Migne Reading Room

PG 46 · cols. 984–993 · Read from the page

* On the Life of St Macrina

* On the Life of St Macrina

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:984Read from the page
θόντος μορφήν, ᾧ μηδεμιᾶς οὔσης πρὸς τὸν ἐν σαρκὶ βίον τῆς συγγενείας, ἢ οἰκειώσεως, οὐδὲν ἀπεικὸς ἐν ἀπαθείᾳ τὴν διάνοιαν μένειν· μὴ καθελκούσης τῆς σαρκὸς τὸν νοῦν πρὸς τὰ ἴδια πάθη. Διὰ τοῦτό μοι δοκεῖ τὸν θεῖον ἐκεῖνον καὶ καθαρὸν ἔρωτα τοῦ ἀοράτου νυμφίου, ὃν ἐγκεκρυμμένον εἶχεν ἐν τοῖς τῆς ψυχῆς ἀποῤῥήτοις τρεφόμενον, ἔκδηλον ποιεῖν τότε τοῖς παροῦσι, καὶ δημοσιεύειν τὴν ἐν καρδίᾳ διάθεσιν· τὸ ἐπείγεσθαι πρὸς τὸν ποθούμενον, ὡς ἂν διὰ τάχους σὺν αὐτῷ γένοιτο τῶν δεσμῶν ἐκλυθεῖσα τοῦ σώματος. Τῷ ὄντι γὰρ, ὡς πρὸς ἀρετὴν ὁ δρόμος ἐγίνετο, οὐδενὸς ἄλλου τῶν κατὰ τὸν βίον ἡδέων πρὸς ἑαυτὸ τὸν ὀφθαλμὸν ἐπιστρέφοντος.
upon a human form, for whom, since he has no kinship or affinity with the life in the flesh, it was in no way unlikely that his mind should remain in impassibility, the flesh not dragging down the intellect towards its own passions. On this account it seems to me that she then made manifest to those present that divine and pure love of the invisible Bridegroom, which she had kept hidden and nourished in the secret depths of her soul, and published abroad the disposition in her heart—her hastening towards Him Whom she desired, so that once loosed from the bonds of the body she might speedily be with Him. For indeed her course was truly towards virtue, none else of the pleasant things of life turning her eye towards itself.
Καὶ τῆς μὲν ἡμέρας ἤδη παρῳχήκει τὸ πλέον, καὶ ὁ ἥλιος πρὸς δυσμὰς ἐπεκλίνετο. Τῇ δὲ οὐκ ἐνεδίδου ἡ προθυμία, ἀλλ' ὅσον τῇ ἐξόδῳ προσήγγιζεν, ὡς πλέον θεωροῦσα τοῦ νυμφίου τὸ κάλλος, ἐν σφοδροτέρᾳ τῇ ἐπείξει πρὸς τὸν ποθούμενον ἵετο· τοιαῦτα φθεγγομένη, οὐκέτι πρὸς ἡμᾶς τοὺς παρόντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον, πρὸς ὃν ἀτενὲς ἀφεώρα τοῖς ὄμμασι. Πρὸς γὰρ ἀνατολὴν τέτραπτο αὐτῇ τὸ χαμεύνιον· καὶ ἀποστᾶσα τοῦ πρὸς ἡμᾶς διαλέγεσθαι, δι' εὐχῆς ὡμίλει τὸ λοιπὸν τῷ Θεῷ, χερσί τε ἱκετεύουσα, καὶ ὑποφθεγγομένη λεπτῇ τῇ φωνῇ· ὥστε ἡμᾶς ἐπαΐειν μετρίως τῶν λεγομένων· τοιαύτη δὲ ἦν ἡ εὐχὴ, ὡς μηδὲ ἀμφιβάλλειν, ὅτι καὶ πρὸς τὸν Θεὸν ἐγίνετο, καὶ παρ' ἐκείνης ἠκούετο.
And the greater part of the day had already passed by, and the sun was declining towards its setting. Yet her eagerness did not slacken; rather, the nearer she drew to her departure, as though beholding the Bridegroom's beauty all the more, she rushed onward with a more vehement haste towards Him Whom she desired, uttering such words no longer to us who were present, but to Himself, upon Whom she gazed intently with her eyes. For her low pallet had been turned towards the east; and ceasing from conversing with us, for the rest she communed with God through prayer, supplicating with her hands and murmuring softly in a slender voice, so that we could just catch a little of what was being spoken; and such was her prayer that one could not even doubt both that it was addressed to God and that from her it was heard.
