Migne Reading Room

PG 47 · cols. 289–294 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:289Read from the page
ροις ἴσασι χάριν οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν Ταῦτα ἐννόησον, καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντί σε νῦν τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλάγηθι τῆς καμίνου ποτέ. Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκείνης λήψεται πεῖραν· εἰ δέ τις ταύτης μὴ περιγένοιτο, σφοδρότερον αὐτὸν ἀπελθόντα ἐνθένδε καθέξει τότε ἐκείνη. Πόσον βούλει σοι παρεκταθῆναι τοῦ παρόντος βίου τὴν ἀπόλαυσιν νρόνον; Ἐγὼ μὲν γὰρ οὐχ οἶμαί σοι πλέον ἢ πεντήκοντα ἔτη λείπεσθαι, ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν· οἱ γὰρ μηδὲ μέχρι τῆς ἑσπέρας ὑπὲρ τῆς ζωῆς ἔχοντες θαρρεῖν τῆς ἑαυτῶν, πῶς ἂν ὑπὲρ τοσούτων διισχυρίσαιντο ἐτῶν; Καὶ οὐ τοῦτο μόνον ἐστὶν ἄδηλον, ἀλλὰ καὶ τὸ τῆς τῶν πραγμάτων μεταβολῆς· πολλάκις γὰρ τῆς ζωῆς ἐκταθείσης εἰς χρόνον μακρὸν, οὐ συνεξετάθη τὰ τῆς τρυφῆς, ἀλλ' ὁμοῦ καὶ ἐπέστη καὶ ἀπεπήδησε. Πλὴν ἀλλ' εἰ βούλει, κείσθω τῷ λόγῳ, καὶ ζήσεσθαι ἔτη τοσαῦτα, καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολὴν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας, καὶ τὰς κολάσεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας; Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσι, καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν.
dreams; so too that rich man, having grown rich as though in a dream in the present life, after his departure hence suffered that bitter punishment. Ponder these things, and having set that fire over against the conflagration of desires that now holds you fast, rid yourself at length of the furnace. For he who has quenched this one well here shall have no experience of that other either; but if anyone should not prevail over this one, that other will then hold him fast all the more vehemently once he has departed hence. For how long a time do you wish the enjoyment of the present life to be prolonged for you? For my part, I do not suppose more than fifty years remain for you so as to reach extreme old age; or rather, not even this is at all evident to us; for how could those who cannot be confident of their own life even until evening speak positively regarding so many years? And not only is this uncertain, but also the changing of human affairs; for oftentimes, though life has been prolonged to a great length of time, the pleasures of luxury have not been prolonged alongside it, but no sooner came on than they leapt away. Yet if you will, let it be granted for the argument's sake both that you will live so many years and that you will undergo no reversal: what is this compared to the unending ages, and those bitter and unbearable punishments? For here both good things and hardships have an end, and a most swift one at that; whereas there both are stretched out over undying ages, and in quality too they differ from present things more than words can even express.
ιʹ. Μὴ γὰρ ἐπειδὴ πῦρ ἤκουσας, τοιοῦτον εἶναι νομίσῃς ἐκεῖνο τὸ πῦρ· τοῦτο μὲν γὰρ, ὅπερ ἂν λάβῃ, κατέκαυσε καὶ ἀπήλλαξεν· ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας καίει διαπαντὸς, καὶ οὐδέποτέ παύεται· διὰ τοῦτο καὶ ἄσβεστον εἴρηται. Καὶ γὰρ καὶ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδύσασθαι δεῖ, οὐ πρὸς τιμὴν, ἀλλ' ὥστε διηνεκὲς ἐφόδιον ἔχειν τῆς τιμωρίας ἐκείνης· τοῦτο δ' ὅσον ἐστὶ δεινὸν, ὁ μὲν λόγος οὐκ ἂν ἰσχύσειε παραστῆσαί ποτε, ἀπὸ δὲ τῆς πείρας τῶν μικρῶν δυνατὸν βραχεῖάν τινα ἔννοιαν τῶν μεγάλων ἐκείνων λαβεῖν. Εἰ γάρ ποτε ἐν βαλανείῳ γένοιο σφοδρότερον κατεσκευασμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ· καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης χαλεποῦ, πρὸς ἐκείνην τὴν φλόγα τὸν νοῦν μετάστησον, καὶ τότε δυνήσῃ διαστεῖλαι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θλίβει καὶ θορυβεῖ, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς τότε διακεισόμεθα; Ἄρα βρύξομεν τοὺς ὀδόντας ὑπὸ τῶν πόνων καὶ τῶν ἀφορήτων ἀλγηδόνων ἐκείνων· ὁ δὲ ἐπαμύνων ἔσται οὐδείς· ἀλλ' οἰμώξομεν μεγάλα, σφοδρότερον ἐπιτιθεμένης ἡμῖν τῆς φλογὸς, ὀψόμεθα δὲ οὐδένα, πλὴν τῶν κολαζομένων σὺν ἡμῖν, καὶ τῆς ἐρημίας τῆς πολλῆς. Τί ἄν τις εἴποι τὰ ἀπὸ τοῦ σκότους δείματα ταῖς ἡμετέραις ἐγγινόμενα ψυχαῖς; ὥσπερ γὰρ οὐκ ἔστιν ἀναλωτικὸν ἐκεῖνο τὸ πῦρ, οὕτως οὐδὲ φωτιστικόν· οὐδὲ γὰρ ἂν σκότος ἦν. Τὸν τοίνυν ἀπὸ τούτου θόρυβον ἐγγινόμενον τότε ἡμῖν, καὶ τὸν τρόμον καὶ τὴν
