Migne Reading Room

PG 45 · cols. 1232–1241 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1232Read from the page
Ἴδωμεν δὲ καὶ τὴν ἐφεξῆς ἀλυκτοπέδην, κατ' αὐτὸν εἰπεῖν τὸν Ἀπολιναρίου διδάσκαλον, ἣν ταῖς ἀλύτοις σειραῖς τῶν συλλογισμῶν διασφίγξας προτείνεται. Εἰ ἄνθρωπον, φησὶν, οἴεταί τις ἑνοῦσθαι Θεῷ παρὰ πάντας ἀνθρώπους, καὶ ἀγγέλους. Ἄρα χρὴ καὶ τὴν ἐν τούτοις διεξετάζειν διάνοιαν· ἀλλ' ὅμοιον ἂν εἴη ψυχὴν ἐν λίθῳ ζητεῖν, καὶ ἐν ξύλῳ φρόνησιν, καὶ ἐν τοῖς ἐκτεθεῖσι ῥήμασιν ἔμφασίν τινος ἐνθυμήσεως, οὐ λέγω τῆς κρείττονος, ἀλλὰ τῆς γοῦν εἰς τὸ ἀσεβὲς συντελούσης. Μᾶλλον δὲ ἐκ τῆς συμφράσεως μαρτυρηθείη τὸ τῶν λεγομένων ἀδιανόητον. Ποιήσει μὴ αὐτεξουσίους τοὺς ἀγγέλους, καὶ τοὺς ἀνθρώπους, ὡς οὐδὲ ἡ σὰρξ αὐτεξούσιος. Φθορὰ δὲ τοῦ αὐτεξουσίου ζώου, τὸ μὴ εἶναι αὐτεξούσιον· οὐ φθείρεται δὲ ἡ φύσις ὑπὸ τοῦ π⟨ο⟩ιήσαντος αὐτήν· οὐκ ἄρα ἑνοῦται ὁ ἄνθρωπος Θεῷ. Βαβαὶ τῆς ἀνάγκης! Ὡς ἄλυτοι τῶν συλλογισμῶν αἱ πλεκτάναι! Ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων τὸ αὐτεξούσιον ἡ πρὸς τὸ Θεῖον ἕνωσις, καὶ φθορὰ τοῦ αὐτεξουσίου ζώου τὸ μὴ εἶναι αὐτεξούσιον γίνεται, καὶ εἰ ταῦτα τιθείη ἀποδείκνυται τὸ μὴ ἑνοῦσθαι ἄνθρωπον Θεῷ. Τί τοιοῦτον οἱ ἐγγαστρίμυθοι; Τί δὲ οἱ ἐκ γῆς φωνοῦντες, καὶ ἐγκαρδίους μαντείας πεπαιδευμένοι παραπλήσιον τούτοις ἀποφοιβάζουσιν; Ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων ἡ αὐτεξουσιότης, ἐὰν ἡνώθη τῷ Θεῷ τὸ ἀνθρώπινον. Μὴ οὐκ ἦν ἄνθρωπος ὁ εἰπὼν, Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Μὴ οὐκ ἀνεκράθη τῇ θείᾳ φύσει ὁ πᾶσαν τὴν θεϊκὴν δύναμιν ἐν ἑαυτῷ δεικνὺς, κατ' ἐξουσίαν ἐνεργῶν ὅπερ ἐβούλετο; Εἰ μὲν οὖν οὐκ ἐγένετο τοῦτο ἐν ἐκείνῳ, παραγραφέσθω τὴν εὐαγγελικὴν μαρτυρίαν, ψεύδους πάντως καὶ ὁ Παῦλος ἁλώσεται, καὶ οἱ προφῆται, καὶ πάντες οἱ τὰ θαύματα περὶ τοῦ Κυρίου προκαταγγέλλοντες, καὶ οἱ τὰ μετὰ ταῦτα γεγονότα διηγησάμενοι. Εἰ δὲ ἀληθῶς γέγονε τοῦτο, καὶ Θεὸς ἐφανερώθη ἐν σαρκὶ, καὶ ἡ σὰρξ ἡ ἀνακραθεῖσα τῇ θείᾳ φύσει ἓν πρὸς ἐκείνην ἐγένετο, ἄρα, κατὰ τὸν ποιητικὸν μῦθον, ἀπόλωλε τῇ ἀνθρωπίνη φύσει τὸ αὐτεξούσιον, καὶ κατεδουλώθησαν ἄγγελοι, ἐπειδὴ τοῦτο ἐγένετο, ζημιωθέντες τοῦ αὐτεξουσίου τὴν χάριν. Ὦ τῆς παραλόγου καινοφωνίας! οἷα δὴ καὶ ἡ ἐπαγωγὴ τὸ λέγειν, Φθορὰ δὲ τοῦ αὐτεξουσίου ζώου ἐστὶ τὸ μὴ εἶναι αὐτεξούσιον.
