ἐπλάτυνάς με. Στενοχωρεῖται γὰρ ἡ σοφία ἐν τοῖς τὰ ζιζάνια γεωργοῦσι, καὶ τὸν λόγον συμπνίγουσιν.
their promises. They, however, having won one another over—the one by gold, the other by an oath—became friends before the arrival of the judges. Coming together for show's sake in the city of the Hypaepians, they thought to mock the judges by a further postponement of the witnesses, as though they were abroad on various errands. Thereupon the judges question the accuser: "Within how many days, then, will you bring them? And we shall wait." Supposing that they would withdraw out of impatience at the oppressiveness of the climate (for it was the very height of the summer season), he promised in writing either to bring the witnesses within forty days or to undergo the penalties of the canons. Released, therefore, to search for the witnesses, he abandoned the case and betook himself to Constantinople, hiding himself there. The judges waited out the forty days, as was fitting; and when he appeared nowhere, they write to the bishops throughout Asia, rendering him excommunicated, whether as a deserter or as a slanderer; and after this they persevered for another thirty days, and when he appeared nowhere, they departed and came to Constantinople; and meeting with him there, they reproached him for what he had dared. He again put forward bodily infirmity as a pretext and kept promising the witnesses. While these matters were thus dragging on, Antoninus, with whom Eusebius had the suit, dies. Again a decree comes from Asia—partly from the clergy of the Church of the Ephesians, partly from the bishops—to John, containing a petition with a fearful oath: "Since in former times both the ordinances and we ourselves were shepherded in confusion, we entreat your Reverence to come down and impose a God-sent form of order upon the Church of the Ephesians, long distressed partly by those who hold the doctrines of Arius, and partly by those who boast of our tenets with covetousness and self-love; especially since many lie in wait like grievous wolves, hastening to seize the throne by means of money." John, in so great an indisposition of body and in the winter season, setting nothing painful before his eyes, for the settlement of the sorely diseased affairs of the whole Asian diocese through the inexperience or scarcity of shepherds, braced by his eagerness, embarked on a vessel and set sail from the city. A violent north wind coming on, the sailors, fearing lest they be cast ashore upon Proconnesus, set the sail to the windward side and ran under the lee of the headland of Triton; and casting anchors there, they remained awaiting a south wind so that they might put in at Apamea. Having remained two days fasting and tossing about in the vessel, on the third day they disembarked at Apamea, where the bishops Paul, Cyrinus, and Palladius were awaiting them; for John had taken these as fellow-travellers. Having accomplished the journey on foot, they enter Ephesus; and having gathered together the bishops of Lydia, Asia, and Caria, amounting to seventy men, they perform the ordination, the multitudes having met them of their own free eagerness—especially Phrygians—to enjoy a mouth of wisdom, according to what is said: "Wisdom is hymned in the ways out," that is, among those who speak; "and in the broad places she uses boldness of speech," that is, in hearts enlarged through manifold afflictions, according to the saying: "In affliction Thou didst enlarge me." For wisdom is straitened among those who cultivate tares and choke the word.
PG 47:51Read from the page