10. For when you have heard of fire, do not suppose that fire to be such as this; for this fire burns up and makes an end of whatever it lays hold upon, whereas that fire burns continually those once seized by it, and never ceases; on this account it is also called unquenchable. For indeed those too who have sinned must put on incorruption, not for honour, but so as to possess a perpetual provision for that chastisement; and how dreadful this is, speech could never avail to set forth, yet from the experience of small things it is possible to grasp some slight conception of those great realities. For if ever you should find yourself in a bathhouse heated more fiercely than is due, bring then to mind, I pray, the fire of Gehenna; and if ever again you should be scorched by a grievous fever, transfer your mind to that flame, and then you will be able to discern aright. For if a bathhouse and a fever so afflict and disquiet us, when we fall into that river of fire that is drawn along before the fearful judgement-seat, in what state shall we be then? Assuredly we shall gnash our teeth under those pains and unbearable agonies, and there will be none to come to our aid; nay, we shall wail aloud as the flame assails us more vehemently, and we shall see no one except those being punished with us, and the vast solitude. What could one say of the terrors arising in our souls from the darkness? For just as that fire is not consuming, so neither is it illuminating; for else there would not be darkness. The tumult, then, arising for us at that time from this, and the trembling and the
Notes, col. 289

On the reading

Printed νρόνον, for χρόνον.

Printed οὐδέποτέ, for οὐδέποτε.

PG 47:290Read from the page
παράλυσιν καὶ τὴν ἔκστασιν τὴν πολλὴν ἐκεῖνος μόνος παραστῆσαι ὁ καιρὸς ἱκανός. Πολλὰ γὰρ καὶ ποικίλα ἐκεῖ τὰ βασανιστήρια, καὶ νιφάδες πάντοθεν κολάσεων ἐπάγονται τῇ ψυχῇ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἀρκέσαι δύναιτ' ἂν ἡ ψυχὴ πρὸς τοσοῦτον πλῆθος τιμωριῶν, καὶ ἀτελευτήτους αἰῶνας διαμεῖναι κολαζομένη; ἐννοησάτω τὰ ἐνταῦθα γινόμενα, πῶς πολλοὶ πολλάκις πρὸς νόσον μακρὰν καὶ χαλεπὴν ἤρκεσαν. Εἰ δὲ καὶ ἐτελεύτησαν, οὐ τῆς ψυχῆς ἀναλωθείσης, ἀλλὰ τοῦ σώματος απαγορεύσαντος, ὡς εἴ γε ἐκεῖνο μὴ ἐνεδίδου, οὐκ ἂν ἐπαύσατο βασανιζομένη ἡ ψυχή. Ὅταν οὖν ἄφθαρτον τοῦτο λάβῃ καὶ ἀνάλωτον, οὐδὲν τὸ κωλύον εἰς ἄπειρον ἐκταθῆναι τὴν κόλασιν. Ἐνταῦθα μὲν γὰρ οὐκ ἔστιν ὁμοῦ τὰ ἀμφότερα συνελθεῖν, σφοδρότητα λέγω κολάσεων καὶ παραμονὴν, ἀλλὰ θάτερον θατέρῳ μάχεται, διὰ τὸ τὴν τοῦ σώματος φύσιν εἶναι φθαρτὴν, καὶ μὴ φέρειν ἀμφοτέρων τὴν σύνοδον· τῆς ἀφθαρσίας δὲ ἐπελθούσης λοιπὸν, τῆς μάχης ταύτης διάλυσις γένοιτ' ἂν, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας εἰς ἄπειρον ἡμᾶς ἀμφότερα καθέξει τὰ δεινά. Μὴ τοίνυν ὡς τῆς ὑπερβολῆς τῶν βασανιστηρίων ἀναλισκούσης ἡμῶν τὴν ψυχὴν, οὕτω διατεθῶμεν νῦν· οὐδὲ γὰρ τὸ σῶμα δυνήσεται τοῦτο ἐν ἐκείνῳ παθεῖν τῷ καιρῷ, ἀλλὰ μενεῖ μετὰ τῆς ψυχῆς αἰωνίως κολαζόμενον, καὶ πέρας ἕτερον ἔσται οὐδέν. Πόσην οὖν βούλει τρυφὴν, καὶ πόσον καιρὸν ἀντιθεῖναι τῇ κολάσει ταύτῃ καὶ τῇ τιμωρίᾳ; Βούλει χρόνον ἐτῶν ἑκατὸν καὶ δὶς τοσοῦτον; καὶ τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας; Ὅπερ γὰρ ὄναρ ἡμέρας μιᾶς ἐν τῷ βίῳ παντὶ, τοῦτο ἡ τῶν ἐνθάδε ἀπόλαυσίς ἐστι πρὸς τὴν τῶν μελλόντων κατάστασιν. Ἔστιν οὖν ἄρα ὅστις ὑπὲρ τοῦ χρηστὸν ὄναρ ἰδεῖν διαπαντὸς κολάζεσθαι ἕλοιτ' ἄν; καὶ τίς οὕτως ἀνόητος, ὡς ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀντίδοσιν; Οὔπω γὰρ διαβάλλω τὴν τρυφὴν, οὐδὲ τὴν ἐν αὐτῇ κειμένην πικρίαν ἀποκαλύπτω νῦν· οὐ γὰρ οὗτος τῶν λόγων τούτων ὁ καιρὸς, ἀλλ' ὅταν αὐτὴν ἐκφυγεῖν δυνηθῇς. Νῦν μὲν γὰρ ἐνεχόμενος τῷ πάθει, καὶ ληρεῖν ἡμᾶς ὑποπτεύσεις, ει τὴν ἡδονὴν καλοίημεν πικράν· ὅταν δὲ ἀπαλλαγῇς τῇ τοῦ Θεοῦ χάριτι τοῦ νοσήματος, τότε εἴσῃ καὶ τὴν κακίαν αὐτοῦ καλῶς. Διὸ τούτους ἐν ἑτέρῳ καιρῷ τοὺς λέγους ταμιευσάμενοι, ἐκεῖνο ἐροῦμεν νῦν· Ἔστω εἶναι τρυφὴν τὴν τρυφὴν, καὶ ἡδονὴν τὴν ἡδονὴν, καὶ μηδὲν ἔχειν ἀνιαρὸν μηδὲ ἐπονείδιστον, τί πρὸς τὴν ἀποκειμένην κόλασιν ἐροῦμεν; τί δὲ τότε πράξομεν, ἡσθέντες μὲν ὡς ἐν σκιᾷ καὶ εἰκόνι τανῦν, ἔργῳ δὲ τὴν βάσανον αἰωνίαν τιννύοντες ἐκεῖ, καὶ ταῦτα ἐξὸν ἐν βραχεῖ χρόνῳ τά τε εἰρημένα στρεβλωτήρια διαφυγεῖν, καὶ τῶν ἀποκειμένων ἀπολαῦσαι καλῶν; Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, τὸ μὴ εἰς μῆκος ἡμῖν ἐκταθῆναι τοὺς ἀγῶνας μακρὸν, ἀλλ' ἐν βραχεῖ καὶ ἀκαριαίῳ καὶ ὀφθαλμοῦ ῥιπῇ (τοῦτο γὰρ ἡ παροῦσα ζωὴ πρὸς ἐκείνην) ἀγωνισαμένους, ἐν τοῖς ἀπείροις στεφανωθῆναι αἰῶσιν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο τότε τὰς τῶν κολαζομένων ἀνιάσει ψυχὰς, ὅταν ἐννοήσωσιν ὅτι, παρὸν ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις κατορθῶσαι τὸ πᾶν, ἀμελήσαντες τοῖς ἀθανάτοις ἑαυτοὺς παρέδωκαν κακοῖς. Ὅπερ ἵνα μὴ πάθωμεν, διαναστῶμεν ἕως καιρὸς εὐπρόσ-
palsy and the great dismay, that season alone is sufficient to set forth. For many and varied are the tortures there, and snowstorms of chastisements are brought down from every side upon the soul. And if anyone should say, And how could the soul suffice against so great a multitude of vengeances, and endure unending ages while being punished? let him ponder what takes place here, how many have oftentimes held out against a long and grievous sickness. And even if they died, it was not because the soul was consumed, but because the body gave out, so that had that not yielded, the soul would not have ceased being tormented. When, therefore, it receives this body incorruptible and unconsumable, there is nothing to hinder the punishment from being stretched out to infinity. For here it is not possible for both to come together at once, I mean vehemence of punishments and permanence, but the one wages war upon the other, because the nature of the body is corruptible and does not bear the conjunction of both; whereas once incorruption has come on thereafter, there will be a dissolution of this conflict, and with great power both dreadful evils will hold us fast to infinity. Let us not, then, be so disposed now as though the excess of the tortures would consume our soul; for not even the body will be able to suffer this at that season, but it will remain with the soul being punished eternally, and there will be no other limit. How great a luxury, then, and how long a season do you wish to set over against this punishment and chastisement? Do you wish a span of a hundred years and twice as much? And what is this compared to the unending ages? For what the dream of a single day is in a whole lifetime, this the enjoyment of things here is compared to the state of things to come. Is there anyone, then, who would choose to be punished continually for the sake of seeing a pleasant dream? And who is so foolish as to enter upon such a bargain? For I am not yet inveighing against luxury, nor unveiling now the bitterness lying within it; for this is not the season for such arguments, but when you have been able to escape it. For at present, being held fast by the passion, you will even suspect us of talking nonsense if we should call pleasure bitter; but when by the grace of God you are rid of the malady, then you will also know its baseness well. Wherefore, reserving these arguments for another season, we shall say this much now: Granted that luxury is luxury, and pleasure pleasure, and has nothing vexatious or shameful, what shall we say to the punishment laid up in store? And what shall we do then, having rejoiced now as though in a shadow and an image, but in very deed paying the eternal torment there, and that too when it was in our power in a brief span of time both to escape the aforesaid racks and to enjoy the blessings laid up in store? For this too is a work of God's loving-kindness towards mankind, that our contests are not stretched out to a great length, but that having contended in a brief, momentary span and the twinkling of an eye (for such is the present life compared to that one), we are crowned in the boundless ages. Nor will this torment the souls of those being punished at that time in any ordinary degree, when they reflect that, while it was in their power in these few days to set all things right, through negligence they handed themselves over to undying evils. That we may not suffer this, let us rise up whilst the season is