Let us examine next the succeeding unescapable fetter, to speak in the manner of the teacher of Apollinaris himself, which he binds tight with the unbreakable chains of his syllogisms and holds forth: If anyone, he says, supposes a man to be united to God beyond all men and angels. Ought one then to scrutinize the meaning in these words as well? Yet it would be like seeking a soul in a stone, and prudence in timber, to seek in the words set forth any trace of a thought, I do not say of a better one, but even of one conducing at least to impiety. Rather, from what is joined next, the inconceivable nature of his statements would be attested: He will make the angels and men devoid of self-governing freedom, just as the flesh also lacks freedom of choice. Now the destruction of a living being endowed with free choice is not to be free in choice; yet nature is not destroyed by Him Who made it; therefore man is not united to God. Oh, what necessity! How unescapable are the coils of his syllogisms! Union towards the Divine strips away the freedom of choice of men and of angels, and not being free in choice becomes the ruin of a living being endowed with free choice, and if one should posit these things, it is demonstrated that man is not united to God. What thing like this do ventriloquists utter? What near to these things do those who sound forth out of the earth, and are trained in divinations from within the breast, chant as oracles? The self-governing freedom of men and of angels is stripped away, if the human element was united to God. Was He not a man Who spoke, But now you seek to kill me, a man who have spoken the truth to you? Was He not mingled with the divine nature Who displayed the whole divine power in Himself, working by His own authority whatever He willed? If therefore this did not come to pass in Him, let the evangelical witness be struck out; Paul too will altogether be convicted of falsehood, and the prophets, and all those who beforehand proclaim the wonders concerning the Lord, and those who recounted the events that came to pass after these things. Yet if this has truly come to pass, and God was manifested in the flesh, and the flesh mingled with the divine nature became one in relation to it, then, according to the poetic myth, freedom of choice has perished for human nature, and angels have been enslaved since this came to pass, having forfeited the grace of free choice. Oh, the absurd novelty of speech! Of what sort too is the inference in saying, Now the destruction of a living being endowed with free choice is not to be free in choice.
Notes, col. 1232

On the reading

Printed 1239, for 1232.

Printed ἀνθρωπίνη, for ἀνθρωπίνῃ.

PG 45:1233Read from the page
Ἄρα οὐκ ἀριθμεῖ τὸ οἰκετικὸν ἐν τοῖς ζώοις, ὅτι μὴ αὐτεξουσίως οἰκονομεῖται παρὰ τὸν βίον, τῇ ἐπικρατούσῃ δυναστείᾳ δεδουλωμένον; Ἐν γὰρ τῷ αὐτεξουσίῳ τὸ ζῶον εἶναι, τίνα ὁ λογογράφος ὁρίζεται. ᾧ δὲ μὴ πάρεστιν ἡ αὐτοκρατὴς τοῦ θελήματος κίνησις, μηδὲ ζῶον οἴεσθαι τοῦτον εἶναι νομοθετεῖ. Οὐκοῦν νεκρὸς ἦν ἐκεῖνος ὁ Χαναὰν, ὅτε τοῖς ἀδελφοῖς διὰ τὴν ἀταξίαν κατεδουλώθη, νεκρὸς ὁ οἰκέτης τοῦ Ἀβραὰμ, νεκρὸς Γιεζὶ τὸ τοῦ Ἐλισσαίου παιδάριον, καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις νεκρὸς ὁ Ὀνήσιμος, νεκροὶ πάντες οἱ ἑκατοντάρχαι δουλεύοντες. Καὶ τί ταῦτα λέγω, τεθνᾶσι πάντες οἱ ὑπεζευγμένοι ταῖς τῶν κρατούντων ἀρχαῖς, ἐν οἷς κωλύεται τὸ αὐτεξούσιον βούλημα. Ἀλλὰ καὶ οἷς ὁ Παῦλος νομοθετεῖ ταῖς ὑπερεχούσαις ἐξουσίαις ὑποτάσσεσθαι, νεκροὶ πάντως εἰσὶ, κἂν ψυχαὶ ὦσι, τῇ ἀπουσίᾳ τοῦ αὐτεξουσίου φθαρέντες, καὶ μηκέτι ζῶα εἶναι δυνάμενοι. Τοῦτο γὰρ κελεύει ὁ Ἀπολιναρίου μῦθος, ἵνα τὴν ἄψυχον ἐκείνην σάρκα συζεύξῃ τῷ ἐπὶ πάντων Θεῷ, εἴτ' οὖν ἄψυχον, εἴτ' οὖν ἀνόητον, πρὸς ἀμφότερα γὰρ ἐπίσης ὁ μῦθος βλέπει. Ἀλλὰ τὸ μὲν ἄψυχον νεκρός ἐστι. Τὸ δὲ δίχα διανοίας ἔμψυχον κτῆνός ἐστιν, ὅπερ οὐδὲ αὐτὸς οὗτος ἀποφεύγει ὡς ἄτοπον, ἀφαιρούμενος τῆς σαρκὸς ἐκείνης τὸ αὐτεξούσιον· τῶν γὰρ ἀλόγων ἴδιον, τὸ μὴ ἐφ' ἑαυτῶν εἶναι, ἀλλ' ὑποτετάχθαι τῇ τοῦ ἀνθρώπου ἀρχῇ.
Does he then not reckon the servile class among living beings, because throughout life it is not governed with self-determining choice, being enslaved to the ruling lordship? For the prose-writer defines being a living creature as consisting in someone having free choice. And whosoever lacks the sovereign movement of the will, he legislates that one must not even deem such a one a living creature. Dead, therefore, was that Canaan when he was enslaved to his brothers on account of his unruliness; dead was the household servant of Abraham; dead was Gehazi the young servant of Elisha; and in the times after these, dead was Onesimus, and dead were all the centurions serving in subjection. And why do I speak of these? All have died who are yoked under the governments of rulers, in whom self-governing resolve is hindered. Nay, even those whom Paul enjoins to be subject to the higher authorities are altogether dead, even though they be souls, having perished through the absence of free choice, and no longer able to be living beings. For this is what the myth of Apollinaris bids, so that he may yoke that soulless flesh to the God over all, whether then soulless or mindless, for the myth looks equally towards both. Yet what is soulless is a corpse; while what is animate apart from understanding is a brute beast, which not even this man himself escapes as absurd when he strips free choice from that flesh; for it belongs to irrational creatures not to be in their own power, but to have been subjected to the rule of man.
