Migne Reading Room

PG 45 · cols. 1208–1217 · Read from the page

Against Apollinaris

Against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:1208Read from the page
τοῖς ἀντιθέτοις ἀντιδιαστέλλει τῷ νῷ τὴν σοφίαν, ὥσπερ ἀμήχανον ἐν τῷ αὐτῷ, καὶ περὶ τὸν αὐτὸν εἶναι τὰ δύο; Διό φησιν, Εἰ μὴ νοῦς ἔνσαρκος ἦν, σοφία ἦν· ὡς εἴ τις λέγοι, ει μὴ ὑγεία ἐστὶ, νόσον εἶναι. Τίς οὖν ἡ κατασκευή; Εἰ σοφία, φησὶν, ἦν ἐν τῷ νῷ, οὐ κατέβη ὁ Κύριος, οὐδὲ ἐκένωσεν ἑαυτόν. Ὢ τῆς ἀνανταγωνίστου ἀνάγκης! Πῶς κατασκευάζει τὸ μὴ καταβεβηκέναι τὸν Κύριον ἐκ τοῦ δεῖξαι, ὅτι σοφία ἦν; Οὐκοῦν εἰ ἐκ τοῦ σοφίαν αὐτὸν εἶναι, ἀθετεῖ καὶ ἡ κάθοδος, ὁ τὴν κατάβασιν ὁμολογῶν, τὸ μὴ εἶναι σοφίαν ἐξ ἀνάγκης κατασκευάζει. Ἀλλὰ μὴν ὁμολογεῖται παρὰ τοῦ Ἀπολιναρίου κάθοδος. Ἄρα καὶ τὸ μὴ εἶναι σοφίαν τὸν κατεληλυθότα παρ' ἐκείνου συνομολόγηται. Τοιαῦτα τοῦ γενναίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας ἐπιχειρήματα. Εἶτα ἐπάγει διὰ τῆς ἀσυναρτήτου ἀκολουθίας τῇ προτάσει ταύτῃ τὴν ἐκ τῶν μὴ τιθέντων κατασκευὴν, ἔχουσαν οὕτως· Διὰ τοῦτο καὶ ἄνθρωπος ἦν· ἄνθρωπος γὰρ νοῦς ἐν σαρκὶ κατὰ τὸν Παῦλον. Παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ παρ' ἡμῶν οἴεσθαι κατά τινα παιδιὰν ἐπὶ γέλωτι τὰ τοιαῦτα, ὡς ἐκ προσώπου τοῦ Ἀπολιναρίου συμπλάσσεσθαι· ἔξεστι γὰρ καὶ ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ γεγραμμένων μαθεῖν, ὅτι κατὰ τὴν λέξιν ὁ παρ' ἐκείνου προενήνεκται λόγος, οὕτως ἔχων. Κατὰ ποῖον τοίνυν Παῦλον νοῦς ἔνσαρκος ἄνθρωπος λέγεται; Εἰπάτω τίνα ἕτερον ἐν κρυπτῷ ἔχει Παῦλον; Ὁ γὰρ δοῦλος Ἰησοῦ Χριστοῦ ὁ κλητὸς Ἀπόστολος, ἐν πᾶσι τοῖς παρ' αὐτοῦ γεγραμμένοις τοιοῦτον εἶπεν οὐδέν. Εἰ οὖν μήτε ἡ ἀκολουθία, μήτε ἡ μαρτυρία τὸν λόγον συνίστησι, πόθεν ἡ ἀλλόκοτος αὕτη δογματοποιία τὸ πιστὸν ἔχει; Πάλιν ἕτερον τοῖς εἰρημένοις ἐπάγει νόημα. Ἐπειδὴ ἄνθρωπος, φησὶν, ἦν καὶ ἐπουράνιος, οὗτος ὁ χοϊκός. Πάλιν λέγω ἐπιλελῆσθαι τῆς Μαρίας, ᾗ εὐαγγελίζεται ὁ Γαβριὴλ, ἐφ' ἣν ἐληλυθέναι τὸ ἅγιον Πνεῦμα πιστεύεται, ᾗ ἐπισκιάζει τοῦ Ὑψίστου ἡ δύναμις, ἀφ' ἧς τίκτεται ὁ Ἰησοῦς, ὁ ἔχων τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν ὁ βαστάζων ἐφ' ἑαυτοῦ τὴν ἀρχήν. Ἀρχὴ δὲ πάντως ἐστὶν ὁ Θεὸς Λόγος, ὁ ἐν ἀρχῇ ὢν, καὶ ἀρχὴ ὢν, καθώς φησί που τῆς Γραφῆς ὁ λόγος, ὅτι Ἐγώ εἰμι ἡ ἀρχή. Ἢ τοίνυν δειξάτω μὴ ἐν γῇ τὴν Παρθένον, ἢ ἄνθρωπον οὐράνιον μὴ πλασσέτω, μηδὲ φοβείτω τοὺς ἀμαθεστέρους, ὡς εἰς τὸ Θεῖον ἐξαμαρτάνοντας, ὡς τὸ ἀνθρώπινον παραδεξάμενοι, μὴ συνομολογοῖεν τὸ θεῖον. Ἡ μὲν γὰρ ἐκ γυναικὸς γέννησις τὸ ἀνθρώπινον ἔχει· ἡ δὲ παρθενία ὑπηρετήσασα τῷ τόκῳ, τὸ ὑπὲρ ἄνθρωπον ἔδειξεν. Ὥστε τὸ μὲν γεννηθὲν ἄνθρωπος· ἡ δὲ πρὸς τὴν γέννησιν δύναμις, οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ διὰ Πνεύματος ἁγίου καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως. Οὐκοῦν κατὰ τὸν ἀληθῆ λό-
with opposites set wisdom in contra-distinction to mind, as though it were impossible for the two to exist in the same subject and in relation to the same person? Wherefore he says, If He was not an incarnate mind, He was wisdom—just as if someone were to say, if there is not health, there is sickness. What, then, is the proof? If wisdom, says he, was in the mind, the Lord did not come down, nor did He empty Himself. O irresistible necessity! How does he establish that the Lord has not come down from showing that He was wisdom? If, then, from His being wisdom the descent also sets [Him] at nought, he who confesses the descent of necessity establishes that He is not wisdom. Yet a descent is confessed by Apollinaris. Therefore it has also been agreed by him that He Who has come down is not wisdom. Such are the noble man's clever arguments against the truth. Next, through his incoherent sequence, he subjoins to this proposition a proof drawn from ungranted premises, which runs thus: Therefore He was also man; for man is mind in flesh according to Paul. I beg the readers not to suppose that things of this sort are fabricated by us in some jesting way for laughter, as though in the person of Apollinaris; for one may learn from the very things written by him that the statement has been adduced by him word for word, running thus. According to what sort of Paul, then, is an incarnate mind called man? Let him tell what other Paul he keeps in secret! For the servant of Jesus Christ, the called Apostle, in all the things written by him said nothing of the sort. If, therefore, neither sequence nor testimony sustains the argument, whence does this outlandish fashioning of dogma derive its credibility? Once more he adds another notion to what has been said: Since he was man, says he, and heavenly, this man of dust. Once more I say that he has forgotten Mary, to whom Gabriel brings glad tidings, upon whom the Holy Spirit is believed to have come, whom the power of the Most High overshadows, from whom is born Jesus, Who has the government upon His shoulder—that is to say, He Who bears the sovereignty upon Himself. And the beginning is altogether God the Word, Who was in the beginning and is the beginning, just as the word of Scripture says somewhere: I am the beginning. Either, then, let him show that the Virgin was not upon earth, or let him not fashion a heavenly man, nor frighten the more unlearned as though they sinned against the Divine, lest, having accepted the human, they should not confess the divine along with it. For birth from a woman has what is human, while virginity ministering to the childbirth manifested what surpasses man. Consequently, that which was born is man, while the power unto birth is not from men, but through the Holy Spirit and the power of the Most High. Therefore, according to the true ac-
Notes, col. 1208

On the reading

Printed ει, for εἰ.

PG 45:1209Read from the page
γον καὶ ἄνθρωπός ἐστι καὶ Θεὸς, τῷ ὁρωμένῳ ἄνθρωπος, τῷ νοουμένῳ Θεός. Ὁ δὲ οὐ τοῦτό φησιν ἐν τῷ συμπεράσματι, τῷ φαινομένῳ τὸ θεῖον, οὐ τῷ νοητῷ ὁριζόμενος.
count, He is both man and God—man in what is seen, God in what is apprehended by the mind. Yet this man does not say this in his conclusion, defining the divine by what appears rather than by what is intelligible.
Ἀλλὰ πρὸς τὸ ἐφεξῆς ἐπιχείρημα τῷ λόγῳ μετέλθωμεν. Εἰ μετὰ τοῦ Θεοῦ, φησὶ, νοῦ ὄντος, καὶ ἀνθρώπινος νοῦς ἦν ἐν Χριστῷ. Τοῦτο ἡ πρότασις. Ἡμεῖς δὲ τῷ εἰρημένῳ ἀντιπροτείνομεν· Τίς τῶν ἁγίων νοῦν τὸ Θεῖον ὡρίσατο; Παρὰ ποίαις Γραφαῖς ταὐτὸν εἶναι τῷ νῷ τὸν Θεὸν ἐδιδάχθημεν, ὥστε παραδέξασθαι τὸ λεγόμενον, ὅτι ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος, ἄνους· ὁ Θεὸς δὲ νοῦς τῷ ἀνοήτῳ γίνεται; Ἄρα χρὴ καὶ ὅλον τοῦ ἐπιχειρήματος τούτου καταγράψαι τὸν ὄνειδον· ἀλλὰ δέδοικα μὴ χλευασταί τινες τοῖς ἐντυγχάνουσι δόξωμεν, ὡς ἐπὶ γέλωτι τὴν ἀσχημοσύνην τοῦ λογογράφου δημοσιεύοντες. Πλὴν ὡς ἂν μὴ ἀτελὴς μένοι ἡ πρότασις, τὸ συμπέρασμα μόνον ἐπαγαγεῖν δέον, τὸν διὰ μέσου συρφετὸν ὑπερβήσομαι. Εἰ μετὰ τοῦ Θεοῦ, φησὶ, νοῦ ὄντος, καὶ ἀνθρώπινος ἦν ἐν Χριστῷ νοῦς, οὐκ ἄρα ἐπιτελεῖται ἐν αὐτῷ τὸ τῆς σαρκώσεως ἔργον. Εἰ δὲ μὴ ἐπιτελεῖται τὸ τῆς σαρκώσεως ἔργον ἐν τῷ αὐτοκινήτῳ καὶ μὴ ἀναγκάστῳ νοῖ, ἐν τῷ ἑτεροκινήτῳ, καὶ ὑπὸ τοῦ θείου νοῦ ἐνεργουμένῃ σαρκὶ τελεῖται τὸ ἔργον, ὅ ἐστι λύσις ἁμαρτίας· μεταλαμβάνει δὲ τῆς λύσεως ὁ ἐν ἡμῖν αὐτοκίνητος νοῦς, καθ' ὅσον οἰκειοῖ ἑαυτὸν Χριστῷ. Ὁρᾷς πῶς οἰκεῖα τῇ προτάσει τὰ συμπεράσματα; Τάχα δέ τινος ἐπαοιδοῦ καὶ γαληνοῦ προσδεόμενα πρὸς τὸ διακρῖναι ἡμῖν τὰ τῶν ἐνυπνίων αἰνίγματα, ὥστε εἰπεῖν τί σημαίνει ἡ τῶν ῥημάτων τούτων καινοφωνία· Ὁ αὐτοκίνητος νοῦς, καὶ ἑτεροκίνητος, σὰρξ ἡ ἐπιτελοῦσα τὸ ἔργον τῆς λύσεως. Ἀλλ' ἀφείσθω καὶ ταῦτα τῇ ἀγερωχίᾳ τῶν νέων καταχλευάζεσθαι, ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προῖωμεν. Εἴ τι πλέον, φησὶν, ἕτερος ἑτέρου κομίζεται, τοῦτο δι' ἄσκησιν γίνεται· οὐδεμία δὲ ἄσκησις ἐν Χριστῷ· οὐκ ἄρα νοῦς ἐστιν ἀνθρώπινος. Πῶς μέμνηται τῆς θεοπνεύστου Γραφῆς; Ποία τοῦ Βεσελεὴλ ἄσκησις τῶν τεχνῶν καθηγήσατο; Πόθεν δὲ τῷ Σολομῶντι τῶν τοσούτων ἡ γνῶσις; Ὁ δὲ τὰ συκάμινα κνίζων Ἀμὼς, πῶς ἐξ αιπόλων τοσαύτην ἔσχεν ἐν προφητείᾳ τὴν δύναμιν; Καὶ ὅμως οὐδεὶς τῶν ειρημένων ἐξ οὐρανοῦ καταβέβηκεν, οὔτε ἐν ἀρχῇ ἦν, οὔτε ἴσα Θεῷ ἦν.
Let us pass on in our discourse to the next argument in order. If along with God, says he, Who is mind, there was also a human mind in Christ. That is the proposition. To what has been said we put forward in reply: Which of the saints defined the Divine as mind? In what Scriptures were we taught that God is identical with mind, so as to accept the statement that the man in Christ is mindless, while God becomes mind for the mindless one? Ought we indeed to write out the whole reproach of this argument? Yet I fear lest we should seem to our readers to be mockers of some sort, parading the writer's unseemliness for laughter. Nevertheless, so that the proposition may not remain incomplete, since we need only adduce the conclusion, I shall pass over the intervening rubbish. If along with God, says he, Who is mind, there was also a human mind in Christ, then the work of the incarnation is not accomplished in Him. And if the work of the incarnation is not accomplished in a self-moving and unconstrained mind, the work—which is the loosing of sin—is accomplished in flesh moved from without and actuated by the divine mind; and the self-moving mind within us partakes of that loosing insofar as it allies itself with Christ. Do you see how akin the conclusions are to the proposition? Perhaps they stand in need of some enchanter and diviner as well to interpret for us the riddles of these dreams, so as to tell what the novelty of speech in these words signifies: The self-moving mind, and that moved from without, flesh accomplishing the work of loosing. Let these things too be left to the insolence of the young to jeer at, while we advance to what follows in the discourse. If one person, says he, acquires something more than another, this comes about through practice; yet there is no practice in Christ; therefore there is no human mind [in Him]. How well he remembers divinely inspired Scripture! What practice guided Bezalel in the arts? Whence came to Solomon his knowledge of so many things? And how did Amos, who pinched sycamore figs, obtain from among goatherds so great a power in prophecy? And yet none of those mentioned has come down out of heaven, nor was in the beginning, nor was equal to God.
Notes, col. 1209

On the reading

Printed προῖωμεν, for προΐωμεν.

Printed αιπόλων, for αἰπόλων.

Printed ειρημένων, for εἰρημένων.