« Σὺ, » φησὶν, « ἔλυσας ἡμῖν, Κύριε, τοῦ θανάτου τὸν φόβον. Σὺ ζωῆς ἀληθινῆς ἀρχὴν ἡμῖν ἐποίησας τὸ τέλος τῆς ἐνταῦθα ζωῆς. Σὺ πρὸς καιρὸν διαναπαύεις ὕπνῳ τὰ σώματα, καὶ πάλιν ἀφυπνίζεις ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σὺ δίδως παρακαταθήκην τῇ γῇ τὴν ἡμετέραν γῆν, ἣν ταῖς σαῖς χερσὶ διεμόρφωσας· καὶ πάλιν ἀνακομίζῃ ὃ δέδωκας, ἀφθαρσίᾳ καὶ χάριτι μεταμορφώσας τὸ θνητὸν ἡμῶν καὶ ἄσχημον. Σὺ ἐῤῥύσω ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας, ἀμφότερα ὑπὲρ ἡμῶν γενόμενος. Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, τοῦ διὰ τοῦ χάσματος τῆς παρακοῆς τῷ λαιμῷ διαλαβόντος τὸν ἄνθρωπον. Σὺ ὡδοποίησας ἡμῖν τὴν ἀνάστασιν, συντρίψας τὰς πύλας τοῦ ᾅδου, καὶ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον. Σὺ ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τὸν τύπον τοῦ ἁγίου σου σταυροῦ εἰς καθαίρεσιν τοῦ Ἀντικειμένου καὶ εἰς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς. Ὁ Θεὸς ὁ αἰώνιος, ᾧ ἐπεῤῥίφην ἐκ κοιλίας μητρός μου· ὃν ἠγάπησεν ἡ ψυχή μου ἐξ ὅλης δυνάμεως, ᾧ ὰνέθηκα καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν ἀπὸ νεότητός μου, καὶ μέχρι τοῦ νῦν. Σύ μοι παρακατάστησον φωτεινὸν ἄγγελον τὸν χειραγωγοῦντά με πρὸς τὸν τόπον τῆς ἀναψύξεως, ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, παρὰ τοὺς κόλπους τῶν ἁγίων Πατέρων· ὁ διακόψας τὴν φλογίνην ῥομφαίαν, καὶ ἀποδοὺς τῷ παραδείσῳ τὸν ἄνθρωπον τὸν συσταυρωθέντα σοι, καὶ ὑποπεσόντα τοῖς οἰκτιρμοῖς σου· κἀμοῦ μνήσθητι ἐν τῇ βασιλείᾳ σου· ὅτι κἀγὼ σοὶ συνεσταυρώθην, καθηλώσασα ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· καὶ ἀπὸ τῶν κριμάτων σου φοβηθεῖσα. Μὴ διαχωρισάτω με τὸ χάσμα τὸ φοβερὸν ἀπὸ τῶν ἐκλεκτῶν σου. Μηδὲ
"Thou," she said, "hast loosed for us, O Lord, the fear of death. Thou hast made the end of our life here the beginning of true life for us. Thou givest our bodies rest in sleep for a season, and awakenest them again at the last trumpet. Thou givest as a trust to the earth our earth, which Thou didst fashion with Thine own hands; and Thou receivest back again what Thou hast given, having transfigured with incorruptibility and grace what is mortal and unseemly in us. Thou hast rescued us from the curse and from sin, having become both on our behalf. Thou hast crushed the heads of the dragon, who through the chasm of disobedience had seized man by the throat. Thou hast opened a way for us unto the resurrection, having shattered the gates of Hades and brought to nought the devil who held the power of death. Thou hast given to those who fear Thee for a token the figure of Thy holy cross, for the overthrow of the Adversary and for the safety of our life. O God eternal, upon Whom I was cast from my mother's womb; Whom my soul hath loved with all its strength; to Whom I have dedicated both my flesh and my soul from my youth even unto now: do Thou station beside me a radiant angel to lead me by the hand to the place of refreshment, where is the water of rest, beside the bosoms of the holy Fathers. Thou Who didst cleave asunder the flaming sword, and didst restore to Paradise the man who was crucified with Thee and cast himself upon Thy mercies: remember me also in Thy kingdom; for I too have been crucified with Thee, having nailed down my flesh out of fear of Thee, and having stood in awe of Thy judgements. Let not the dreadful chasm sunder me from Thine elect. Nor let
Notes, col. 984

