Migne Reading Room

PG 47 · cols. 29–34 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:29Read from the page
τῆς σῆς συνόδου, Θεοῦ χάριτι συναχθέντες, οὐκ ἐπὶ τῇ καταλύσει τῆς Ἐκκλησίας, ἀλλ' ἐν εἰρήνῃ. Σὺ μὲν γὰρ εἶ τριακοστὸς ἕκτος ἐξ ἐπαρχίας μιᾶς· ἡμεῖς δέ ἐσμεν τεσσαράκοντα ἐκ διαφόρων ἐπαρχιῶν, ἐν οἷς ἐσμεν καὶ ἑπτὰ μητροπολῖται, καὶ ἀκόλουθόν ἐστι τὸν ἐλάσσονα παρὰ τῶν πλειόνων καὶ διαφερόντων κατὰ τοὺς κανόνας κριθῆναι. Ἔχομεν γάρ σου καὶ τὴν ἐπιστολὴν, δι' ἧς παρεγγυᾷς τῷ συλλειτουργῷ ἡμῶν Ἰωάννῃ τὸ μὴ δεῖν ὑπερορίας εἰσδέχεσθαι δίκας. Ὅθεν πειθόμενος τοῖς ἐκκλησιαστικοῖς νόμοις, παρακάλει σου τοὺς κατηγόρους, ἢ παύεσθαι τῆς κατὰ σοῦ κατηγορίας, ἢ τῆς πρὸς αὐτὸν προσόδου. Πρὸς ταῦτα κινηθεὶς ὁ Ἰωάννης, τοῖς μὲν ἐπισκόποις αὐτοῦ ἔλεγεν· Ὑμεῖς ὃ δοκεῖ ὑμῖν δηλώσατε, ἐμὲ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ δηλωθέντα μοι ἀντισημᾶναι. Τοῖς δὲ περὶ Θεόφιλον ἀνταπέστειλε ταῦτα· Ἐγὼ, εἰ μὲν ἔχει τις κατ' ἐμοῦ λέγειν, μέχρι τῆς δεῦρο οὐδεπώποτε ἔγνων· εἰ δέ τις κατεῖπέ μου, καὶ βούλεσθέ με παραγενέσθαι, τοὺς προδήλους μου ἐχθροὺς, οἵτινες ἐκ τῆς ἀμελείας αὐτῶν ἐκακώθησαν πρὸς ἐμὲ, βάλλετε τούτους ἔξω τοῦ ὑμετέρου συλλόγου· καὶ οὔτε τόπου ἀμφισβητῶ ὅπου με δέοι κριθῆναι, ει καὶ τὰ μάλιστα ἔδει ἐν τῇ πόλει. Εισὶ δὲ οὓς παραιτοῦμαι, Θεόφιλος, ὃν ἐλέγχω εἰρηκότα καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Λυκίᾳ, ὅτι Ἀπέρχομαι εἰς τὸν κομιτάτον, Ἰωάννην καθελεῖν. Ἔστι δὲ ἀληθὲς, ἐξ ὧν παραγενόμενος οὔτε συνέτυχέ μοι, οὔτε ἐκοινώνησέ μοι. Ὃς οὖν πρὸ τῆς ἀκροάσεως τὰ ἐχθρῶν ἐπετέλεσε, τί ἂν ποιήσῃ μετὰ τὴν δίκην ; Ὁμοίως δὲ καὶ Ἀκάκιον διελέγχω ἐφ' ᾧ εἶπεν· Ἐγὼ αὐτῷ ἀρτύω χύτραν. Περὶ δὲ Σευηριανοῦ καὶ Ἀντιόχου, οὓς τάχιον μετελεύσεται ἡ θεία δίκη, τί δεῖ καὶ λέγειν, ὧν τὰς νεωτεροποιίας καὶ τὰ κοσμικὰ ᾄδουσι θέατρα ; Οὐκοῦν παρακέκλησθε, εἰ κατὰ ἀλήθειαν βούλεσθέ με ἐλθεῖν, τούτους τοὺς τέσσαρας· εἰ μὲν ὡς δικαστὰς, ἐκβάλλετε τούτους τοῦ συνεδρίου· εἰ δὲ ὡς κατηγόρους, στήσατε εἰς τὴν κρίσιν, ἵνα γνῶ ὅπως κονίζωμαι, πότερον ὡς πρὸς ἀντιδίκους, ἢ ὡς δικαστάς· καὶ πάντως ἐλεύσομαι οὐ μόνον πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλὰ καὶ πρὸς πᾶσαν τῆς οἰκουμένης σύνοδον. Ὥστε οὖν γνῶτε, ἐὰν μυριάκις ἀποστείλητε πρός με, οὐδὲν πλέον ἀκούσεσθε παρ' ἐμοῦ. Τούτων ἐξελθόντων, νοτάριος παρὰ πόδας γράμμα ἔχων βασιλικὸν, ἐν ᾧ προεδεήθησαν ἄκοντα αὐτὸν ἀπαντῆσαι εἰς τὴν δίκην, κατήπειγεν αὐτὸν εἰς τὴν κρίσιν. Μετὰ τὴν ἀπόκρισιν τὴν πρὸς τὸν νοτάριον, ἐμηνύθησαν δύο πρεσβύτεροι τοῦ Ἰωάννου, Εὐγένιός τις, ὃς μισθὸν τῆς κατὰ τοῦ ἐπισκόπου Ἰωάννου συσκευῆς τὴν προεδρίαν ἔλαβεν Ἡρακλείας, καὶ ὁ ἡσυχαστὴς Ἰσαάκιος, ἵνα μὴ ἄλλως εἴπω, λέγοντες· Ἐδήλωσέ σοι ἡ σύνοδος· πέρασον πρὸς ἡμᾶς, ἀπολογησόμενος τὰ ἐγκλήματα. Πρὸς ταῦτα ὁ Ἰωάννης ἀντεδήλωσε δι' ἐπισκόπων ἑτέρων· Ποίᾳ ἀκολουθίᾳ δικάζετε, οι μήτε τοὺς ἐχθρούς μου ἐξώσαντες, καὶ διὰ τῶν ἐμῶν κληρικῶν με μεταστελλόμενοι; Οἱ δὲ λαβόντες τοὺς ἐπισκόπους, τὸν μὲν ἔδειραν, τὸν δὲ περιέσχισαν, τῷ δὲ σίδηρα τῷ τραχήλῳ περιέθηκαν, ἃ ἦσαν εὐτρεπίσαντες τῷ ἁγίῳ, ἵν' οὕτως βληθεὶς εἰς πλοῖον, εἰς ἄδηλον ἀποσταλῇ τόπον· τοῦ δαίμονος καθάπερ λέοντας ἀγριώσαντος αὐτούς. Καὶ ὁ μὲν ὅσιος εἰδὼς τὴν ἀναιδῆ αὐτῶν γνώμην, ἑαυτὸν ἐπέσχεν. Οἱ δὲ γεννάδες, πράξαντες ὑπομνημάτια ἀράχνης ἀσθενέστερα πρὸς ἀφοσίωσιν, ἀποφαίνονται κατὰ τοῦ μακαρίου, οὗ οὔτε τὸ πρόσωπον εἶδον, οὔτε φωνῆς αὐτοῦ ἤκουσαν, ἐν ἡμέρᾳ μιᾷ τὴν ἐν πολλῷ χρόνῳ