PG 45:1212Read from the page
Ἀλλὰ σιγάσθω καὶ τοῦτο τὸ ἐπιχείρημα, μάλιστα διὰ τὸ προσφυὲς τοῦ προτεθέντος αὐτῷ συμπεράσματος, οὕτως κατὰ τὴν λέξιν ἔχοντος· Οὐκ ἄρα σώζεται τὸ ἀνθρώπινον γένος δι' ἀναλήψεως νοῦ, καὶ ὅλου ἀνθρώπου, ἀλλὰ διὰ προσλήψεως σαρκός. Τὸ μὲν συμπέρασμα τοῦτο· τὴν δὲ τῆς ἀναλήψεως, (καὶ προσλήψεως) διαφορὰν ἑρμηνευόντων οἱ ταῖς γραμματικαῖς ψυχρολογίαις ἐμμελετήσαντες, ὥστε τῶν τοιούτων τοῦ λόγου μορίων, ἃ προθέσεις κατανομάζονται, τεχνολογεῖν ἐν μειρακίοις τὴν ἐν ὀλίγῳ διαφωνίαν. Ἡμεῖς γὰρ καὶ τὸν προσειλημμένον ἀνειλῆφθαι νομίζομεν, καὶ τὸν ἀνειλημμένον προσειλῆφθαι οὐκ ἀμφιβάλλομεν, παρὰ τῆς Γραφῆς τὴν τοιαύτην χρῆσιν τοῦ λόγου μεμαθηκότες. Μετὰ δόξης προσέλαβόν με, φησὶν ὁ Δαβίδ· καὶ πάλιν ἑτέρωθι, Ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τοῦ πατρὸς αὐτοῦ. Οὐκοῦν καὶ ὁ μετὰ δόξης προσληφθεὶς ἀνελήφθη, καὶ ἐκ τῶν ποιμνίων ἀναληφθεὶς, προσελήφθη. Περὶ γὰρ τοῦ αὐτοῦ τὰ δύο λέγει, ὥστε τί βούλεται ὁ λέγων, οὐκ ἀναλήψει, ἀλλὰ προσλήψει τῷ Μονογενεῖ τὸ κατὰ τὸν ἄνθρωπον οἰκονομεῖσθαι μυστήριον, οὐδ' ἂν αὐτὸς εἴποι τάχα. Ἐγὼ δὲ φεύγων τῇ ἰλύϊ τῶν ἀσυναρτήτων αὐτοῦ ῥημάτων συνδιαβαπτίζειν τὸν λόγον, τὰ πολλὰ τῆς φλυαρίας ἀφίημι, ἱκανὸν ἔλεγχον εἶναι τῆς ἀτοπίας τῶν λεγομένων οἰόμενος, αὐτὴν ἐπὶ λέξεως αὐτοῦ τὴν τῶν γεγραμμένων ἀνάγνωσιν, ὡς καὶ τὸν σφοδρῶς καταδραμεῖν τῆς αἱρέσεως ἐθέλοντα, μὴ ἂν τοσοῦτον ἐξ οἰκείων λογισμῶν διελέγξαι τὴν ἀτοπίαν, ὡς αὐτὸς ὁ λόγος· δι' ὧν γὰρ κατασκευάζει τὸ ψεῦδος, ἐν τῇ ἀτονίᾳ τῆς συνηγορίας ἀπογυμνοῖ τὴν ἀσέβειαν. Καὶ γὰρ εἰ ἀνθρώπῳ τελείῳ, φησὶ, συνήφθη Θεὸς τέλειος, δύο ἂν ἦσαν. Τὸ δὲ ἀτελὲς ἄρα τῷ τελείῳ συντεθειμένον, οὐκ ἐν δυάδι παρ' αὐτοῦ θεωρεῖται. Οὐκ εἶδεν ὁ γεννάδας, οὐδὲ παιδία ποτὲ τοὺς ἐπὶ τῆς παλάμης δακτύλους ἐξαριθμούμενα, ὁ τὸν μικρὸν τῷ μείζονι συναριθμῶν, ἕνα μὲν ὀνομάζει τὸν ἐλαττούμενον, καὶ ἕνα τὸν ὑπερέχοντα; Δύο δὲ ὅμως εἶναί φησιν, εἰ μετ' ἀλλήλων ἀμφοτέρους λογίζοιτο. Πᾶς γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, τὸ ἀθροιζόμενον ἐκ τούτων ἐν κεφαλαίῳ σημαίνων. Εἰ δὲ τὸ ἀριθμητὸν, ὅ τί περ ἂν ᾖ, τῷ συναριθμουμένῳ παρατιθέμενον, κατὰ τὴν πηλικότητα πλεονάζει τῷ ὄγκῳ παρὰ τὸ ἔλαττον, ἓν καὶ τὸ ἐλαττούμενον ἔσται, κἂν ἐλλείπῃ τὸ μέγεθος. Ὅτ' ἂν μὲν οὖν ἰσομεγέθη δύο τῷ ἀριθμῷ διαλάβωμεν, δύο τέλεια λέγομεν· ὅτ' ἂν δὲ τῷ τελείῳ τὸ λειπὸν συναριθμήσωμεν, δύο μὲν καὶ
Let this argument also be passed over in silence, especially on account of the aptness of the conclusion attached to it, which runs word for word thus: Therefore the human race is saved not through the taking up of a mind and of a whole man, but through the assumption of flesh. Such is the conclusion; as for the difference between taking up (and assumption), let those expound it who have practised themselves in grammatical pedantries, so as to lecture among lads by the rules of art on the slight divergence between such parts of speech, which are termed prepositions. For we suppose that he who has been assumed has also been taken up, and we do not doubt that he who has been taken up has also been assumed, having learned such a usage of the expression from Scripture. With glory they assumed me, says David; and again in another place, He chose David His servant, and took him up from the flocks of his father. Therefore he who was assumed with glory was taken up, and he who was taken up from the flocks was assumed. For Scripture utters both terms concerning