Notes, col. 290

On the reading

Printed απαγορεύσαντος, for ἀπαγορεύσαντος.

Printed ει, for εἰ.

Printed λέγους, for λόγους.

PG 47:291Read from the page
δεκτος, ἕως ἡμέρα σωτηρίας, ἕως πολλὴ τῆς μετανοίας ἡ ἰσχύς. Οὐδὲ γὰρ τὰ εἰρημένα μόνον ἡμᾶς ἐκδέξεται ῥᾳθυμήσαντας κακὰ, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων χαλεπώτερα. Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ, καὶ τούτων πικρότερα· ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν, καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.
acceptable, whilst it is the day of salvation, whilst great is the power of repentance. For not only will the aforesaid evils await us if we have grown slack, but also others much harsher than these. For these things are in Gehenna, and things more bitter than these; yet the falling away from good things has in it so great a pain, so great an affliction and straitness, that even if no chastisement at all were appointed for those who sin here, it by itself would suffice to sting more bitterly than the tortures in Gehenna, and to confound our souls.
ιαʹ. Ἐννόησον γάρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ' ὅσον ἐννοῆσαι δυνατόν· πρὸς γὰρ τὴν ἀξίαν οὐδεὶς ἡμῖν ἀρκέσει λόγος· ἀλλ' ἐξ ὧν ἀκούομεν ὥσπερ διά τινων αἰνιγμάτων λάβωμέν τινα φαντασίαν αὐτῆς ἀμυδράν. Ἀπέδρα, φησὶν, ὀδύνη καὶ λύπη καὶ στεναγμός. Τί οὖν ταύτης μακαριώτερον γένοιτ' ἂν τῆς ζωῆς; Οὐκ ἔστιν ἐκεῖ πενίαν δεῖσαι καὶ νόσον· οὐκ ἔστιν ἀδικοῦντα οὐδὲ ἀδικούμενον ἰδεῖν, οὐ παροξύνοντα καὶ παροξυνόμενον, οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας κοπτόμενον· πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα ἐν εἰρήνῃ καὶ εὐφροσύνῃ ἔσται καὶ χαρᾷ, πάντα εὔδια καὶ γαληνὰ, πάντα ἡμέρα καὶ λαμπρότης καὶ φῶς, φῶς οὐ τοῦτο τὸ νῦν, ἀλλ' ἕτερον τούτου τοσοῦτον λαμπρότερον, ὅσον λυχνιαίου τοῦτο φαιδρότερον. Οὔτε γὰρ ἐκεῖ νυκτὶ, οὔτε συνδρομῇ κρύπτεται νεφῶν· οὐ καίει καὶ φλέγει τὰ σώματα· οὔτε γὰρ νὺξ, οὔτε ἑσπέρα ἐκεῖ, οὐ κρύος, οὐ θάλπος, οὐκ ἄλλη τις τροπῶν μεταβολή· ἀλλ' ἑτέρα τις κατάστασις τοιαύτη, ἣν οἱ καταξιωθέντες εἴσονται μόνοι· οὐκ ἔστι γῆρας ἐκεῖ, οὔτε τὰ τοῦ γήρως κακὰ, ἀλλὰ πάντα ἐκποδὼν γίνεται τὰ τῆς φθορᾶς, τῆς ἀφθάρτου δόξης κρατούσης πανταχοῦ. Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων. Ἴδε τὸν οὐρανὸν νῦν, καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανὸν, λόγισαι τῆς κτίσεως ἁπάσης τὸν μετασχηματισμόν· οὐ γὰρ τοιαύτη μενεῖ, ἀλλὰ πολλῷ καλλίων ἔσται καὶ φαιδροτέρα, καὶ ὅσῳ μᾶλλον μολύβδου πρὸς χρυσὸν ἀποστίλβοντα τὸ μέσον, τοσοῦτον τῆς κατασκευῆς ταύτης ἔσται βελτίων ἡ τότε, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει οἷα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός· τότε δὲ ταῦτα ἀποδυσαμένη πάντα, ἄφθαρτον ἡμῖν ἐπιδείξεται τὴν εὐπρέπειαν· ἐπειδὴ γὰρ ἄφθαρτα μέλλει δέχεσθαι σώματα, καὶ αὐτὴ λοιπὸν ἐπὶ τὸ κρεῖττον μετασχηματισθήσεται. Οὐδαμοῦ τότε στάσις καὶ μάχη· πολλὴ γὰρ ἡ συμφωνία τοῦ χοροῦ τῶν ἁγίων, πάντων ὁμογνωμονούντων ἀλλήλοις ἀεί. Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι, καὶ δαιμόνων ἐπιβουλὰς, οὐ γεέννης ἀπειλὴν, οὐ θάνατον, οὐ τοῦτον τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος. Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον σχήματι, καὶ ὑπὸ φόβον ὂν καὶ ἀπειλὰς, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάν-
