Migne Reading Room

PG 47 · cols. 295–300 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:295Read from the page
ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν, καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσι, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν, καθ' ὃν στεφανοῦνται καὶ ἀποκηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ οἱ τὰ ἀγαθὰ πράξαντες πάντες, καὶ ἄξια τῆς αἰωνίου ζωῆς ποιήσαντες.
dragged along the road to the fire, hauled off to the very torture-chambers, and handed over to the merciless powers, suffering these things at the very season when all who have wrought good deeds and done things worthy of eternal life are crowned, proclaimed, and stationed beside the royal throne.
ιγʹ. Καὶ ταῦτα μὲν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τὰ δὲ ἑξῆς λοιπὸν τίς ἡμῖν παραστήσει λόγος, τῆς μετὰ τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονὴν, τὴν ὠφέλειαν, τὴν χαράν ; Ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα, καὶ μετὰ παῤῥησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς Δεσπότην ὁρᾷν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονὴν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς, ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν, ὅτι οὐδαμοῦ ταῦτα τελευτήσει τὰ καλά. Πᾶσαν μὲν οὖν τὴν εὐφροσύνην ἐκείνην οὔτε λόγῳ παραστῆσαι, οὔτε νῷ διαλαβεῖν ἔστιν· ἀμυδρῶς δὲ καὶ ὡς ἄν τις διὰ μικρῶν μεγάλα δεικνύῃ, πειράσομαι ποιῆσαι φανερόν. Ἐξετάσωμεν γὰρ τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς εὐθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς εἶναι νομίζουσι, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντας καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ' ἀφιπταμένων ὀνείρου ταχύτερον· εἰ δέ ποτε καὶ σταίη μικρὸν, μέχρι τῆς παρούσης ζωῆς τὴν εὔνοιαν ἐπιδεικνυμένων, περαιτέρω δὲ οὐκ ἰσχυόντων συνεξελθεῖν. Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαρὰν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχὰς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διαπαντός; Οὐδὲ γὰρ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ ποσότητι καὶ τῇ ποιότητι τοσούτῳ κρείττω τῶν παρόντων ἐστὶν, ὡς μηδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναί ποτε. Νῦν μὲν γὰρ καθάπερ ἐν μήτρᾳ παιδίον, οὕτως ἐν τῷ κόσμῳ τούτῳ διάγομεν στενοχωρούμενοι, καὶ τοῦ μέλλοντος αἰῶνος τὴν λαμπρότητα καὶ τὴν ἐλευθερίαν οὐ δυνάμενοι συνιδεῖν· ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων, καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέρανοὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ παρὼν βίος, τὰ μὲν ἐξαμβλωθέντα ἀπὸ σκότους εἰς σκότος ἔρχεται, καὶ ἀπὸ θλίψεως εἰς θλῖψιν χαλεπωτέραν· τὰ δὲ ἄρτια καὶ τῆς βασιλικῆς εἰκόνος τοὺς χαρακτῆρας διαφυλάξαντα παραστήσονται τῷ βασιλεῖ, καὶ τὴν λειτουργίαν ἀναδέξονται ἐκείνην, ἣν ἄγγελοι καὶ ἀρχάγγελοι τῷ πάντων διακονοῦνται Θεῷ. Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος, ἐπὶ τὸ βέλτιον διατύπωσον. Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ Θεὸς, ἡ δὲ τῆς ψυχῆς ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας· ἐφ' ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ Θεοῦ. Φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ἡμῶν, καὶ τούτῳ μάλιστα τὸ ἡμέτερον ἐτίμησε γένος, τὰ μὲν ἐλάττονα καὶ οὐδὲν μέγα συντελοῦντα ἡμῖν, ἀλλ' ὅπως ἂν πέσῃ ἀδιάφορα ὄντα, τῇ τῆς φύσεως ἐπιτρέψας ἀνάγκῃ, τῶν δὲ ὄντως καλῶν ἡμᾶς ποιήσας εἶναι δημιουργούς. Εἰ μὲν γὰρ καὶ τοῦ σωματικοῦ κάλλους ἡμᾶς ἐποίησεν εἶναι κυρίους, καὶ φροντίδα περιττὴν ἐδεξάμεθα ἂν, καὶ ἐν τοῖς οὐδὲν ὠφελοῦσι τὸν ἅπαντα ἂν ἀπῃσχολήσαμεν χρόνον, καὶ τῆς ψυχῆς σφόδρα ἂν ἠμελήσαμεν.