the same person, so that what he means who says that the mystery concerning man was dispensed by the Only-begotten not by taking up, but by assumption, perhaps not even he himself could tell. For my part, shunning to plunge our discourse into the mire of his incoherent words, I leave aside the bulk of his nonsense, supposing the very reading word for word of what he has written to be a sufficient refutation of the absurdity of his statements, inasmuch as even one who wished to inveigh vehemently against the heresy could not expose its absurdity so well from his own reasonings as the treatise itself does; for by the very means whereby he tries to establish his falsehood, in the feebleness of his pleading he lays bare his impiety. For if, says he, a perfect God was joined to a perfect man, they would be two. Thus what is imperfect, when compounded with what is perfect, is not viewed by him as a dyad! Has this noble fellow never even seen children counting out the fingers on the palm of the hand—how he who numbers the little one along with the greater names the lesser one, and the surpassing one, one, yet says nonetheless that they are two if he reckons both together with one another? For every number is a combination of units, signifying in sum the total gathered from them. And if the thing numbered, whatever it may be, when set beside that which is numbered with it, exceeds the lesser in quantity by its bulk, the lesser too will still be one, even if it falls short in size. Whenever, then, we embrace in number two things of equal size, we call them two perfect things; whereas whenever we number the deficient along with the perfect, two indeed also
PG 45:1213Read from the page
οὕτω φαμὲν, ἀλλὰ τὸ μὲν ἐλλειπὲς, τὸ δὲ τέλειον. Ὁ δὲ πολὺς οὗτος κατὰ τὴν ἀριθμητικὴν ἐπιστήμην, εἰ μὲν τελείως ἑκάτερον κατὰ τὴν αὐτοῦ φύσιν ἔχει, δύο φησὶ λέγεσθαι τὰ οὕτω λεγόμενα· εἰ δὲ τὸ μὲν ἐλλείποι, τὸ δὲ ἕτερον τέλειον εἴη, ἓν ἀμφότερα γενέσθαι, οὐκ οἶδα ὅπως τὸ ἀτελὲς συναλείφων τῷ περιττεύοντι, καὶ διὰ τῶν ἐναντίων ἐπινοῶν τοῖς ἀσυμβάτοις τὴν ἕνωσιν. Τέλειον γὰρ τελείῳ, καὶ ἀτελὲς ἀτελεῖ μᾶλλον ἁρμόζεται τῇ ὁμοιότητι. Τῆς δὲ τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἑνώσεως, τοῦ ἀτελοῦς φημι πρὸς τὸ τέλειον, λεγέτω τὸν τρόπον ὁ τῆς καινῆς ταύτης ἀριθμητικῆς νομοθέτης.
in this way we say, save that the one is deficient and the other perfect. Yet this great master of arithmetical science says that if each of the two is in a perfect state according to its own nature, things so spoken of are called two; whereas if the one should fall short and the other be perfect, both become one—conflating I know not how the imperfect with the surpassing, and devising through opposites a union for things incompatible. For perfect is rather fitted to perfect, and imperfect to imperfect, by similarity. As for the union of opposite with opposite—of the imperfect, I mean, with the perfect—let the lawgiver of this newfangled arithmetic declare its manner.