On the reading

Printed ὰνέθηκα, for ἀνέθηκα.

PG 46:985Read from the page
ἀντιστήτω ὁ βάσκανος τῇ ὁδῷ μου, μηδὲ εὑρεθείη κατενώπιον τῶν ὀφθαλμῶν σου ἡ ἁμαρτία μου, εἴ τι σφαλεῖσα διὰ τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν, ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατὰ διάνοιαν ἥμαρτον, ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, ἄνες μοι· ἵνα ἀναψύξω, καὶ εὑρεθῶ ἐνώπιόν σου ἐν τῇ ἀπεκδύσει τοῦ σώματός μου, μὴ ἔχουσα σπῖλον ἐν τῇ μορφῇ τῆς ψυχῆς μου. Ἀλλ' ἄμωμος, καὶ ἀκηλίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου, ὡς θυμίαμα ἐνώπιόν σου. » Καὶ ταῦτα ἅμα λέγουσα, ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφθαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ' ὀλίγον, ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα, οὐκέτι διήρθρου τὸν λόγον, καὶ ἡ φωνὴ ὑπεδίδου. Καὶ ἐν μόνῃ τῇ τῶν χειλέων διαστολῇ, καὶ τῇ τῶν χειρῶν κινήσει, τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώσκομεν.
the envious one withstand my path, nor let my sin be found before Thine eyes; if, having stumbled through the weakness of our nature, I have sinned in word, or deed, or in thought, do Thou Who hast authority on earth to forgive sins, remit them for me, so that I may find relief, and may be found before Thee in the putting off of my body having no spot in the form of my soul; but let my soul be received blameless and unblemished into Thy hands, like incense before Thee." And while saying these things, she kept placing the seal upon her eyes and her mouth and her heart. And little by little, her tongue having been parched dry by the fever, she could no longer articulate speech, and her voice gave way. And only by the parting of her lips and the movement of her hands did we recognize that she was at prayer.
Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης, καὶ φωτὸς εἰσκομισθέντος, ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον, καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα, ἔκδηλος μὲν ἦν φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη· τῆς δὲ φωνῆς ἐπιλειπούσης, διὰ τῆς καρδίας καὶ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν, καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο· ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν, καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ, τὸ πέρας τῆς εὐχῆς διεσήμαινε, μέγα τι καὶ βύθιον ἀναπνεύσασα, τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν. Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πεποίητο, εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς αὐτῆς ἐπιβληθῆναι χεῖρας, καὶ δι' ἐμοῦ τὴν νενομισμένην θεραπείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγαγον τῷ ἁγίῳ προσώπῳ νεναρκυῖαν ἐκ τοῦ πάθους τὴν χεῖρα, ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμελεῖν· οὐδὲ γὰρ τῶν ἐπανορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλεφάροις εὐκόσμως διειλημμένοι· τά τε χείλη προσφυῶς μεμυκότα, καὶ αἱ χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι τῷ στήθει, πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομάτως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα, οὐδὲν τῆς τῶν κοσμούντων χειρὸς ἐπεδέετο.
And as evening overtook us amid these things and a light was brought in, suddenly opening wide the orbit of her eyes and looking towards the gleam, she made it plain that she was eager to utter the lamp-lighting thanksgiving; yet as her voice failed her, she fulfilled her purpose through her heart and the movement of her hands, and her lips moved in unison with her inward impulse. And when she had completed the thanksgiving, and her hand brought to her face to make the seal signified the conclusion of the prayer, drawing a great and deep breath she brought her life to a close together with her prayer. And when thereafter she lay breathless and motionless, remembering the injunctions she had given straightway at our very first meeting—saying that she wished my hands to be laid upon her eyes and the customary care of the body to be rendered through me—I brought my hand, benumbed by grief, to her holy face, only so far as not to seem neglectful of her bidding. For indeed her eyes stood in no additional need of anyone to set them in order, being becomingly covered by the eyelids just as happens in natural sleep; and her lips were fittingly closed, and her hands gracefully laid back upon her breast, and the entire posture of her body had of its own accord settled into seemliness and stood in no need at all of the hand of those who lay out the dead.
Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχή· εἰς τὸ φαινόμενον ἔβλεπον, καὶ τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐν ἡσυχίᾳ διεκαρτέρουν ἐκεῖναι, καὶ τῇ ψυχῇ τὴν ὀδύνην ἐγκατακλείουσαι, τὴν τῆς οἰμωγῆς ὁρμὴν τῷ πρὸς αὐτὴν φόβῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι καὶ σιωπῶντος ἤδη τοῦ προσώπου τὴν ἐπιτίμησιν, μήτι παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς τινος παρ' αὐτῶν ἐκραγείσης, λυπηθείη πρὸς τὸ γινόμενον ἡ διδάσκαλος. Ἐπεὶ δὲ οὐκέτι κατακρατεῖσθαι δι' ἡσυχίας τὸ πάθος ἠδύνατο, τοῦ πένθους οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν τὰς ψυχὰς διασμύχοντος, ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναῤῥήγνυται ἦχος· ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθεστηκότι τὸν λογισμὸν, ἀλλὰ καθάπερ χειμάῤῥου τινὸς ἐπικλύσαντος, ὑποβρύχιον παρενεχθῆναι τῷ πάθει, καὶ τῶν ἐν χερσὶν ἀμελήσαντα, ὅλον τῶν θρήνων εἶναι. Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ἡ τοῦ πένθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ συν-
As for me, my soul was unstrung from two sides: I gazed upon what lay before my eyes, and my hearing was ringing all around with the mournful wailing of the virgins. For up to that moment they had persevered in quietness, and shutting up their anguish within their souls, they stifled the impulse to wail out of reverent awe towards her, as though fearing the rebuke of her countenance even now that it was silent, lest, should some cry break forth from them contrary to her ordinance for them, their teacher might be grieved at what took place. Yet when their suffering could no longer be held down through silence, mourning smouldering through their souls within like some fire, all at once a bitter and irrepressible sound burst forth, so that my reason no longer remained steady in its composure, but as though some winter torrent had swept over it, was carried away submerged beneath grief, and neglecting the tasks in hand, gave itself wholly to lamentations. And the occasion of mourning for the virgins seemed to me somehow just and reasonable. For not over the loss of some customary