13. And these things shall be on that day; as for what follows thereafter, what discourse shall set before us the pleasure, the benefit, the joy of communion with Christ? For when the soul has returned to its own nobility, and has thenceforth been enabled with boldness to behold its own Master, one cannot express how great a pleasure it reaps, how great a gain, rejoicing not only in the good things in hand, but also in being persuaded thenceforth that these fair things will never come to an end. To present all that gladness in speech, or to comprehend it in mind, is impossible; yet dimly, and as one might show great things through small, I shall endeavour to make it plain. For let us examine those who in the present life enjoy the fair things of the world—I mean wealth and dominion and glory—how, exulting in their cheerfulness, they do not even suppose that they are upon the earth, and this although they enjoy goods that are neither acknowledged as truly fair nor abiding with them, but flying away swifter than a dream; and even if they should ever remain a little while, displaying their goodwill only as far as the present life, but unable to accompany them any further. Now if these things lift those who possess them to such great joy, what do you suppose happens to those souls that are called to the myriad good things in the heavens, which are fixed and stand firmly for ever? For not only this, but both in quantity and in quality they are so much better than present things that they have never even entered into the heart of man. For now, just like a child in a womb, so we pass our lives cramped in this world, unable to perceive the brilliance and the freedom of the age to come; but when the season of birth-pangs arrives, and the present life brings forth on the day of judgement all the men whom it received, those that were miscarried depart from darkness into darkness, and from affliction into harsher affliction; whereas those that are sound and have preserved the features of the royal image shall stand beside the King, and shall take up that ministry which angels and archangels minister to the God of all. Do not, therefore, utterly efface these features for us, O friend, but speedily recovering them, fashion them anew for the better. For bodily beauty God has enclosed within the bounds of nature, whereas the comeliness of the soul has been freed from that necessity and servitude, inasmuch as it is far better than bodily comeliness; it lies wholly in our power and in the inclination of God. For our Master, being a lover of mankind, in this above all honoured our race: committing the lesser things that contribute nothing great to us, but are indifferent however they may fall out, to the necessity of nature, while making us craftsmen of the things that are truly fair. For had He made us masters of bodily beauty also, we would have taken upon ourselves superfluous anxiety, and would have spent all our time on things that profit nothing, and would have greatly neglected the soul.
Ὅπου γὰρ νῦν οὐκ οὔσης ἐν ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα, καὶ σκιαγραφίαις ἐκδιδόαμεν ἑαυτοὺς, καὶ ἐπειδὴ τῇ ἀλη-
For when even now, though this power is not in us, we do everything and strain ourselves, and give ourselves over to shadow-paintings, and since in tru-
Notes, col. 295

On the reading

Printed ἡμέρανοὓς, for ἡμέραν οὓς.

PG 47:296Read from the page
θείᾳ μὴ δυνάμεθα, καὶ χρώμασι καὶ βαφαῖς καὶ συνθέσει τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ γραφαῖς ὀφθαλμῶν, καὶ πολλοῖς ἑτέροις μηχανήμασι τοιαῦτα σοφιζόμεθα κάλλη· τίνα ἂν τῇ ψυχῇ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν; Τάχα γὰρ οὐδ' ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερον, εἰ τοῦτο ἔργον ἡμέτερον ἦν, ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν· τὴν μὲν δούλην καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς ἀνδραπόδου μᾶλλον ἐν ἀμορφίᾳ καὶ ῥᾳθυμίᾳ ἐῶντες κεῖσθαι διαπαντός. Διὰ τοῦτο ταύτης ἡμᾶς τῆς κακοσχολίας ἀπαλλάξας ὁ Θεὸς, τοῦ βελτίονος ἡμῖν τὴν τέχνην ἐνέθηκε, καὶ ὁ τὸ σῶμα μὴ δυνάμενος εὔμορφον ποιῆσαι ἐξ εἰδεχθοῦς, οὗτος τὴν ψυχὴν, κἂν εἰς ἐσχάτην δυσειδίαν κατενεχθῇ, εἰς αὐτὴν τὴν τῆς ὥρας ἀναγαγεῖν δυνήσεται κορυφὴν, καὶ οὕτως ἐπέραστον ποιῆσαι καὶ ποθεινὴν, ὥστε μὴ μόνον τοὺς ἄνδρας τοὺς ἀγαθοὺς εἰς ἐπιθυμίαν αὐτῆς ἐλθεῖν, ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἁπάντων βασιλέα καὶ Θεὸν, καθὼς καὶ ὁ Ψαλμῳδὸς περὶ τούτου τοῦ κάλλους δισλεγόμενος ἔλεγε· Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ δραπέται καὶ θηριομάχοι μόλις ἂν πρόσοιντο· εἰ δέ πού τις εὔμορφος καὶ εὐγενὴς καὶ αἰσχυντηρὰ κατά τινα περίστασιν εἰς ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν; Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος, καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης, καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτό ἐστι, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν. Καὶ τούτων εὑρήσεις τῶν παραδειγμάτων τοὺς προφήτας πεπληρωμένους, ὅταν διαλέγωνται τῇ Ἱερουσαλήμ· καὶ γὰρ ἐκείνην εἰς πορνείαν ἐμπεσοῦσαν, πορνείαν τινὰ καινοτέραν, καθὼς καὶ ὁ Ἰεζεκιήλ φησι· Πάσαις πόρναις δίδοται μισθώματα, σὺ δὲ προσεδίδως μισθώματα, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς λοιπάς· καὶ πάλιν ἕτερος· Ἐκάθισας προσδοκῶσα αὐτοὺς ὡσεὶ κορώνη ἠρημωμένη. Ταύτην οὖν τὴν οὕτω πορνεύσασαν ἀνακαλεῖται πάλιν ὁ Θεός. Καὶ γὰρ ἡ αἰχμαλωσία ἡ γενομένη, οὐ τιμωρίας τοσοῦτον ἦν, ὅσον ἐπιστροφῆς καὶ διορθώσεως· ἐπεὶ, εἰ κολάσαι αὐτοὺς καθάπαξ ἐβούλετο ὁ Θεὸς, οὐκ ἂν πάλιν ἐπανήγαγεν οἴκαδε, οὐκ ἂν μείζονα καὶ λαμπροτέραν καὶ τὴν πόλιν καὶ τὸν ναὸν κατεσκεύαζεν· Ἔσται γὰρ, φησὶν, ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν. Εἰ δὲ τὴν πολλάκις ἐκπορνεύσασαν οὐκ ἀπέκλεισε τῆς μετανοίας ὁ Θεὸς, πολλῷ μᾶλλον τῆς σῆς ἀνθέξεται ψυχῆς, τοῦτο πρῶτον πεσούσης τὸ πτῶμα. Οὐδεὶς γὰρ, οὐδεὶς σωμάτων ἐραστὴς, κἂν σφόδρα ᾖ μανικὸς, οὕτω τῆς ἐρωμένης τῆς αὑτοῦ περικαίεται, ὡς ὁ Θεὸς τῆς σωτηρίας ἐφίεται τῶν ἡμετέρων ψυχῶν· καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ' ἑκάστην ἡμέραν γινομένων ἰδεῖν, ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ὅρα γοῦν, καὶ ἐν
th we cannot, we contrive such beauties by pigments and dyes, by the plaiting of hair, the draping of garments, the pencilling of eyes, and many other devices—what leisure would we have allotted to the soul and to serious pursuits, had we been able to transform the body into genuine comeliness? Perhaps indeed we would have had no other work at all, had this been our own work, but we would have spent all our time bedecking the maidservant with myriad adornments, while leaving her mistress to lie continually in ugliness and sloth more than any slave. On this account God, freeing us from this ill-spent business, implanted in us the art of the nobler thing; and he who cannot make an unsightly body comely shall be able, even if his soul has sunk into utter deformity, to raise it up to the very summit of loveliness, and make it so charming and desirable that not only good men come to desire it, but even the King and God of all himself, just as the Psalmist also said when discoursing concerning this beauty: And the King shall desire your beauty. Do you not see even in the brothels of women that gladiators and runaways and beast-fighters would scarcely admit those who are unsightly and shameless; whereas if some comely, well-born, and modest woman should through some circumstance come into this necessity, not even among exceedingly illustrious and great men would anyone blush at marriage with her? Now if among men there is such great mercy and such disregard of reputation as to deliver from that servitude women who have often been dishonoured in the brothel, and to hold them in the rank of wives, much more is this true with God and with the souls that have fallen from their nobility above, under the tyranny of the devil, into the brothel of the present life. And you will find the prophets full of these examples when they converse with Jerusalem; for she too, having fallen into fornication—a fornication of a stranger kind, just as Ezekiel also says: To all harlots hire is given, but you gave hire in addition, and in you it was perverted beyond the rest; and again another: You sat awaiting them like a desolate crow. Her, then, who had played the harlot thus, God calls back again. For the captivity that took place was not so much for punishment as for conversion and amendment; since, had God wished to punish them once for all, He would not have brought them back home again, He would not have built both the city and the temple greater and more splendid: For the latter glory of this house, He says, shall be above the former. Now if God did not shut out from repentance her who had many times played the harlot, much more shall He cling to your soul, which has fallen this first fall. For no one, no lover of bodies, even if he be utterly frantic, burns so for his own beloved as God longs for the salvation of our souls; and this it is possible to see from the things that happen every day, and possible also from the divine Scriptures. Observe, then, both in
Notes, col. 296

On the reading

Printed δισλεγόμενος, for διαλεγόμενος.