11. For ponder with me the state of that life, in so far as it is possible to ponder it; for no speech will suffice us in keeping with its worth; yet from what we hear, as though through certain riddles, let us grasp some dim conception of it. Pain, he says, and sorrow and groaning have fled away. What, then, could be more blessed than this life? There one cannot fear poverty and sickness; one cannot behold anyone wronging or being wronged, anyone provoking or being provoked, anyone growing angry, anyone envying, anyone burning with unseemly desire, anyone distraught over the supply of necessities, anyone fretting over office and dominion; for all the tempest of the passions within us, having been quenched, perishes, and all things will be in peace and gladness and joy, all things serene and tranquil, all things day and brightness and light—not this present light, but another so much brighter than this as this is more radiant than that of a lamp. For there it is neither hidden by night nor by a gathering of clouds; it does not burn and scorch bodies; for neither is there night nor evening there, no cold, no heat, no other vicissitude of seasons; but some other state of such a kind as those alone who have been accounted worthy shall know; there is no old age there, nor the ills of old age, but all things belonging to corruption are put out of the way, as incorruptible glory prevails everywhere. And what is greater than all these things is to enjoy continually communion with Christ, in the company of angels, of archangels, and of the higher powers. Behold the heaven now, and pass over in reflection to the things above the heaven; reckon the transformation of the whole creation; for it will not remain such as it is, but will be far fairer and more radiant, and by as much as the distance is from lead to gleaming gold, by so much will the state then be better than this present frame, even as the blessed Paul also says: That the creation itself also shall be set free from the bondage of corruption. For now, inasmuch as it partakes of corruption, it suffers many things such as bodies of that sort are likely to suffer; but then, having stripped off all these things, it will display to us an incorruptible comeliness; for since it is about to receive incorruptible bodies, it too will thereafter be transformed for the better. Nowhere then will there be faction and strife; for great will be the harmony of the choir of the saints, all being ever of one mind with one another. There one cannot fear the devil and the plots of demons, nor the threat of Gehenna, nor death—neither this present death nor that other much harsher than this—but all such fear has been done away. And just as a royal child, at first brought up in humble fashion and kept under fear and threats, lest through laxity he become worse and unworthy of his father's inheritance, when it is time to come into the royal dignity, having put off
PG 47:292Read from the page
τα ἀθρόως ἐκεῖνα μεταμφιασάμενον ἐξαίφνης μετὰ τῆς ἁλουργίδος, καὶ τοῦ διαδήματος, καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παῤῥησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων λαβών· οὕτω καὶ τότε συμβήσεται τοῖς ἁγίοις πᾶσι. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε· καίτοι γε οὐδὲ οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. Ὅτι γὰρ συγκατάβασις τὸ φαινόμενον ἦν, ἀλλ' οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβὴς, ἀπ' αὐτῶν δῆλον τῶν ῥημάτων τοῦ εὐαγγελιστοῦ. Τί γάρ φησιν; Ἔλαμψεν ὡς ὁ ἥλιος. Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς, ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτὸν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητὸν, ἀλλὰ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. Τότε δὲ ἐπὶ τοῦ ὄρους τοσοῦτον αὐτοῖς ἀπεκάλυψεν, ὅσον ἰδεῖν δυνατὸν ἦν, καὶ μὴ βλάψαι τὰς τῶν ὁρώντων ὄψεις· καὶ οὐδὲ οὕτως ἤνεγκαν, ἀλλ' ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Εἰπέ μοι, εἴ τίς σε εἰς τόπον τινὰ φαιδρὸν ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων μόνον καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεφαλῆς, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξαι τὸν δῆμον, ἆρ' οὐκ ἂν πάντα ἔπραξας, ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν; Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς ὀφθαλμοὺς, καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τῶν τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ' ἀπ' ἐκείνων, οἳ καὶ τοῦ χρυσοῦ, καὶ τῶν λίθων τῶν τιμίων, καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν, καὶ πάσης τῆς ὁρωμένης φαιδρότητός εἰσι τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πολλῷ τούτων τιμιωτέρων, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἔνι οἷός ἐστιν· οὕτως ἅπαντα λόγον καὶ νοῦν ἐκεῖνο διαφεύγει τὸ κάλλος, ἡ ὡραιότης, ἡ λαμπρότης, ἡ δόξα, ἡ μεγαλωσύνη, ἡ μεγαλοπρέπεια. Τοσούτων οὖν ἀγαθῶν ἀποστερήσομεν ἑαυτοὺς, εἰπέ μοι, ἵνα μὴ μικρὸν κακοπαθήσωμεν χρόνον; Εἰ γὰρ μυρίους καθ' ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέενναν αὐτὴν, ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ αὐτοῦ, καὶ εἰς τὸν τῶν ἁγίων καταλεγῆναι χορὸν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἄκουσον τί φησιν ὁ μακάριος Πέτρος· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Εἰ δὲ ἐκεῖνος ἀμυδράν τινα τῶν μελλόντων εἰκόνα ἰδὼν, πάντα ἐξαίφνης ἔῤῥιψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνης ἡδονὴν αὐτοῦ ἐντεθεῖσαν τῇ ψυχῇ· τί ἄν τις εἴποι, ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν, τῶν βασιλείων ἀνοιγέντων, κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτὸν, μηκέτι ἐν αἰνίγματι, μηδὲ δι' ἐσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως, ἀλλὰ διὰ εἴδους;
all those things at once and suddenly changed his raiment for the purple robe, and the diadem, and the throng of bodyguards, presides with great boldness, having flung away from his soul those lowly and downcast things and taken up others in their stead: so too will it then befall all the saints. And that these words are no empty boast, let us go up in speech to the mountain where Christ was transfigured; let us behold Him shining even as He shone—albeit not even thus did He show us all the brightness of the age to come. For that what appeared was an accommodation, and not an exact display of the reality, is evident from the very words of the evangelist. For what does he say? He shone as the sun. Yet the glory of incorruptible bodies does not send forth only so much light as this corruptible body does, nor such as to become capable of being received even by mortal eyes, but stands in need of incorruptible and immortal eyes for its beholding. At that time on the mountain, however, He unveiled to them so much as it was possible to behold without harming the sight of the beholders; and not even thus did they endure it, but fell upon their face. Tell me, if someone had led you into some radiant place where all sat arrayed in robes of gold, and in the midst of the multitude had pointed out someone else having both his garments and the crown upon his head made solely of precious stones, and had then promised to enrol you in that people, would you not have done everything so as to attain this promise? Open wide, then, even now with your mind your eyes, and gaze upon that theatre, composed not of such men, but of those who are more precious than gold, and precious stones, and the rays of the sun, and all visible radiance—and not of men alone, but also of those much more precious than these: angels, archangels, thrones, dominions, principalities, powers. For concerning the King it is not even possible to tell what He is like; so far does that beauty, that comeliness, that brightness, that glory, that majesty, that magnificence surpass every word and mind. Shall we deprive ourselves of so many blessings, tell me, so that we may not endure hardship for a brief time? For even if it were necessary to undergo ten thousand deaths each day, nay, even Gehenna itself, for the sake of beholding Christ coming in His glory and of being enrolled in the choir of the saints, ought one not to undergo all those things? Hear what the blessed Peter says: It is good for us to be here. And if he, upon seeing some dim image of the things to come, suddenly flung away all things from his soul on account of the pleasure implanted in his soul from that sight, what could one say when the very truth of things arrives, when, with the royal palaces flung open, it is granted to gaze upon the King Himself, no longer in a riddle, nor through a mirror, but face to face, no longer through faith, but through sight?
