αὐτοῦ διήκουσαν δύναμιν κατανοοῦντες, ἐν οὐρανῷ τε καὶ ἀέρι, καὶ γῇ, καὶ θαλάσσῃ, καὶ εἴ τι ἐπουράνιον, καὶ εἴ τι καταχθόνιον, πανταχοῦ μὲν καὶ διὰ πάντων αὐτὸν εἶναι πιστεύομεν, οὐδὲν δὲ τούτων τῶν ἐν ᾧ ἐστιν, ἐκεῖνον εἶναί φαμεν. Οὐ γὰρ οὐρανός ἐστι, διειληφὼς αὐτὸν τῇ περικρατητικῇ τοῦ παντὸς σπιθαμῇ, οὐδὲ γῆ, ὁ κατέχων τὸν γύρον τῆς γῆς· οὐδὲ ὕδωρ πάλιν, ὁ τὴν ὑγρὰν περιέχων φύσιν· οὕτως οὐδὲ διὰ τῶν λεγομένων τῆς σαρκὸς παθημάτων ἐλθόντα, ἐμπαθῆ αὐτὸν εἶναί φαμεν. Ἀλλ' ὡς τῶν ὄντων αἴτιον, καὶ τοῦ παντὸς περιδεδραγμένον, καὶ τῇ ἀφράστῳ δυνάμει τῆς ἰδίας μεγαλειότητος, πᾶν τό τε κινούμενον οἰακίζοντα, καὶ τὸ ἑστὼς ἐν παγίῳ συντηροῦντα τῇ βάσει, καὶ ἐν ἡμῖν γεγενῆσθαί φαμεν ἐπὶ θεραπείᾳ τῆς κατὰ τὴν ἁμαρτίαν νόσου, καταλλήλως τῷ πάθει τὴν ἐνέργειαν τῆς ἰατρικῆς ἁρμοσάμενον, ὡς ᾔδει συμφέρειν τῷ ἀῤῥωστοῦντι μέρει τῆς κτίσεως, οὕτως ἐπαγαγόντα τὴν ἴασιν· συνέφερε δὲ τῇ ἐπαφῇ τὸ πάθος ἰάσασθαι οὕτω καὶ ἰασάμενον. Οὐ μὴν ἐπειδὴ ἰατρεύει τὴν ἀῤῥωστίαν, διὰ τοῦτο καὶ αὐτὸς ἐμπαθὴς γεγενῆσθαι νομίζεται. Οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον λέγειν ἡ συνήθεια δίδωσι. Τὸν γὰρ θεραπευτικῶς ἁπτόμενον τοῦ νενοσηκότος, οὐκ αὐτὸν μετέχειν τῆς ἀῤῥωστίας φαμὲν, ἀλλὰ καὶ τῷ νοσοῦντι χαρίζεσθαι τὴν εἰς ὑγίειαν ἐπάνοδον, καὶ μὴ μετέχειν τῆς ἀῤῥωστίας φαμέν· οὐδὲ γὰρ ἐκείνου τὸ πάθος, ἀλλὰ τὸ ἔμπαλιν ἐκεῖνος τοῦ ἀῤῥωστήματος ἅπτεται. Εἰ οὖν ὁ διὰ τῆς τέχνης ἀγαθόν τι τοῖς σώμασιν ἐνεργῶν, οὐχὶ νωθρός τε καὶ ἄῤῥωστος, ἀλλὰ φιλάνθρωπός τε καὶ εὐεργέτης, καὶ ὅσα τοιαῦτα κατονομάζεται· τί ὡς ταπεινόν τε καὶ ἄδοξον τὴν περὶ ἡμᾶς οἰκονομίαν διαβάλλοντες, διὰ ταύτης τὸ πρόχειρον παρηλλάχθαι τοῦ Υἱοῦ τὴν οὐσίαν κατασκευάζουσιν, ὡς τῆς τοῦ Πατρὸς μὲν φύσεως ἀνωτέρας τῶν παθημάτων οὔσης, τῆς δὲ τοῦ Μονογενοῦς οὐ καθαρευούσης τοῦ πάθους; Εἰ γὰρ ὁ σκοπὸς τῆς διὰ σαρκὸς οἰκονομίας, οὐ τὸ ἐμπαθῆ γενέσθαι τὸν Κύριον, ἀλλὰ τὸ φιλάνθρωπον ἐπιδειχθῆναι· φιλάνθρωπος δὲ καὶ ὁ Πατὴρ εἶναι οὐκ ἀμφιβάλλεται· ἐν τοῖς αὐτοῖς ἐστιν ἄρα τῷ Υἱῷ ὁ Πατὴρ, εἰ πρὸς τὸν σκοπόν τις ἐθέλοι βλέπειν. Εἰ δὲ οὐχ ὁ Πατὴρ ἐνήργησε τὴν τοῦ θανάτου κατάλυσιν, θαυμάσῃς μηδέν. Καὶ γὰρ καὶ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ, αὐτὸς κρίνων οὐδένα, οὐ τῷ μὴ δύνασθαι ἢ σῶσαι τὸν ἀπολόμενον, ἢ κρῖναι τὸν ἁμαρτήσαντα, διὰ τοῦ Υἱοῦ ταῦτα ποιῶν, ἀλλὰ τῷ διὰ τῆς ἰδίας δυνάμεως, δι' ἧς τὰ πάντα ἐργάζεται, καὶ ταῦτα ποιεῖν· δύναμις δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Οὐκοῦν οἱ διὰ τοῦ Υἱοῦ σωθέντες, τῇ δυνάμει τοῦ Πατρὸς ἐσώθησαν. Καὶ οἱ παρὰ τούτου κρινόμενοι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ τὴν κρίσιν ὑπέχουσι. Χριστὸς γάρ ἐστιν ἡ τοῦ Θεοῦ δικαιοσύνη, ἡ διὰ τῆς εὐαγγελικῆς ἀποκαλυπτομένη, καθώς φησιν ὁ Ἀπόστολος, κἂν εἰς τὸν κόσμον ἴδῃς ὅλον, κἂν εἰς τὰ μέρη τοῦ κόσμου τὰ συμπληροῦντα τὸ ὅλον, πάντα ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, τῆς δυνάμεως αὐτοῦ ἔργα γενόμενα, καὶ οὕτως ἀληθεύει δι' ἀμφοτέρων ὁ