PG 47:297Read from the page
τοῖς προοιμίοις τοῦ Ἱερεμίου, καὶ πολλαχοῦ δὲ τῶν προφητῶν, καταφρονούμενον αὐτὸν καὶ ὑπερορώμενον, καὶ πάλιν ἐπιτρέχοντα καὶ διώκοντα τὴν φιλίαν τῶν ἀποστρεφομένων αὐτόν· ὅπερ καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐδήλου λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε; Καὶ ὁ Παῦλος δὲ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν. Οὐ γὰρ ἀπιστία μόνον, ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἔχθραν ἱκανὸς ἐργάσασθαι. Τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν. Καταλύσωμεν οὖν τοῦτο τὸ διάφραγμα, καὶ διέλωμεν, καὶ θῶμεν νεκρὸν, ἵνα τῆς μακαρίας τύχωμεν καταλλαγῆς, ἵνα γενώμεθα πάλιν ἐπέραστοι καὶ ποθεινοὶ τῷ Θεῷ.
the opening of Jeremiah and in many places of the prophets, how, though despised and disregarded, He again runs up and pursues the friendship of those who turn away from Him; which He Himself also declared in the Gospels, saying: Jerusalem, Jerusalem, who slays the prophets and stones those sent to her, how often did I wish to gather your children together, as a hen gathers her brood under her wings, and you were not willing? And Paul too, writing to the Corinthians, said: For God was in Christ reconciling the world to Himself, not reckoning to them their trespasses, and having placed in us the word of reconciliation. On Christ's behalf, therefore, we are ambassadors, as though God were entreating through us; we implore on Christ's behalf, be reconciled to God. Suppose that this is spoken to us also now. For not unbelief alone, but an unclean life as well, is sufficient to work this abominable enmity. For the mindset of the flesh, he says, is enmity towards God. Let us therefore pull down this partition-wall, and break it up, and render it dead, that we may obtain the blessed reconciliation, that we may again become charming and desirable to God.
ιδʹ. Οἶδα ὅτι θαυμάζεις τὴν Ἑρμιόνης ὥραν νῦν, καὶ τῆς εὐμορφίας ἐκείνης οὐδὲν ὅμοιον κρίνεις ἐπὶ τῆς γῆς εἶναι· ἀλλ' ἐὰν θέλῃς, ὦ φίλε, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος, ὅσῳ τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀνδριάντες εἰσίν. Εἰ γὰρ ἐπὶ τοῦ σώματος ὂν τὸ κάλλος οὕτω τὰς τῶν πολλῶν ἐκπλήττει ψυχὰς καὶ ἀναπτεροῖ, ὅταν ἐν τῇ ψυχῇ τοῦτο ἀποστίλβῃ, τί ἴσον τοῦ οὕτω καλοῦ καὶ ὡραίου γένοιτ' ἄν; Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ χολὴ καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ ὀφθαλμοὶ καὶ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται· κἂν μὴ καθ' ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην, ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος, τῶν τε ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἡ ἅπασα ἀφίπταται τῆς ὄψεως ὥρα· ὥστε, ἂν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τί δὲ τῆς εὐθείας ῥινὸς, τί δὲ καὶ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης τὰ ἔνδον ἀκαθαρσίας ἐστὶ μεστά. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ' οὐδὲ ἰδεῖν ἀνέχῃ· πρὸς δὲ τὰ ταμιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι; Ἀλλ' οὐ τό γε σὸν κάλλος τοιοῦτον ἦν, ἀλλ' ὅσον τῆς γῆς βελτίων ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον. Ψυχὴν γὰρ καθ' ἑαυτὴν σώματος μὲν γεγυμνωμένην οὐδεὶς εἶδεν οὐδαμοῦ· ὅμως δὲ καὶ οὕτως ἑτέρωθέν σοι παραστῆσαι τὸ ταύτης κάλλος πειράσομαι ἀπὸ τῶν δυνάμεων τῶν μειζόνων. Ἄκουσον γοῦν πῶς τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἡ τούτων ὡραιότης ἐξέπληξε· βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος, καὶ οὐκ ἔχων σῶμα τοιοῦτον εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγε, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόνον, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν. Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ' ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι; Τοιοῦτόν τι καὶ περὶ τοῦ κάλλους τῆς ψυχῆς φαντάζεσθαι χρή· Ἔσονται γὰρ, φησὶν, ἰσάγγελοι. Καὶ ἐπὶ τῶν σωμάτων δὲ τὰ κουφότερα καὶ λεπτότερα καὶ
14. I know that you marvel at the loveliness of Hermione now, and judge that there is nothing like that comeliness upon the earth; yet if you wish, O friend, you shall be so much more graceful and fairer than she as golden statues are better than those of clay. For if beauty when upon the body so astonishes and elates the souls of the many, when this shines forth in the soul, what could be equal to one so fair and comely? For the substance of this bodily beauty is nothing other than phlegm and blood and rheum and bile and the juice of chewed food. For with these both eyes and cheeks and all the rest are watered; and if they do not receive that watering every day ascending from the belly and the liver, as the skin sinks in beyond what is fitting and the eyes grow hollow, straightway all the comeliness of the countenance flies away; so that, if you consider what lies stored up within the fair eyes, and what within the straight nose, and what within the mouth and the cheeks, you will declare the comeliness of the body to be nothing other than a whitewashed tomb—so full of uncleanness are its inward parts. Moreover, when you see a rag having some of these things on it, such as phlegm or spittle, you cannot endure to