ΚΕΦ. ΙΕʹ. Τούτων οὖν οὕτως ἐχόντων, προσῆλθεν ὁ τῆς μακρηγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ δύο ἔτη ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας σήμερον παραυτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος ὁ ἐπίσκοπος ἐτελεύτησεν ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ' οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα. Ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρώην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν μὲν τῇ ἀρχῇ ἠρνοῦντο· ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ καὶ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, καὶ γυναικῶν τινων, καὶ τὰ εἴδη τῶν ἐνεχύρων λεγόντων, καὶ τοὺς τόπους καὶ τοὺς καιροὺς καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς διακειμένης αὐτῶν συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι δίχα πολλῆς ἀνάγκης, ὅτι Δεδώκαμεν, ὡμολόγηται, καὶ γεγόναμεν, τοιαύτην νομίσαντες εἶναι ἀκολουθίαν, ἵνα δόξωμεν τοῦ βουλευτηρίου ἐλευθεροῦσθαι. Καὶ νῦν δεόμεθα, εἰ μὲν ἔστιν ὅσιον, ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας· ἐπεὶ κἂν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν· τῶν γὰρ γυναικῶν ἡμῶν τινες δεδώκαμεν σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι Τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς σὺν Θεῷ ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα· ὑμεῖς δὲ προστάξατε αὐτοὺς λαβεῖν ὃ δεδώκασιν παρὰ τῶν Ἀντωνίνου κληρονόμων. Προσέταξεν ἡ σύνοδος, τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται Ἰουδαϊκὸν, ἢ Αἰγύπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. Φασὶ δὲ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ' ἔτος ἀμείβειν, ἢ καὶ παρ' ἔτος τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως δὲ καὶ τὸν ζηλωτὴν τούτου τῶν Αἰγυπτίων πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο. Τούτων πάντων ἐστὶ καὶ τὰ ὑπομνήματα καὶ οἱ κρίναντες. Καὶ οὐκ εἰς μίαν ἡμέραν γεγένηται, ὡς ἐψεύσατο ὁ Θεόφιλος, ἡ ἐξέτασις, ἀλλ' ἐπὶ δύο ἔτη. Καὶ ἔστερξαν οἱ καθαιρεθέντες, τῆς μελλούσης κρίσεως ἐλευθερωθέντες, ὡς τὸν ἕνα ἐξ αὐτῶν ἔκδικον δημοσίων γενέσθαι πραγμάτων· καὶ εἰς τοὺς τόπους αὐτῶν ἕτεροι ἀείπαιδες ἀντεισήχθησαν, βίῳ καὶ λόγῳ κεκοσμημένοι. Καὶ οἱ γεννάδες καὶ φιλόνεικοι μετὰ τὴν Ἰωάννου ἐξορίαν λαβόντες ὃ ἔλαβον (οὐ γὰρ ἔχει ὄνομα ἡ κακία, ὥσπερ οὐδὲ οὐσίαν), τοὺς μὲν πρὸ τετραετίας ῥιφέντας πάλιν εἰσέφρησαν εἰς τὰς Ἐκκλησίας, τοὺς δὲ ἐνθέσμως ἐνθρονισθέντας ἐξέωσαν ἐπὶ σκορπισμῷ τῶν τοῦ Χριστοῦ προβάτων. Τὸ μέντοι γελοιωδέστατον πάντων, μᾶλλον δὲ θρήνου ἄξιον, ἐὰν ἀκούσῃς, Θεόδωρε φιλομαθέστατε, Ἠχήσει μέν σου, κατὰ τὸν προφήτην, ἀμφότερα τὰ ὦτα· ἀποκλαύσεις δὲ, φιλόθεος ὢν, τοὺς μαινομένους τῶν ἐπισκόπων, ἐσκοτισμένῃ χειρὶ λυμαινομένους τὰς δωρεὰς τοῦ Χριστοῦ. Ἃς γὰρ μετὰ νηστείας καὶ δεή-
Chapter XV. While matters stood thus, Eusebius, who was for us the cause of this lengthy discourse, the accuser of the six remaining bishops, approached all the bishops, requesting to be received into communion. Certain of the bishops spoke in opposition, maintaining that he ought not to be received, on account of his being a sycophant. Thereupon he made supplication, saying: Since the case has for the most part been investigated over two years, and the adjournment was granted for witnesses, I entreat your God-loving assembly to allow me to produce the witnesses today forthwith. For even if Antoninus the bishop has died, he who took the gold and performed the ordinations, nevertheless those who gave it and were ordained still remain. The present synod judged it just that the affair should be examined. The hearing begins from a reading of the minutes of the former proceedings. The witnesses entered, and six of those who had given and been ordained entered as well. At the beginning they made denial; but when the witnesses persisted, some laymen and others presbyters in whom they had seemed to place confidence, as well as certain women, stating too the kinds of the pledges, and the places and the times and the amount, since their conscience was in no very good state, they voluntarily confessed without great compulsion: We gave it, it stands admitted, and we were made bishops, supposing such to be the regular procedure, so that we might appear to be exempted from the town council. And now we beg that, if it is lawful, we may remain in the ministry of the Church; otherwise, that we may at least recover the gold which we gave, for some of us have given the ornaments of our wives. In reply to this, John promised the synod: From the town council I myself, with God's help, shall release them by petitioning the emperor; do you order that they receive back from the heirs of Antoninus what they have given. The synod enjoined that they should receive back the gold from the heirs