than your synod, assembled by the grace of God, not for the subversion of the Church, but in peace. For you are the thirty-sixth from a single province; whereas we are forty from diverse provinces, among whom we are also seven metropolitans, and it is fitting that the smaller body should be judged by the larger and superior one in accordance with the canons. For we also hold your letter, whereby you enjoin upon our fellow minister John that cases from beyond one's boundaries ought not to be admitted. Wherefore, obeying the ecclesiastical laws, urge your accusers either to desist from the accusation against you, or from resorting to him. Moved at these things, John said to his own bishops: Do you signify what seems good to you, while for me it is fitting to send back word in reply to what was declared to me. And to those around Theophilus he sent back these words: As for me, whether anyone has aught to say against me, up to the present I have never yet known; but if anyone has spoken against me, and you wish me to attend, cast out from your assembly my manifest enemies, who out of their own negligence were embittered towards me; and I neither dispute about a place where I ought to be judged, even though above all it ought to have been in the city. Yet there are those to whom I object: Theophilus, whom I convict of having said both in Alexandria and in Lycia: I am departing for the imperial court, to depose John. And it is true, inasmuch as upon arriving he neither met with me nor held communion with me. He then who before the hearing performed the deeds of enemies, what would he do after the trial? Likewise I also convict Acacius for what he said: I am seasoning a pot for him. And concerning Severian and Antiochus, whom divine justice will speedily overtake, what need is there even to speak, whose revolutionary schemes even the secular theatres sing? You are therefore exhorted, if in truth you wish me to come, as regards these four: if as judges, cast them out of the council; if as accusers, place them up for the trial, so that I may know how to prepare for the contest, whether as against opponents or as before judges; and by all means I shall come not only to your charity, but also to every synod of the inhabited world. Know therefore that if you send to me ten thousand times, you will hear nothing more from me. When these had gone out, a notary close upon their heels, holding an imperial letter in which they had previously petitioned that he be made to appear unwillingly at the trial, pressed him on to judgement. After his reply to the notary, two presbyters of John were announced, a certain Eugenius, who as reward for the plot against Bishop John received the episcopal see of Heraclea, and the hesychast Isaacius, lest I speak otherwise, saying: The synod has declared to you: Cross over to us, to defend yourself against the charges. To these things John declared in reply through other bishops: By what orderly procedure do you judge, who have neither expelled my enemies, and summon me through my own clergy? Seizing the bishops, they flogged one, tore the garments off another, and placed upon the neck of another the irons which they had prepared for the saint, so that cast thus into a vessel he might be sent off to an unknown place, the daemon having enraged them like lions. And the holy man, knowing their shameless mind, restrained himself. But those noble sirs, having drawn up minutes weaker than a spider's web for mere form's sake, pronounce sentence against the blessed man, whose face they neither saw nor heard his voice, in a single day that which over a long time
Notes, col. 29