touch it even with the tips of your fingers, nay, you cannot even bear to look at it; yet are you fluttered with passion for the storehouses and depositories of these things? But your own beauty was not such, but as much better as heaven is than earth; nay rather, far more brilliant and excellent even than that. For a soul by itself, stripped of the body, no one has ever seen anywhere; nevertheless even so I shall endeavour to present its beauty to you from another quarter, from the greater powers. Hear, then, how their loveliness astonished the man of desires: for wishing to present their beauty, and unable to find such a body, he had recourse to metallic substances, and was not satisfied with these alone, but took also the brilliance of lightning for his illustration. Now if those powers, without showing their own essences pure or naked, but very dimly and under a shadow, nevertheless shone forth so brightly, of what sort is it likely that they appear when freed from every veil? Something of this kind one must imagine concerning the beauty of the soul as well; for they shall be, He says, equal to angels. And among bodies too, those that are lighter and subtler and
PG 47:298Read from the page
πρὸς τὴν ἐπὶ τὰ ἀσώματα φέρουσαν ὁδὸν ἀνακεχωρηκότα, πολλῷ μᾶλλον βελτίω καὶ θαυμαστότερα τῶν ἑτέρων ἐστί. Τῆς γοῦν γῆς ὁ οὐρανὸς, καὶ τοῦ ὕδατος τὸ πῦρ, καὶ οἱ ἀστέρες τῶν λίθων εἰσὶν ὡραιότερος· καὶ τὴν ἶριν δὲ πολλῷ πλέον ἴων καὶ ῥόδων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ τῆς γῆς θαυμάζομεν ἀνθῶν. Καὶ ὅλως, εἴ γε ἐνῆν τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸ τῆς ψυχῆς κάλλος ἰδεῖν, κατεγέλασας ἂν τῶν σωματικῶν ὑποδειγμάτων τούτων, οὕτως ἀσθενῶς ἡμῖν τὴν τῆς ψυχῆς παραστησάντων ὡραιότητα. Μὴ δὴ τοιούτου κτήματος μηδὲ τοσαύτης μακαριότητος ἀμελήσωμεν, καὶ μάλισθ' ὅτε εὔκολος ἡμῖν ἡ ἐπάνοδος πρὸς ἐκεῖνο τὸ κάλλος ταῖς τῶν μελλόντων ἐλπίσι γίνεται. Τὸ γὰρ παραυτίκα, φησὶν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Εἰ δὲ αἱ θλίψεις οἵας οἶδας ἐλαφρὰς ἐκάλεσε καὶ κούφας ὁ μακάριος Παῦλος, διὰ τὸ μὴ σκοπεῖν τὰ βλεπόμενα, πολλῷ μᾶλλον τὸ παύσασθαι ἀσελγαίνοντα φορητόν. Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδὲ ἐπὶ τοὺς θανάτους τοὺς καθημερινοὺς, τὰς πληγὰς τὰς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμὰ, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακρὰς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλὰς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμὸν, τὸν κρυμὸν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὑτοῦ, τὴν ὑπὲρ τῶν οὐχ αὑτοῦ. Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ μόνον τοσοῦτον ἀξιοῦμεν, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν. Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦντας τῷ τῆς ἀναστάσεως λόγῳ ῥᾳθύμως διακεῖσθαι, καὶ μηδέποτε ἐν τοιούτῳ γενέσθαι φόβῳ, θαυμαστὸν οὐδέν· τὸ δὲ ἡμᾶς τοὺς περὶ τῶν ἐκεῖ μᾶλλον ἢ τῶν ἐνταῦθα πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν ἐκείνων, ἀλλ' εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων πράττωμεν, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον διακεισώμεθα (εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν)· τίς ἔσται ἡμῖν παράκλησις, ποία συγγνώμη λοιπόν; Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσον, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαῤῥεῖν ἔχοντες, καὶ ἀκριβῶς εἰδότες, ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε περὶ τὸ τυχὸν ἡμῖν ἡ ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ τὸ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ' ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ' ἑαυτοῖς μόνον, καὶ μὴ καθ' ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ εἴ τις τῶν πυκτευόντων, τὸν ἀνταγωνιστὴν ἀφεὶς, κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας, καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν, εἰπέ μοι; Ὑπεσκέλισεν ἡμᾶς ὁ διά-
have withdrawn towards the path leading to things incorporeal are far better and more marvellous than the others. Heaven, for instance, is fairer than the earth, and fire than water, and the stars than stones; and we admire the rainbow far more than violets and roses and all the other flowers upon the earth. And in general, if it were possible with bodily eyes to behold the beauty of the soul, you would have laughed to scorn these bodily illustrations, which so feebly present to us the loveliness of the soul. Let us not, then, neglect such a possession nor such great blessedness, especially when the return to that beauty becomes easy for us through the hopes of things to come. For our momentary lightness of affliction, he says, works out in measure beyond measure an eternal weight of glory, while we look not at the things that are seen, but at the things that are not seen; for the things that are seen are temporal, whereas the things that are not seen are eternal. Now if the blessed Paul called such afflictions as you know light and trifling because of not looking at the things that are seen, much more is it endurable to cease from wantonness. For we do not as yet call you to those perils, nor to daily deaths, continual blows, scourgings, bonds, hatred from the inhabited