Migne Reading Room

PG 46 · cols. 996–997 · Read from the page

* On the Life of St Macrina

* On the Life of St Macrina

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:996Read from the page
Καὶ ἐπειδὴ τὸ πρέπον ἡ εὐχὴ πέρας ἔλαβεν, φόβος μέ τις τῆς θείας ἐντολῆς εἰσέρχεται, τῆς κωλυούσης πατρὸς ἢ μητρὸς ἀνακαλύπτειν ἀσχημοσύνην. « Καὶ πῶς, ἔφην ἐγὼ, ἔξω τοῦ τοιούτου γενήσομαι κρίματος, ἐν τοῖς τῶν γονέων σώμασι βλέπων τὴν κοινὴν τῆς ἀνθρωπίνης φύσεως ἀσχημοσύνην· διαπεπτωκότων, ὡς εἰκὸς, καὶ διαλελυμένων, καὶ εἰς εἰδεχθῆ καὶ δυσάντητον ἀμορφίαν μεταβληθέντων; » Ταῦτα δέ μοι λογιζομένῳ, καὶ τῆς τοῦ Νῶε κατὰ τοῦ παιδὸς ἀγανακτήσεως ἐπιτεινούσης τὸν φόβον, συμβουλεύει τὸ πρακτέον ἡ ἱστορία τοῦ Νῶε.
And when the prayer had reached its fitting conclusion, a certain fear of the divine commandment entered into me, which forbids uncovering the unseemliness of father or mother. "And how," said I, "shall I keep outside such a judgement, beholding in the bodies of my parents the common unseemliness of human nature, since they had fallen apart, as was likely, and dissolved, and been changed into a loathsome and hard-to-face shapelessness?" As I pondered these things, and as Noah's indignation against his son intensified my fear, the history of Noah counselled what was to be done.
Ἐπεκαλύφθη γὰρ σινδόνι καθαρᾷ, πρὶν ἐν ὀφθαλμοῖς ἡμῶν γενέσθαι τὰ σώματα τῇ τοῦ πώματος ἐπάρσει, καθ' ἑκάτερον ἄκρον τῆς σινδόνος ἀντεισιούσης· καὶ οὕτως ὑποκρυφθέντων τῇ σινδόνι τῶν σωμάτων ἀράμενοι τῆς κλίνης τὸ ἱερὸν ἐκεῖνο σῶμα, ἐγώ τε καὶ ὁ μνημονευθεὶς τῶν τόπων ἐπίσκοπος, τῇ μητρὶ παρακατεκλίναμεν, κοινὴν ἀμφοτέραις πληροῦντες εὐχήν. Τοῦτο γὰρ παρὰ πᾶσαν τὴν ζωὴν συμφώνως ἀμφότεραι τὸν Θεὸν ᾐτοῦντο, ἀνακραθῆναι μετὰ τὸν θάνατον ἀλλήλαις τὰ σώματα, καὶ τὴν κατὰ τὸν βίον ἐν τῇ ζωῇ κοινωνίαν μηδὲ ἐν τῷ θανάτῳ διαζευχθῆναι.
For they were covered over with a pure linen cloth before the bodies came before our eyes through the lifting of the lid, as the linen cloth advanced from either end; and when the bodies had thus been concealed beneath the linen cloth, taking up that sacred body from the couch, both I and the aforementioned bishop of the region laid her down beside our mother, fulfilling a prayer common to them both. For throughout their whole life both of them harmoniously besought God for this: that after death their bodies might be mingled with one another, and that their fellowship of conduct in life might not be sundered even in death.
Ἐπεὶ δὲ πάντα ἡμῖν τὰ ἐν τῇ κηδείᾳ νενομισμένα πεπλήρωτο, καὶ ἔδει πάλιν τῆς ἐπανόδου γενέσθαι, ἐπιπεσὼν τῷ τάφῳ, καὶ τὴν κόνιν ἀσπασάμενος, εἰχόμην πάλιν τῆς ὁδοῦ κατηφής τε καὶ δεδακρυμένος, λογιζόμενος, ὅσου ἀγαθοῦ διεζεύχθη ὁ βίος. Κατὰ δὲ τὴν ὁδὸν ἀνήρ τις τῶν ἐν στρατείᾳ λαμπρῶν, στρατιωτικὴν ἡγεμονίαν ἔχων τῶν ἐν πολίχνῃ τινὶ τῶν κατὰ τὸν Πόντον, ᾗ Σεβαστόπολις ὄνομα, μετὰ τῶν ὑπηκόων ἐνδιαιτώμενος, ἀπήντησέ τε φιλοφρόνως κατ' αὐτὴν γενομένῳ, καὶ τὴν συμφορὰν ἀκούσας, καὶ χαλεπῶς ἐνεγκὼν (ἦν γὰρ δὴ τῶν ἐκ γένους ἡμῖν οἰκείων τε καὶ ἐπιτηδείων), προσέθηκέ μοί τι διήγημα τοῦ κατ' αὐτὴν θαύματος, ὃ δὴ καὶ μόνον ἐγγράψας τῇ ἱστορίᾳ, καταπαύσω τὴν συγγραφήν. Ἐπειδὴ γὰρ ἐπαυσάμεθα τῶν δακρύων, καὶ εἰς ὁμιλίαν κατ-