On the reading

Printed ει, for εἰ.

Printed Εισὶ, for Εἰσὶ.

Printed οι, for οἱ.

PG 47:30Read from the page
ὑφαινομένην κακίαν συμπεραιώσαντες· ἀνεπίσχετον γὰρ τὸ δαιμονιῶδες ὅρμημα, οὐκ ἀναμένον σκέψιν. Καὶ πέμψαντες τῷ βασιλεῖ ἀναφορὰν, προέταξαν· Ἐπειδὴ κατηγορηθεὶς Ἰωάννης ἐπὶ κακοῖς τισι, καὶ συνειδὼς ἑαυτῷ, οὐκ ἠθέλησεν ἀπαντῆσαι, τόνδε τοιοῦτον καθαιροῦσιν οἱ νόμοι· ὃ δὴ καὶ ὑπέστη. Περιέχουσι δὲ οἱ λιβέλλοι καὶ καθοσιώσεως ἔγκλημα. Κελεύσει οὖν ἡ ὑμῶν εὐσέβεια καὶ ἄκοντα αὐτὸν ἐξωσθῆναι, καὶ δίκας δοῦναι ἐπὶ τῇ καθοσιώσει, ἐπειδὴ ἡμῖν οὐκ ἔξεστι ταῦτα ζητεῖν. Ὦ τρισάθλιοι, ἃ φρονεῖτε καὶ ποιεῖτε· αἰσχύνεσθε ταῦτα ποιεῖν, οὐ Θεὸν, ἀλλὰ ἀνθρώπους αιδούμενοι ἢ φοβούμενοι. Ἦν δὲ ἡ καθοσίωσις ἡ εἰς τὴν βασίλισσαν λοιδορία, ὡς ἐκεῖνοι ἀνήνεγκαν, ὅτι εἶπεν αὐτὴν Ἰεζάβελ. Καὶ οἱ μὲν θαυμάσιοι, τὸν διὰ ξίφους θάνατον αὐτοῦ ποθήσαντες ἰδεῖν, οὕτως ἀνήνεγκαν· ὁ δὲ Θεὸς καὶ τούτων ἐφανέρωσε τὴν ἐνδομυχοῦσαν κακίαν, καὶ τῶν ἀρχόντων ἐμαλάκυνε τὴν καρδίαν· καθάπερ ἐπὶ τοῦ Δανιὴλ συνέβη ἐν Βαβυλῶνι. Ἐκεῖ γὰρ οἱ μὲν λέοντες ἡμερώθησαν, φεισάμενοι τοῦ Δανιὴλ, οἱ δὲ ἄνθρωποι ἠγριώθησαν, ἀφειδήσαντες τοῦ προφήτου, καὶ ἐδυσώπησεν ὁ Θεὸς τοὺς παρὰ φύσιν ἀγριωθέντας, τῶν παρὰ φύσιν ἡμερωθέντων.
was being woven of malice they brought to completion; for daemonic impulse is unrestrainable, not awaiting reflection. And sending a report to the Emperor, they set forth first: Since John, accused of certain evils and conscious of guilt within himself, refused to appear, the laws depose such a man; which indeed he has undergone. Moreover, the petitions also contain a charge of treason. Your Piety will therefore command that even unwillingly he be expelled, and pay the penalty for treason, since it is not lawful for us to inquire into these things. O thrice-wretched men, what you devise and do: you are ashamed to do these things yourselves, revering or fearing not God, but men! Now the treason was the insult against the Empress, as they reported, that he called her Jezebel. And those admirable men, longing to see his death by the sword, reported thus; yet God both revealed their lurking malice and softened the heart of the rulers, just as happened in the case of Daniel in Babylon. For there the lions were tamed, sparing Daniel, whereas the men grew savage, not sparing the prophet, and God put to shame those made savage contrary to nature through those tamed contrary to nature.
ΚΕΦ. Θʹ. — Οὕτως ἐξώσθη ὁ Ἰωάννης τῆς Ἐκκλησίας, κόμητος ἀποσταλέντος σὺν στρατιωτικῇ βοηθείᾳ, καθάπερ ἐπὶ βαρβαρικῆς παρατάξεως. Ἐκβληθεὶς δὲ φθάνει εἰς τὰ κατὰ Πραίνετον τῆς Βιθυνίας ἀγρίδια. Μέσης δὲ διαγενομένης ἡμέρας μιᾶς, συνέβη θραῦσίν τινα γενέσθαι ἐν τῷ κοιτῶνι. Φοβηθέντες ἐκ τούτου, δι' οἰκείου νοταρίου ἀνακαλοῦνται τὸν Ἰωάννην μετὰ ἡμέρας ὀλίγας, ἀποδόντες τῷ οἰκείῳ θρόνῳ. Οὕτως ὁ Θεόφιλος σὺν τοῖς Αἰγυπτίοις φυγῇ τὴν σωτηρίαν πορίζεται· ἐζήτει γὰρ ἡ πόλις αὐτὸν θαλασσῶσαι. Μετὰ δύο μῆνας πάλιν ὑπαναπνεύσαντες τῆς πληγῆς, φρυάττονται ἐκ δευτέρου κατὰ τοῦ Ἰωάννου· καὶ εὐπρόσωπον ἀρχὴν οὐχ εὑρίσκοντες, πέμπουσι πρὸς τὸν σοφιστὴν τῶν τοιούτων εἰς Ἀλεξάνδρειαν δηλώσαντες· Ἢ πάλιν ἀπάντησον στρατηγήσων κατὰ τοῦ Ἰωάννου, ἢ, εἰ τοῦτο δέδοικας διὰ τοὺς λαοὺς, τρόπον ἡμῖν ὑπόθου τινὰ, δι' οὗ τὴν ἀρχὴν ποιήσωμεν. Πρὸς τούτοις ὁ Θεόφιλος, αὐτὸς μὲν οὐκ ἀπήντησεν, εἰδὼς ὅπως διέφυγεν, ἀπέστειλε δὲ τρεῖς ἐλεεινοὺς ἐπισκόπους, Παῦλον καὶ Ποιμένα καὶ ἕτερον νεοχειροτόνητον, συναποστείλας αὐτοῖς καὶ κανόνας τινὰς οὓς πεποιήκεισαν οἱ Ἀρειανοὶ κατὰ τοῦ μακαρίου Ἀθανασίου, ἵνα αὐτοῖς τοῖς κανόσι χρησάμενοι, δίκας πλέξωσι τῷ Ἰωάννῃ, ὡς μετὰ καθαίρεσιν ἑαυτῷ ἐπεισελθόντι. Ὁρμητικὸς γάρ ἐστιν ἐκ φύσεως, καὶ προπετὴς, καὶ θρασὺς, καὶ διαφερόντως φιλόνεικος· οὐδὲν γάρ ἐστι τοῦ φανέντος αὐτῷ ὑπὸ τῆς ὄψεως, ὃ οὐχὶ θᾶττον τοῦ δέοντος ἀκατασχέτως ὁρμᾷ, ἐπ' αὐτῷ μήτε κρίσιν μήτε σκέψιν ἀναμένων. Ἀλογίστῳ δὲ φορᾷ χρώμενος ἀτάκτως βαδίζει ἐπὶ τὴν τούτου συγκατάθεσιν, καὶ τῇ ψηφισθείσῃ ἀποφάσει βεβαίως ἐπερειδόμενος, εὐτόνως ἀντιφιλονεικεῖ παντὶ τῷ βουλομένῳ ἀνταποφήνασθαι σπουδάζων ἀεὶ τὴν ἑαυτοῦ κρίσιν τε καὶ ψῆφον νικῶσάν τε καὶ κρατοῦσαν ἀποφαίνειν. Ὃ δὴ καὶ ποιοῦσιν ἐπιστάμενοι αὐτοῦ τὸ ἦθος. Μετακαλεσάμενοι γὰρ τῆς Συρίας, καὶ Καππαδοκίας, καὶ τῆς Ποντικῆς διοικήσεως καὶ Φρυγίας ὅλους μητροπολίτας καὶ ἐπισκόπους, συναθροίζουσιν εἰς τὴν Κωνσταντινούπολιν. Οἱ δὲ παραγενόμενοι, κατὰ τὴν τῶν κονόνων
Chapter IX. — Thus John was expelled from the Church, a count having been sent with military force, just as against a barbarian battle line. Cast out, he reached the hamlets near Praenetus in Bithynia. When a single day had intervened, a certain disaster befell in the imperial bedchamber. Terrified on this account, through a domestic notary they recalled John after a few days, restoring him to his own throne. Thus Theophilus with the Egyptians procured safety by flight; for the city sought to cast him into the sea. After two months, catching their breath again from the blow, they raged a second time against John; and finding no specious opening, they sent word to the sophist of such schemes in Alexandria, declaring: Either come again to take command against John, or, if you fear this on account of the peoples, suggest to us some way whereby we may make a beginning. In response to these things Theophilus did not come himself, knowing how he had escaped, but sent three wretched bishops, Paul and Poemen and another newly ordained, sending along with them also certain canons which the Arians had framed against the blessed Athanasius, so that using those very canons they might weave lawsuits against John, as having re-entered upon his own authority after deposition. For by nature he is impulsive, and headstrong, and rash, and pre-eminently contentious; for there is nothing that appears before his sight upon which he does not rush uncontrollably sooner than ought to be, awaiting upon it neither judgement nor reflection. Carried along by an unreasoning rush, he proceeds disorderly to assent to it, and firmly leaning upon the voted decision, he vigorously contends against everyone who wishes to speak to the contrary, striving always to show his own judgement and vote victorious and prevailing. Which indeed those who knew his character accomplished. For summoning from Syria, and Cappadocia, and the Pontic diocese and Phrygia all the metropolitans and bishops, they gathered them into Constantinople. And upon arriving, according to the canons'
Notes, col. 30

On the reading

Printed αιδούμενοι, for αἰδούμενοι.

Printed ὅλους, for ὅλης.

Printed κονόνων, for κανόνων.

PG 47:31Read from the page
ἀκολουθίαν ἐκοινώνησαν τῷ Ἰωάννῃ, ἵνα μὴ τὰ αὐτὰ τοῖς πρώτοις ἐργάσωνται. Γνόντες δὲ οἱ κρατοῦντες ἠγανάκτησαν ἐπὶ τῇ κοινωνίᾳ αὐτῶν· καὶ Θεόδωρος μὲν ὁ Τυάνων ἐπίσκοπος, ἀνὴρ εὐσχήμων, συνεὶς τὴν σκευωρίαν ἐξ ὧν ἦλθεν εις τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἐξακολουθήσῃ τῇ προπετείᾳ Θεοφίλου, ἀσυντάκτως καταλιπὼν τοὺς πάντας, κατέλαβεν ἑαυτοῦ τὴν Ἐκκλησίαν, μακρὰν χαίρειν ειπὼν τῷ κομιτάτῳ, ἀσφαλισάμενος ἑαυτοῦ τὴν ἐπαρχίαν τῷ τείχει τῆς εὐσεβείας, μέχρι τέλους ἐμμείνας τῇ τῶν πιστῶν Ῥωμαίων κοινωνίᾳ, οἷς μαρτυρεῖ ὁ Παῦλος λέγων· Ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται. Φαρέτριος δὲ, ὁ Καισαρείας τῆς πρὸς τῷ Ἀργαίῳ, ὑπερβολῇ δειλιάσας, καθάπερ οἱ κομιδῇ παῖδες τὰ μορμολύκεια, μηδ' ἐξελθὼν ἑαυτοῦ τὴν πόλιν, συντίθεται τοῖς ἐναντίοις διὰ γραμμάτων, καίπερ μηδὲ κληθεὶς εἰς τὸ μέσον, ἀπειροκάλως ἔχων περὶ τὴν προεδρίαν ἀγνοίᾳ τῶν κρειττόνων. Λεόντιος δὲ, ὁ Ἀγκύρας τῆς Γαλατίας, συγκλωσθεὶς Ἀμμωνίῳ τῷ Λαοδικείας τῆς κεκαυμένης, κεκαυμένην ἐποίησαν τὴν Ἐκκλησίαν. Οὐ μόνον ἡττηθέντες ταῖς τῶν κρατούντων ἀπειλαῖς, ἀλλὰ τοὐναντίον ἐλπίδι δώρων βασιλικῶν ἀπατηθέντες ἐν τῇ δευτέρᾳ συνόδῳ, εἰσφέρουσι γνώμην μοχθηρὰν τοῖς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, κρατῆσαι τὴν Θεοφίλου ἄκριτον κρίσιν, καὶ μηδ' ὅλως δοῦναι τόπον ἀπολογίας τῷ Ἰωάννῃ, δικαιολογίᾳ τῇ τῶν κανόνων τῶν ὑπὸ Θεοφίλου ἀποσταλέντων, οὓς ἐθέσπισαν οἱ τεσσαράκοντα τῶν Ἀρείου κοινωνικῶν, γράψαντες· Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, ἀδίκως ἢ δικαίως καθαιρεθεὶς, ἑαυτῷ ἐπεισέλθοι δίχα συνόδου εἰς τὴν Ἐκκλησίαν, τὸν τοιοῦτον μηκέτι ἔχειν χώραν ἀπολογίας, ἀλλὰ τέλεον ἐξωθεῖσθαι. Καὶ οὗτος μὲν ὁ κανὼν, ὡς παράνομος ὑπὸ παρανόμων τεθεὶς, ἐξωστρακίσθη ἐν Σαρδικῇ ὑπὸ Ῥωμαίων καὶ Ἰταλῶν καὶ Ἰλλυρίων καὶ Μακεδόνων καὶ Ἑλλαδικῶν, ὡς μᾶλλον αὐτὸς οἶσθα, μεγαλώνυμε Θεόδωρε, ὁπηνίκα Λιβέριος ἢ Ἰούλιος ἐπὶ Κώνσταντος βασιλέως ἐδέξατο τὸν Ἀθανάσιον εἰς κοινωνίαν, καὶ Μάρκελλον τὸν Γαλάτην, δι' οὓς καὶ ὁ κανὼν ἐκεῖνος ἐτέθη. Ἡ μέντοι δυὰς τῶν θαυμασίων τῶν περὶ Ἀμμώνιον καὶ Λεόντιον, συμπλακέντες Ἀκακίῳ, καὶ Ἀντιόχῳ, καὶ Κυρίνῳ τῷ Χαλκηδόνος, καὶ Σευηριανῷ, εἰσῆλθον πρὸς τὸν βασιλέα ἀναδιδάξοντες εἰσκληθῆναι τοῦ μέρους τοῦ Ἰωάννου δέκα ἐπισκόπους (ἦσαν δὲ πλείους τῶν τεσσαράκοντα), ἐπὶ συστάσει τῶν κανόνων, τῶν μὲν διισχυριζομένων ὀρθοδόξων αὐτοὺς εἶναι, τῶν δὲ ἀποδεικνυόντων αὐτοὺς Ἀρειανῶν ὑπάρχειν. Εἰσελθόντες δὲ οἱ περὶ τὸν γέροντα ψυχῇ τε καὶ πολιᾷ Ἐλπίδιον, τὸν Λαοδικείας τῆς Συρίας, καὶ Τραγκύλιον, ἔπειθον τὸν βασιλέα μὴ δεῖν ἀλόγως ἐκβάλλεσθαι τὸν Ἰωάννην. Οὔτε γὰρ τὸ πρότερον καθῄρηται, ἀλλ' ἐξώσθη ὑπὸ τοῦ κόμητος· οὔτε μὴν ἑαυτῷ ἐπεισῆλθεν, ἀλλὰ προστάγματι τῆς σῆς εὐσεβείας, νοταρίου ἀποσταλέντος· καὶ νῦν δὲ οὓς προφέρουσι κανόνας, αιρετικῶν αὐτοὺς δείκνυμεν ὄντας. Ὡς δ' ἐπέμειναν ἄτακτα ζυγομαχοῦντες οἱ κατὰ Ἰωάννου, οἱ μὲν γεγωνοτέρᾳ φωνῇ, οἱ δὲ σεσοβημένοι στέρνων κινήσει ἀνασειόμενοι ιταμῶς ἐπὶ τοῦ βασιλέως· πράως ὁ ἐνθεσμότατος Ἐλπίδιος, μικρᾶς παραγενομένης γαλήνης, ἔφησε τῷ βασιλεῖ· Βασιλεῦ, μὴ σκύλλωμεν ἐπὶ πολὺ τὴν σὴν ἡμερότητα, ἀλλὰ τοῦτο γενέσθω· ὑπογραψάτωσαν οἱ περὶ τὸν ἀδελφὸν Ἀκάκιον καὶ Ἀντίοχον οὓς προβάλλονται ὡς ὀρθοδόξων κανόνας, ὅτι Τῆς πίστεώς ἐσμεν τῶν ἐκθεμένων αὐτοὺς, καὶ λέλυται
order held communion with John, lest they should commit the same acts as the first group. Learning this, those in power were indignant at their communion; and Theodore, bishop of Tyana, a dignified man, perceiving the plot from what had reached his ears, lest he should follow the headlong rashness of Theophilus, leaving them all without taking leave, betook himself to his own church, bidding a long farewell to the imperial court, securing his own province with the wall of piety, abiding until the end in the communion of the faithful Romans, to whom Paul bears witness, saying: Your faith is proclaimed in all the world (Rom. 1:8). Pharetrius, however, of Caesarea by Mount Argaeus, playing the coward to excess, just as very young children dread bugbears, not even going forth from his own city, consented with the adversaries by letters, although not even summoned into the midst, conducting himself unseemlily in his episcopal see out of ignorance of better things. And Leontius, of Ancyra in Galatia, being spun together with Ammonius of Laodicea the Burnt, made the Church burnt up. Not only overcome by the threats of those in power, but on the contrary deceived by the hope of imperial gifts, in the second synod they introduce a wicked proposal to those around Acacius and Antiochus, that the untried judgement of Theophilus should prevail, and that no room at all for defence should be granted to John, on the pretext of the canons sent by Theophilus, which the forty communicants of Arius had decreed, writing: If any bishop or presbyter, unjustly or justly deposed, should re-enter the Church upon his own authority apart from a synod, such a one shall no longer have room for defence, but shall be utterly expelled. And this canon, as illegal and laid down by lawless men, was banished at Sardica by Romans and Italians and Illyrians and Macedonians and Greeks, as you yourself know still better, Theodore of renowned name, when Liberius or Julius under Emperor Constans received Athanasius into communion, and Marcellus the Galatian, on whose account also that canon had been framed. Yet that pair of admirable men, Ammonius and Leontius, intertwined with Acacius, and Antiochus, and Cyrinus of Chalcedon, and Severian, went in to the Emperor to instruct him that ten bishops of John's party should be summoned in (now there were more than forty) for the establishment of the canons, the one side contending that they were of the orthodox, the other side demonstrating that they belonged to the Arians. Entering in, those around Elpidius, an old man both in soul and in grey hair, of Laodicea in Syria, and Tranquillus, sought to persuade the Emperor that John ought not to be cast out without a hearing: For neither was he deposed previously, but was expelled by the count; nor yet did he re-enter upon his own authority, but by the command of your Piety, a notary having been sent; and now also as for the canons they bring forward, we show them to be of heretics. When John's opponents persisted in wrangling disorderly, some with a louder voice, others frantically shaken by the heaving of their breasts, shamelessly before the Emperor, the most law-abiding Elpidius, when a brief calm had arisen, gently said to the Emperor: O Emperor, let us not trouble your clemency at great length, but let this be done: let those around Brother Acacius and Antiochus subscribe the canons they put forward as being of the orthodox, declaring: We are of the faith of those who set them forth; and dissolved is
Notes, col. 31

On the reading

Printed εις, for εἰς.