of Antoninus and communicate within the sanctuary, but no longer rank among priests, lest, if these things were conceded, a Jewish or Egyptian custom should arise of selling and buying the priesthood. For they say that the pestilent and falsely named patriarch of the Jews changes the rulers of the synagogues year by year, or every other year, to amass silver, and likewise his emulator the patriarch of the Egyptians, so that the prophetic word may be fulfilled: Her priests answered for gifts, and her prophets divined for silver. Of all these matters both the records and those who gave judgement are extant. And the inquiry did not take place on a single day, as Theophilus falsely alleged, but over two years. And those who were deposed acquiesced, being delivered from the Judgement to come, inasmuch as one of them became defender of public affairs; and into their places others who had remained celibate from youth were introduced in their stead, adorned in life and in speech. Yet those noble and contentious men, after John's exile, having taken what they took (for evil has no name, just as it has no substance), brought back into the Churches those who had been cast out four years before, while those lawfully enthroned they drove out to the scattering of Christ's sheep. What is most ridiculous of all, however, or rather worthy of lamentation, if you hear it, most studious Theodore, Both your ears shall tingle, according to the prophet; and you shall bewail, as a lover of God, the madmen among the bishops, marring with darkened hand the gifts of Christ. For those ordinations which with fasting and suppli-
PG 47:52Read from the page
σεως καὶ δοκιμασίας κλήρου καὶ φόβου οἱ περὶ Πέτρον καὶ Ἰωάννην ἐποίουν χειροτονίας, αὐτοὶ τὸ ἐναντίον μετὰ κραιπάλης καὶ μέθης καὶ δώρων οἰκτρῶν τὰ τῶν ἀνθρώπων ἐκτρώματα, ἃ μήτε χοίρων ἀλόγων ἢ κυνῶν ἄξια, κατὰ τὸν προφητεύσαντα περὶ αὐτῶν Ἰὼβ ἐκ προσώπου τοῦ Σωτῆρος· Οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων, οἳ ὑπὸ φρύγανα διῃτῶντο. Οἱ τοίνυν μετὰ μιμάδων καὶ Ἰουδαίων, ὡς φίλοι τοῦ Σωτῆρος, παρὰ τῶν σοφῶν τὰ ἀπόρρητα τῆς ἱερωσύνης καταπιστεύονται· δι' οὓς καὶ τοὺς εὐκτηρίους οἴκους φεύγουσιν οἱ λαοὶ τῶν ὀρθοδόξων. Ἔφθασε γὰρ πάντως τὸ καινὸν καὶ κουφωδέστατον τοῦ τολμήματος καὶ μέχρις ἡμῶν τῆς κατὰ Ἔφεσον Ἐκκλησίας· πῶς γὰρ οὔ; παραθαλασσίας οὔσης, καὶ ῥᾳδίως διαπορθμευούσης τὰς φήμας. Εἰς τὸν τόπον γὰρ, μᾶλλον δὲ εἰς τὸν Ἰωάννου τοῦ τὸ Εὐαγγέλιον γράψαντος, τοῦ εἰς τὸ τῆς σοφίας στῆθος πιστῶς ἐπαναπεσόντος, περὶ οὗ γέγραπται· Ὃν ἠγάπα ὁ Ἰησοῦς· ὃν Τιμόθεος, ὁ Παύλου μαθητὴς, πρὸς ὃν αἱ δύο φέρονται τοῦ Ἀποστόλου Ἐπιστολαί· διαδέχεται βδέλυγμα ἐρημώσεως. Χειροτονήσαντες γὰρ τὸν Βίκτωρος τοῦ τριβούνου εὐνοῦχον, ἐνεθρόνισαν, καὶ τὸν ὑπὸ ἑβδομήκοντα ἐπισκόπων ἐνθρονισθέντα ἐν εἱρκτῇ δαπανῶντες μέχρι τῆς δεῦρο, ἄνδρα μονάσαντα ἐν τῇ ἐρήμῳ, ἀπὸ ἐγκυκλίων ἠγμένον μαθημάτων, καὶ τῶν θείων Γραφῶν ἐντὸς γενόμενον, καὶ διακονήσαντα ἔτη τρία. Καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν· νυνὶ δὲ, γῆς ἔντερον, γαστρίδουλον, θηλυμανὲς, ἰταμὸν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, φιλάργυρον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανὲς, καθὼς ἤκουσα πολλάκις, τὰ θεατρικὰ κοράσια ἐπ' ὤμων βαστάσαντα ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον, καὶ κρατῆρα ἐν τῇ χειρὶ ἐνημμένον οἰνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ Διονύσου. Ταῦτα δὲ πάντα ἔπραξεν οὐ πρὸ τῆς εἰς Χριστὸν μυσταγωγίας, ἀλλὰ μετὰ τὸ φώτισμα· ὃς αἰνίσσεται διὰ τούτων μηδὲ τῇ ἀναστάσει πιστεύειν. Τῆς γὰρ ἀναστάσεως την θεμέλιον σαθρώσας, πῶς οὗτος ἐπὶ ταύτῃ πιστεύει; ὁ δὲ μὴ πιστεύων τῇ ἀναστάσει, πῶς κήρυξ γένηται τῆς ἀναστάσεως, κατὰ τὸν εἰπόντα· Πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ πιστεύσωσιν; Οὗτος σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι' οἰκείαν αἰσχρότητα. Ταῦτά δέ ἐστι τὰ κατὰ τὴν Ἀσίαν γεγενημένα, περὶ ὧν ἐπηρώτησας, διὰ τὸν γράψαντα Θεόφιλον δεκαὲξ ἐπισκόπους καθῃρηκέναι τὸν Ἰωάννην. Ἔσο οὖν εἰδὼς ἐπὶ τῆς ἀληθείας, ὅτι ἕξ εἰσι. Τούτων ἐστὶ καὶ τὰ ὑπομνήματα σωζόμενα παρ' ἡμῖν μετὰ ὑπογραφῆς τῶν εἰκοσιδύο ἐπισκόπων τῶν τὴν ἀρχὴν ἀκουσάντων, καὶ τῶν ἑβδομήκοντα τῶν καθελόντων, καὶ τὴν δίκην περαιωσάντων.