Ἀλλ' ἐάσθω καὶ ταῦτα, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· λέξω δὲ τῇ ἐμαυτοῦ φωνῇ τὴν τοῦ ἐναντίου διάνοιαν συντομίας χάριν. Ἐκ τριῶν εἶναι τὸν ἄνθρωπόν φησι, πνεύματος, καὶ ψυχῆς, καὶ σώματος, ὡς καὶ τοῦ Ἀποστόλου τοῦτο διὰ τῆς πρὸς Θεσσαλονικεῖς Ἐπιστολῆς δογματίζοντος, καὶ ἐπάγει τῆς ὑμνῳδίας τῶν τριῶν παίδων τοῦτο τὸ μέρος, τὸ Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων· εἶτα καὶ τὸ, Ἐν πνεύματι, φησὶ, λατρεύειν τῷ Κυρίῳ· καὶ τὴν τοῦ Εὐαγγελίου φωνὴν παρατίθεται, δι' ἧς διδασκόμεθα, τοὺς προσκυνοῦντας Θεῷ ἐν πνεύματι δεῖν προσκυνεῖν. Ταῦτα διεξελθὼν, προστίθησι εἶναί τι παρὰ τοῦτο, τὴν σάρκα τὴν ἀντιστρατευομένην τῷ πνεύματι· ταύτην δὲ οὐκ ἄψυχον λέγει, ὡς διὰ τοῦτο δείκνυσθαι τρίτον εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα. Εἰ οὖν ἐκ τριῶν, φησὶν, ὁ ἄνθρωπος, ἄνθρωπος δὲ καὶ ὁ Κύριος, ἐκ τριῶν πάντως ἐστὶ καὶ ὁ Κύριος, πνεύματος, καὶ ψυχῆς, καὶ σώματος. Ἵνα τοίνυν τὸ διημαρτημένον αὐτοῦ τῆς περὶ τῶν θείων Γραφῶν ὑπολήψεως γένηται δῆλον, ἐν ὀλίγῳ τὰ καθ' ἕκαστον τῶν εἰρημένων διαληψόμεθα. Καὶ πρῶτόν γε τὸ ἀποστολικὸν ἐξετάσωμεν. Οὐ γὰρ
Yet let these things also be set aside, and let us pass on to what follows in the discourse; and I shall state the adversary's meaning in my own words for the sake of brevity. Man, he says, consists of three things, spirit, and soul, and body, as the Apostle also lays down this doctrine through the Epistle to the Thessalonians; and he adduces this part of the hymn-singing of the three youths, Bless, ye spirits and souls of the righteous; and next that saying also, Serving the Lord, he says, in spirit; and he sets beside them the voice of the Gospel, through which we are taught that those who worship God must worship in spirit. Having gone through these things, he adds that there is something besides this, the flesh warring against the spirit; and this he says is not soulless, so that thereby the spirit is shown to be a third thing besides the soul and the body. If therefore, he says, man consists of three things, and the Lord also is man, the Lord too altogether consists of three things: spirit, and soul, and body. In order, therefore, that the error of his supposition concerning the divine Scriptures may become clear, we shall briefly treat each one of the things that have been said. And first of all let us examine the apostolic passage. For not
PG 45:1236Read from the page
τὸν ἄνθρωπον τρισὶ τμήμασι καταμερίζων ὁ Παῦλος κατά γε τὸν ἡμέτερον λόγον, τοῖς Θεσσαλονικεῦσιν ἐκεῖνα γράφει, ὁλοτελῶς αὐτοὺς ἁγιασθῆναι εὐχόμενος τῷ Κυρίῳ, ἐν σώματι, καὶ ψυχῇ καὶ πνεύματι. Ἀλλὰ τίς ἐστι φιλοσοφία περὶ τῆς κατὰ τοῦτον τὸν βίον προαιρέσεως διαφόρως ὑψηλοτέρα, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν αἷς πρὸς τοὺς Κορινθίους ποιεῖται τὸν λόγον. Οἶδε γὰρ ἐκεῖ τινα σάρκινον ἄνθρωπον, καὶ πνευματικὸν πάλιν ἕτερον, καὶ διὰ μέσου τῶν δύο τὸν ψυχικὸν, τὸν μὲν ἐμπαθῆ καὶ ὑλώδη, σάρκινον προσαγορεύων· τὸν δὲ μὴ βαρούμενον τῷ ἐφολκίῳ τοῦ σώματος, ἀλλ' ἐν τοῖς ὑψηλοῖς τὴν διάνοιαν ἔχοντα πνευματικὸν ὀνομάζων· τὸν δὲ μηθέτερον ἀκριβῶς ὄντα καὶ πρὸς ἑκάτερον ἔχοντα τὴν κοινωνίαν, ψυχικὸν ἀποκαλῶν. Ταῦτα δὲ λέγων, οὔτε τὸν σάρκινον τῆς κατὰ τὸν νοῦν ἢ τὴν ψυχὴν ἐνεργείας ἐστερῆσθαι λέγει· οὔτε τὸν πνευματικὸν τῆς πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν συμπλοκῆς ἀλλότριον δείκνυσιν, οὐδὲ τὸν ψυχικὸν, ἢ ἄνουν, ἢ ἄσαρκον ὑποτίθεται· ἀλλ' ἐκ τοῦ πλεονάζοντος τὰς ἐπωνυμίας ταῖς προαιρέσεσι τίθεται. Ὅ τε γὰρ ἀνακρίνων τὰ πάντα καὶ ὑπ' οὐδενὸς ἀνακρινόμενος, καὶ ἔνσαρκός ἐστι, καὶ ἔμψυχος, καὶ πνευματικὸς ὀνομάζεται· καὶ ὁ κατὰ τῆς εὐνῆς τῆς πατρώας τῷ τῆς σαρκὸς πάθει λυσσήσας, οὔτε ἄψυχος ἦν, οὔτε διανοίας κεχώριστο· ὡσαύτως δὲ καὶ ὁ μέσος ἔχων τοῦ τε ἐπαινετοῦ, καὶ τοῦ κατεγνωσμένου, ἐν ἑκατέροις ἐστὶ, καὶ νοῦν ἔχων ἐν ἑαυτῷ, καὶ τὴν φύσιν τῆς σαρκὸς περικείμενος· ἀλλὰ, καθὼς εἴρηται, πρὸς τὰ φαινόμενα τοῦ βίου γνωρίσματα τῆς προσηγορίας κυρίως ἐφαρμοζούσης, οἱ μὲν ἀπολαυστικοί τε καὶ φιλήδονοι, καὶ πρὸς τὰς ἐριστικὰς φιλονεικίας ἐκθύμως ἔχοντες, σάρκινοι λέγονται· οἱ δὲ τὰ πάντα μὲν ἀνακρίνοντες, αὐτοὶ μηδεμίαν παρέχοντες τοῖς βουλομένοις ἀνακρίσεως λαβὴν, διὰ τὸ ὑψηλὸν τῆς πολιτείας πνευματικοὶ ὀνομάζονται· ψυχικὸν δὲ τὸν μεταξὺ τούτων ἑστῶτά φησι, ὃς τοσοῦτον ὑποβέβηκε τούτου, ὅσον ἐκείνου ὑπερανέστηκεν. Ἐπειδὴ τοίνυν βούλεται τὸν δι' ἀρετῆς τελειούμενον μὴ μόνον ἐν τῷ ὑψηλῷ μαρτυρεῖσθαι βίῳ, ἀλλὰ κἄν τι τῶν σωματικῶν ἐνεργῇ πρὸς Θεὸν βλέπειν, κἄν τι τῶν μέσων, μηδὲ οὕτως τοῦ Θεοῦ ἀπολείπεσθαι. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, ὡς καὶ διὰ τῶν σωματικῶν ἀσχολημάτων τοῦ σκοποῦ τῆς θείας δόξης μὴ ἀποπίπτειν. Διὰ τοῦτο τοῖς Θεσσαλονικεῦσιν, ἤδη διὰ πάντων πρὸς τὸ κρεῖττον ὑπειλημμένοις, ὁλοτελῆ τὸν ἁγιασμὸν διὰ τῆς εὐλογίας χαρίζεται, εἰπὼν, Ὁ δὲ Θεὸς ἁγιάσει ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα, καὶ ἡ ψυχὴ, καὶ τὸ πνεῦμα, τουτέστι πᾶν τὸ σωματικὸν, καὶ ψυχικὸν, καὶ πνευματικὸν ἐπιτήδευμα πρὸς ἁγιασμὸν βλέποι. Οὗτος ὁ ἡμέτερος λόγος. Εἰ δέ φησιν ὁ Ἀπο-
dividing man into three parts, at least according to our account, does Paul write those things to the Thessalonians, praying to the Lord that they be wholly sanctified in body, and soul, and spirit. Yet what a supremely loftier philosophy there is concerning deliberate choice in this life, not here alone, but also in the passages where he addresses his discourse to the Corinthians! For there he knows a certain fleshly man, and again another spiritual one, and midway between the two the soulish one: addressing the one subject to passions and material minded as fleshly; naming spiritual the one not weighed down by the dragging appendage of the body, but keeping his understanding in the highest things; and calling soulish the one who is strictly neither, yet holds communion towards each of the two. Now in saying these things, he neither says that the fleshly man has been deprived of the activity pertaining to the mind or the soul; nor does he show the spiritual man to be alien from interweaving with the body and the soul; nor does he suppose the soulish man to be either mindless or fleshless; but from what predominates he assigns the titles to their deliberate choices. For both he who examines all things and is examined by no one is incarnate and ensouled, and yet is named spiritual; and he who raged with the passion of the flesh against his father's couch was neither soulless nor severed from understanding; and in like manner too the middle man, partaking both of the praiseworthy and of the condemned, stands in both, having mind within himself and being clothed about with the nature of the flesh; yet, as has been said, with the designation properly fitting the manifest marks of their life, the self-indulgent and pleasure-loving, who are vehemently disposed towards contentious quarrels, are called fleshly; whereas those who examine all things, affording no handle for scrutiny to those who wish it, are named spiritual on account of the loftiness of their conduct; and he calls soulish the one standing midway between these, who has sunk as far below the latter as he has risen above the former. Since, therefore, he wills him who is perfected through virtue not only to bear witness in the lofty life, but even if he performs some bodily activity to look towards God, and even if one of the indifferent things, not even thus to fall short of God — For whether you eat, he says, or whether you drink, or whatever you do, do all things for the glory of God, so that even through bodily occupations they may not fall away from the aim of the divine glory — therefore upon the Thessalonians, already regarded throughout all things as inclined towards the better, he bestows complete sanctification through his blessing, saying, And God will sanctify you wholly, and may your body, and soul, and spirit be kept sound and entire, that is, may every bodily, and soulish, and spiritual pursuit look towards sanctification. This is our account. But if Apol-