PG 46:988Read from the page
ηθείας τινὸς τῆς κατὰ σάρκα κηδεμονίας τὴν στέρησιν ἀπωδύροντο, οὐδ' ἄλλο τι τοιοῦτον οὐδὲν ἐφ' ᾧ πρὸς τὰς συμφορὰς δυσανασχετοῦσιν οἱ ἄνθρωποι· ἀλλ' ὡς τῆς κατὰ Θεὸν ἐλπίδος αὐτῶν, καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἀποσχισθεῖσαι, ταῦτα ἐβόων, καὶ ταῦτα ἐν τοῖς θρήνοις ἀπωλοφύροντο, « Ἐσβέσθη » λέγουσαι, « τῶν ὀφθαλμῶν ἡμῶν ὁ λύχνος· ἀπήρθη τὸ φῶς τῆς τῶν ψυχῶν ὁδηγίας· διελύθη τῆς ζωῆς ἡμῶν ἡ ἀσφάλεια· ἤρθη ἡ σφραγὶς τῆς ἀφθαρσίας· διεσπάσθη ὁ σύνδεσμος τῆς σωφροσύνης· συνετρίβη τὸ στήριγμα τῶν ἀτονούντων, ἀφῃρέθη ἡ θεραπεία τῶν ἀσθενούντων· ἐπὶ σοῦ ἡμῖν καὶ ἡ νὺξ ἀντὶ ἡμέρας ἦν, ἐν καθαρᾷ ζωῇ φωτιζομένη· νῦν δὲ καὶ ἡ ἡμέρα πρὸς ζόφον μεταστραφήσεται. » Χαλεπώτερον δὲ παρὰ τὰς ἄλλας τὸ πένθος ἐξέκαιον αἱ μητέρα αὐτὴν καὶ τροφὸν ἀνακαλοῦσαι. Ἦσαν δὲ αὗται, ἃς ἐν τῷ τῆς σιτοδείας καιρῷ κατὰ τὰς ὁδοὺς ἐῤῥιμμένας ἀνελομένη ἐτιθηνήσατό τε καὶ ἀνεθρέψατο, καὶ πρὸς τὸν καθαρόν τε καὶ ἄφθορον βίον ἐχειραγώγησεν.
affection or care according to the flesh did they bewail their bereavement, nor over any other such thing at all on account of which human beings chafe at calamities; rather, as though torn away from their hope in God and the salvation of their souls, they cried out these things and lamented thus in their dirges, saying: "The lamp of our eyes has been quenched; the light that guided our souls has been taken away; the safety of our life has been undone; the seal of incorruptibility has been removed; the bond of temperance has been rent asunder; the support of the faint-hearted has been shattered, the healing of the infirm has been wrested away! Under your care even the night was as day for us, illumined in a pure life; but now even the day will be turned into gloom." More grievously than the rest did those fan the flames of mourning who called upon her as mother and nurse. And these were they whom, when they had been cast out along the roads in the time of famine, she had taken up and nursed and reared, and led by the hand to the pure and uncorrupted life.
Ἐπεὶ δέ πως καθάπερ ἐκ βυθοῦ τινος τὴν ἐμαυτοῦ ψυχὴν ἀνελεξάμην, πρὸς τὴν ἁγίαν ἐκείνην κεφαλὴν ἀτενίσας, ὥσπερ ἐπιτιμηθεὶς ἐν τῇ ἀταξίᾳ τῶν ἐπιθορυβούντων διὰ τοῦ θρήνου, « Πρὸς ταύτην βλέψατε, » εἶπον μεγάλῃ τῇ φωνῇ, πρὸς τὰς παρθένους βοήσας· « καὶ τῶν παρεγγελμάτων αὐτῆς ἀναμνήσθητε· δι' ὧν τὸ ἐν παντὶ τεταγμένον καὶ εὔσχημον παρ' αὐτῆς ἐπαιδεύθητε. Ἕνα καιρὸν τῶν δακρύων ἡμῖν ἡ θεία ψυχὴ αὕτη ἐνομοθέτησεν, ἐν τῷ τῆς προσευχῆς καιρῷ τοῦτο πράττειν παρεγγυήσασα· ὃ καὶ νῦν ποιεῖν ἔξεστι, τῆς τῶν θρήνων οἰμωγῆς εἰς συμπαθῆ ψαλμῳδίαν μετατεθείσης. » Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι παρεκάλεσα μικρὸν ἐπὶ τὴν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας ἐξ αὐτῶν, ὧν ἡδέως ἐν τῇ ζωῇ τὴν θεραπείαν προσίετο.
Yet when somehow, as though out of some deep abyss, I had collected my own soul, gazing intently upon that holy head as though rebuked by her amid the disorder of those who were making a tumult with their dirge, "Look upon her," I said in a loud voice, shouting to the virgins, "and call to mind her precepts, whereby you were taught by her what is orderly and seemly in everything! This divine soul appointed one season of tears for us, enjoining us to do this at the season of prayer—which it is lawful to do even now, by turning the wailing of dirges into harmonious psalm-singing." These things I spoke in a louder voice, so that I might sound above the din of the lamentations. Then I exhorted them to withdraw a little to the neighbouring house, while certain of them remained behind whose ministration she used gladly to accept during her life.
Ἐν ταύταις ἦν γυνή τις τῶν εὐσχημόνων, πλούτῳ, καὶ γένει, καὶ τῇ τοῦ σώματος ὥρᾳ, καὶ τῇ λοιπῇ περιφανείᾳ περίβλεπτος ἐν νεότητι γενομένη· καὶ συνοικισθεῖσά τινι τῶν ἐπὶ μείζονος ἀξίας, καὶ βραχὺν συνοικήσασα χρόνον, καὶ ἐν νέῳ τῷ σώματι τῆς συζυγίας διαζευχθεῖσα, φύλακα, καὶ παιδαγωγὸν τῆς χηρείας τὴν μεγάλην Μακρίναν ποιησαμένη, συνῆν τὰ πολλὰ ταῖς παρθένοις, τὸν πρὸς ἀρετὴν βίον παρ' αὐτῶν ἐκδιδασκομένη. Οὐετιανὴ ὄνομα τῇ γυναικὶ, ἧς ὁ πατὴρ εἷς ἦν τῶν εἰς τὴν τῶν ὑπάτων συντελούντων βουλήν· πρὸς ταύτην εἶπον, ἀνεπίφθονον εἶναι νῦν γοῦν τὸν φαιδρότερον ἐπιβαλεῖν κόσμον τῷ σώματι, καὶ λαμπραῖς ὀθόναις κατακοσμῆσαι τὴν καθαρὰν ἐκείνην καὶ ἀκηλίδωτον σάρκα. Ἡ δὲ μαθεῖν ἔφη χρῆναι, τί τῇ ἁγίᾳ περὶ τούτων καλῶς ἔχειν ἐδοκιμάσθη· μὴ γὰρ εὐαγὲς εἶναι παρὰ τὸ κεχαρισμένον αὐτῇ τι παρ' ἡμῶν γενέσθαι πάντως. Πάντως δὲ ὃ τῷ Θεῷ φίλον τε καὶ εὐάρεστον, κἀκείνῃ καταθύμιον εἶναι.
Among these was a certain woman of noble rank, who in her youth had been conspicuous for wealth, birth, bodily beauty, and every other distinction; having been given in marriage to a man of high dignity, and having lived with him for a brief time and been parted from wedlock while still young in body, she had made the great Macrina the guardian and guide of her widowhood, and spent most of her time with the virgins, being taught by them the life of virtue. Vetiana was the woman's name, whose father was one of those enrolled in the senate of consuls; to her I said that at least now it would provoke no reproach to cast brighter adornment upon the body, and to deck that pure and unblemished flesh with shining linens. Yet she said that one ought to learn what the saint had judged fitting in regard to these matters; for it was by no means holy that anything at all should be done by us contrary to what was pleasing to her; and assuredly whatever was dear and well-pleasing to God would also be according to her own heart.
Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῶν παρθένων ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπαδία ὄνομα αὐτῇ· ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν
And there was a certain woman set at the head of the choir of virgins in the rank of the diaconate—Lampadia was her name—who declared that she knew exactly concerning the funeral
Notes, col. 988