Ἀλλ' οὐχ' ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περὶ τὸν Μονογενῆ Θεὸν ἐννοεῖν, καὶ τὴν αἰτίαν λέγει, ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος. Οὐκοῦν ὁ αὐτὸς λόγος μηδὲ τὴν σάρκα τῷ Θεῷ συγχωρείτω· τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι, οὐδὲ ὁ λογογράφος ἀντείποι, ἀπὸ νεότητος μέχρι τελειώσεως, ὥσπερ ἐνδύματα, μετενδυομένην τὰς ἡλικίας. Ἢ πῶς οὐκ ἦν τρεπτὸς, ὁ πρότερον ἐπ' ὠλένης ὑπὸ τῆς μητρὸς κομιζόμενος, εἶτα ἐν παιδίοις, εἶτα ἐν μειρακίοις γινόμενος, καὶ οὕτω κατ' ὀλίγον προελθὼν εἰς τὸ τέλειον, ὥστε εἰς τὸ μέτρον τῆς ἀνθρωπίνης ἡλικίας ἐλθεῖν; Εἰ οὖν ὁ νοῦς διὰ τὸ τρεπτὸν ἀναβάλλεται, διὰ τὴν αὐτὴν αἰτίαν, μηδὲ ἡ σὰρξ ὑπ' αὐτοῦ συγχωρείσθω, καὶ οὕτω ψευδὲς κατ' αὐτὸν δειχθήσεται τὸ Εὐαγγέλιον ἅπαν, καὶ κενὸν τὸ κήρυγμα, καὶ ματαία ἡ πίστις. Εἰ δὲ οὐκ ἀπιστεῖται τὸ ἐν σαρκὶ πεφανερῶσθαι, καὶ ταύτῃ τρεπτῇ, οὐδὲ τὸ νοῦν πάντως διὰ τὴν αὐτὴν αἰτίαν ἀπόβλητον ἔχει· ἀλλ' ὥσπερ ἐν σαρκὶ γενόμενος οὐκ ἐμολύνθη, οὕτως οὐδὲ τὸν νοῦν παραδεξάμενος, εἰς τροπὴν ἠλλοιώθη. Πάλιν δὲ τὸν αὐτὸν ὑπολήψομαι λόγον, ἐκθέμενος τὴν ῥῆσιν αὐτοῦ ἐπὶ λέξεως. Οὐκ ἄρα, φησὶ, σώζεται τὸ ἀνθρώπινον γένος δι' ἀναλήψεως νοῦ, καὶ ὅλου ἀνθρώπου· ἀλλὰ διὰ προσλήψεως σαρκὸς, ᾗ φυσικὸν μὲν τὸ ἡγεμονεύεσθαι· ἐδεῖτο δὲ ἀτρέπτου νοῦ, μὴ ὑποπίπτοντος αὐτῇ διὰ ἐπιστημοσύνης ἀσθένειαν, ἀλλὰ συναρμόζοντος αὐτὴν ἀβιάστως ἑαυτῷ. Τίς οὐκ οἶδεν, ὅτι τὸ δεόμενον τοῦ ἀνενδεοῦς ἕτερον τῇ φύσει πάντως ἐστὶ, καὶ τὸ πεφυκὸς ἡγεμονεύεσθαι, τοῦ ἐν τῇ φύσει τὸ ἄρχειν ἔχοντος; Ὁμοίως κατὰ τὸν λόγον τῆς οὐσίας παρήλλακται ὡς ἡ τῶν ἀλόγων φύσις ὑποχειρίως ἔχειν τῇ τῶν ἀνθρώπων κατεσκευάσθη, καὶ ὁ ἄνθρωπος οὐκ ἐπίκτητον τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν, ἀλλ' οἰκείαν ἔχει. Εἰ οὖν φυσικὸν τῇ σαρκὶ τὸ
Yet he does not deem it fitting to conceive of a human mind in relation to the Only-begotten God, and he states the reason: that the human mind is mutable. Let the same argument, then, not allow even the flesh to God; for not even the writer could gainsay that it is mutable, changing its stages of life like garments from youth unto maturity. Or how was He not subject to change Who first was carried in arms by His mother, then came to be among young children, then among lads, and so advanced little by little unto maturity, so as to reach the measure of human stature? If, therefore, the mind is put off on account of its mutability, for the same reason let not the flesh be allowed by him either; and thus, according to him, the whole Gospel will be shown to be false, our preaching empty, and our faith vain. But if His having been manifested in flesh—and mutable flesh at that—is not disbelieved, neither does He by any means hold the mind to be rejected for the same cause; rather, just as on coming to be in flesh He was not defiled, so neither on accepting the mind was He altered unto mutability. Once more I shall take up the same argument, setting out his statement word for word: Therefore, says he, the human race is saved not through the taking up of a mind and of a whole man, but through the assumption of flesh, to which it is natural to be ruled; and it stood in need of an immutable mind that would not succumb to it through weakness of knowledge, but would harmonize it with itself without compulsion. Who does not know that what stands in need is altogether other in nature from that which needs nothing, and what is by nature fitted to be ruled is other than that which possesses rule in its own nature? In like manner it differs in the principle of its essence, just as the nature of irrational creatures was framed to be subject to that of men, and man possesses his dominion over irrational creatures not as something acquired, but as his own. If, then, it is natural to the flesh to
Notes, col. 1213