PG 45:1237Read from the page
λινάριος, διὰ τούτου ἰδίως τὸν νοῦν εὐλογεῖσθαι, καὶ τὸ σῶμα πάλιν καὶ τὴν ψυχὴν ἰδιαζόντως διαστεῖλαι τῆς ἐφ' ἑκάστου τούτων εὐλογίας τὴν δύναμιν, πῶς ὁλόκληρον τὸ σῶμα φυλάσσεται, τὸ πάντη, καὶ πάντως ἐν τῷ θανάτῳ διαπεσούμενον; Πῶς ὁλόκληρον τὸ δι' ἐγκρατείας ὑποπιεζόμενόν τε καὶ ῥικνούμενον, καὶ διὰ τῆς σκληροτέρας δουλαγωγίας σαθροποιούμενον; Πῶς ἄν τις εἴποι τὸν πτωχὸν ἐκεῖνον Λάζαρον μὴ διημαρτηκέναι τῆς εὐλογίας, τοῖς τοιούτοις ἕλκεσι βρύοντα, καὶ διὰ τῶν ἰχώρων ἐκδαπανώμενον; Ἀλλὰ, κἂν παράδοξον εἰπεῖν, ἐν ἐκείνῳ τῷ σώματι τῷ διερῥυηκότι τοῖς ἕλκεσιν, ἐντελὴς ἦν ἡ εὐλογία τοῦ Παύλου· ὁλόκληρον γὰρ αὐτοῦ τὸ σῶμα τῇ ψυχῇ διὰ τῆς πνευματικῆς πολιτείας διεσώθη, ὅτι οὐ κατεσπάσθη ταῖς τῆς σαρκὸς ἀνάγκαις ἀπὸ τῆς ὑψηλοτέρας ἐλπίδος εἴς τι τῶν ἀπρεπῶν νοημάτων· οὐ γὰρ παρέσχεν ἡ σὰρξ τῇ ψυχῇ περισπασμὸν, οὐδὲ ἐπεθορυβεῖτο πάθεσι τοῖς σωματικοῖς ἡ διάνοια.
linaris says that through this the mind is separately blessed, and that the body in turn and the soul singularly mark off the power of the blessing upon each of these, how is the body kept sound and entire, which in every way and altogether will fall apart in death? How is that sound and entire which is pressed down and shrivelled through self-mastery, and made frail through harsher subjection? How could anyone say that poor Lazarus had not missed the blessing, teeming with such ulcers and wasting away through oozing discharges? Yet, even if it be paradoxical to say, in that body which had dissolved in ulcers, the blessing of Paul was complete; for his body was preserved sound and entire for his soul through his spiritual way of life, because he was not dragged down by the necessities of the flesh from the loftier hope into any unseemly thoughts; for the flesh afforded no distraction to the soul, nor was his understanding tumultuously troubled by bodily passions.
Ἥ τε τῶν τριῶν ὑμνῳδία παίδων, πνεύματα καὶ ψυχὰς δικαίων πρὸς κοινωνίαν τῆς δοξολογίας παραλαμβάνουσα, οὐκ ἰδίᾳ τὰς ψυχὰς αἰνεῖν διακελεύεται, καὶ ἰδίᾳ τῶν ψυχῶν τὰ πνεύματα, καθὼς ὁ Ἀπολινάριος οἴεται. Τίς γὰρ ἂν γένοιτο τῆς ψυχῆς ἰδιάζων αἶνος, μὴ διὰ τῆς διανοίας πληρούμενος; ψυχὴ γὰρ διανοίας κεχωρισμένη, καθὼς ἤδη πολλάκις εἴρηται, κτῆνός ἐστι τῆς λογικῆς τε καὶ διανοητικῆς ἐνεργείας ἀμέτοχον. Τί οὖν ἄρα τὸν νοῦν, καθὼς οὗτός φησιν, ἀποχωρίζει τῆς ψυχῆς ἡμῶν, δεδόσθω δυνατὸν εἶναι παρὰ τῶν πνευμάτων πληροῦσθαι τὸν αἶνον τῷ Θεῷ, διότι νοῦν εἶναι λέγει τὰ πνεύματα. Εἰ δὲ τὴν ψυχὴν ἄλλο τι παρὰ τὸν νοῦν οἴεται, πῶς αἰνέσει τὸν Θεὸν ὁ ἀνόητος; τίς ἐξ ἀνοίας ἀρέσει τῷ Θεῷ ὑμνῳδία; Τίς δ' ἂν ἔτι χρεία γένοιτο τοῦ νοῦ τῇ ψυχῇ, εἴπερ ἐπὶ τῆς θείας δοξολογίας αὐτάρκης εἴη καθ' ἑαυτὴν ὑμνῳδοῦσα, καὶ μηδὲν τῆς τοῦ νοῦ συνεργίας προσδεομένη; Ἀλλ' οὐ ταῦτα παρὰ τῶν ἐξηγησαμένων ἡμῖν μεμαθήκαμεν. Ἀλλ' ἐπειδὴ ἰσάγγελοί εἰσιν αἱ ψυχαὶ, τῶν σωματικῶν λυθεῖσαι δεσμῶν, καθὼς ὁ Κύριος λέγει, διὰ τοῦτο τῇ μετὰ τῶν πνευμάτων συζυγίᾳ τὴν πρὸς τοὺς ἀγγέλους τῶν ψυχῶν ὁμοτιμίαν ὁ λόγος ἐνδείκνυται· πνεύματα γὰρ οἱ ἄγγελοι κατὰ τὸν εἰπόντα Προφήτην, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, μεθ' ὧν ὑμνῳδεῖν οἱ τρεῖς παῖδες καὶ τὰς τῶν δικαίων ἀξιοῦσι ψυχάς. Ὁ δὲ Σωτὴρ λέγων ἐν πνεύματι δεῖν προσκυνεῖν τὸν Θεὸν, οὐ τὸν νοῦν δηλοῖ τῇ προσηγορίᾳ τοῦ πνεύματος, ἀλλὰ τὸ μὴ δεῖν σωματικάς τι-