On the reading

Printed τὴν σύνεγγυς οἶκον, for τὸν σύνεγγυς οἶκον.

PG 46:989Read from the page
δεδογμένων ἐκείνῃ· ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων (παροῦσα γὰρ ἔτυχε τῇ βουλήσει), ἔφη μετὰ δακρύων· « Τῇ ἁγίᾳ κόσμος, ὁ καθαρὸς βίος διεσπουδάσθη· τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα, καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνης ἐστί· τὰ δ' ὅσα πρὸς καλλωπισμὸν σώματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο, οὔτε εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο· ὥστε οὐδὲ βουλομένοις ἡμῖν ἔσται τι πλέον, τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς οὐ παρούσης. — Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγὼ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν; — Ποίοις, εἶπεν, ἀποκειμένοις; Ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπόθετον· ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ τετριμμένα τῶν ποδῶν ὑποδήματα· οὗτος ὁ πλοῦτος· αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύφοις ἀπόκειται, κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον. Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν οὐράνιον· ἐκεῖ πάντα ἀποθεμένη, οὐδὲν ἐπὶ γῆς ὑπελείπετο. — Τί οὖν, ἔφην πρὸς ταύτην ἐγὼ, εἰ τῶν ἐμοὶ πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι, μήτι τῶν ἀβουλήτων αὐτῇ διὰ τοῦτο γενήσεται; » Οὐκ οἴεσθαι ἔφη, τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ. « Προσέσθαι γὰρ ἂν αὐτὴν καὶ ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ' ἀμφότερα, διά τε τὴν ἱερωσύνην, τὴν ἀεὶ τιμίαν αὐτῇ, καὶ διὰ τὴν κοινωνίαν τῆς φύσεως· μηδὲ γὰρ ἀλλότριον αὐτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. Διὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ κοσμηθῆναι τὸ σῶμα διεκελεύσατο. »
decisions she had made; and when I questioned her about these matters (for she happened to be present at our deliberation), she said with tears: "The saint eagerly pursued a pure life as her adornment; this is both the ornament of her life and the winding-sheet of her death. As for all things that look towards bodily embellishment, she neither accepted them during her lifetime nor laid them up in store for the present need; so that not even should we wish it will we be able to do anything more, since no provision for this very purpose is at hand. — And is it not possible," said I, "to find among what is laid away something capable of adorning the funeral procession? — Laid away where?" she said. "You hold in your hands everything she had in store: behold the cloak, behold the veil of her head, the worn sandals of her feet; this is her wealth, this her substance! Nothing beyond what is visible lies hidden away in secret places, secured in any chests or chambers. She knew one storehouse alone for her own wealth, the heavenly treasury; having laid up all things there, she left nothing behind upon earth. — What then," said I to her, "if I were to bring forward some of the things prepared by me for the burial, will anything unwelcome to her come to pass on that account?" She said she did not think this would be contrary to her mind: "For even while living she would have accepted such an honour from you on both counts: both on account of the priesthood, which was ever honoured by her, and on account of the fellowship of nature; for she would not deem what belonged to her brother foreign to herself. That is why she also gave directions that her body should be adorned by your own hands."
Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο, καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν ἐκεῖνο σῶμα, διελόμενοι τὴν σπουδὴν, ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπενοοῦμεν. Καὶ ἐγὼ μὲν τὴν ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην· ἡ δὲ μνημονευθεῖσα Οὐετιανὴ, τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν, « Ἰδοὺ, φησὶ, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς Ἁγίας ἐξήρτηται. » Καὶ ἅμα τοῦτο λέγουσα, ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ κατόπιν, προέτεινε τὴν χεῖρα, καὶ δείκνυσιν ἡμῖν σιδηροῦ τοῦ σταυροῦ τὸν τύπον, καὶ δακτύλιόν τινα τῆς αὐτῆς ὕλης· ἅπερ ἀμφότερα λεπτῆς ὁρμιᾶς ἐξημμένα ἐπὶ τῆς καρδίας διαπαντὸς ἦν. Καὶ ἐγὼ εἶπον· « Κοινὸν γενέσθω τὸ κτῆμα. Καὶ σὺ μὲν ἔχε τὸ τοῦ σταυροῦ φυλακτήριον· ἐμοὶ δὲ ἀρκέσει ἡ τοῦ δακτυλίου κληρονομία· » καὶ γὰρ ἐπὶ τῆς τούτου σφραγῖδος ὁ σταυρὸς ἐκεχάρακτο. Ὧ ἐνατενίσασα, φησὶ πάλιν πρὸς ἐμὲ ἡ γυνή· « Οὐκ ἀποσκοποῦσα γέγονεν ἡ ἐκλογὴ τοῦδε τοῦ κτήματος. Κοῖλος γὰρ κατὰ τὴν σφενδόνην ἐστὶν ὁ δακτύλιος, καὶ ἐν αὐτῷ ἐκ τοῦ ξύλου τῆς ζωῆς κατακέκρυπται· καὶ οὕτως ἄνωθεν ἡ σφραγὶς τῷ ἰδίῳ τύπῳ μηνύει τὸ ὑποκείμενον. »