pervading power we perceive, we believe Him to be everywhere and through all things—in heaven and air, on earth and sea, and if there be anything supercelestial or anything subterranean—yet we say that He is none of those things wherein He is. For He Who has grasped heaven in His all-encompassing span is not heaven, nor is He Who holds the circle of the earth the earth, nor again is He Who encompasses the moist nature water; so neither do we say that, having passed through the so-called passions of the flesh, He is passible. Rather, as the Cause of existing things and the One Who holds the universe in His grasp, steering everything that moves by the ineffable power of His own majesty and preserving upon its firm foundation everything that stands fast, we say that He came to be among us also for the healing of the disease of sin, suitably adapting the operation of the medical art to the affliction, bringing on the cure in such wise as He knew would benefit the ailing part of creation; and since it was expedient to heal the affliction by touch, He healed it thus. Yet He is not on that account deemed to have become passible Himself because He heals the infirmity; for custom does not allow such a thing to be said even in the case of human beings. For of him who touches a sick person by way of medical treatment we do not say that he partakes of the infirmity himself, but both that he grants the sick person a return to health and that he does not partake of the infirmity; for the affliction does not touch him, but contrariwise it is he who touches the sickness. If, therefore, he who works some good in bodies through his art is not called sluggish and infirm, but rather lover of mankind and benefactor and all such names, why do they slander the dispensation on our behalf as lowly and inglorious, and seek hastily to establish thereby that the essence of the Son has been altered, as though the nature of the Father were superior to passions while that of the Only-begotten were not pure from passion? For if the aim of the dispensation through the flesh was not that the Lord should become passible, but that His love for mankind should be manifested, and the Father also is undoubtedly a lover of mankind, then the Father is in the same case with the Son, if one wishes to look towards the aim. And if it was not the Father Who wrought the dissolution of death, marvel not at all. For He also gave all judgement to the Son, judging no one Himself—doing these things through the Son not because He was unable either to save the lost or to judge the sinner, but because He does these things also through His own power, through which He works all things; and the Son is the power of the Father. Therefore those who were saved through the Son were saved by the power of the Father, and those who are judged by Him undergo judgement by the righteousness of God. For Christ is the righteousness of God revealed through the Gospel, as the Apostle says; whether you look at the whole world or at the parts of the world that make up the whole, all these are works of the Father, having become works of His power, and thus through both speaks truly the