On the reading

Printed οὐχ', for οὐχ.

PG 45:1216Read from the page
ἡγεμονεύεσθαι, καθώς φησιν ὁ Ἀπολινάριος, ἡγεμονικὸν δὲ τῇ φύσει τὸ Θεῖον, πῶς ὁ ταῦτα διδοὺς, ἓν ἐξ ἀρχῆς εἶναι τὰ ἀμφότερα τῇ φύσει διορίζεται, πᾶσιν ὄντος προδήλου ὅτι ἕτερος τοῦ ὑποχειρίου, καὶ ἄλλος τοῦ ἐπιστατοῦντος ὁ λόγος, καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι, καὶ ἕτερον πάλιν, ᾧ φύσις τὸ ἡγεμονεύειν ἐστίν; Εἰ οὖν ἐν τοῖς ἀναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσί; Πῶς δὲ θείαν τινὰ καὶ οὐρανίαν σάρκα περιπλάσσει τῷ Λόγῳ; Μᾶλλον δὲ αὐτὸν προαποσαρκοῖ τὸν Λόγον, οὐκ οἰκονομικῶς ἐπ' ἐσχάτων ἡμερῶν τὴν ἡμετέραν ὑπελθόντα μορφὴν, ἀλλ' ἀεὶ τοῦτο ὄντα, καὶ ἀεὶ ἐν τῷ αὐτῷ διαμένοντα. Ὁ γὰρ ἐπιδεᾶ λέγων εἶναι τοῦ ἀτρέπτου τὴν σάρκα, καὶ τοῦ καθηγουμένου προσδέεσθαι, τὴν ἡμετέραν ἄντικρυς λέγει σάρκα, τὴν διὰ τὸ τρεπτὸν τῆς φύσεως εἰς ἁμαρτίαν πεσοῦσαν. Εἰ δὲ ὑπερουράνιόν τι καὶ θεῖον σῶμα, καθώς φησι, θεωρεῖται περὶ τὸν Λόγον, οὐδὲ τὸ τρεπτὸν αὐτῷ πάντως κατὰ τὸ ἀκόλουθον δίδωσιν, οὔτε τὸ ἐπιδεὲς τοῦ εὐθύνοντος· καὶ οὗτος οὐχ ἡμέτερος, ἀλλὰ τῆς θείας φωνῆς ἐστιν ὁ λόγος ὁ εἰπὼν, μὴ δεῖσθαι τοὺς ὑγιαίνοντας ἰατροῦ, ἀλλὰ τοὺς κακῶς ἔχοντας. Ἐν γὰρ τῷ οὐρανῷ ἡ ἐξ ἁμαρτίας νόσος οὐκ ἔστιν, ἀλλ' ἡμεῖς μὲν οἱ τὴν ἁμαρτίαν νοσήσαντες, οἱ διὰ τῆς τοῦ κακοῦ παραδοχῆς ἀσθενήσαντες· ἡμεῖς διὰ τὸ τραπῆναι πρὸς τὸ κακὸν τοῦ ἀτρέπτου προσδεήθημεν, οἱ τῆς σωζούσης ἀποπλανηθέντες ὁδοῦ, τοῦ καθηγουμένου πρὸς τὸ ἀγαθὸν ἐν χρείᾳ γεγόναμεν· ὥστε εἰ ἀληθῆ ταῦτα τῇ περὶ τὸν Κύριον σαρκὶ προσμαρτυρεῖ ὁ λογογράφος, ὅτι καὶ πέφυκεν ἡγεμονεύεσθαι, καὶ ἀτρέπτου τοῦ καθηγουμένου χρήζει, οὐδὲν ἕτερον, ἢ τὸ ἡμέτερον σύγκριμα διερμηνεύει τῷ λόγῳ. Εἰ δὲ ἐν τῇ σαρκὶ ὁρίζεται τὴν θεότητα, τὸ δὲ Θεῖον, ἕως ἂν ᾖ τοῦτο, ὃ λέγεται, ἄλλου τοῦ ὁδηγοῦντος οὐκ ἐπιδέεται, οὐδὲ γὰρ ἐπιδέχεται τὴν πρὸς τὸ χεῖρον τροπὴν καὶ ἀλλοίωσιν· μάτην οὖν αὐτῷ τὰ περὶ τῆς σαρκὸς νῦν εἰρημένα διερραψῴδηται· εἰ γὰρ θεία τις αὕτη, δῆλον ὅτι καὶ ἄτρεπτος· εἰ δὲ τρεπτὴ, πάντως οὐ θεία.
to be governed, just as Apollinaris affirms, whereas the Divine is ruling by nature, how does he who concedes these points define both to be one by nature from the beginning, when it is manifest to all that the principle of what is subject is one thing and that of what presides is another, and that what is naturally led is one thing while that whose nature is to govern is quite another? If, then, the nature of each of these—I mean of the flesh and of the Godhead—is beheld in opposite properties, how are the two natures one? And how does he fashion round the Word some divine and heavenly flesh? Rather, he makes the Word Himself enfleshed beforehand, as though He did not assume our form by dispensation in the last days, but always was this and always remained in the same state. For he who says that the flesh stands in need of the unchanging One and requires one to guide it plainly speaks of our own flesh, which fell into sin through the mutability of its nature. Yet if, as he says, some supra-celestial and divine body is contemplated around the Word, then by logical consequence he neither ascribes mutability to it at all, nor the need of one to direct it; and this saying is not ours, but belongs to the divine voice which declared that those who are well have no need of a physician, but those who are sick. For in heaven the disease arising from sin does not exist; rather, it is we who fell sick with sin, we who grew weak through admitting evil; we, because we turned towards evil, stood in need of the unchanging One, and having strayed from the saving way, came to need a guide towards the good; so that if this prose-writer bears witness that these things are true of the flesh concerning the Lord—namely, that it is by nature governed and needs an unchanging guide—he expounds by his argument nothing other than our own compound. But if he defines the Godhead as being in the flesh, and the Divine, so long as it is what it is called, stands in no need of another to lead it—for it does not admit of mutation and alteration for the worse—then in vain have the things just spoken concerning the flesh been stitched together by him; for if this flesh is something divine, plainly it is also unchanging; and if changeable, it is altogether not divine.
Notes, col. 1216