When this had been resolved upon, and that sacred body had to be wrapped in linens, dividing the care among ourselves we devised one service or another about her. And I for my part bade one of my people bring forward the robe; while the aforementioned Vetiana, adorning that holy head with her own hands, when she passed her hand along the neck, looked towards me and said: "Behold what sort of necklace ornament hangs upon the Saint!" And even as she said this, untying the knot from behind, she held out her hand and showed us the figure of the cross made of iron, and a ring of the same material—both of which, fastened to a slender cord, rested continually upon her heart. And I said: "Let the possession be shared in common. Do you keep the amulet of the cross, while for me the inheritance of the ring will suffice"—for upon its seal too the cross had been engraved. Gazing intently upon it, the woman said to me once again: "Your choice of this possession has not missed the mark! For the ring is hollow beneath its bezel, and within it a piece from the Wood of Life lies hidden; and thus the seal above indicates by its own engraving what lies beneath."
Ὡς δὲ καὶ περικαλυφθῆναι τῇ ἐσθῆτι τὸ καθαρὸν σῶμα καιρὸς ἦν, κἀμοὶ τὴν διακονίαν ταύτην ἡ ἐντολὴ τῆς μεγάλης ἐκείνης ἀναγκαίαν ἐποίει· παροῦσα τῷ ἔργῳ καὶ συνεφαπτομένη ἡ τῆς μεγάλης ἐκείνης ἡμῖν κληρονομίας κοινωνήσασα, « Μὴ παραδράμῃς, φησὶν, ἀνιστόρητον τὸ μέγεθος τῶν ὑπὸ τῆς ἁγίας ταύτης κατορθωθέντων θαυμάτων. — Τί τοῦτο; » ἔφην ἐγώ. Ἡ δὲ μέρος τι τοῦ στήθους παραγυμνώσασα,
And when the time came for the pure body also to be covered over with the robe, and the commandment of that great woman made this ministration necessary for me, she who had shared with us in that great inheritance, being present at the work and lending her hand with me, said: "Do not pass by unrecorded the greatness of the wonders wrought by this saint! — What is this?" said I. And laying bare a small part of the breast,
PG 46:992Read from the page
« Ὁρᾷς, ἔφη, τὸ λεπτὸν τοῦτο καὶ ἀφανὲς ὑπὸ τὴν δέῤῥην σημεῖον; » Στίγματι προσέοικε διὰ λεπτῆς ῥαφίδος ἐγγενομένῳ. Καὶ ἅμα τὸν λύχνον ἐγγύτερον ἐποίει τοῦ δεικνυμένου μοι τόπου. « Τί οὖν, εἶπον, θαυμαστὸν, εἰ ἀφανεῖ τινι σημείῳ τὸ σῶμα κατὰ τοῦτο μέρος ἔστικται; — Καὶ τοῦτο, φησὶ, τῆς μεγάλης τοῦ Θεοῦ βοηθείας μνημόσυνον τῷ σώματι ὑπολέλειπται. Ἐπειδὴ γὰρ ἐφύει ποτέ τι κατὰ τὸ μέρος τοῦτο πάθος ἀνιαρὸν, καὶ κίνδυνος ἦν ἀνατμηθῆναι τὸν ὄγκον, ἢ πάντη καὶ πάντως εἰς ἀνήκεστον προελθεῖν τὸ κακὸν, εἰ τοῖς κατὰ τὴν καρδίαν τόποις πελάσειεν· ἐδέετο μὲν ἡ Μήτηρ, φησὶ, πολλὰ καὶ ἱκέτευε παραδέξασθαι τοῦ ἰατροῦ τὴν ἐπιμέλειαν, ὡς καὶ ταύτης ἐκ Θεοῦ τῆς τέχνης ἐπὶ σωτηρίᾳ φησὶ τῶν ἀνθρώπων καταδειχθείσης. Ἡ δὲ τὸ γυμνῶσαί τι τοῦ σώματος ὀφθαλμοῖς ἀλλοτρίοις, τοῦ πάθους χαλεπώτερον κρίνασα, ἑσπέρας καταλαβούσης, ἐπειδὴ τῇ Μητρὶ τὴν συνήθη διὰ τῶν χειρῶν ὑπηρεσίαν ἐπλήρωσεν, ἐντὸς γενομένη τοῦ θυσιαστηρίου, παννύχιον προσπίπτει τῷ Θεῷ τῶν ἰάσεων· καὶ τὸ ἀποῤῥέον τῶν ὀφθαλμῶν ὕδωρ πρὸς τὴν γῆν ἀναχέασα, τῷ ἐκ τῶν δακρύων πηλῷ, φαρμάκῳ πρὸς τὸ πάθος ἐχρήσατο· τῆς δὲ Μητρὸς ἀθύμως διακειμένης, καὶ πάλιν ἐνδοῦναι τῷ ἰατρῷ παρακαλούσης, ἀρκεῖν ἔλεγε, πρὸς θεραπείαν αὐτῇ τοῦ κακοῦ, εἰ τῇ ἰδίᾳ χειρὶ ἡ Μήτηρ ἐπιβαλεῖ τῷ τόπῳ τὴν ἁγίαν σφραγῖδα. Ὡς δὲ ἐντὸς ἐποιήσατο τοῦ κόλπου τὴν χεῖρα ἡ Μήτηρ, ἐφ' ᾧ περισφραγίσαι τὸ μέρος, ἡ μὲν σφραγὶς ἐνήργει· τὸ δὲ πάθος οὐκ ἦν. « Ἀλλὰ τοῦτο, » φησὶ, « τὸ βραχὺ σημεῖον, καὶ τότε ἀντὶ τοῦ φρικτοῦ ὡράθη ἕλκους, καὶ μέχρι τέλους παρέμεινεν. Ὡς ἂν, οἶμαι, τῆς θείας ἐπισκέψεως μνημόσυνον εἴη πρὸς ἀφορμὴν καὶ ὑπόθεσιν τῆς διηνεκοῦς πρὸς τὸν Θεὸν εὐχαριστίας. »
