λαοπλάνος τις δαίμων, τὸ κριτικὸν τῶν ψυχῶν καταγοητεύσας, ἐζήτει πρόσωπον δαιμονιῶδες εἰς τὴν τοῦ δράματος ὑπηρεσίαν, ὃ δὴ καὶ ἐπέτυχεν. Δύο γὰρ διακόνων ἐκβληθέντων τῆς Ἐκκλησίας ὑπὸ τοῦ ἐπισκόπου Ἰωάννου ἐπὶ πλημμελήμασι παρανόμοις, ἀπεχρήσατο τῇ κουφότητι, καὶ πείθει αὐτοὺς ἐπιδοῦναι λιβέλλους κατὰ τοῦ Ἰωάννου, ὑποσχόμενος αὐτοῖς ἀποκαταστῆσαι εἰς τὴν τῆς λειτουργίας τόπον. Ἦν δὲ αὐτῶν τὰ πταίσματα, τοῦ μὲν φόνος, τοῦ δὲ μοιχεία· ὃ δὴ καὶ πεποίηκε. Μετὰ γὰρ τὴν ἐξορίαν Ἰωάννου ἀποκατέστησεν αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν, δηλαδὴ τοὺς λιβέλλους ἐπιδόντας, οὓς ὑπηγόρευσεν αὐτὸς ἐκεῖνος, ἔχοντας μὲν ἀληθὲς οὐδὲν, πλὴν τούτου, ὅτι παρήνει πᾶσι μετὰ τὴν κοινωνίαν ἀπογεύεσθαι ὕδατος ἢ παστίλου, ἵνα μὴ ἀκουσίως τῷ σιέλῳ ἢ τῷ φλέγματι συνεκπτύσωσί τι τοῦ συμβόλου· αὐτὸς πρῶτος ποιῶν τὸ πρᾶγμα, εὐλάβειαν ἐκδιδάσκων τοὺς βουλομένους. Μετὰ δὲ τὸ δέξασθαι τοὺς λιβέλλους, συστρέφεται παρὰ τῇ Εὐγραφίᾳ, ἅμα Σευηριανῷ, καὶ Ἀντιόχῳ, καὶ Ἀκακίῳ, καὶ λοιποῖς ἔχουσι μνησικακίαν κατὰ τοῦ Ἰωάννου ἐπὶ ταῖς παραινέσεσι ταῖς κοσμίαις. Εἰώθει γὰρ ὁ μακάριος, κατὰ τὸν Παῦλον, δημοσίᾳ τε καὶ κατ' οἴκους σεμνοπρέπειαν ἐκδιδάσκειν, μάλιστα συνεχῶς ταῖς τοιαύταις ἐπισκήπτων, ὅτι Γραΐδες οὖσαι διὰ τὸν χρόνον, τί ἀνηβᾷν παραβιάζεσθε τὸ σῶμα, βοστρύχους ἐπὶ μετώπου φέρουσαι καθάπερ ἑταιρίδες, ὑβρίζουσαι καὶ τὰς λοιπὰς ἐλευθέρας, ἐπὶ ἀπάτῃ τῶν συντυγχανόντων, καὶ τοῦτο χῆραι ; Συναχθέντες δὲ, ἐζήτουν τρόπον πῶς ἄρξονται τῆς δίκης. Εἷς δέ τις τῶν παρόντων ὑπέθετο, δόντας δεήσεις τῷ βασιλεῖ, καὶ ἄκοντα αὐτὸν ἑλκύσαι εἰς τὸ συνέδριον. Τοῦτο οὖν γίνεται καθάπερ ἐπὶ τῶν Ἰουδαίων, χρυσίου τὰ πάντα αὐτοῖς ἐξομαλίζοντος. Ἦμεν δὲ ἡμεῖς τεσσαράκοντα ἐπίσκοποι καθεζόμενοι σὺν τῷ ἐπισκόπῳ Ἰωάννῃ ἐν τῷ τρικλίνῳ τοῦ ἐπισκοπείου, ἐξιστάμενοι πῶς ὁ ἀγώγιμος καὶ μόνος κελευσθεὶς παραστῆναι εἰς τὸ στρατόπεδον ἐπ' ἐγκλήμασιν ἀνοσίοις, μετὰ τοσούτων παρεγένετο ἐπισκόπων· πῶς τε ἀθρόον μετεκέρασε τὰς τῶν κρατούντων γνώμας, ἐπὶ τὸ χεῖρον διαστρέψας τοὺς πλείονας τοῦ κλήρου. Διαπορούντων δὲ ἡμῶν, ἐμπνευσθεὶς ὁ Ἰωάννης τῷ Πνεύματι, λέγει τοῖς πᾶσιν· Εὔξασθε, ἀδελφοὶ, καὶ εἰ φιλεῖτε τὸν Χριστὸν, ἐμοῦ ἕνεκεν μή τις ἀπολείπῃ τὴν ἑαυτοῦ ἐκκλησίαν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε, κατὰ τὸν ειπόντα, καὶ πολλὰς θλίψεις ὑποστὰς, ἀπολείψω τὸ ζῇν, ὡς ὁρῶ. Οἶδα γὰρ τὴν σκευωρίαν τοῦ Σατανᾶ, ὅτι οὐκ ἔτι φέρει μου τὴν ἐπάχθειαν τῶν λόγων τῶν κατ' αὐτοῦ γινομένων. Καὶ οὕτως ἐλεηθῆτε· ἐν ταῖς προσευχαῖς ὑμῶν μνημονεύετέ μου. Συσχεθέντες δὲ αφάτῳ ἀθυμίᾳ, οἱ μὲν ἐδακρύομεν, ἕτεροι δὲ ἐξήρχοντο τοῦ συνεδρίου, τοὺς ὀφθαλμοὺς καὶ τὴν ἱερὰν κεφαλὴν σὺν τῷ εὐστόχῳ καὶ μακαρίῳ στόματι ἠσπάζοντο δεδακρυμένοι καὶ κεκομμένῳ τῷ πνεύματι. Παρακαλέσας δὲ ἐπανελθεῖν εἰς τὸ συνέδριον ὧδε κἀκεῖσε περιπετομένους, καθάπερ μελίσσας περιβομβώσας κυψέλῃ, λέγει· Καθίσατε, ἀδελφοὶ, καὶ μὴ κλαίετε, ἐπὶ πλέον με θρύπτοντες. Ἐμοὶ γὰρ τὸ ζῇν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. Ἐθρυλλεῖτο γὰρ καρατομεῖσθαι διὰ τὴν ὑπερβολὴν τῆς παῤῥησίας. Καὶ εἰ μνημονεύετε, ἀναπτύξατε ὑμῶν