Printed ειπὼν, for εἰπὼν.

Printed αιρετικῶν, for αἱρετικῶν.

Printed ιταμῶς, for ἰταμῶς.

PG 47:32Read from the page
ἡμῖν ἡ ἀμφιβολία. Προσχὼν δὲ ὁ βασιλεὺς τῷ ἁπλῷ τοῦ προβλήματος, ὑπομειδιάσας εἶπε τῷ Ἀντιόχῳ· Οὐδὲν τούτων λυσιτελέστερον. Ἦν δ' ἐπὶ πάντων τῶν γεγενημένων ἀναίτιος ὁ βασιλεὺς, ἄλλων μεταποιούντων τὰ καλῶς τετυπωμένα. Ἰλιγγιάσαντες οὖν, καὶ εἰς ἀλλήλους ἑλιττόμενοι οἱ περὶ Σευηριανὸν, καθάπερ ἄτακτον ὕδωρ, ἐπί τε τῷ φρονίμως ῥηθέντι καὶ ἐπὶ τῇ τοῦ βασιλέως κρίσει, κατεσχέθησαν ἀφασίᾳ, ἐπὶ τὸ πελιδνότερον μεταβαλόντες αὐτῶν τὴν μορφήν· ὅμως ὑπὸ τῆς ἀνάγκης τοῦ τόπου σφιγγόμενοι, ὑπισχνοῦνται καὶ ἄκοντες ὑπογράψαι. Οὕτως ἐξελθόντες, τὴν μὲν ὑπόσχεσιν οὐ πληροῦσιν ὡς ἀβούλητον οὖσαν, δεδοικότες τὴν ἧτταν, ἐμηχανῶντο δὲ ποίῳ τρόπῳ ἐξωσθῇ ὁ Ἰωάννης. Τούτων οὕτως ἄλλων τε ἄλλως διαπραττομένων, παρίππασαν μῆνες ἐννέα ἢ δέκα, τοῦ ἐπισκόπου Ἰωάννου συναγομένου σὺν τοῖς τεσσαράκοντα ἐπισκόποις καὶ δύο, τῶν δὲ λαῶν ἀπολαυόντων μετὰ πολλῆς τῆς εὐθυμίας τῆς αὐτοῦ διδασκαλίας. Φιλεῖ γάρ πως ὁ ἀκενόδοξος νοῦς ἐν ταῖς περιστάσεσι χαριέστερον καὶ δυνατώτερον ἀποῤῥέειν λόγον. Ἐν τούτοις ἐπήνθησεν ἡ Δεσποτικὴ νηστεία, καθάπερ ἔαρ, δι' ἐνιαυτοῦ παραγενομένη. Εἰσελθόντες δὲ πάλιν κατ' ἰδίαν οἱ περὶ Ἀντίοχον, ἀνεδίδαξαν τὸν βασιλέα ὡς ἡττηθέντα τὸν Ἰωάννην, ἵνα προστάξῃ αὐτὸν ἐξωσθῆναι, τοῦ Πάσχα ἐπικειμένου· ὁ δὲ βασιλεὺς ἐξ ἀνάγκης ὀχλούμενος ὑπ' αὐτῶν, ὡς ἐπισκόποις ἐπίστευσεν. Ὁ γὰρ ἀληθῶς πρεσβύτερος ἢ ἐπίσκοπος ψεῦδος οὐκ οἶδε· τὰ γὰρ ὀνόματα ταῦτα τῆς ἄνω λήξεως ὑπάρχει, ἐπεὶ οὐδὲν πρεσβύτερον Θεοῦ, οὐδὲ ἐπισκοπώτερον· Θεὸς γὰρ ὁ ἐπισκοπῶν ἢ θεώμενός ἐστι τὰ πάντα. Ὁ τοίνυν ἐπίσκοπος ἢ πρεσβύτερος, ὡς κοινωνὸς τῶν ὀνομάτων, οὕτω καὶ τῶν πραγμάτων ὀφείλει εἶναι. Καὶ δηλοῖ τῷ Ἰωάννῃ· Ἔξελθε ἐκ τῆς Ἐκκλησίας. Ὁ δὲ ἀντιδηλοῖ· Ἐγὼ παρὰ τοῦ Σωτῆρος Θεοῦ ὑποδέδεγμαι τὴν Ἐκκλησίαν ταύτην εις ἐπιμέλειαν τῆς τοῦ λαοῦ σωτηρίας, καὶ οὐ δύναμαι αὐτὴν καταλεῖψαι· ει δὲ τοῦτο βούλει (ἡ γὰρ πόλις σοι διαφέρει), βίᾳ με ἐξέωσον, ἵνα ἔχω ἀπολογίαν τῆς λειποταξίας τὴν σὴν αὐθεντείαν. Οὕτως μετὰ αιδοῦς τινος ἀποστείλαντες ἐκ τοῦ παλατίου, ἐξέωσαν αὐτὸν, κελεύσαντες τέως διάγειν ἐν τῷ ἐπισκοπείῳ, τὸ ἐνδεχόμενον τῆς τοῦ Θεοῦ ὀργῆς προσδοκῶντες, ἵνα, ἐὰν μὲν συμβῇ τι περὶ αὐτοὺς λυπηρὸν, θᾶττον αὐτὸν εισαγαγόντες εις τὴν Ἐκκλησίαν, ἐξιλεώσωνται τὸ Θεῖον· ει δὲ μὴ, ἵνα πάλιν ἐπιθῶνται ὡς Φαραὼ τῷ Μωϋσῇ. Ἐν τούτοις ἐπέστη ἡ τοῦ μεγάλου Σαββάτου ἡμέρα, ἐν ᾗ ὁ Σωτὴρ σταυρωθεὶς ἐσκύλευσε τὸν ᾅδην. Καὶ πάλιν αὐτῷ δηλοῦσιν· Ἔξελθε τῆς Ἐκκλησίας. Ἀντιδηλοῖ τὰ εικότα. Εὐλαβούμενος τοιγαροῦν ὁ βασιλεὺς τὸ εὐκαθοσίωτον τῆς ἡμέρας, καὶ τὸν τῆς πόλεως κλόνον, μεταστέλλεται τοὺς περὶ Ἀκάκιον καὶ Ἀντίοχον, φήσας αὐτοῖς· Τί δέοι γενέσθαι; βλέπετε μήποτε οὐκ ὀρθῶς βουλεύεσθε. Τότε οἱ γεννάδες καὶ περισσόψυχοι εἶπον τῷ βασιλεῖ· Βασιλεῦ, ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις. Τελευταῖον βοήθημα, οἱ τῷ Ἰωάννῃ συνόντες ἐπίσκοποι ισάριθμοι τῆς ἁγίας νηστείας, προσῆλθον τῷ βασιλεῖ καὶ τῇ βασιλίσσῃ ἐν τοῖς μαρτυρίοις μετὰ δακρύων παρακαλοῦντες, φειδοῦς τυχεῖν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, μάλιστα διὰ τὸ
our doubt. Giving heed to the simplicity of the proposal, the Emperor smiled gently and said to Antiochus: Nothing could be more advantageous than this. Now the Emperor was blameless of all the things that had occurred, while others altered what had been well ordained. Growing dizzy, therefore, and edying into one another like unruly water, both at what had been prudently spoken and at the Emperor's judgement, those around Severian were held fast by speechlessness, changing their countenance to a more livid hue; nevertheless, hemmed in by the necessity of the place, even unwillingly they promised to subscribe. Going out thus, they did not fulfil the promise, inasmuch as it was involuntary, fearing defeat, while they contrived by what means John might be expelled. While these things were transacted thus, and other things otherwise, nine or ten months rode past, Bishop John holding assemblies with the forty-two bishops, and the peoples enjoying his teaching with great cheerfulness. For the mind free of vainglory somehow loves in times of distress to pour forth more gracious and more powerful discourse. Meanwhile the Lord's Fast blossomed forth, arriving after a year like spring. Going in again privately, those around Antiochus instructed the Emperor afresh concerning John as having been worsted, so that he might command him to be expelled as Pascha drew nigh; and the Emperor, importuned of necessity by them, believed them as bishops. For he who is truly a presbyter or bishop knows no falsehood; for these names belong to the portion on high, since nothing is more ancient than God, nor more watchful in oversight; for God is He Who oversees or beholds all things. The bishop or presbyter, therefore, as a sharer in the names, ought thus to be a sharer in the realities also. And he declared to John: Depart out of the Church. He declared in reply: I have received this Church from God the Saviour for the care of the people's salvation, and I cannot forsake it; but if you wish this (for the city is your concern), thrust me out by force, so that I may hold your authority as my defence for deserting my post. Sending word thus from the palace with a certain shame, they thrust him out, bidding him remain in the meantime in the episcopal residence, awaiting some possible outcome of the wrath of God, so that if aught grievous should befall them, they might speedily bring him into the Church and propitiate the Divine, while if not, they might set upon him again as Pharaoh did upon Moses. Meanwhile there arrived the day of Great Sabbath, on which the Saviour, crucified, despoiled Hades. And again they declared to him: Depart from the Church. He declared in reply what was fitting. Revering therefore the sacredness of the day and the tumult of the city, the Emperor summoned those around Acacius and Antiochus, saying to them: What ought to be done? See to it lest you are counselling amiss. Then those noble and high-souled sirs said to the Emperor: O Emperor, upon our head be the deposition of John. As a last resort, the bishops who were with John, equal in number to the days of the holy Fast, approached the Emperor and the Empress in the martyria, entreating with tears that the Church of Christ might obtain mercy, especially on account of the
Notes, col. 32