"Do you see," she said, "this slender and faint mark beneath the neck?" It resembled a prick made by a fine needle. And at the same time she brought the lamp closer to the spot she was showing me. "What then is wonderful," said I, "if the body is marked with some faint sign at this part? — This too," she said, "has been left behind upon her body as a memorial of God's great help. For when a grievous affliction once grew at this part, and there was danger either that the swelling would have to be cut out, or that the malady would in every way advance to an incurable state should it draw near the regions around the heart, her Mother," she said, "entreated her much and supplicated her to accept the care of the physician, since this art too, she said, had been revealed by God for the preservation of mankind. Yet she, judging it more grievous than the disease itself to lay bare any part of her body to strangers' eyes, when evening came on and she had fulfilled her customary ministration to her Mother with her own hands, went inside the sanctuary and fell prostrate all night long before the God of healings; and mingling with the earth the water that streamed down from her eyes, she used the clay made from her tears as a remedy against the affliction. And when her Mother was despondent and once again exhorted her to yield to the physician, she said that it would suffice for her healing from the malady if her Mother would with her own hand lay the holy seal upon the spot. And when her Mother put her hand within her bosom in order to sign the part all over with the cross, the seal wrought its effect, and the affliction was gone! Yet this," she said, "tiny mark appeared even then in place of the dreadful ulcer, and remained right to the end—so that, I think, it might be a memorial of the divine visitation, as an occasion and ground for unceasing thanksgiving to God."
Ἐπεὶ δὲ πέρας εἶχεν ἡμῖν ἡ σπουδὴ, καὶ ἐκ τῶν ἐνόντων περιεκοσμήθη τὸ σῶμα, πάλιν φησὶν ἡ διάκονος, μὴ πρέπειν νυμφικῶς ἐσταλμένην αὐτὴν ἐν ὀφθαλμοῖς τῶν παρθένων ὁρᾶσθαι. « Ἀλλ' ἔστι μοι, φησὶ, τῆς μητρὸς τῆς ὑμετέρας τῶν φαιῶν πεφυλαγμένον ἱμάτιον· ὃ ἄνωθεν ἐπιβληθῆναι καλῶς ἔχειν φημί· ὡς ἂν μὴ τῷ ἐπεισάκτῳ διὰ τῆς ἐσθῆτος κόσμῳ, τὸ ἱερὸν τοῦτο κάλλος λαμπρύνοιτο. » Ἐκράτει τὰ δεδογμένα· καὶ τὸ ἱμάτιον ἐπεβλήθη· ἡ δὲ ἔλαμπε καὶ ἐν τῷ φαιῷ, τῆς θείας, οἶμαι, δυνάμεως καὶ ταύτην προσθείσης τὴν χάριν τῷ σώματι· ὥστε κατὰ τὴν τοῦ ἐνυπνίου ὄψιν ἀκριβῶς αὐγάς τινας ἐκ τοῦ κάλλους ἐκλάμπειν δοκεῖν.
When our care had reached its completion and the body had been decked out from the means at hand, the deaconess spoke again, saying that it was not fitting for her to be seen in the eyes of the virgins attired like a bride: "Rather," she said, "I have kept by me a dark mantle of your mother's, which I say it is well should be laid over her above, so that this sacred beauty may not be made bright by adventitious adornment of raiment." Her counsel prevailed, and the mantle was laid over her; yet she shone brightly even in the dark garment, the divine power, I think, adding this grace also to the body, so that in exact accordance with the vision of my dream rays of light seemed to shine forth out of her beauty.
Ὡς δὲ ἡμεῖς ἐν τούτοις ἦμεν, καὶ αἱ ψαλμῳδίαι τῶν παρθένων τοῖς θρήνοις καταμιχθεῖσαι περιήχουν τὸν τόπον, οὐκ οἶδ' ὅπως ἐν κύκλῳ πανταχόθεν ἀθρόως τῆς φωνῆς διαχυθείσης, πάντες οἱ περιοικοῦντες ἐπὶ τὸν τόπον συνέῤῥεον· ὡς μηκέτι τὸ προαύλιον ἱκανὸν εἶναι χωρεῖν τοὺς συντρέχοντας. Τῆς οὖν παννυχίδος, περὶ αὐτὴν ἐν ὑμνῳδίαις, καθάπερ ἐπὶ μαρτύρων πανηγύρεως, τελεσθείσης· ἐπειδὴ ὄρθρος ἐγένετο, τὸ μὲν πλῆθος τῶν ἐκ πάσης τῆς περιοικίδος συῤῥυέντων ἀνδρῶν καὶ γυναικῶν, ἐπεθορύβει ταῖς οἰμωγαῖς τὴν ψαλμῳδίαν· ἐγὼ δὲ, καίτοι κακῶς τὴν ψυχὴν ὑπὸ τῆς συμφορᾶς διακείμενος, ὅμως ἐκ τῶν
While we were occupied with these things, and the psalm-chanting of the virgins mingled with lamentations resounded round the place, the report having I know not how spread abroad all at once in a circle on every side, all the neighbours came streaming together to the spot, so that the forecourt was no longer sufficient to hold those who flocked together. When therefore the all-night vigil around her had been celebrated in hymn-singing just as at a festival of martyrs, and daybreak came, the multitude of men and women who had streamed in from all the surrounding countryside troubled the psalm-singing with their wailings; while I, although sorely afflicted in soul by the calamity, nevertheless out of the
Notes, col. 992

