εἶναι τοῦτο, καὶ ἔργον, ἀνάπαυσιν. Τὴν τοίνυν τοιαύτην διαγωγὴν τίς ἂν ὑπ' ὄψιν ἀγάγοι λόγος ἀνθρώπινος; Παρ' οἷς μεθόριος ἦν ἡ ζωὴ τῆς τε ἀνθρωπίνης καὶ τῆς ἀσωμάτου φύσεως. Τὸ μὲν γὰρ ἐλευθερωθῆναι τῶν ἀνθρωπίνων παθημάτων τὴν φύσιν κρεῖττον ἢ κατὰ ἄνθρωπον ἦν· τὸ δὲ ἐν σώματι φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι, καὶ τοῖς αἰσθητικοῖς ὀργάνοις συζῆν, ἐν τούτῳ τῆς ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως τὸ ἔλαττον εἶχον. Τάχα δ' ἄν τις τολμήσας εἴποι μηδὲ καταδεεστέραν τὴν παραλλαγὴν εἶναι· ὅτι σαρκὶ συζῶντες, καθ' ὁμοιότητα τῶν ἀσωμάτων δυνάμεων, οὐκ ἐβαροῦντο τῷ ἐφολκίῳ τοῦ σώματος· ἀλλ' ἀνωφερής τε καὶ μετέωρος ἦν αὐτῶν ἡ ζωὴ, ταῖς οὐρανίαις συμμετεωροποροῦσα δυνάμεσι· χρόνος ἦν τῆς τοιαύτης διαγωγῆς, οὐκ ὀλίγος· καὶ συνηύξετο τῷ χρόνῳ τὰ κατορθώματα, ἀεὶ πρὸς τὸ καθαρώτερον ταῖς τῶν ἐφευρισκομένων ἀγαθῶν προσθήκαις τῆς φιλοσοφίας ἐπιδιδούσης.
and work itself was rest. What human speech, then, could bring such a way of life before our eyes? For among them life stood on the borderland between human and incorporeal nature. For that nature should be freed from human passions was more than human; while in appearing in a body, being enclosed in form, and living with the organs of sense, herein they fell short of the angelic and incorporeal nature. Yet perhaps someone might boldly say that the difference was not even to their disadvantage: because, while living with flesh, after the likeness of the incorporeal powers they were not weighed down by the drag of the body, but their life was borne upward and aloft, traversing the heights in company with the heavenly powers. The time spent in such a way of life was no short one; and with time their virtuous achievements grew together, their philosophy advancing ever towards greater purity through the additions of newly discovered goods.
Ἦν δὲ αὐτῇ, ὁ μάλιστα πρὸς τὸν μέγαν τοῦτον τοῦ βίου σκοπὸν ὑπηρετῶν, ἀδελφός τις ὁμογάστριος, Πέτρος ὄνομα αὐτῷ, ἐφ' ᾧ ἔληξαν τῆς μητρὸς ἡμῶν αἱ ὠδῖνες. Οὗτος γὰρ ἦν ὁ τελευταῖος τῶν ὠδίνων βλαστός· ὃς ὁμοῦ τε υἱὸς, καὶ ὀρφανὸς ὠνομάσθη· ἅμα γὰρ τῷ παρελθεῖν τοῦτον εἰς φῶς, καταλείπει ὁ πατὴρ τὸν βίον. Ἀλλ' ἡ πρεσβυτάτη τῶν ἀδελφῶν, περὶ ἧς ὁ λόγος, μικρὰ τῆς θηλῆς αὐτὸν παρὰ τὴν πρώτην γένεσιν μετασχόντα, εὐθὺς ἀποσπάσασα τῆς τιθηνουμένης, δι' ἑαυτῆς ἀνατρέφει τε καὶ ἐπὶ πᾶσαν τὴν ὑψηλοτέραν ἤγαγε παίδευσιν, τοῖς ἱεροῖς τῶν μαθημάτων ἐκ νηπίων αὐτὸν ἐνασκήσασα, ὡς μὴ δοῦναι τῇ ψυχῇ σχολὴν πρός τι τῶν ματαίων ἐπικλιθῆναι. Ἀλλὰ πάντα γενομένη τῷ νέῳ, πατὴρ, διδάσκαλος, παιδαγωγὸς, μήτηρ, ἀγαθοῦ παντὸς σύμβουλος, τοιοῦτον αὐτὸν ἀπειργάσατο, ὡς πρὶν ἐξελθεῖν τὴν ἡλικίαν τῶν παίδων ἔτι ἐν μειρακίῳ, τῇ ἁπαλότητι τῆς ἡλικίας ἀνθοῦντα, πρὸς τὸν ὑψηλὸν τῆς φιλοσοφίας σκοπὸν ἐπαρθῆναι. Καί τινι φύσεως εὐκληρίᾳ πρὸς πᾶσαν τέχνην ἰδίαν τὴν διὰ χειρὸς ἐνεργουμένην ἐπιτηδείως ἔχειν, ὡς