And the hymn-singing of the three youths, taking spirits and souls of the righteous into communion of doxology, does not enjoin the souls to praise separately, and the spirits separately from the souls, as Apollinaris supposes. For what peculiar praise of the soul could come to be, if not fulfilled through the understanding? For a soul severed from understanding, as has already often been said, is a brute beast without share in rational and intellectual activity. Why then, if he severs the mind as he says from our soul — let it be granted that it is possible for praise to God to be fulfilled by the spirits, because he says the spirits are mind — yet if he supposes the soul to be something else besides the mind, how shall one devoid of mind praise God? What hymn-singing proceeding from mindlessness will please God? And what further need of the mind could there be for the soul, if indeed in the divine doxology she were self-sufficient, chanting hymns by herself and needing in no way the co-operation of the mind? Yet we have not learned these things from those who have interpreted for us. Rather, since souls are equal to angels when loosed from bodily bonds, as the Lord says, therefore by their conjunction with the spirits the word indicates the equal honour of souls with the angels; for angels are spirits according to the Prophet who spoke, Who makes His angels spirits, together with whom the three youths deem the souls of the righteous also worthy to chant hymns. And the Saviour, in saying that one must worship God in spirit, does not signify the mind by the designation of spirit, but that one must not hold certain bodily-
PG 45:1240Read from the page
νας περὶ τὸ Θεῖον τὰς ὑπολήψεις ἔχειν. Ἐπειδὴ γὰρ ἡ Σαμαρεῖτίς φησι πρὸς τὸν Κύριον ἐν τῷ ὄρει δεῖν προσκυνεῖν τὸν Θεὸν, ὡς ἐμπεριγεγραμμένον τόπῳ, ὅπερ οὐκ ἔξω τῆς σωματικῆς ὑπονοίας ἐστὶ, διὰ τοῦτό φησι πρὸς τὴν πεπλανημένην ἐκ τῆς ἀληθείας ὁ Λόγος, ὅτι πνεῦμα ὁ Θεὸς, τουτέστιν ἀσώματος, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, μὴ σωματικῶς δύνασθαι προσεγγίζειν τῷ ἀσωμάτῳ, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ πληροῦν τὴν προσκύνησιν. Ἀντιδιαστέλλει γὰρ τὰς διορθωτικὰς φωνὰς ταῖς διπλαῖς ἀγνοίαις, τὴν μὲν ἀλήθειαν τῷ τύπῳ, τὸ δὲ πνεῦμα ἀντιδιαιρῶν ταῖς σωματικαῖς ὑπολήψεσι. Τούτου χάριν καὶ ὁ Παῦλος οὔτε ἐν τύπῳ, οὔτε ἐν σώματι, ἀλλ' ἐν πνεύματι λατρεύειν φησὶ τῷ Κυρίῳ, τῇ ἀληθείᾳ ἑπόμενος. Τὸ δὲ λέγειν, ὅτι Ἡ σὰρξ τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, αὐτόθεν ἔχει τῆς τοῦ δόγματος αὐτῶν ἀπάτης τὸν ἔλεγχον· τὸ γὰρ ἀντιστρατεύεσθαι, καὶ αἰχμαλωτίζειν, καὶ μὴ ὑποτάσσεσθαι, καὶ πάντα τὰ τοιαῦτα, προαιρέσεώς ἐστιν ἐνεργήματα. Νοῦ δὲ μὴ ὄντος, οὐδ' ἂν ἡ προαίρεσις εἴη. Οὐκοῦν ἥν φησιν Ἀπολινάριος σάρκα ἔμψυχον καὶ ἐμπροαίρετον, ταύτην οὐδὲ τοῦ νοῦ κεχωρίσθαι ὁμολογεῖ. Ἀλλὰ κἂν σὰρξ λέγηται μόνον, τὸν τῆς ἀνθρωπότητος λόγον ἐν ἑαυτῇ περιέχει, ὡς μὴ δύνασθαί τινος τῶν συμπληρωτικῶν τῆς φύσεως λείποντος, ἄνθρωπον λέγεσθαι.
suppositions concerning the Divine. For since the Samaritan woman says to the Lord that one must worship God on the mountain, as though circumscribed by place — which is not outside bodily supposition — therefore the Word says to her who had strayed from the truth that God is spirit, that is, incorporeal, and that those who worship Him cannot approach the Incorporeal bodily, but must fulfil their worship in spirit and truth. For He sets the corrective utterances in contrast to her twofold ignorance, dividing truth against type, and spirit against bodily suppositions. For this reason Paul also, following the truth, says that he serves the Lord neither in type nor in body, but in spirit. And as for saying that The flesh is not subject to the law of God, from the very statement itself this holds the refutation of the deceit of their doctrine; for warring against, and taking captive, and not submitting, and all such things, are activities of deliberate choice. Yet where mind is not present, deliberate choice could not exist either. Therefore the flesh which Apollinaris calls ensouled and endowed with choice, he confesses has not been severed from the mind either. Nay, even if flesh alone is named, it comprises within itself the definition of humanity, so that if any of the elements completing its nature were lacking, it could not be called man.