When all the customary rites of the funeral had been completed by us, and it was necessary to set out again upon our return, falling upon the tomb and kissing its dust, I took to the road again downcast and tearful, reflecting from how great a good my life had been severed. Along the way a certain man distinguished in military service, holding a military command in one of the small towns of Pontus, whose name is Sebastopolis, and dwelling there with those under his authority, met me kindly when I arrived there; and upon hearing of the calamity and taking it grievously to heart (for he was indeed one of those akin to us by family and close in friendship), he related to me a certain narrative of a miracle concerning her, and once I have inscribed this alone in the history, I shall bring my treatise to a close. For when we had ceased from our tears and entered into conversation
« Ἐγένετό τις ἡμῖν ἐπιθυμία ποτὲ τῇ γαμετῇ καὶ ἐμοὶ καταλαβεῖν, κατὰ σπουδὴν, τὸ τῆς ἀρετῆς φροντιστήριον. Οὕτω γὰρ οἶμαι χρῆναι, » φησὶ, « τὸν χῶρον ἐκεῖνον κατονομάζεσθαι, » ἐν ᾧ τὴν διαγωγὴν εἶχεν ἡ μακαρία ψυχή· συνῆν δὲ ἡμῖν καὶ τὸ θυγάτριον, ἐν ᾧ τις ἐκ λοιμώδους ἀῤῥωστίας συνέβη περὶ τὸν ὀφθαλμὸν συμφορά· καὶ ἦν θέαμα εἰδεχθὲς, καὶ ἐλεεινὸν, παχυνθέντος τοῦ περὶ τὴν κόρην χιτῶνος, καὶ ἐκ τοῦ πάθους ὑπολευκαίνοντος. Ὡς δὲ ἐντὸς ἦμεν τῆς θείας ἐκείνης διαγωγῆς, διελόμενοι κατὰ γένος τὴν ἐπίσκεψιν τῶν ἐν τῷ τόπῳ φιλοσοφούντων, ἐγώ τε καὶ ἡ ὁμόζυγος· ἐγὼ μὲν ἐν τῷ ἀνδρῶνι ἤμην, ὧν καθηγεῖτο Πέτρος ὁ σὸς ἀδελφός· ἡ δὲ τοῦ παρθενῶνος ἐντὸς γενομένη τῇ Ἁγίᾳ συνῆν· συμμέτρου δὲ διαγενομένου ἐν τῷ μεταξὺ διαστήματος, καιρὸν εἶναι τοῦ ἀποχωρεῖν τῆς ἐσχατιᾶς πάλιν ἐκρίναμεν· καὶ ἤδη πρὸς τοῦτο ἦν ἡμῶν ἡ ὁρμὴ, σύμφωνος δὲ
"There once arose in us a certain desire, both in my wife and in me, to visit with eager haste the school of virtue—for so I think," says he, "that place ought to be named"—in which the blessed soul kept her way of life; and our little daughter was also with us, to whom a certain misfortune from a pestilential illness had befallen about the eye; and it was a loathsome and pitiable sight, as the membrane around the pupil had thickened and grown whitish from the affliction. When we had come inside that divine abode, my consort and I dividing our visit to those practising philosophy in the place according to sex, I for my part was in the men's quarters, over whom Peter your brother presided, while she, having entered the virgins' quarters, was with the Saint; and when a due interval of time had passed in the meanwhile, we judged that it was time to depart again from the retreat; and our impulse was already towards this, while in accord
PG 46:997Read from the page