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed αιδοῦς, for αἰδοῦς.

Printed εισαγαγόντες, for εἰσαγαγόντες.

Printed εικότα, for εἰκότα.

Printed ισάριθμοι, for ἰσάριθμοι.

PG 47:33Read from the page
Πάσχα καὶ τοὺς μέλλοντας ἀναγεννᾶσθαι ἤδη μυσταγωγηθέντας, ἀπολαβοῦσαν τὸν ἱερέα. Οὐκ ἠκούσθησαν ἐπὶ τούτῳ· ὡς τὸν ἅγιον Παῦλον τὸν ἀπὸ Κρατείας εἰπεῖν ἀδείλῳ τῇ παῤῥησίᾳ· Εὐδοξία, φοβήθητι τὸν Θεὸν, ἐλεήσασά σου τὰ τέκνα· μὴ ὕβριζε τὴν ἑορτὴν τοῦ Χριστοῦ τῇ τῶν αἱμάτων ἐκχύσει. Ὑποστρέψαντες δὲ οἱ τεσσαράκοντα ἐπίσκοποι, ἠγρύπνησαν ἐν τοῖς καταγωγίοις αὐτῶν, οἱ μὲν μετὰ δακρύων, οἱ δὲ μετὰ λύπης, ἕτεροι δὲ ἀμάχῳ τῇ διανοίᾳ κατεσχέθησαν κάρῳ, ὡς ἕκαστον ἐκυβέρνα τὸ πάθος. Οἱ μέντοι πρεσβύτεροι Ἰωάννου οἱ τὸν θεῖον ἔχοντες φόβον, ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐπικαλουμένῳ Κωνσταντιανᾶς, τοὺς λαοὺς συναγαγόντες, εἴχοντο τῆς ἀγρυπνίας, οἱ μὲν τὰ θεῖα λόγια ἀναγινώσκοντες, οἱ δὲ βαπτίζοντες τοὺς κατηχηθέντας, ὡς εἰκὸς, διὰ τὸ Πάσχα. Ταῦτα αὐτὰ προσαναφέρουσιν οἱ γνωμοφθόροι καὶ φρεναπάται, οἱ περὶ Ἀντίοχον καὶ Σευηριανὸν καὶ Ἀκάκιον, τοῖς ἑαυτῶν προστάταις, ἀξιοῦντες ἐμποδισθῆναι τοὺς λαοὺς ἀπὸ τῆς ἐκεῖ συνάξεως. Ἀντεῖπεν ὁ τότε μάγιστρος, φήσας· Νύξ ἐστι καὶ ὄχλοι πολλοί· μή τι ἀτόπημα γένηται. Ἀνθυποφέρουσιν οἱ περὶ Ἀκάκιον· Οὐδεὶς ἔμεινεν ἐν ταῖς ἐκκλησίαις, καὶ δεδοίκαμεν μήποτε εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ ἐκκλησίᾳ, καὶ μὴ εὑρὼν μηδένα, αἴσθηται τῆς τοῦ λαοῦ εὐνοίας τῆς πρὸς Ἰωάννην, καὶ καταγνῷ ἡμῶν ὡς βασκάνων, ἐπειδὴ μάλιστα εἴπομεν αὐτῷ, ὅτι οὐδείς ἐστιν ὅλως ὁ ἡδέως αὐτῷ προσέχων, ὡς ἀνθρώπῳ ἀσπόνδῳ. Οὕτως ὁ μάγιστρος διαμαρτυράμενος αὐτοῖς ἐπὶ τοῖς ἀποβησομένοις, δίδωσι Λούκιόν τινα, ὡς ἔλεγον, Ἕλληνα, ἀφηγούμενον τοῦ ἀριθμοῦ τῶν ὁπλοφόρων, ἐντειλάμενος ἐπιεικῶς ἀπελθόντα καλέσαι τὸν λαὸν ἐν τῇ ἐκκλησίᾳ. Ἀπελθὼν δὲ, καὶ μὴ ἀκουσθεὶς, ὑποστρέφει πρὸς τοὺς περὶ Ἀκάκιον, διηγησάμενος τὸν τόνον καὶ τὴν πυκνότητα τοῦ λαοῦ. Μετὰ τοῦτο λιπαρῶς αὐτὸν παρακαλοῦσι χρυσέοις ῥήμασι δυσωποῦντες, καὶ ὑποσχέσει μείζονος προκοπῆς, ἵνα ἐμποδίσῃ τῇ δόξῃ τῇ τοῦ Κυρίου, ἐντειλάμενοι αὐτῷ, ἢ λόγῳ πείσαντα ἀγαγεῖν ἐπὶ τὴν ἐκκλησίαν, ἢ ὀργῇ ταράξαντα παῦσαι τὴν ἑορτὴν τοῦ συναγαγεῖν. Ὃς ἐξαυτῆς συμπαραλαβὼν κληρικοὺς τοῦ μέρους Ἀκακίου, ἐξῆλθε δευτέρᾳ φυλακῇ τῆς νυκτὸς ἐφ' ᾧ ἀπεστάλη. Παρατείνουσι γὰρ τὸν λαὸν ἐν τοῖς μέρεσιν ἡμῶν ἕως ἀλέκτορος πρώτου, ἔχων Θρᾷκας ξιφήρεις νεοστρατεύτους κατὰ τὸν Ἠσαῦ τετρακοσίους, ἀναιδεῖς περισσῶς, ἐπεπήδησεν αἰφνίδιον κατὰ τὴν νύκτα σὺν τοῖς ὑποδεικνύουσι κληρικοῖς καὶ τοῖς στρατιώταις, ιταμῶς, ὡς ἅτε λύκος, σιδήρῳ στίλβοντι διασχίσας τοὺς ὄχλους. Χωρήσας δ' ἔνδον τῶν μακαρίων ὑδάτων ἐπὶ κωλύσει τῶν μυουμένων τὴν ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τῷ μὲν διακόνῳ θρασέως ἐντιναχθεὶς, τὰ σύμβολα ἐκχέει· τοὺς δὲ πρεσβυτέρους ἤδη που καὶ ἡλικιώτας ῥοπάλοις κατὰ κρανίου παίσας, αἵμασι κιρνᾷ τὴν κολυμβήθραν. Τότε ἦν ιδεῖν τὴν ἀγγελικὴν ἐκείνην νύκτα, ἐν ᾗ καὶ δαίμονες πίπτουσιν ἐπτηχότες, εἰς λαβύρινθον μεταβληθεῖσαν. Γυμναὶ γὰρ γυναῖκες σὺν τοῖς ἀνδράσι δρασμῷ ἐχρῶντο, φόβῳ τοῦ σφαγῆναι ἢ ἀσχημονῆσαι, τὸν ἀσχήμονα ἀσπαζόμεναι δρόμον· ἕτερος τὴν χεῖρα πληγεὶς, ὀδυρόμενος ἀπῄει· ἄλλος παρθένον ἔσυρεν περισχίσας· πάντες δὲ λαφυραγωγήσαντες τὰ κειμήλια ἐσφετερίζοντο. Οὕτως οἱ μὲν συλληφθέντες τῶν πρεσβυτέρων καὶ διακόνων εἰς τὴν εἱρκτὴν ἐνεβάλλοντο· οἱ δὲ
Pascha and those about to be regenerated who had already been instructed in the mysteries, receiving back her priest. They were not heard in this matter; so that Saint Paul of Cratia spoke with fearless outspokenness: Eudoxia, fear God, taking pity upon your children; do not outrage the feast of Christ by the shedding of blood. Returning, the forty bishops kept vigil in their lodgings, some with tears, others with grief, while others were held fast in mind by an insuperable stupor, as passion governed each one. John's presbyters, however, who possessed the fear of God, gathering the peoples in the public baths surnamed Constantianae, held fast to the vigil, some reading the divine oracles, others baptizing those who had been catechized, as was fitting, on account of the Pascha. These very things the mind-corrupters and soul-deceivers, those around Antiochus and Severian and Acacius, report to their patrons, demanding that the peoples be hindered from the assembly there. He who was then master of offices gainsaid them, saying: It is night and the crowds are great; let not some mischief occur. Those around Acacius rejoin: No one has remained in the churches, and we fear lest the Emperor, entering into the church and finding no one, perceive the goodwill of the people towards John, and condemn us as malicious slanderers, especially since we told him that there is no one at all who gladly adheres to him, as being a truceless man. Thus the master of offices, solemnly warning them concerning what would ensue, gives them a certain Lucius, a pagan as they said, commanding the regiment of shield-bearers, enjoining him to go off gently and summon the people into the church. Departing, and not being heeded, he returns to those around Acacius, recounting the fervour and the density of the people. After this they earnestly urged him, importuning him with golden words and the promise of greater advancement, that he should hinder the glory of the Lord, enjoining upon him either to persuade them by speech and lead them to the church, or to throw them into confusion in wrath and stop the feast from gathering. Taking along with him at once clergy of the party of Acacius, he went forth at the second watch of the night for the purpose on which he was sent. For they prolong the vigil of the people in our parts until first cockcrow; having with him four hundred sword-bearing newly recruited Thracians after the manner of Esau, exceedingly shameless, he leapt upon them suddenly in the night with the clergy pointing the way and the soldiers, recklessly, just like a wolf, cleaving through the crowds with glittering steel. Advancing within the blessed waters to hinder those being initiated into the resurrection of the Saviour, dashing brazenly against the deacon, he pours out the sacramental symbols; and striking the presbyters, already advanced in years, upon the skull with clubs, he mingles the baptismal font with blood. Then one might see that angelic night, on which even daemons fall cowering, turned into a labyrinth. For naked women with the men took to flight, out of fear of being slain or dishonoured welcoming an unseemly flight; one, struck on the hand, went off wailing; another tore the garments off a virgin and dragged her along; and all plundered the sacred treasures and appropriated them for themselves. Thus those of the presbyters and deacons who were seized were cast into prison; while the
Notes, col. 33