Ἀλλ' ἐκ τριῶν, φησὶν, ὁ ἄνθρωπος. Δεδόσθω τοῦτο, κἂν μὴ κατ' ἀνάγκην ἡμᾶς ὁ λόγος τῇ συγκαταθέσει προσάγηται. Ἀλλὰ καὶ ὁ Κύριος, ἄνθρωπος, φησὶ, λεγόμενος, ἐκ τριῶν κἀκεῖνος, πνεύματος καὶ ψυχῆς καὶ σώματος. Οὐδὲ τούτῳ τέως ἀντιμαχόμεθα· πάντα γὰρ ὅσα τὴν ἡμετέραν συμπληροῖ φύσιν, καὶ περὶ ἐκεῖνον τὸν ἄνθρωπον εἶναί τις λέγων, οὐχ ἁμαρτήσεται. Ἀλλὰ καὶ ἐπουράνιος ἄνθρωπος, περὶ τοῦ Κυρίου τοῦτο λέγει, καὶ πνεῦμα ζωοποιοῦν. Καὶ ταῦτα δεχόμεθα· ἡμετέρα γὰρ, ει πρὸς τὸ δέον ἐκληφθείη αὐτῷ ἡ διάνοια. Ὁ γὰρ ἀνακραθεὶς τῷ ἐπουρανίῳ, καὶ μεταποιήσας διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπιμιξίας τὸ γήϊνον, οὐκ ἂν χοϊκὸς, ἀλλ' ἐπουράνιος λέγοιτο. Καὶ ὁ τῷ ζωοποιῷ Πνεύματι· ὁ δὲ ποιῶν ἐφ' ἡμῶν τὴν ἐνέργειαν, καὶ πνεῦμά ἐστι ζωοποιοῦν. Ἀλλ' ἴδωμεν πρὸς τί χρῆται τοῖς εἰρημένοις ὁ λογογράφος. Εἰ ἐκ πάντων, φησὶ, τῶν ἴσων ἡμῖν ἐστι τοῖς χοϊκοῖς ὁ ἐπουράνιος ἄνθρωπος, (ὥστε καὶ τὸ πνεῦμα ἴσον ἔχειν τοῖς χοϊκοῖς), οὐκ ἐπουράνιος ἀλλ' ἐπουρανίου Θεοῦ δο-
Yet man, he says, consists of three things. Let this be granted, even if the argument does not by necessity lead us to assent. Yet the Lord also, he says, being called man, He too consists of three things: spirit and soul and body. Neither do we for the present fight against this; for if anyone says that all things that complete our nature exist about that Man also, he will not err. Yet He is also a heavenly man — he says this concerning the Lord — and a life-giving spirit. These things also we accept; for the doctrine is ours, if its meaning be taken by him in the fitting sense. For He Who was mingled with the heavenly, and transmuted the earthly through intermingling with the better, would not be called of dust, but heavenly. And so too with regard to the life-giving Spirit; and He Who works that activity in us is also a life-giving spirit. Yet let us see to what end the prose-writer uses the things that have been said. If, he says, the heavenly man consists of all things equal to us who are of dust (so as to have his spirit also equal to those of dust), he is not heavenly, but of the heavenly God a re-
Notes, col. 1240

On the reading

Printed ει, for εἰ.

PG 45:1241Read from the page
χεῖον. Πολὺ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ἀσαφὲς, καὶ δυσφώρατον, διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν· πλὴν ἀλλὰ ῥᾴδιον ἀνακαλύψαι τὸ βούλημα. Φησὶ γὰρ, εἰ μὲν ἐλλιπὴς εἴη τῷ νῷ ἐκεῖνος ὁ ἄνθρωπος, ἐπουράνιον αὐτὸν εἶναι· εἰ δὲ ἄρτιος εἴη, μηκέτι ἐπουράνιον, ἀλλὰ δοχεῖον γενέσθαι τοῦ ἐπουρανίου Θεοῦ. Ἐν τούτοις δὲ τί ἄν τις τῶν εἰρημένων πρὸ τοῦ ἑτέρου βδελύξαιτο; Τὸ ἐμποδίζεσθαι τῇ ἀρτιότητι τὸ Θεῖον οἴεσθαι, ὡς οἰκειοτέρας παρὰ τὸν νοῦν τῆς σαρκὸς οὔσης πρὸς τὴν τῆς θεότητος ἕνωσιν· ἢ τὸ τὸν Θεὸν μὲν ἐπουράνιον πιστεύειν εἶναι, τὸν δὲ δεξάμενον ἐν ἑαυτῷ τὸν Θεὸν τὸν οὐράνιον, μὴ ἐκεῖ εἶναι, ὅπου ὁ Θεὸς εἶναι πιστεύεται· ἀλλ' ἑτέρωθι παρὰ τὸν οὐρανὸν εἶναι καὶ ἄλλο τι παρὰ τοῦτο κατονομάζεσθαι; Εἰ γὰρ, φησὶν ὁ Ἀπολινάριος, οὐρανίου Θεοῦ δοχεῖόν ἐστιν, ὁ δὲ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καθὼς ὁ Ἐκκλησιαστὴς λέγει· ἄρα ὁ χωρήσας ἐν ἑαυτῷ τὸν Θεὸν, μετὰ τοῦ χωρηθέντος ἐστὶν, ἐπουράνιος ἀντὶ χοϊκοῦ κυρίως λεγόμενος. Ὡς καὶ δι' ὧν φησιν ὁ λογογράφος, εἴπερ τὸ ἀκόλουθον τοῖς ἰδίοις λόγοις ἐπίστατο, σαφῶς τὸ δόγμα τῆς ἀληθείας κατασκευάζεται, τῇ σοφίᾳ τῶν ἐχθρῶν κρατυνόμενον.