On the reading

Printed δέῤῥην, for δέῤῥιν.

PG 46:993Read from the page
ἐνόντων ἐπενόουν, εἰ δυνατὸν, μηδὲν τῶν ἐπὶ τοιαύτῃ κηδείᾳ πρεπόντων παραλειφθῆναι. Ἀλλὰ διαστήσας κατὰ γένος τὸν συῤῥέοντα λαὸν, καὶ τὸ ἐν γυναιξὶ πλῆθος τῷ τῶν παρθένων συγκαταμίξας χορῷ, τὸν δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι· μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον, καθάπερ ἐν χοροστασίᾳ, τὴν ψαλμῳδίαν γενέσθαι παρεσκεύασα, διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως συγκεκραμένην· ὡς δὲ προήει κατ' ὀλίγον ἡ ἡμέρα, καὶ ἐστενοχωρεῖτο πᾶς ὁ τῆς ἐσχατιᾶς τόπος τῷ πλήθει τῶν παραστάντων, ὁ τῶν τόπων ἐκείνων διὰ τῆς ἐπισκοπῆς προεστὼς (Ἀράξιος ὄνομα αὐτῷ· παρῆν γὰρ σὺν παντὶ τῷ τῆς ἱερωσύνης πληρώματι) παράγειν ἠρέμα παρεκάλει τὸ σκήνωμα· ὡς πολλοῦ τε ὄντος τοῦ μεταξὺ διαστήματος, καὶ τοῦ πλήθους πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου· καὶ ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τοὺς τῆς ἱερωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι' ἐκείνων κομισθείη τὸ σῶμα.
means at hand I took thought, if possible, that none of the things befitting such a burial should be left undone. Separating therefore the instreaming people according to sex, and mingling the multitude of women with the choir of virgins, and the throng of men with the band of monks, I arranged that a single well-measured and harmonious psalm-singing should arise from both sides, just as in a stationed choir, becomingly blended through the common concord of all. And as the day advanced little by little, and the entire grounds of the retreat were crowded tight by the multitude of bystanders, he who presided over those places through the episcopate (Araxius was his name, for he had come with the whole plenitude of the priesthood) exhorted us to bring the tabernacle of her body gently forward, since both the intervening distance was great and the multitude would prove a hindrance to swifter movement; and even as he said this, he summoned to himself all who shared in the priesthood with him, so that the body might be borne by them.
Ἐπει δὲ τοῦτο ἐδέδοκτο, καὶ ἐν χερσὶν ἦν ἡ σπουδή· ὐποβὰς τὴν κλίνην ἐγὼ, κἀκεῖνον ἐπὶ τὸ ἕτερον μέρος προσκαλεσάμενος· ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ τετιμημένων, τὸ ὀπίσθιον τῆς κλίνης μέρος ὑπολαβόντων, ᾔειν τοῦ πρόσω ἐχόμενος, βάδην, ὡς εἰκὸς, καὶ κατ' ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου, καὶ πάντων ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος, οὐκ ἦν ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι· προηγεῖτο δὲ καθ' ἑκάτερον μέρος διακόνων τε καὶ ὑπηρετῶν οὐκ ὀλίγον πλῆθος, στοιχηδὸν τοῦ σκηνώματος προπομπεῦον, τὰς ἐκ κηροῦ λαμπάδας ἔχοντες πάντες· καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινόμενον, ὁμοφώνως τῆς ψαλμῳδίας ἀπ' ἄκρων ἐπὶ ἐσχάτους, καθάπερ ἐν τῇ τῶν τριῶν παίδων ὑμνῳδίᾳ, μελῳδουμένης. Ἑπτὰ δὲ ὄντων, ἢ ὀκτὼ τῶν ἐν μέσῳ σταδίων ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὸν τῶν ἁγίων Μαρτύρων οἶκον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα· διὰ πάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν. Οὐ γὰρ εἴα τὸ πλῆθος, τό τε συνερχόμενον καὶ τὸ ἀεὶ προσγινόμενον, κατὰ γνώμην τὴν πρόοδον γενέσθαι. Ἐπειδὴ οὖν ἐντὸς τοῦ οἴκου κατέστημεν, ἀποθέμενοι τὴν κλίνην, τὰ πρῶτα εἰς προσευχὴν ἐτρεπόμεθα· ἡ δὲ εὐχὴ, θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ. Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης· ἐπειδὴ τὸ ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέβλεψαν· καὶ ἡ σορὸς ἤδη τῶν γονέων ἀπεκαλύπτετο, ἐν ᾗ καταθέσθαι δεδογμένον ἦν· μιᾶς τινος ἀτάκτως βοησάσης, ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδὲς τοῦτο προσβλέψομεν πρόσωπον· ὡς καὶ αἱ λοιπαὶ παρθένοι τὸ ἴσον μετ' αὐτῆς ἐξεβόησαν, σύγχυσις ἄτακτος τὴν εὔτακτον ἐκείνην καὶ ἱεροπρεπῆ ψαλμῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων οἰμωγὴν ἐπικλασθέντων. Μόγις δέ ποτε ἡμῶν τὴν σιωπὴν διανευόντων, καὶ τοῦ κήρυκος εὐχὴν ὑφηγουμένου, καὶ τὰς συνήθεις ἐκβοῶντος τῇ Ἐκκλησίᾳ φωνὰς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ὁ λαός.
When this had been resolved upon, and the task was in hand, stepping beneath the bier myself and calling him to the other side, while two others of those honoured among the clergy took up the hinder part of the bier, I went forward, pressing onward step by step, as was natural, our advance proceeding little by little. For since the people were thronged thickly around the bier, and all were insatiable for that sacred spectacle, it was no easy matter for us to accomplish the journey; while on either side no small multitude of deacons and ministers led the way, marching in rank before the tabernacle of her body, all holding wax torches; and what took place was a kind of mystic procession, the psalm-singing being chanted with one voice from first to last, just as in the hymn-singing of the Three Children. And though seven or eight stadia lay between the retreat and the House of the Holy Martyrs, where the bodies of our parents also lay, it was with difficulty that we accomplished the way through well-nigh the entire day; for the crowd, both that which came together with us and that which kept continually joining in, did not suffer our progress to proceed according to our wish. When therefore we stood inside the house, setting down the bier we turned first of all to prayer; yet the prayer became an occasion of lamentations for the people. For when the psalm-singing had been hushed, and the virgins gazed upon that sacred countenance, and our parents' sarcophagus, wherein it had been resolved to lay her, was already being uncovered, one of them cried out disorderly that after this hour we would never again look upon this godlike face! And as the rest of the virgins cried out the same thing along with her, a disorderly tumult broke up that orderly and sacredly becoming psalm-singing, everyone breaking down at the wailing of the virgins. Scarcely at length, as we motioned for silence, and the herald led the prayer and proclaimed aloud the accustomed calls of the Church, did the people settle into the posture of prayer.
Notes, col. 993

On the reading

Printed Ἐπει, for Ἐπεὶ.

Printed ὐποβὰς, for ὑποβὰς.