a people-deceiving daemon, having bewitched the critical faculty of their souls, sought a daemonic character for the service of the drama, which indeed he obtained. For when two deacons had been cast out of the Church by Bishop John for lawless offences, he took advantage of their levity, and persuaded them to submit petitions against John, promising to restore them to the place of their ministry. Now their transgressions were, of the one murder, and of the other adultery; which indeed he carried out. For after the exile of John he restored them to their places, namely those who submitted the petitions which that man himself had dictated, containing nothing true except this, that he advised all after communion to taste water or a lozenge, lest unwittingly with saliva or phlegm they might spit out any part of the sacramental symbol; he himself being the first to practise the thing, thoroughly teaching reverence to those who wished. And after receiving the petitions, he banded together at the house of Eugraphia, together with Severian, and Antiochus, and Acacius, and the rest who harboured rancour against John over his admonitions for decorum. For the blessed man was accustomed, after the manner of Paul, both publicly and from house to house to teach modest seemliness, especially enjoining continually upon such women: Being old women through age, why do you force your bodies to grow young again, wearing curls upon your forehead like courtesans, insulting the rest of the freeborn women as well, to deceive those who meet you, and that when you are widows? Having gathered together, they sought a way how they might begin the lawsuit. One of those present suggested that they submit petitions to the Emperor, and drag him even unwillingly into the council. This then took place, just as among the Jews, gold smoothing everything for them. Now we were forty bishops sitting with Bishop John in the hall of the episcopal palace, amazed at how one liable to arrest and ordered to appear alone at the imperial court upon unholy charges had arrived with so many bishops; and how all at once he had altered the views of those in power, perverting for the worse the majority of the clergy. While we were perplexed, John, inspired by the Spirit, said to all: Pray, brethren, and if you love Christ, let no one on my account forsake his own church; for I am already being poured out, and the time of my departure is at hand (2 Tim. 4:6), according to him who spoke it, and having endured many afflictions, I shall leave this life, as I see. For I know the contrivance of Satan, that he no longer bears the weight of my discourses delivered against him. And so may you obtain mercy; in your prayers remember me. Seized with unutterable despondency, some of us wept, while others went out of the council, kissing his eyes and sacred head together with his apt and blessed mouth, bathed in tears and broken in spirit. Exhorting those fluttering about here and there, like bees humming around a hive, to return to the council, he said: Sit down, brethren, and do not weep, breaking my spirit all the more. For to me to live is Christ and to die is gain (Phil. 1:21). For it was rumoured that he was to be beheaded on account of the excess of his outspokenness. And if you remember, unfold your