μονογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται, καὶ ὁ Λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται, τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. Εἰ οὖν ταῦτα φρονεῖν ἐκ τῆς θεοπνεύστου διδασκαλίας ἐμάθομεν· πῶς ἀνθρώπῳ κοινῷ τὴν αἰτίαν τῆς σωτηρίας ἡμῶν ἀνατίθεμεν; Εἰ δὲ τὴν τοῦ μακαρίου Πέτρου Ἐποίησεν φωνὴν, οὐκ εἰς τὸ προαιώνιον τῆς ὑποστάσεως, ἀλλ' εἰς τὸ πρόσφατον τῆς οἰκονομίας βλέπειν διοριζόμεθα, τί τοῦτο κοινωνεῖ τῷ ἐγκλήματι; Ὁ γὰρ μέγας οὗτος Ἀπόστολος, τὸ περὶ την τοῦ δούλου μορφὴν ὁρώμενον, ἐκεῖνο διὰ τῆς ἀναλήψεως πεποιῆσθαί φησιν, ὅπερ ὁ ἀναλαβὼν κατὰ τὴν ἑαυτοῦ φύσιν ἦν. Καὶ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, τὸ ἶσον ἔστι παρὰ τοῦ Παύλου μαθεῖν λέγοντος, ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Κάκεῖ γὰρ τὸν τῷ ἰδίῳ αἵματι περὶ ἁμαρτιῶν ἡμῶν ιερατικῶς ἱλεωσάμενον, ἀρχιερέα κατονομάσας· οὐ τὴν πρώτην τοῦ Μονογενοῦς ὑπόστασιν διὰ τῆς ἐποίησεν λέξεως ἀπαγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομαζομένην χάριν παραστῆσαι θέλων, φησὶ τὸ ἐποίησεν. Ἰησοῦς γὰρ, καθώς φησι Ζαχαρίας, ὁ ἀρχιερεὺς, ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνὸν, τοῦτ' ἔστι τὸ ἴδιον σῶμα, ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ὁ διὰ τὰ παιδία τὰ κεκοινωνηκότα σαρκός τε καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὸ ἐν ἀρχῇ ἦν. Λόγος ὢν καὶ Θεὸς, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ ὢν ἴσα Θεῷ· ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν· οὗτος ἐγένετο ἱερεὺς, πολλαῖς ὕστερον γενεαῖς, κατὰ τὴν τάξιν Μελχισεδέκ. Οἶδε δὲ πάντως τὸ περὶ τούτου μυστήριον, ὁ μὴ παρέργως τῷ πρὸς Ἑβραίους καθομιλήσας λόγῳ. Ὁμοίως οὖν ἐνταῦθά τε ἱερεὺς καὶ ἀπόστολος, κἀκεῖ Κύριος καὶ Χριστὸς πεποιῆσθαι λέγεται· τὸ μὲν, ὡς πρὸς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν· τὸ δὲ διὰ τὴν πρὸς τὸ Θεῖον τοῦ ἀνθρωπίνου μεταβολήν τε καὶ μεταποίησιν· ποίησιν γὰρ ὁ Ἀπόστολος λέγει τὴν μεταποίησιν. Οὐκοῦν πρόδηλος ἡ συκοφαντία τῶν ἐναντίων, τὰ τῆς οἰκονομίας ῥηματα εις τὴν προαιώνιον ὑπόστασιν ἐπηρεαστικῶς ἁρπαζόντων. Οὐδὲ γὰρ ὁμοίως ἐμάθομεν παρὰ τοῦ Ἀποστόλου γινώσκειν Χριστὸν νῦν τε καὶ πρότερον, οὕτως εἰπόντος τοῦ Παύλου, ὅτι Εἰ καὶ ἐγνώκαμέν ποτε κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ὡς ἐκείνης τῆς γνώσεως τὴν πρόσκαιρον οἰκονομίαν δηλούσης, τοῦτο δὲ τὴν ἀΐδιον ὕπαρξιν. Οὐκοῦν μετρίως ἡμῖν ὁ λόγος ὑπὲρ τῶν ἐγκλημάτων ἀπολελόγηται, τὸ μήτε δύο νομίζειν Χριστοὺς ἢ Κυρίους, μήτε ἐναισχύνεσθαι τῷ σταυρῷ, μήτε κοινὸν ἄνθρωπον ὑπὲρ τοῦ κόσμου πεπονθέναι δοξάζειν, μήτε μὴν τὸ ἐποίησεν εἰς τὴν τῆς οὐσίας κατασκευὴν οἴεσθαι φέρειν. Γῆς δὲ τοιαύτης ἡμῶν ὑπολήψεως, οὐ μικρὰν ἔχει παρ' αὐτοῦ τοῦ κατηγόρου τὴν συμμαχίαν ὁ λόγος, ἐν οἷς μεταξὺ καταφορικῶς ἡμῖν ἐπελαύνων τὴν γλῶσσαν, καὶ τοῦτο προφέρει, ὅτι Ταύτην μέντοι μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναφέρει Βασίλειος, καὶ δεί-
only-begotten God, and Christ is believed to be passible, and the Word does not speak falsely through opposites, adapting in its conceptions what is fitting to either of the names. If, therefore, we have learned from divinely inspired teaching to think thus, how do we attribute the cause of our salvation to a common man? And if we define blessed Peter's utterance He made to look not towards what is pre-eternal in His subsistence, but towards what is recent in the dispensation, what has this in common with the charge? For this great Apostle says that what is beheld around the form of the servant has through the assumption been made to be that which He Who assumed it was according to His own nature. For indeed in the Epistle to the Hebrews one may learn the very same thing from Paul when he says that Jesus became from God an Apostle and High Priest, being faithful to Him Who made Him. For there too, in naming Him Who priestly propitiated with His own blood for our sins High Priest, he does not declare the primal subsistence of the Only-begotten by the word made, but wishing to set forth the grace customarily named at the appointment of priests, he says He made. For Jesus, just as Zechariah says, the great High Priest, Who offered in priestly sacrifice His own lamb—that is, His own body—for the sin of the world, Who because the children shared in flesh and blood Himself also likewise partook of blood—not insofar as He was in the beginning, being Word and God, and subsisting in the form of God, and being equal with God, but insofar as He emptied Himself in the form of a servant, and offered an offering and sacrifice on our behalf—this One became a priest many generations later, according to the order of Melchizedek. And he who has conversed not superficially with the discourse to the Hebrews knows altogether the mystery concerning this. In like manner, therefore, He is said both here to have been made Priest and Apostle, and there to have been made Lord and Christ: the former with reference to the dispensation on our behalf, and the latter on account of the change and transformation of the human unto the Divine—for the Apostle calls transformation a making. Manifest, therefore, is the sycophancy of our opponents, who abusively wrest the words of the dispensation unto His pre-eternal subsistence. For neither have we learned from the Apostle to know Christ in like manner both now and formerly, seeing that Paul spoke thus: Even though we have once known Christ according to the flesh, yet now we know Him thus no longer—inasmuch as that former knowledge signifies the temporal dispensation, whereas this signifies His eternal existence. Sufficiently, therefore, has our discourse made defence against the charges: neither to suppose two Christs or Lords, nor to be ashamed of the cross, nor to hold that a common man suffered on behalf of the world, nor yet to suppose that the expression He made bears upon the constitution of His essence. And for such a conception of ours, our argument has no small alliance from the accuser himself, where in the meantime, driving his tongue vehemently against us, he brings forward this also: Yet this conflict Basil himself turns back against himself, and show-