On the reading

Printed ιταμῶς, for ἰταμῶς.

Printed ιδεῖν, for ἰδεῖν.

PG 47:34Read from the page
ἀξιωματικοὶ τοῦ λαοῦ τῆς μεγαλοπόλεως ἐξεβάλλοντο. Διατάγματα δὲ ἀλλεπάλληλα κατὰ τόπον προετίθεντο, διαφόρους ἀπειλὰς περιέχοντα ἐπὶ ἀρνήσει τῆς κοινωνίας Ἰωάννου. Πλὴν ὅμως καὶ ταῦτ' ἐγίνετο, καὶ πλείονα ἔξωθεν οἱ λεγόμενοι ἐπίσκοποι προσεφιλοτιμοῦντο· καὶ ἡ σύναξις τῶν φιλοδιδασκάλων, μᾶλλον δὲ φιλοθέων, οὐ κατηργεῖτο, ἀλλὰ κατὰ τὸ εἰρημένον ἐν τῇ Ἐξόδῳ, ὅσον ἀπέκτεινον αὐτοὺς, τοσούτῳ πλείους ἐγίνοντο. Τῇ ἐπαύριον γοῦν ἐξελθὼν ὁ βασιλεὺς, τοῦ γυμνασθῆναι ἐν τῷ παρακειμένῳ πεδίῳ, εἶδε τὴν ἄσπορον γῆν τὴν περὶ τὸ Πέμπτον λευχειμονοῦσαν, καὶ ἐκπλαγεὶς ἐπὶ τῇ θέᾳ τοῦ ἄνθους τῶν νεοφωτίστων (ἦσαν γὰρ ἀμφὶ τοὺς τρισχιλίους), ἤρετο παρὰ τῶν δορυφόρων· Τίς ἡ λογὰς τῶν ἐκεῖ συνηθροισμένων ; Διαψευσάμενοι λέγουσι, Τῶν ἑτεροδόξων, ἵνα παραγάγωσι τὸν θυμὸν τοῦ βασιλέως. Γνόντες δ' ἐξαυτῆς οἱ τοῦ πράγματος μεσῖται καὶ προστάται τοῦ φθόνου, πέμπουσιν εἰς τοὐπίσω τοὺς ἀφειδεστέρους τῶν ἑπομένων ἐπὶ σκορπισμῷ μὲν τῶν ἀκροατῶν, συλλήψει δὲ τῶν διδασκάλων. Οἱ δ' ἐλθόντες, κατέχουσι πάλιν ὀλίγους μὲν τῶν κληρικῶν, πλείους δὲ τῶν λαϊκῶν. Καὶ ὁ Θεόδωρος ἔφη· Ὦ μακαριώτατε Πάτερ, καὶ τοσούτων ὄντων αὐτῶν, ὡς τρισχιλίους μόνον εἶναι τοὺς νεοφωτίστους, πῶς αὐτῶν οἱ βραχεῖς ἐκυρίευσαν στρατιῶται, τὸν σύλλογον διαλύσαντες; Ὁ ἘΠΙΣΚ. Τοῦτο οὐκ ὀλιγότητος δεῖγμα, οὐδὲ τεκμήριον ἀζηλίας, ἀλλὰ πλεονέκτημα εὐλαβείας, καὶ διδασκάλων ἐπιμελείας ἀπόδειξις, ἀδιαλείπτως τὸ ἄμαχον τῆς γνώμης ἐπανορθούντων. Ὁ δὲ Θεόδωρος εἶπεν· Ἄριστα ἔφης· οὔτε γὰρ ἔπρεπε τοὺς φρόνησιν ἐκμανθάνοντας καὶ ἐπιείκειαν παρὰ τοῦ ἱεροῦ Ἰωάννου, ἀφρόνως καὶ τεταραγμένως αὐτοῦ ἀντιποιεῖσθαι.
dignitaries among the people were cast out of the great city. Edicts one upon another were posted in every place, containing diverse threats to enforce the renunciation of communion with John. Yet nevertheless even while these things were being done, and the so-called bishops eagerly added still more from outside, the assembly of those who loved their teachers, or rather who loved God, was not brought to naught, but according to what is spoken in Exodus (Exod. 1:12), the more they slew them, the more numerous they became. On the morrow, then, when the Emperor went out to exercise in the adjoining plain, he saw the unsown ground around the Fifth Milestone clad in white, and amazed at the sight of the flower of the newly illumined (for they were about three thousand), he inquired of his bodyguards: What is that chosen band gathered together there? Lying, they say: Of the heterodox, so as to mislead the Emperor's wrath. Learning of it at once, the go-betweens in the affair and champions of envy send back the more pitiless of their followers to scatter the hearers and seize the teachers. Arriving, they again arrest a few of the clergy, and a greater number of the laity. And Theodore said: O most blessed Father, seeing that they were so many that the newly illumined alone numbered three thousand, how did a handful of soldiers overpower them and break up the assembly? The Bishop: This is no proof of fewness, nor a token of lack of zeal, but an excellence of piety, and a demonstration of the diligence of teachers who unceasingly trained a non-contentious spirit. And Theodore said: Most admirably spoken; for neither was it fitting that those who thoroughly learned prudence and gentleness from the sacred John should lay claim to him foolishly and tumultuously.