ιβʹ. Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογωτέρως διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τίθενται μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακὰ, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνον πάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστί. Νῦν
12. Most of those who are more unreasonably disposed reckon it contentment enough merely to be rid of Gehenna; whereas I declare that not to come to be in that glory is a punishment far harsher than Gehenna, and I suppose that one who has fallen away thence ought not so much to bewail the evils in Gehenna as the falling away from the heavens; for this alone is harsher than all things by way of punishment. Now
PG 47:293Read from the page
δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσελαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ, καὶ λόγου καὶ γνώμης κοινωνοῦντας αὐτῷ, καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρίζομεν· καὶ, κἂν μυρία ἔχωμεν ἀγαθὰ, ταλανίζομεν ἑαυτοὺς, καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτὸν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ οὐ βεβαίαν τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους, καὶ διὰ τὰς ἐπιβουλὰς, καὶ διὰ τὰς βασκανίας, καὶ διὰ τὸ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου. Ἐπὶ δὲ τοῦ βασιλέως πάντων, τοῦ κατέχοντος οὐ μέρος γῆς, ἀλλὰ πάντα τὸν γῦρον τῆς γῆς, μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος ἐν δρακὶ, καὶ τοὺς οὐρανοὺς μετροῦντος σπιθαμῇ, τοῦ πάντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, τὰ σύμπαντα, ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὴ οὐχ ἡγησόμεθα ἐσχάτης εἶναι κολάσεως τὸ μὴ, καταταχθῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτὸν, ἀλλὰ στέρξομεν, ἂν τῆς γεέννης ἀπαλλαγῶμεν μόνον; καὶ τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ψυχῆς; Οὗτος γὰρ ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος, οὕτως ἔρχεται κρῖναι τὴν γῆν.
whereas when we oftentimes see an earthly king riding into the royal palace with many bodyguards, we count blessed those who are near him, and who share in his converse and counsel, and partake of the rest of his glory; and even though we possess ten thousand good things, we deem ourselves wretched and take no perception of any of those things as we gaze upon the glory of those around him, albeit we know that such brightness is precarious and unsteady both on account of wars, and on account of plots, and on account of envies, and because apart from these things it is in itself worth no account at all. Yet in the case of the King of all, Who holds fast not a portion of the earth, but the whole circle of the earth—or rather, Who compasses the whole of it in His grasp, and measures the heavens with a span, Who upholds all things, the whole universe, by the word of His power, to Whom all the nations were reckoned as nothing and as spittle—in His case, forsooth, shall we not deem it to be the utmost punishment not to be ranked in that choir around Him, but shall we be content if only we are rid of Gehenna? And what could be more pitiable than such a soul? For this King comes not thus to judge the earth—not having a team of white mules, nor a golden chariot, nor clad in purple robe and diadem.
Ἀλλὰ πῶς; Ἄκουσον τῶν προφητῶν βοώντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γάρ φησιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Ὁ δὲ Ἠσαΐας καὶ τὴν κόλασιν ἡμῖν αὐτὴν προστίθησιν οὑτωσὶ λέγων· Ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Καὶ πάλιν, Θυρίδες, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται, καὶ σεισθήσονται τὰ θεμέλια τῆς γῆς· ταραχῇ ταραχθήσεται ἡ γῆ, κλινομένη κλιθήσεται ἡ γῆ, ἀπορίᾳ ἀπορηθήσεται, σάλῳ σαλευθήσεται ἡ γῆ, ὡς ὁ μεθύων καὶ ὁ κραιπαλῶν· σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ' αὐτῆς ἡ ἀνομία. Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα. Καὶ ὁ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγεν· Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς
How, then? Hear the prophets crying aloud and speaking, so far as it is possible for men to tell; for one says: God shall come manifestly, our God, and shall not keep silence; a fire shall be kindled before Him, and round about Him a mighty tempest; He shall summon the heaven above, and the earth, to judge His people. And Isaiah adds for us the very chastisement itself, speaking thus: Behold, the day of the Lord comes incurable, full of fury and wrath, to make the whole inhabited world desolate, and to destroy the sinners out of it. For the stars of the heaven, and Orion, and all the adornment of the heaven shall not give their light, and the sun shall be darkened at its going forth, and the moon shall not give her brightness. And I shall appoint evils to the whole inhabited world, and to the ungodly their sins; and I shall destroy the insolence of the lawless, and humble the insolence of the haughty, and those left behind shall be more honoured than unsmelted gold, and a man shall be more honoured than the stone from Soupheir. For the heaven shall be shaken, and the earth shall quake from its foundations, because of the fury of the wrath of the Lord Sabaoth, in the day when His fury comes on. And again, Windows, he says, shall be opened out of the heaven, and the foundations of the earth shall quake; with trouble shall the earth be troubled, tottering shall the earth totter, with perplexity shall it be perplexed, with tossing shall the earth be shaken, like a drunkard and one sick with wine; the earth shall quake like a fruit-watcher's hut; it shall fall, and shall in no wise be able to rise again, for lawlessness has prevailed upon it. And God shall bring His hand upon the adornment of the heaven on high in that day, and upon the kingdoms of the earth; and they shall gather its assembly into a prison, and shall shut them up in a stronghold. And Malachi, uttering words in harmony with these, said: Behold, the Lord Almighty comes, and who shall endure the day of His entrance, or who shall withstand at His appearing? For He comes in like the fire of a smelting-furnace, and like the herb of washers, and He shall sit smelting and purifying as