παρ' ἑκατέρων ἡ περὶ ἡμᾶς φιλοφροσύνη ἐγένετο. Ἐμοί τε καὶ ὁ σὸς ἀδελφὸς μένειν ἐνεκελεύετο, καὶ μετασχεῖν τῆς φιλοσόφου τραπέζης· ἥ τε μακαρία τὴν ἐμὴν γαμετὴν οὐ μεθίει, ἀλλ' ἐν κόλποις ἔχουσα τὸ θυγάτριον, οὐ πρότερον ἔλεγεν ἀποδώσειν, πρὶν τράπεζαν αὐταῖς παραστήσασθαι, καὶ τῷ τῆς φιλοσοφίας δεξιώσασθαι πλούτῳ· φιλοῦσα δὲ, οἷα εἰκὸς, τὸ παιδίον, καὶ προσάγουσα τὸ στόμα τοῖς ὀφθαλμοῖς, επειδὴ εἶδε τὸ περὶ τὴν κόρην πάθος, Ἐάν μοι, φησὶ, δῶτε τὴν χάριν, καὶ τῆς τραπέζης ἡμῖν κοινωνήσητε, ἀντιδώσω μισθὸν ὑμῖν τῆς τοιαύτης τιμῆς οὐκ ἀνάξιον. Τίνα δὴ τοῦτον, εἰπούσης τῆς τοῦ παιδίου μητρός; Ἔστι μοι φάρμακον, ἡ Μεγάλη φησὶν, ὃ δυνατῶς ἔχει τὸ κατὰ τὸν ὀφθαλμὸν ἰάσασθαι πάθος. Ἐπὶ δὲ τούτοις, δηλώματός μοι παρὰ τῆς γυναικωνίτιδος ἥκοντος ὑπὸ τὴν ὑπόσχεσιν ἐκείνην καταμηνύσαντος, ἄσμενοι παρεμείναμεν· μικρὰ φροντίσαντες τῆς ἐπειγούσης ἡμᾶς πρὸς τὴν ὁδοιπορίαν ἀνάγκης.
on the part of both arose their kindliness towards us. Both your brother urged me to stay and partake of the philosophic table, and the blessed one would not let my wife go, but holding our little daughter in her arms, said she would not give her back before setting a table before them and entertaining them with the wealth of philosophy; and kissing the child, as was natural, and bringing her lips to her eyes, when she saw the affliction around the pupil, 'If you grant me this favour,' says she, 'and share our table with us, I shall give you in return a reward not unworthy of such honour.' 'What then may this be?' said the child's mother. 'I possess a medicine,' says the Great One, 'which has the power to heal the affliction of the eye.' Upon this, when a message came to me from the women's quarters reporting that promise, we gladly remained, paying little heed to the necessity pressing us on towards our journey.
« Ὡς δὲ τέλος εἶχεν ἡ εὐωχία, καὶ πλήρης ἦν ἡμῖν ἡ εὐχὴ, τοῦ μὲν μεγάλου Πέτρου ταῖς οἰκείαις χερσὶν εὐωχοῦντος ἡμᾶς, καὶ φαιδρύνοντος, τῆς δὲ ἁγίας Μακρίνης, διὰ πάσης εὐπρεποῦς θυμηδίας τὴν ὁμόζυγον ἡμῖν ἀνιείσης· οὕτω φαιδρύνοντες καὶ γεγηθότες, τὴν αὐτὴν ὁδὸν ἐπανῄειμεν, διήγημα τῷ ἑτέρῳ τὰ καθ' ἑαυτὸν ἑκάτερος ἐν τῇ ὁδοιπορίᾳ ποιούμενοι· κἀγὼ μὲν διεξῄειν τὰ ἐκ τοῦ ἀνδρῶνος, ὅσα τε εἶδον, καὶ ὅσα ἤκουσα· ἐκείνη δὲ τὰ καθ' ἕκαστον ἐκδιηγουμένη, καθάπερ ἐφ' ἱστορίας, οὐδὲν ᾤετο δεῖν, οὐδὲ τῶν μικρῶν, παραλανθάνειν· ἀκολούθως δὲ πάντα καθάπερ ἐπὶ συζυγίᾳ τῆς συγγραφῆς διεξιοῦσα· ὡς κατὰ τὸ μέρος γέγονεν ἐκεῖνο, ἐν ᾧ ἡ ὑπόσχεσις ἦν τῆς τοῦ ὀφθαλμοῦ θεραπείας, ἐκκόψασα τὴν διήγησιν, Τί τοῦτο, φησὶ, πεπόνθαμεν; Πῶς τῆς ὑποσχέσεως ἠμελήσαμεν, τὸ ἐπαγγελθὲν ἡμῖν ἐκεῖνο ἐν κολλυρίῳ φάρμακον; Κἀμοῦ συνδυσχεραίνοντος ἐπὶ τῇ ἀμελείᾳ, καί τινα διὰ τάχους ἐκδραμεῖν ἐπὶ τὸ φάρμακον ἐγκελευσαμένου, βλέπει κατὰ τὸ συμβὰν πρὸς τὴν μητέρα ἐν ταῖς χερσὶν ὂν τῆς τιθηνουμένης τὸ νήπιον, καὶ ἡ μήτηρ τοῖς ὀφθαλμοῖς τοῦ νηπίου ἐνατενίσασα, Παύου, φησὶ, δυσχεραίνων ἐπὶ τῇ ἀμελείᾳ. Μεγάλῃ τοῦτο φωνῇ ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως λέγουσα. Ἰδοὺ γὰρ οὐδὲν ἐλλέλειπται ἡμῖν τῶν ἐπηγγελμένων· ἀλλὰ τὸ ἀληθινὸν ἐκείνης φάρμακον, τὸ τῶν παθημάτων ἰατρικὸν, ὅπερ ἐστὶν ἡ ἐκ τῶν εὐχῶν θεραπεία, καὶ ἔδωκε, καὶ ἐνεργὸν ἤδη γέγονε, καὶ ὑπολέλειπται τῆς κατὰ τὸν ὀφθαλμὸν ἀῤῥωστίας οὐδοτιοῦν, τῷ θείῳ ἐκείνῳ φαρμάκῳ κεκαθαρμένον. Καὶ ἅμα ταῦτα διεξιοῦσα, αὐτή τε τὸ παιδίον ἐνηγκαλίζετο, καὶ ταῖς ἐμαῖς ἐνετίθει χερσί. Κἀγὼ τότε τὰ ἀπιστούμενα κατὰ τὸ Εὐαγγέλιον θαύματα, τῇ διανοίᾳ λαβὼν, Τί μέγα, εἶπον, διὰ χειρὸς Θεοῦ τυφλοῖς τὰς ὄψεις ἀποκαθίσασθαι· ὁπότε νῦν ἡ δούλη αὐτοῦ, τὰς ἰάσεις ἐκείνας κατορθοῦσα τῇ εἰς αὐτὸν πίστει, κατείργασται πρᾶγμα οὐ πολὺ τῶν θαυμάτων ἐκείνων ἀπολειπόμενον; » Ταῦτα λέγων μεταξὺ λυγμῷ τὴν φωνὴν ἐνεκόπτετο, τῶν δακρύων ἐπιῤῥυέντων τῷ διηγήματι. Τὰ μὲν οὖν παρὰ τοῦ στρατιώτου, ταῦτα.