ceptacle. Great indeed in the things that have been said is what is obscure and hard to detect, on account of his feebleness of expression; nevertheless it is easy to uncover his intent. For he says that if that man be deficient in mind, he is heavenly; whereas if he be sound and complete, he is no longer heavenly, but has become a receptacle of the heavenly God. Now in these words, which of the statements would one abhor before the other? Supposing the Divine to be hindered by completeness, as though the flesh apart from mind were more akin towards union with the Godhead; or believing God indeed to be heavenly, yet that he who received the heavenly God within himself is not there where God is believed to be, but exists elsewhere besides heaven and is called something else besides this? For if, as Apollinaris says, he is a receptacle of the heavenly God, and God is in heaven above, as Ecclesiastes says, then he who contained God within himself is with Him Who was contained, being properly called heavenly instead of earthly. Thus even through the things the prose-writer says — if indeed he knew what follows from his own words — the doctrine of the truth is clearly established, strengthened by the wisdom of its enemies.
Ἀλλὰ τὸ ἐφεξῆς ἐξετάσωμεν. Εἰ δὲ ἡμεῖς μὲν, φησὶν, ἐκ τριῶν· αὐτὸς δὲ ἐκ τεσσάρων· οὐκ ἄνθρωπος, ἀλλὰ Ἀνθρωπόθεος. Μὴ γελάτω πρὸς τὸ μωροφανὲς τοῦ ῥήματος καὶ ἀνόητον ὁ ἐντυγχάνων τῷ λόγῳ· στεναζέτω δὲ μᾶλλον πρὸς τὴν ἑκούσιον πήρωσιν τῶν τῇ ἀλογίᾳ ταύτῃ δεδουλωμένων. Ἐὰν πᾶσα ἡ ἀνθρωπίνη φύσις τῇ ἐπισκηνώσει τῆς θείας δυνάμεως σώζηται, Ἀνθρωπόθεος ὁ Θεὸς Λόγος ὀνομασθήσεται, καὶ καθάπερ οἱ μῦθοι, ἐκ διαφόρων συμπλέκοντες φύσεων, τερατεύονται ζῶον, καὶ σχήματα, καὶ ὀνόματα, ἱππελάφους, καὶ τραγελάφους, καὶ τὰ τοιαῦτα πλάσσοντές τε καὶ ὀνομάζοντες, οὕτως καὶ ὁ νέος μυθοποιὸς κατὰ τοὺς διδασκάλους αὐτοῦ τῆς ποιήσεως καταχλευάζει τὸ θεῖον μυστήριον, καὶ τοῦ Ἀποστόλου διαρῥήδην βοῶντος, ὅτι Δι' ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν, οὐχ ἡμίσεως ἀνθρώπου, οὐδὲ μικρόν τι ὑπὲρ τὸ ἥμισυ ἔχοντος, ἀλλὰ τῷ ἀπολύτῳ τῆς φωνῆς ἀμείωτον ἐνδειξαμένου τὴν φύσιν, τὴν σημαινομένην ἐν τῷ ὀνόματι· οὗτος μινώταυρον ἡμῖν διὰ τῆς αἰσχρᾶς ταύτης ὀνοματοποιΐας τερατεύεται τὸ μυστήριον, πολλὰς παρέχων τοῖς ἀλλοτρίοις τῆς πίστεως ἀφορμὰς, δι' ὧν εἴρηκεν, εἰς τὸ χλευάζειν τὸν λόγον τῆς πίστεως. Οὐ γὰρ ἔστι τὸν διασύρειν ἐπὶ γέλωτι τὰ δόγματα θέλοντα, τῆς ἀτόπου ταύτης συνθέσεως τὸν λόγον ἀποτραπῆναι,
Yet let us examine what follows next. If we indeed, he says, consist of three things, and He of four, He is not man, but Man-God. Let him who lights upon this discourse not laugh at the foolish appearance and senselessness of the saying; rather let him groan over the wilful blindness of those enslaved to this unreason. If the whole human nature is preserved in the indwelling of the divine power, God the Word will be named Man-God; and just as myths, weaving together different natures, fabricate some monstrous creature, both shapes and names, moulding and naming horse-stags and goat-stags and such things, so too this new myth-maker, after his own teachers of poetry, mocks at the divine mystery; and whereas the Apostle expressly cries aloud that Through man came the resurrection of the dead — not half a man, nor one having some slight bit above the half, but through the unqualified terminology indicating undiminished the nature signified in the name — this man monstrously turns the mystery into a Minotaur for us through this shameful coining of names, affording through what he has said many pretexts to strangers from the faith for mocking the word of the faith. For it is impossible for one who wishes to tear our doctrines to pieces in derision to turn his argument away from this absurd compound,