On the reading

Printed ἀναντίοις, for ἐναντίοις.

PG 45:1217Read from the page
Τίς ἂν οὖν διεξέλθοι τὸν συγκεχυμένον τοῦτον καὶ ἀσύστατον τῶν δογμάτων μῦθον, μηδέποτε ἐπὶ τοῦ αὐτοῦ βαίνοντα, ἀλλὰ κατὰ τὰς ἐνυπνίους φαντασίας, ἄλλο τε ἄλλο φαινόμενον; Νῦν μέν φησι θείαν εἶναι τὴν σάρκα τοῦ Λόγου καὶ συναΐδιον, πάλιν ἐπίκτητον καὶ προσειλημμένην, εἶτα ἀλλοτρίως ὡς πρὸς τὴν ἡμετέραν ἔχουσαν φύσιν, τὴν παθητὴν καὶ ἐπίκηρον· πάλιν, ἐπιδεᾶ τοῦ εὐθύνοντος, καὶ τῷ κατὰ τροπήν τε καὶ ἀλλοίωσιν πάθει ἐνεχομένην, καὶ διὰ τοῦτο αὐτὴν ἄνουν ποιεῖ, ἵνα ἰατρευθῇ τῇ θεότητι, ὥσπερ ἐμπόδιον ἡγούμενος τὸν νοῦν τῆς θείας ἐπ' ἀνθρώπων κηδεμονίας, καὶ προσφιλέστερον τῷ Θεῷ τὸ ἀνόητον. Οὐκοῦν μακαριστότερον οἴεται τὸ νοῦν μὴ ἔχειν, εἴπερ προσλαμβάνεται, καθώς φησιν οὗτος, παρὰ Θεοῦ τὸ ἀνόητον. Τί οὖν οὐ διορθοῦται τὸν Σολομῶντα, ὅς φησιν, Ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται; Οὐδὲ γὰρ ἄλλην οἶμαι τὴν κυβέρνησιν ἐνταῦθα παρὰ τοῦ παροιμιακοῦ αἰνίγματος λέγεσθαι, εἰ μὴ τὴν ἡμετέραν φύσιν, τὴν ἐν κακίᾳ χειμασθεῖσαν, καὶ ναυαγήσασαν, τῇ ἐπιστασίᾳ τοῦ ἀληθινοῦ κυβερνήτου πρὸς τὸν λιμένα τοῦ θείου θελήματος εὐθυνομένην. Εἰ οὖν ἐν τῇ ἀνοίᾳ ὁ ἄνθρωπος σώζεται, πῶς ὁ νοήμων κυβέρνησιν κτήσεται; Τίνι δ' ἂν οἰκειότερον ἐν φύσει εἴη τὸ Θεῖον; Πρὸς τί μᾶλλον καταλλήλως ἔχειν τὴν θείαν φύσιν ὁ λογισμὸς ὑποτίθεται; Παχεῖά τις καὶ ἀντιτυπής ἐστιν ἡ σὰρξ, καὶ πρὸς τὴν γεώδη φύσιν συγγενῶς ἔχει· νοερὸν δέ τι καὶ ἀφανὲς καὶ ἀσχημάτιστον ἡ διάνοια. Τί ἂν μᾶλλον οἰκειότερον εὑρεθείη ἐκ τούτων πρὸς τὸ συναρμοσθῆναι Θεῷ, τὸ παχὺ καὶ γεῶδες, ἢ τὸ ἀναφές τε καὶ ἀσχημάτιστον; Θῶς δὲ συναρμόζεται τῷ Θεῷ σὰρξ, ὥς φησιν, ἀβιάστως, ἡ μεταλαμβάνουσα τῆς καθαρᾶς ἀρετῆς; Τίς γὰρ οὐκ οἶδεν. ὅτι ἀρετὴ προαιρέσεώς ἐστι κατόρθωμα; Ἡ δὲ σὰρξ ὄργανόν ἐστι τῆς προαιρέσεως, τῇ ὁρμῇ τῆς διανοίας ἐγκείμενον, πρὸς ὅπερ ἂν ὁ κινῶν ἄγῃ, πρὸς τοῦτο μετατιθέμενον. Ἡ δὲ προαίρεσις οὐδὲν ἕτερον εἰ μὴ νοῦς τίς ἐστι, καὶ πρός τι διάθεσις. Εἰ οὖν μεταλαμβάνειν φήσει τὸν ἄνθρωπον καθαρᾶς ἀρετῆς, ἐν ᾧ νοῦς οὐκ ἔστι, τὸ τὴν ἀρετὴν ἑκουσίως ὑποδεχόμενον τί ἂν εἴη; Εἰ μὴ ἄρα τὸ βεβιασμένον ἀβίαστον ὁ λογογράφος νοεῖ. Ὅτ' ἂν γὰρ μὴ τοῦ νοῦ συντιθεμένου τῇ προτιμοτέρᾳ ῥοπῇ, ἔξω τῶν κατὰ κακίαν ἐνεργημάτων τὸ σῶμα γένηται, ἀνάγκης ἔργον οὐ προαιρέσεως ἔσται τὸ κατορθούμενον· ὁ δὲ διὰ τῆς τῶν λογισμῶν ἐπικρίσεως τὸ ἀγαθὸν προαιρούμενος, κρείττων πάσης ἀνάγκης καὶ βίας ἐστὶν, οἴκοθεν ἔχων τὴν πρὸς τὸ κρεῖττον ῥοπήν. Πῶς οὖν τῷ ἀπροαιρέτῳ ὁ λογογράφος μαρτύρεται τὸ ἀβίαστον, οὗ μηδεὶς λογισμὸς ἴδιος πρὸς τὸ καλὸν καθηγήσατο; Τὸ γὰρ μὴ ἐκ