μηδενὸς καθηγουμένου, διὰ πάσης ἀκριβείας ἑκάστου τὴν ἐπιστήμην κατωρθωκέναι, ὧν χρόνῳ καὶ πόνῳ τοῖς πολλοῖς ἡ μάθησις γίνεται. Οὗτος τοίνυν τῆς περὶ τοὺς ἔξωθεν τῶν λόγων ἀσχολίας ὑπεριδὼν, ἱκανὴν δὲ διδάσκαλον παντὸς ἀγαθοῦ μαθήματος τὴν φύσιν ἔχων, ἀεί τε πρὸς τὴν ἀδελφὴν βλέπων, καὶ σκοπὸν ἀγαθοῦ παντὸς ἐκείνην ποιούμενος, εἰς τοσοῦτον ἐπέδωκεν ἀρετῆς εἶδος, ὡς μηδὲν ἔλαττον τοῦ μεγάλου Βασιλείου δοκεῖν ἔχειν ἐν τοῖς κατ' ἀρετὴν προτερήμασιν ἐν τῷ μετὰ ταῦτα βίῳ. Τότε δὲ ἀντὶ πάντων ἦν τῇ ἀδελφῇ καὶ τῇ μητρὶ, συνεργῶν αὐταῖς πρὸς τὴν ἀγγελικὴν ἐκείνην ζωήν.
Now she had, ministering above all to this great aim of life, a brother born of the same womb, Peter by name, with whom our mother's birth-pangs ceased. For he was the last offshoot of her travails, who was at the same time named both son and orphan; for just as he passed into the light, our father departed this life. Yet the eldest of the sisters, of whom we speak, taking him straightway from his wet-nurse when he had barely partaken of the breast after his first birth, reared him by herself and led him to all the higher education, training him from infancy in sacred studies so as to give his soul no leisure to incline towards any vain thing. Rather, becoming all things to the boy—father, teacher, tutor, mother, counsellor of every good—she wrought him to be such that, before passing beyond boyhood, while still a stripling blooming in the tenderness of his years, he was lifted up to the lofty goal of philosophy. And by a certain natural gift he had such aptitude for every handicraft wrought by manual skill that, without anyone to guide him, he mastered with complete exactness the science of each of those arts whose learning comes to most men only through time and toil. Disdaining, therefore, busy study in profane learning, having nature as a sufficient teacher of every good lesson, and looking ever to his sister and making her the mark of every good, he advanced to such a measure of virtue as to seem in his later life nowise inferior to the great Basil in excellences of virtue. And at that time he was all in all to his sister and his mother, working alongside them towards that angelic life.
Ὅς ποτε καὶ σιτολειψίας χαλεπῆς γεγενημένης, καὶ πολλῶν πανταχόθεν κατὰ φήμην τῆς εὐποιίας πρὸς τὴν ἐσχατιὰν, ἐν ᾗ κατῴκουν, ἐπιῤῥεόντων· τοσοῦτον δι' ἐπινοιῶν τὰς τροφὰς ἐπλεόνασεν, ὡς τῷ πλήθει τῶν ἐπιφοιτώντων, πόλιν εἶναι τὴν ἐρημίαν δοκεῖν· ἐν τούτῳ εἰς γῆρας λιπαρὸν προελθοῦσα ἡ
Once too, when a severe dearth of grain had arisen and many were streaming in from every side, drawn by the report of their benefactions, to the remote retreat in which they dwelt, through his resourcefulness he supplied food in such abundance that, from the multitude of visitors, the wilderness seemed a city. Meanwhile, having advanced to a sleek old age, our