καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ' ἂν ἔξω μένῃς, εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητὰ, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα, καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν, καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ. Διὰ τοῦτο καὶ τὸν Ἰούδαν ἀπήγαγεν ἐνθένδε ὁ πονηρὸς, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς, ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γὰρ, εἰ καὶ παράδοξον τὸ λεγόμενον, οὐδὲ ἐκεῖνο τὸ ἁμάρτημα μεῖζον εἴποιμι ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντα τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε τὴν κορυφὴν πάλιν ἀναβῆναι ἐκέλευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλ' ἀναστάντα ἐντεῦθεν τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος ἕνεκεν ὀκνεῖς καὶ ἀναδύῃ, καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑώρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ παιδιᾷ καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; οἱ τὰ σηρικὰ ἐνδεδυμένοι, καὶ μύρων ἀποπνέοντες, καὶ παρασίτους τρέφοντες, καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαντός; ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται ἡ τῶν δείπνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός. Ποῦ νῦν ἀπέπτη πάντα ἐκεῖνα; τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορὸν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ τόπου τὸ εἰδεχθὲς θέασαι, καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν, καὶ πορφύραν ἐνδιδυσκόμενος, οὐδὲ σταγόνος ὕδατος ἐγένετο κύριος, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Οὐδὲν τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διάκειται. Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἢ καὶ ἑτέραν τινὰ τιννύντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν ὀνείροις, ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτοὺς, οὐδεμίαν μετὰ τὸ ἐγερθῆναι τοῖς ὀνεί-
and open the entrance to the contests; for so long as you remain outside, reasonably does this appear difficult and impracticable to you. For before experience, even if matters be exceedingly light and bearable, they are nevertheless wont to present to us the appearance of great difficulty; but when we enter into them through experience and venture boldly, the greater part of the distress gives way, and confidence, coming in instead of trembling and despair, lessens fear, increases ease, and renders good hopes stronger. On this account also the wicked one led Judas away hence, lest, laying hold of a fitting beginning, he should return through repentance whence he had fallen. For I, even if what is said be paradoxical, would not say that even that sin was greater than the succour accruing to us from repentance. Wherefore I beg and entreat you, having banished every satanic thought from your soul, to come to this salvation. For if I were bidding you to mount up again all at once and together to that summit, reasonably would you chafe, there being great difficulty in this; but if I demand only so much now as not to add to your present evils, but, rising up from here, to turn back again the opposite way, for what reason do you hesitate and shrink back, and drag yourself backwards? Have you not seen those who have died in luxury and drunkenness and sport and the rest of the mockery of life? Where now are those who strutted through the marketplace with great pomp and many attendants? those clothed in silks, and breathing forth unguents, and feeding parasites, and riveted continually to the stage? where now is that pageantry of theirs? Gone is the lavishness of banquets, the throng of musicians, the courting of flatterers, the loud laughter, the relaxation of the soul, the dissipation of the mind, the soft and lax and superfluous life. Where now have all those things flown away? what has become of the body that enjoyed such tending and cleanliness? Depart to the coffin, behold the dust, the ashes, the worms, behold the hideousness of the place, and groan bitterly. And would that the loss extended only as far as the ashes; but now, from the coffin and these worms, transfer your reflection to that unending worm, to the unquenchable fire, to the gnashing of teeth, to the outer darkness, to the affliction and the straitness, to the parable of Lazarus and the rich man, who, though master of so much wealth and clothed in purple, did not become master even of a drop of water, and that too when placed in so great necessity. Matters here are in no better state than dreams. For just as those who work the mines, or even undergo some other punishment harsher than this, when dozing off from those many toils and that most bitter life they see themselves in dreams amid luxuries and abundance, after waking up feel no gratitude towards their