world, enmity from one's own kinsfolk, successive sleepless nights, long journeys, shipwrecks, attacks of brigands, plots from relatives, pangs on behalf of friends, hunger, frost, nakedness, burning grief, despondency on behalf of one's own, and on behalf of those not one's own. We demand none of these things as yet, but ask only this much: that you be freed from this accursed servitude, and return to your former freedom, bearing in mind both the punishment that comes from wantonness and the honour that came from your former life. For that those who disbelieve the doctrine of the resurrection should be slothfully disposed, and never come into such fear, is nothing marvellous; whereas that we, who are persuaded concerning the things there more than the things here, should pass our lives so wretchedly and miserably, and suffer nothing from the remembrance of them, but sink into utter insensibility—this is full of great unreason. For when we who believe practise the deeds of unbelievers, nay rather are more wretchedly disposed even than they (for there are among them some who shone in virtue of life), what comfort shall there be for us, what pardon hereafter? Many merchants, though encountering shipwreck, have not given up, but have embarked again upon the same voyage, and this although the loss befell them not through their own sloth, but through the violence of the winds; shall we, then, who are able to be confident concerning the end, and who know accurately that unless we will it neither shipwreck nor loss in any chance matter shall befall us, not lay hand to these things again and trade just as before, but lie idle keeping our hands folded by ourselves? And would that it were by ourselves alone, and not against ourselves, which is a mark of manifest madness! For if one of the boxers, leaving his opponent, should turn his hands against his own head and beat his own face, shall we not rank him with madmen, tell me? The de-
Notes, col. 298

On the reading

Printed ὡραιότερος·, for ὡραιότεροι·.

PG 47:299Read from the page
βολος καὶ κατέβαλεν· οὐκοῦν ἀναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν, καὶ κατακρημνίζειν ἑαυτοὺς, καὶ ταῖς παρ' ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ' ἑαυτῶν. Καὶ γὰρ καὶ ὁ μακάριος Δαυῒδ ἔπεσε πτῶμα τοιοῦτον, ὅπερ καὶ σὺ νῦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τί οὖν; ἔμεινε κείμενος; οὐχὶ δὲ εὐθέως ἀνέστη δυνάμει πάλιν, καὶ παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν γενναίως αὐτὸν κατεπάλαισεν, ὡς καὶ τελευτήσαντα προστῆναι τῶν ἐκγόνων αὐτοῦ. Τῷ γὰρ Σολομῶντι τὴν μεγάλην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν Δαυῒδ ὁ Θεός φησιν ἀφεῖναι αὐτῷ τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· Διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω τοῦτο. Διατί; Διὰ Δαυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἔλεγε βοηθεῖν· Ὑπερασπιῶ γὰρ, φησὶν, ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν Θεὸν, καὶ εἰ ἐν ἑαυτῷ εἶπεν, Ἐτίμησέ με τιμὴν μεγάλην ὁ Θεὸς, καὶ εἰς προφήτας ἔταξε, καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισε, καὶ μυρίων κινδύνων ἐξήρπασε, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκὼς, καὶ τὰ τῶν ἐσχάτων τολμήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν; εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.
vil has tripped us up and cast us down; we must therefore rise up, and not be dragged down again, and fling ourselves over a cliff, and add blows from ourselves to the blows from him. For the blessed David also fell such a fall as you have now—and not this alone, but another in succession as well, I mean that of murder. What then? Did he remain lying down? Did he not straightway rise up again with might, and array himself against the enemy? Nay, so nobly did he wrestle him down that even after he had died he stood as protector over his descendants. For when Solomon had dared that great transgression and had become deserving of myriad deaths, God says that for David's sake He leaves the kingdom whole to him, speaking thus: Rending I shall rend your kingdom out of your hand, and shall give it to your servant. Nevertheless in your days I shall not do this. Why? For the sake of David your father; out of the hand of your son I shall take it. And to Hezekiah too, when he was about to be in extreme peril, although he was righteous, He again said that He came to his aid for the sake of that blessed man: For I shall defend this city, He says, to save it for My own sake and for the sake of David My servant. So great is the might of repentance. Yet if he had deliberated within himself the things that you now do—that thenceforth it was impossible to propitiate God—and if he had said within himself: God honoured me with great honour, and ranked me among prophets, and entrusted to me the rule of my countrymen, and snatched me from myriad perils; how then, after offending after so many benefactions, and daring the utmost extremities, shall I be able to render Him propitious again?—had he considered these things, he would not only have left undone what followed afterwards, but would have ruined his former deeds as well.
