ἑαυτῷ καταλλάσσων, ἱκανὸς εἰς μαρτυρίαν ὁ μέγας Παῦλος. Εἰ δὲ διὰ τοῦτο οἴεται ὁ λογογράφος πλῆθος θεῶν παρ' ἡμῶν ἐπεισάγεσθαι τῷ κηρύγματι, ὅτι ὁμολογοῦμεν ἐν Χριστῷ τὸν Θεὸν ἑαυτῷ καταλλάσσειν τὸν κόσμον, ὡς καὶ ἐν ἀνθρώποις τοῦ Θεοῦ γινομένου, ταῦτα ἀπολογούμεθα· Εἰ πολλαὶ μητέρες παρθένοι, καὶ πρὸς πολλὰς ἡ μυσταγωγία τοῦ Γαβριὴλ, καὶ πρὸς ἑκάστην ἡ τοῦ ἁγίου Πνεύματος ἐπέλευσις, καὶ ἡ τῆς τοῦ Ὑψίστου δυνάμεως παρουσία· καὶ εἰ περὶ πολλῶν οἱ προφῆται τὴν χάριν κηρύσσουσιν, ὥστε πληθυντικῶς λέγειν, Παιδία ἐγεννήθησαν ἡμῖν (καὶ υἱοὶ ἐδόθησαν ἡμῖν), καὶ Αἱ παρθένοι ἐν γαστρὶ λήψονται, καὶ τὰ ὀνόματα τῶν τεχθέντων πάντων Ἐμμανουήλ ἐστιν· εἰ πάντες πεζῇ τῶν κυμάτων ἐπιβατεύουσι, καὶ τῇ ἀφράστῳ δυνάμει τὰς τοσαύτας χιλιάδας ἐπ' ἐρημίας τρέφουσιν, αὔξοντες τῷ κόρῳ τὸν ἄρτον, τὸν ἐν ταῖς χερσὶ τῶν μαθητῶν γεωργούμενον· εἰ πάντες νεκροὺς τετραημέρους ἐκ τῶν χωμάτων ἐγείρουσιν· εἰ πάντες ἀμνοὶ τοῦ Θεοῦ γίνονται, καὶ ὑπὲρ ἡμῶν Πάσχα θύονται, καὶ τῷ σταυρῷ προσηλοῦσι τὴν ἁμαρτίαν, καὶ καταλύουσι τοῦ θανάτου τὸ κράτος, καὶ εἰς ὀφθαλμοὺς τῶν μαθητῶν εἰς οὐρανοὺς ἀνατρέχουσι, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζονται· εἰ πάντες ἐλεύσονται κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἐν ὀνόματι πάντων ἡ τῶν ἐπουρανίων τε καὶ ἐπιγείων, καὶ καταχθονίων γλῶσσα ἐξομολογεῖται, δώσομεν τὸ πολλοὺς εἶναι θεοὺς, εἴπερ ἐν τούτοις εἶεν οἱ πολλοὶ τοῖς γνωρίσμασιν. Εἰ δὲ εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ Ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, καὶ περὶ μόνον αὐτὸν ἡ τοιαύτη τῶν θεοπρεπῶν νοημάτων ἀπαρίθμησις, τίς κίνδυνος πολλοὺς ἀναπλασθῆναι θεοὺς, ὅτ' ἂν λέγωμεν, Θεὸν διὰ σαρκὸς ἔμψυχον πεφανερῶσθαι; Ὅτι γὰρ ἄνθρωπος τὸ φαινόμενον ἦν, τίς οὕτως τῶν εὐαγγελικῶν διδαγμάτων ἀνήκοος, ὡς ἀγνοεῖν τὸ παρ' αὐτοῦ τοῦ Σωτῆρος πρὸς τοὺς Ἰουδαίους λεγόμενον· Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ὁρᾷς ἐν τοῖς λεγομένοις, τί τὸ ἀποκτεινόμενον ὅλως ὑπέδειξεν, εἰπὼν, Ζητεῖτέ με ἀποκτεῖναι, οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸν ἄνθρωπον, δι' οὗ ἐφθέγγετο ἡ ἀλήθεια; Οὐ γὰρ ἄνθρωπος ἦν ὁ λαλῶν τὴν ἀλήθειαν· ἀλλὰ δηλονότι, ὁ μὲν λαλῶν Θεὸς ἦν, ὁ δὲ ἄνθρωπος ἐμεσίτευε πρὸς τοὺς ἀνθρώπους τῇ ἰδίᾳ φωνῇ τὸ λεγόμενον. Δι' ὃ καὶ μεσίτης γέγονε Θεοῦ καὶ ἀνθρώπων, ὡς οὐ δυναμένης τῆς ἀνθρωπίνης φύσεως ἀκράτῳ προσμίξαι τῇ τοῦ Θεοῦ συνουσίᾳ, καὶ διὰ τοῦτο δεομένης τῆς συγγενοῦς αὐτῇ καὶ κατὰ φύσιν φωνῆς, δι' ἧς εἰκὸς χωρεῖσθαι τὴν ἄνωθεν δύναμιν. Καταλειπτέον καὶ τοῦτο, πρὸς δὲ τὸ ἐφεξῆς τρεπτέον τὸν λόγον. Οὐδὲν, φη-
reconciling to Himself, the great Paul is sufficient as a witness. Yet if on this account the prose-writer supposes a multitude of gods to be introduced by us into the proclamation—because we confess that in Christ God reconciles the world to Himself, as though God came to be in human beings at large—we make this defence: If there are many virgin mothers, and to many comes the mystic initiation of Gabriel, and to each one the coming of the Holy Spirit and the presence of the power of the Most High; and if the prophets proclaim grace concerning many, so as to say in the plural, Children were born to us (and sons were given to us), and The virgins shall conceive in the womb, and the names of all those born are Emmanuel; if all tread on foot upon the waves, and by ineffable power feed so many thousands in the wilderness, increasing with their satiety the bread cultivated in the hands of the disciples; if all raise four-day-old corpses from the mounds; if all become lambs of God, and are sacrificed as Passover for our sakes, and nail sin to the cross, and destroy the might of death, and ascend into the heavens before the eyes of the disciples, and sit at the right hand of the Father; if all shall come to judge the inhabited world in righteousness, and in the name of all the tongue of heavenly, earthly, and subterranean beings confesses, then we shall grant that there are many gods, if indeed the many should exist in these tokens. But if there is one Lord Jesus, through Whom are all things, and From Him, and through Him, and unto Him are all things, and concerning Him alone is such an enumeration of God-befitting conceptions, what danger is there of many gods being fashioned whenever we say that God was manifested ensouled through flesh? For that what appeared was a human being, who is so unacquainted with the evangelical teachings as to be ignorant of what was spoken by the Saviour Himself to the Jews: But now you seek to kill Me, a human being who has spoken the truth to you? Do you see in what is said how He indicated at all what was being killed, saying, You seek to kill Me—not the truth, but the human being through whom the truth was uttered? For it was not a human being who spoke the truth; rather, plainly, He who spoke was God, while the human being mediated what was spoken to human beings by his own voice. Wherefore He also became mediator of God and human beings, inasmuch as human nature was unable to mingle with the unmixed communion of God, and on this account stood in need of a voice akin to it and according to its nature, through which the power from above might reasonably be received. Let this point also be left aside, and let our argument turn to what follows. Nothing, he sa-