θρώπινον, διὰ τῆς πρὸς τὸ Θεῖον ἀνακράσεως θεῖον γινόμενον. Ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρυτέρων συγκατασπασθὲν ἐναπολειφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ' ἐπὶ τὸ συγγενὲς ἀνατρέχει· τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφανείᾳ ἀερώδει κύκλῳ περικυρτούμενον· οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδραμούσης· καὶ ἡ περὶ αὐτὴν σὰρξ συνεπήρθη ὑπὸ τῆς θεϊκῆς ἀθανασίας, ἀπὸ τῆς φθορᾶς συνανωσθεῖσα ἐπὶ τὸ ἄφθαρτον. Καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἐντὸς πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον, λανθάνει τῶν ὁρώντων ἢ τῶν ἁπτομένων τὴν αἴσθησιν· ἀναζωπυρούμενον δὲ φανεροῦται· οὕτως καὶ ἐν τῷ θανάτῳ ὃν πεποίηται κατ' ἐξουσίαν ὁ διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ὁ εἰπὼν πρὸς την ἴδιον Πατέρα, ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι τὸ πνεῦμά μου· ὁ, καθώς φησιν, ἐξουσίαν ἔχων πάλιν λαβεῖν αὐτὴν, οὗτος ὁ τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας, διὰ τὸ εἶναι τῆς δόξης Κύριος, οἱονεὶ συγκαλύψας τὸ τῆς ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος, ἐν τῇ κατὰ τὸν θάνατον οἰκονομίᾳ, πάλιν ἀνῆψέ τε καὶ ἀνεζωπύρησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας, καὶ οὕτως τῷ ἀπείρῳ τῆς θεϊκῆς δυνάμεως τὴν βραχεῖαν ἐκείνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀναχέας· ὅπερ αὐτὸς ἦν, τοῦτο κἀκεῖνο ἐποίησε, τὴν δουλικὴν μορφὴν Κύριον· καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστόν· καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύναμιν· καὶ πάντα ὅσα ἐν τῷ Θεῷ Λόγῳ κατὰ τὸ εὐσεβὲς θεωρεῖται, καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ Λόγου ποιήσας. Ὡς μὴ κατὰ διαίρεσιν ἰδιαζόντως ἐφ' ἑκατέρου ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ Θεῖον ἀνακράσει κατὰ τὸ ἐπικρατοῦν ἀναποιηθεῖσαν τὴν ἐπίκηρον φύσιν, μεταλαβεῖν τὴν τῆς θεότητος δύναμιν, ὡς εἴ τις λέγοι, ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει, θάλασσαν ἡ μίξις ἐποίωσε, τῷ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὑγρου τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπικρατοῦντος συμμένειν· οὕτως ὁ ἡμέτερος λόγος οὐκ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ ὁ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ Θεῖον πρεσβεύων, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον, καὶ τὴν τοῦ δούλου πρὸς τὸν Κύριον, καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην, καὶ τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν, καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν, ποίησιν ὀνομάζων. Τίς οὖν ἔτι τοῖς συκοφάνταις ὑπολείπεται λόγος; Ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι κηρυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ Πατρὸς ὄντα, Κύριον καὶ Χριστὸν, καὶ Λόγον καὶ Θεὸν οὐ λέγομεν πεποιῆσθαι. Τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διοριζόμεθα, κατὰ τὴν προαποδεδειγμένην διάνοιαν. Ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας, καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἐνοικήσαντος δύναμιν, ἐκεῖνο γέγονεν ὅπερ ὁ ἐνοικήσας ἐστί τε καὶ ὀνομάζεται, Χριστὸς καὶ Κύριος, καθὼς εἰρήκαμεν.
man, becoming divine through its mingling with the Divine. For just as air is not held down in water whenever, dragged down along with some heavier body, it is left in the depth of the water, but runs back up to what is akin to it, while the water is oftentimes lifted up along with the upward rush of the air, rounded about in an airy circle in a certain thin and membrane-like surface; so also, when the true Life that lay within the flesh ran back up to Itself after the passion, the flesh around It was also lifted up along with It by the divine immortality, thrust upward together from corruption unto what is incorruptible. And just as fire in wood, oftentimes hidden beneath the surface, escapes the perception of those who see or touch it, yet when rekindled becomes manifest; so too in the death which He wrought by His own authority—He Who severed His soul from His body, Who said unto His own Father, Into Thy hands I commend My spirit, Who, just as He says, has authority to take it again—this One, having despised the shame among men because He is the Lord of glory, having as it were covered over the ember of life with the nature of the body in the dispensation concerning death, kindled and rekindled it once more by the power of His own deity, warming back to life what had been put to death, and thus pouring out that brief first-fruits of our nature throughout the infinity of the divine power; what He Himself was, this He made that also to be: the servile form, Lord; and the man from Mary, Christ; and him who was crucified out of weakness, life and power; making all things whatsoever that are devoutly contemplated in God the Word to be also in that which was assumed by the Word. Thus these attributes do not seem by division to belong separately to each, but the perishable nature, remade according to what prevails through its mingling with the Divine, partakes of the power of the deity—as if one were to say that the mingling made a drop of vinegar mingled in the deep to be sea, in that the natural quality of this liquid no longer abides within the infinity of what prevails; in this way our doctrine, upholding not a plurality of Christs, just as Eunomius accuses us, but a union of the man with the Divine, names the transmutation of the mortal unto the immortal, and that of the servant unto the Lord, and that of sin unto righteousness, and that of the curse unto the blessing, and that of the man unto Christ, a making. What argument, then, is still left for the sycophants? As though we were proclaiming two Christs in our dogma, if we deny that Him Who from the beginning is uncreatedly from the Father—Lord and Christ, and Word and God—has been made! Whereas we define blessed Peter to speak while pointing briefly in passing to the mystery according to the flesh, in accordance with the meaning previously demonstrated: namely, that what was crucified out of weakness has itself also, through the prevailing power of Him Who dwelt within, become that which He Who dwelt within both is and is named, Christ and Lord, just as we have said.