PG 47:294Read from the page
τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον. Καὶ πάλιν, Ἰδοὺ, φησὶν, ἡμέρα ἔρχεται Κυρίου καιομένη, ὡς κλίβανος, καὶ καταφλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ· καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλῆμα. Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν, Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκε πορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Εἶτα μετὰ μικρὸν, Ἐθεώρουν, φησὶν, ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιὴλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με. Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς λαμβάνεται ἐκ μέσου ὁ οὐρανός. Ειλιγήσεται γὰρ, φησὶν, ὡς βιβλίον ὁ οὐρανὸς, καθάπερ τινὸς σκηνῆς διφθέρα καὶ παραπέτασμα συστελλόμενος ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου· τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους φόβος, οὐκ ἀγγέλους δὲ μόνον, ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· Σεισθήσονται γὰρ, φησὶν, αἱ δυνάμεις τῶν οὐρανῶν, διὰ τὸ τοὺς ὁμοδούλους τὰς εὐθύνας ἀπαιτεῖσθαι τῆς ἐνθάδε ζωῆς. Εἰ γὰρ, πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων, πεφρίκασιν ἅπαντες καὶ οἱ κινδύνων ὄντες ἐκτὸς, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ἐπὶ τοιούτου κριτοῦ οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον, καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτὰ, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς πᾶσαν κλονεῖσθαι δύναμιν καὶ σαλεύεσθαι; Εἰ γὰρ μὴ ποταμὸς εἵλκετο πυρὸς, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροὶ, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτίμως, ἵνα μὴ ἴδωσι τὴν δόξαν τοῦ Θεοῦ (Ἀρθήτω γὰρ, φησὶν, ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ δόξαν Κυρίου), καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ τῶν τοιούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνε ψυχάς; Τοῦτο γὰρ ὅσον κακὸν, νῦν μὲν οὐ δυνατὸν παραστῆσαι τῷ λόγῳ· τότε δὲ ἐπὶ τῶν πραγμάτων εἰσόμεθα σαφῶς. Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους, μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν
silver and as gold. And again, Behold, he says, the day of the Lord comes burning like an oven, and it shall burn them up, and all the aliens and all who do lawless things shall be stubble, and the coming day shall set them ablaze, says the Lord Almighty; and there shall in no wise be left root or branch. And the man of desires says: I beheld until thrones were set, and the Ancient of Days sat; and His garment was white as snow, and the hair of His head like pure wool; His throne was a flame of fire, His wheels a burning fire; a river of fire drew forth, issuing out before Him. A thousand thousands ministered to Him, and ten thousand times ten thousand stood before Him. The court sat, and books were opened. Then a little after, I beheld, he says, in a vision of the night, and behold, with the clouds of the heaven One like a Son of Man was coming, and He came even to the Ancient of Days, and was brought near to Him before Him; and to Him was given the dominion, and the honour, and the kingdom, and all peoples, tribes, and tongues serve Him. His authority is an eternal authority, which shall not pass away, and His kingdom shall not be destroyed. My spirit shuddered, I Daniel, in my frame, and the visions of my head troubled me. Then all the gates of the heavenly vaults are flung wide open—or rather, the heaven itself is taken out of the midst. For the heaven, he says, shall be rolled up like a scroll, being furled away out of the midst just like the skin and curtain of some tent, so as to be transformed for the better. Then all things are full of dismay and shuddering and trembling; then great fear holds fast even the angels themselves—and not angels alone, but also archangels and thrones and dominions and principalities and powers; For the powers of the heavens, He says, shall be shaken, because their fellow-servants are required to render accounts of their life here. For if, when a single city is being judged before these rulers here, all men shudder, even those who are outside of danger, when the whole inhabited world is being tried before such a Judge Who needs neither witnesses nor proofs, but without all these brings forth into the midst deeds and words and thoughts, and displays all things as though in a picture both to those who committed them and to those who knew them not, how is it not likely that every power should be tossed and shaken? For even if no river of fire were drawn along, nor fearful angels stood by, but men were merely summoned, and some were praised and admired while others were sent away in dishonour so that they might not behold the glory of God (For let the ungodly be taken away, he says, that he may not see the glory of the Lord), and this alone were the punishment, would not the falling away from such blessings sting the souls of the bereft more bitterly than any Gehenna? For how great an evil this is, it is not possible now to set forth in speech; but then from the realities themselves we shall know clearly. Do you, I pray, add for me now the punishment also, and men not only ashamed, nor veiling their faces and bowing downwards, but also the
Notes, col. 294

On the reading

Printed Ειλιγήσεται, for Εἱλιγήσεται.