Who, then, could recount in full this confused and incoherent myth of dogmas, which never proceeds upon the same footing, but like fantasies in dreams appears now one thing and now another? At one moment he says that the flesh of the Word is divine and co-eternal, then again that it is acquired and assumed from without, next that it possesses a nature alien to ours, which is passible and mortal; again, that it stands in need of one to direct it and is subject to the passion of turning and alteration, and on this account he makes it mindless so that it may be healed by the Godhead, as though deeming the mind an obstacle to God's caring providence over human beings, and what lacks understanding dearer to God. He therefore supposes it more blessed not to have a mind, if indeed—as this man claims—what lacks understanding is assumed by God. Why, then, does he not correct Solomon, who says, The man of understanding shall acquire guidance? For I do not think any other guidance is meant here by the proverbial riddle than our own nature, storm-tossed in wickedness and shipwrecked, being steered under the oversight of the true Helmsman towards the haven of the divine will. If, then, a human being is saved in folly, how shall the man of understanding acquire guidance? And to what in nature would the Divine be more akin? Towards what does reason suppose the divine nature to stand in more fitting relation? The flesh is something coarse and resistant, and has kinship with earthy nature; whereas the intellect is something noetic, invisible, and unfigured. Which of these would be found more akin for being harmonized with God: what is coarse and earthy, or what is intangible and unfigured? And how is flesh harmonized with God, as he says, uncoercedly, partaking of pure virtue? For who does not know that virtue is a right accomplishment of deliberate choice? Yet the flesh is an instrument of choice, lying at the disposal of the impulse of the intellect, shifted towards whatever the one moving it may lead it. Deliberate choice, however, is nothing other than a certain mind and disposition towards something. If, then, he shall say that a human being in whom there is no mind partakes of pure virtue, what would that be which willingly receives virtue? Unless perhaps the prose-writer conceives what has been forced to be uncoerced! For whenever, without the mind assenting to the preferable inclination, the body comes to be outside the workings of wickedness, what is rightly done will be a work of necessity, not of choice; whereas he who chooses the good through the judgement of his reasonings is superior to every necessity and compulsion, having from within himself the inclination towards the better. How, then, does the prose-writer bear witness of uncoerced freedom in what lacks choice, whom no own reasoning has guided towards the noble? For what is not from
Notes, col. 1217

On the reading

Printed Θῶς, for Πῶς.

Printed οἶδεν., for οἶδεν,.