"When the feast came to an end and our prayer was fulfilled—the great Peter having feasted us with his own hands and cheered us, and Saint Macrina having sent my consort back to us with every befitting gladness—thus cheered and rejoicing, we returned by the same road, each of us making what had happened to himself a story for the other along the journey; and I for my part recounted the matters from the men's quarters, both all that I saw and all that I heard, while she, relating each detail one by one as in a history, thought that nothing ought to go unnoticed, not even the smallest points; and going through everything in sequence as if from a written composition, when she reached that part in which stood the promise of the healing of the eye, breaking off her narrative, 'What is this,' says she, 'that has happened to us? How did we neglect her promise, that medicine in an eye-salve which was promised to us?' And as I shared her vexation at our neglect and ordered someone to run back quickly for the medicine, the infant, being in the arms of its nurse, chanced just then to look towards its mother; and the mother, gazing intently into the infant's eyes, says, 'Cease being vexed over our neglect!'—speaking this in a loud voice out of joy and amazement at once—'For behold, nothing of what was promised to us has been left undone; nay, her true medicine, that which heals afflictions, which is the cure wrought by prayers, she has both given and it has already proved effective, and not a trace of the illness in the eye remains, all having been cleansed away by that divine medicine.' And even as she recounted these things, she took the child in her arms and placed her into my hands. And I, calling to mind then the miracles in the Gospel that seem past belief, said, 'What marvel is it that sight was restored to the blind by the hand of God, when now His handmaid, accomplishing those healings by faith in Him, has wrought a deed not far inferior to those miracles?'" As he spoke these things, his voice was broken midway by a sob, as tears poured forth over his narrative. Such, then, were the things told by the soldier.
Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ, καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠπούσαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων πρὸς τὰ ἑαυτῶν
Whatever other such things besides we heard from those who had lived with her and knew accurately the matters concerning her, I think it not safe to add to this narrative. For most men, by their own
Notes, col. 997

On the reading

Printed επειδὴ, for ἐπειδὴ.

Printed ἠπούσαμεν, for ἠκούσαμεν.