ιεʹ. Οὐδὲ γὰρ τὰ ἐν τοῖς σώμασι τραύματα μόνον θάνατον ἐργάζεται ἀμελούμενα, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς· ἀλλ' ὅμως εἰς τοσοῦτον ἀνοίας ἠλάσαμεν ἡμεῖς, ὡς ἐκείνων μὲν ἐπιμελεῖσθαι σφοδρῶς, τούτων δὲ ὑπερορᾷν· καίτοι ἐπὶ μὲν τοῦ σώματος ἀνίατα πολλάκις πολλὰ συμβαίνειν εἰκὸς, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἔνι, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν· ἐπὶ δὲ τῶν ψυχῶν, ἔνθα οὐδέν ἐστιν ἀνίατον νόσημα - οὐδὲ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν· ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων τῶν παθῶν, οὕτως ἀμελοῦμεν καὶ ἀπογινώσκομεν· καὶ ἔνθα μὲν ἡ τῶν νοσημάτων φύσις εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλειν εἴωθε, καθάπερ τῶν πολλὰς ἐλπίδας ἐχόντων ὑγιείας ἐπιμελούμεθα· ἔνθα δὲ οὐδέν ἐστιν ὧν ἀπαγορεῦσαι χρὴ, ὥσπερ τῶν ἀπεγνωσμένων ἀφιστάμεθα καὶ παραμελοῦμεν· τοσούτῳ πλείονα τοῦ σώματος, ἢ τῆς ψυχῆς λόγον ἔχομεν. Διά τοι τοῦτο οὐδὲ τὸ σῶμα διασῶσαι δυνάμεθα. Ὁ μὲν γὰρ τοῦ προηγουμένου παραμελῶν, καὶ περὶ τὰ ἐλάττονα πᾶσαν τὴν σπουδὴν ἐπιδεικνύμενος, ἀμφότερα καταλύει καὶ ἀπόλλυσιν· ὁ δὲ τὴν τάξιν φυλάττων, καὶ τὸ κυριώτερον διασώζων καὶ θεραπεύων, κἂν ἀμελήσῃ τοῦ δευτέρου, διὰ τῆς τοῦ πρώτου σωτηρίας καὶ τοῦτο διέσωσεν. Ὅπερ
15. For not only do wounds in bodies work death when neglected, but those of the soul as well; yet we have driven on to such a pitch of folly as to care vehemently for the former, while disregarding the latter. And yet in the case of the body it is natural that many incurable ills should often befall it, and we do not give up at all, but, continually hearing the physicians say that it is impossible to banish this disease by medicines, we nevertheless press on, entreating them to devise at least some slight relief; whereas in the case of souls, where there is no incurable sickness—for it is not under the necessity of nature—here, as though the passions were another's, so we neglect them and despair; and where the nature of the sicknesses is wont to cast us into despair, we take care just as for those who have many hopes of health; whereas where there is nothing of which one ought to give up hope, we stand aloof and neglect it just as if despaired of—so much more account do we take of the body than of the soul. On this very account we cannot even preserve the body. For he who neglects the primary thing and displays all his zeal about lesser matters undoes and destroys both; whereas he who keeps due order, preserving and healing what is more sovereign, even if he neglect the second, has through the safety of the first preserved that also. Which
PG 47:300Read from the page
καὶ ὁ Χριστὸς ἡμῖν παραδηλῶν ἔλεγε· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ἆρά σε πείθομεν, ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν, ἢ καὶ ἑτέρους πάλιν λογισμοὺς ἀνακινῆσαι χρή; Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σου ποτὲ, οὐδὲ ὅπερ ἑτέροις ἐγκαλοῦμεν, αὐτοὶ πεισόμεθα· καίτοι γε οὐκ ἔστιν ἴσον αὐτόν τινα ἀπελπίζειν ἑαυτὸν, καὶ ἕτερον αὐ⟨τ⟩όν. Ὁ μὲν γὰρ ὑπὲρ ἑτέρου ταύτην ἔχων τὴν ὑπόνοιαν, κἂν συγγνωσθείη ταχέως· ὁ δὲ αὐτὸς περὶ ἑαυτοῦ, οὐκέτι. Τί δήποτε; Ὅτι αὐτὸς μὲν οὐκ ἔστι κύριος τῆς ἐκείνου σπουδῆς καὶ μετανοίας, τῆς δὲ ἑαυτοῦ τὴν ἐξουσίαν ἔχει μόνος αὐτός. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις σὺ τοῦτο πάθῃς· ἴσως γὰρ, ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ τὴν καταλλαγὴν τὴν πρὸς τὸν πρότερον βίον. Ἄκουε δὲ καὶ τῶν ἑξῆς· Οἱ Νινευῖται τοῦ προφήτου διατεινομένου καὶ σαφῶς ἀπειλοῦντος ἀκούσαντες, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐδὲ οὕτως ἀνέπεσον, ἀλλὰ καίτοι μὴ θαῤῥοῦντες ὅτι πείσουσι τὸν Θεὸν, μᾶλλον δὲ καὶ τοὐναντίον ἔχοντες ὑποπτεύειν ἀπὸ τοῦ χρησμοῦ (οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθὲν, ἀλλ' ἀπόφασις ἦν καθαρὰ), καὶ οὕτω τὴν μετάνοιαν ἐπεδείκνυντο λέγοντες· Τίς οἶδεν, εἰ μετανοήσει, καὶ παρακληθήσεται ὁ Θεὸς, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς τοῦ θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα; Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν. Εἰ δὲ ἄνθρωποι βάρβαροι καὶ ἀλόγιστοι τοσοῦτον ἠδυνήθησαν συνιδεῖν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρὴ, τοὺς τὰ θεῖα