cation and probation of the clergy and reverential fear Peter and John and their companions performed, they on the contrary perform amid surfeiting and drunkenness and pitiful bribes—those abortions of men, worthy neither of irrational swine nor of dogs, according to Job who prophesied concerning them in the person of the Saviour: Whom I deemed not worthy of the dogs of my flocks, who lived beneath brushwood. Those, therefore, who consort with mime-actresses and Jews, as though friends of the Saviour, are entrusted by the wise with the mysteries of the priesthood; on account of whom the peoples of the orthodox flee even the houses of prayer. For in all truth the novel and utterly reckless audacity has reached even unto us of the Church at Ephesus; and why should it not, seeing that it lies by the sea and easily ferries rumours across? For into the place, or rather into the see of John who wrote the Gospel, who leaned faithfully upon the breast of Wisdom, concerning whom it is written: Whom Jesus loved—to whom Timothy succeeded, the disciple of Paul, to whom the two Epistles of the Apostle are addressed—there succeeds an abomination of desolation. For having ordained the eunuch of Victor the tribune, they enthroned him, while wasting in prison down to this day the man enthroned by seventy bishops, a man who had lived as a monk in the desert, trained in general learning, versed in the divine Scriptures, and having served as deacon for three years. And would that the eunuch who was ordained had passed through a dignified life, so that the evil had been but half an evil! But as it is—an earthworm, a slave of his belly, woman-mad, brazen, drunken, whoremongering, bought with silver, illiberal, avaricious, condemned to the knife at his very birth, unmanly, unwomanly, furiously lustful—as I have often heard, he carried theatrical girls upon his shoulders at satyric banquets, his head crowned with ivy, and with a mixing-bowl clasped in his hand poured wine in the guise of the mythical Dionysus. And all these things he did not before his initiation into Christ, but after illumination; who intimates thereby that he does not believe even in the resurrection. For having undermined the foundation of the resurrection, how does this man believe in it? And he who does not believe in the resurrection, how shall he become a herald of the resurrection, according to him who said: And how shall they preach, unless they believe? This man is chaste without reward through iron, and raves without fruit through his own baseness. These, then, are the things that took place in Asia, concerning which you inquired on account of Theophilus having written that John deposed sixteen bishops. Know, therefore, in truth that there are six. Of these the minutes too are preserved among us, with the subscription of the twenty-two bishops who heard the case at the outset, and of the seventy who deposed them and brought the trial to a close.
ΚΕΦ. ΙϚʹ. — Ὁ ΔΙΑΚ. Σύγγνωθί μοι, Πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. Οἱ μὲν γὰρ μαινόμενοι καὶ μέθυσοι καὶ οἱ παῖδες, οἱ μὲν μετὰ τὴν νῆψιν, οἱ δὲ μετὰ τὴν πέψιν· οἱ δ' ἄλλοι μετὰ τὴν ἔννομον ἡλικίαν ἀρνοῦνται, ἐπαισχυνόμενοι τοῖς αἰσχρῶς ἢ ἀτάκτως γεγενημένοις ἢ λελεγμένοις· οὗτοι δὲ ἐν ἡλικίᾳ τελείᾳ καὶ δοκούσῃ νή-
Chapter XVI. — The Deacon. Pardon me, Father: such things surpass drunkenness and madness and childish sport. For madmen and drunkards and children—the first after returning to sobriety, the second after sleeping off their wine, and the others after reaching lawful age—disown them, being ashamed of the things shamefully or disorderly done or spoken; whereas these men, having acted in mature age and apparent sob-
Notes, col. 52

On the reading

Printed την, for τὴν.

Printed κήρυξ, for κῆρυξ.