ΚΕΦ. Ιʹ. — Ὁ ἘΠΙΣΚ. Ἡσθεὶς οὖν ἐπὶ τούτῳ, παρακαλῶ, μὴ ἀνάκοπτε τοὺς λόγους τοὺς ὑπὸ κακῶν πραγμάτων τεχθέντας· ἐοίκει γὰρ τίκτειν ὡς ἐπὶ τὸ πλεῖστον τοὺς λόγους τὰ πράγματα. Σὺν τοῖς κατασχεθεῖσιν οὖν κληρικοῖς τε καὶ λαϊκοῖς συνελήφθησαν καὶ γυναῖκες ἀνδρῶν ἐπισήμων. Ἔστι δὲ ὧν καὶ τὰ μαφόρια ἥρπασαν, ἑτέρων δὲ τὰ ἐνώτια σὺν τῷ λοβῷ τοῦ ὠτὸς συναπέσπασαν· ὡς ιδοῦσάν τινος Ἐλευθέρου γυναῖκα εὐδαιμονεστάτην σφόδρα, καταλείψασαν τὸ ἑαυτῆς μαφόριον, μεταμφιασαμένην τὸ σχῆμα τὸ τῶν δουλίδων, δρομαίαν εἰσβαλεῖν εἰς τὴν πόλιν ἐπὶ σωτηρίᾳ τῆς σωφροσύνης. Ἦν γὰρ, ὡς εἰκὸς, εὐανθῆ μορφὴν καὶ εὐφυῆ πλάσιν ἠμφιεσμένη. Τούτῳ οὖν τῷ τρόπῳ πληρωθεῖσαι αἱ φυλακαὶ τῶν διαφόρων ἀρχόντων, μετεποιοῦντο εἰς ἐκκλησίας· καὶ ὕμνοι μὲν καὶ ἀναφοραὶ μυστηρίων ἐν ταῖς φυλακαῖς ἐπετελοῦντο, μάστιγες δὲ καὶ στρεβλώσεις καὶ ὅρκοι φρικτοὶ ἐν ταῖς ἐκκλησίαις ἡμιλλῶντο, ἐπὶ ἀναθεματισμῷ Ἰωάννου τοῦ μέχρι θανάτου ἐχθρεύσαντος τῇ κακίᾳ τοῦ διαβόλου· τῆς Πεντηκοστῆς δὲ συμπληρωθείσης, μετὰ πέντε ἡμέρας εισελθόντες οἱ περὶ Ἀκάκιον, καὶ Σευηριανὸν, καὶ Ἀντίοχον, καὶ Κυρῖνον πρὸς τὸν βασιλέα, λέγουσιν αὐτῷ· Βασιλεῦ, σὺ ἡμῖν παρὰ Θεοῦ οὐκ ἐξουσιαζόμενος, ἀλλ' ἐξουσιάζων τῶν πάντων, ἔξεστί σοι ὃ θέλεις ποιῆσαι. Μὴ γίνου πρεσβυτέρων πραότερος, καὶ ἐπισκόπων ὁσιώτερος· εἴπομέν σοι ἐπὶ πάντων· Ἐπὶ τὴν κεφαλὴν ἡμῶν ἡ Ἰωάννου καθαίρεσις. Μὴ τοίνυν φείσῃ ἑνὸς ἀνθρώπου, ἀφειδήσας πάντων ἡμῶν· Ἰουδαϊκοῖς ῥήμασι, τάχα δὲ καὶ πράγμασι, παραπείσαντες τὸν
Chapter X. — The Bishop: Pleased then at this, I pray you, do not cut short the words begotten by wicked deeds; for deeds for the most part are wont to beget words. Along with the arrested clergy and laity, then, wives of distinguished men were also seized. Of some they even snatched away the headveils, while of others they tore off the earrings together with the lobe of the ear; so that the exceedingly wealthy wife of a certain Eleutherus, upon seeing this, left behind her own headveil, disguised herself in the garb of maidservants, and rushed at a run into the city to preserve her modesty. For she was clad, as was natural, in a blooming form and a graceful figure. Filled in this manner, then, the prisons of the various magistrates were transformed into churches; and hymns and offerings of the mysteries were celebrated in the prisons, whereas scourges and rackings and shuddersome oaths vied with one another in the churches, to enforce the anathematization of John, who unto death waged enmity against the malice of the devil; and when Pentecost had been fulfilled, five days later those around Acacius, and Severian, and Antiochus, and Cyrinus went in to the Emperor and said to him: O Emperor, you have been set over us by God not as one subject to authority, but as holding authority over all, and it is lawful for you to do what you wish. Do not show yourself gentler than presbyters, and holier than bishops; we told you before all: Upon our head be the deposition of John. Do not therefore spare one man, while unsparing of us all; mispersuading with Jewish words, and perhaps deeds as well, the
Notes, col. 34

On the reading

Printed ιδοῦσάν, for ἰδοῦσάν.

Printed εισελθόντες, for εἰσελθόντες.