δόγματα παιδευθέντας, καὶ τῶν τοιούτων παραδειγμάτων καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασι πολὺ τὸ πλῆθος ἑωρακότας. Οὐ γὰρ, φησὶν, εἰσὶν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου ὥσπερ αἱ ὁδοὶ ὑμῶν· ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχει τὰ διανοήματά μου ἀπὸ τῆς διανοίας ὑμῶν, καὶ αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν. Εἰ δὲ ἡμεῖς τοὺς πολλάκις προσκεκρουκότας τῶν οἰκετῶν, ἐὰν ἐπαγγέλλωνται γίνεσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παῤῥησίας μεταδίδομεν· πολλῷ μᾶλλον αὐτός. Εἰ μὲν γὰρ διὰ τοῦτο ἐποίησεν ἡμᾶς, ἵνα κολάσῃ, καλῶς ἂν ἀπεγνώκεις καὶ ἠμφισβήτεις ὑπὲρ τῆς σωτηρίας τῆς ἑαυτοῦ· εἰ δὲ δι' οὐδὲν ἕτερον ἢ δι' ἀγαθότητα μόνην ἡμᾶς ἐδημιούργησε, καὶ ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν καλῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖ καὶ πραγματεύεται ἐκ πρώτης ἡμέρας εἰς τὸ παρὸν, τί ποτέ ἐστι τὸ ποιοῦν ἐνδοιάζειν ἡμᾶς; Σφόδρα αὐτὸν παρωργίσαμεν, καὶ ὡς οὐδεὶς ἀνθρώπων ἕτερος; Οὐκοῦν διὰ τοῦτο μάλιστα ἀποστῆναι δεῖ τῶν παρόντων, καὶ μεταγνῶναι ἐπὶ τοῖς προγεγενημένοις, καὶ πολλὴν ἐπιδείξασθαι τὴν μεταβολήν. Οὐδὲ γὰρ οὕτως αὐτὸν τὰ ἅπαξ τολμηθέντα ὑφ' ἡμῶν παροξῦναι δύ-
Christ also declared to us on the side, saying: Do not fear those who kill the body, but are unable to kill the soul; rather fear Him Who is able to destroy both soul and body in Gehenna. Do we persuade you that one must never despair of the passions of the soul as incurable, or must we stir up other reasonings again as well? For even if ten thousand times you despair of yourself, we shall never despair of you, nor shall we ourselves suffer what we reproach others with; although it is not equal for a man himself to despair of himself, and for another to despair of him. For he who holds this suspicion concerning another might perhaps quickly be pardoned; whereas the man himself concerning himself, no longer. Why ever so? Because he is not master of that other's zeal and repentance, whereas over his own he alone holds the power. Yet nevertheless not even so shall we despair of you, even if ten thousand times you suffer this; for perhaps, perhaps there will be some return to virtue and reconciliation to your former life. And hear also what follows: when the Ninevites heard the prophet insisting and plainly threatening, Yet three days, and Nineveh shall be overthrown, not even so did they give up, but, although not confident that they would persuade God—nay rather, having the very contrary to suspect from the oracle (for what was spoken had not been uttered with any qualification, but was an unconditional sentence)—even so they displayed repentance, saying: Who knows whether God will relent and be entreated, and turn away from the wrath of His fury, so that we shall not perish? And God saw their works, that they turned away from their wicked ways, and God relented over the calamity which He had spoken of doing to them, and did it not. Now if barbarian and unreasoning men were able to perceive so much, much more ought we to do this, who have been trained in the divine doctrines and have seen a great multitude of such examples both in words and in deeds. For My counsels are not as your counsels, He says, nor are My ways as your ways; but as far as heaven is distant from the earth, so far are My thoughts distant from your mind, and My counsels from your counsels. Now if we receive domestic servants who have often offended, when they promise to become better, and bring them back to their former honour, and often impart to them even greater confidence, much more will He. For if He had made us for this end, that He might punish us, you would rightly have despaired and doubted concerning your own salvation; but if He fashioned us for no other reason than through goodness alone, and that we might enjoy eternal goods, and does and contrives everything for this sake from the first day up to the present, what ever is it that makes us waver? Have we provoked Him vehemently, and as no other man has? Then for this very reason above all we must stand aloof from present things, and repent over what has gone before, and display a great change. For not so much ca-