τῇ καταστάσει τῆς ψυχῆς ἐν ἀταραξίᾳ γαληνιάζουσα. Συμβαίνει τοίνυν ἀμέσως πρὸς τὴν κακίαν τῆς ἀρετῆς διεστώσης, μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφότερον τῷ ἑνὶ παραγίνεσθαι· ὁ γὰρ τοῦ σωφρονεῖν ἀποστὰς, ἐν τῷ ἀκολάστῳ πάντως γίνεται βίῳ, καὶ ὁ τὸν ἀκάθαρτον βδελυξάμενος βίον, κατώρθωσεν ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ τὸ ἀμόλυντον. Οὕτω καὶ τᾶλλα πάντα, ὁ ταπεινόφρων τῆς ὑπερηφανίας κεχώρισται, καὶ ὁ διὰ τοῦ τύφου ἑαυτὸν ἐξογκώσας, τὴν ταπεινοφροσύνην ἀπώσατο. Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν; Πῶς ἐπὶ τῶν ἀντικειμένων τῇ φύσει ἡ τοῦ ἑνὸς ἀπουσία θέσις καὶ ὕπαρξις τοῦ ἑτέρου γίνεται, οὕτω τοίνυν ἐχούσης ἡμῶν τῆς προαιρέσεως, κατ' ἐξουσίαν ἔχειν ᾧπερ ἂν ἐθέλῃ τούτῳ συσχηματίζεσθαι, καλῶς φησι πρὸς τὴν ὡραιωθεῖσαν ὁ λόγος· ὅτι Ἀποστᾶσα μὲν τῆς τοῦ κακοῦ κοινωνίας ἐμοὶ προσήγγισας· πλησιάσασα δὲ τῷ ἀπροσίτῳ κάλλει, καὶ αὐτὴ καλὴ γέγονας, οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα. Κατόπτρῳ γὰρ ἔοικεν ὡς ἀληθῶς τὸ ἀνθρώπινον κατὰ τὰς τῶν προαιρέσεων ἐμφάσεις μεταποιούμενον. Ἄν τε γὰρ χρυσὸν ἴδοι, χρυσὸς φαίνεται, καὶ τὰς αὐτὰς αὐγὰς τῆς ὕλης διὰ τῆς ἐμφάσεως δείκνυσιν· ἄν τέ τι τῶν ειδεχθῶν ἐμφανείη, καὶ τούτου τὸ αἶσχος δι' ὁμοιώσεως ἀπομάσσεται, βάτραχόν τινα, ἢ φρῦνον, ἢ σκολόπενδραν, ἢ ἄλλο τι τῶν ἀηδῶν θεαμάτων τῷ οἰκείῳ ὑποκρινόμενον, ᾧπερ ἂν τούτων εὑρεθῇ ἀντιπρόσωπον. Ἐπειδὴ τοίνυν κατὰ νώτου τὴν κακίαν ποιησαμένη ἡ κεκαθαρμένη ψυχὴ ὑπὸ Λόγου, τὸν ἡλιακὸν ἐν ἑαυτῇ κύκλον ἐδέξατο, καὶ τῷ ὀφθέντι ἐν αὐτῇ φωτὶ συνεξέλαμψε, διὰ τοῦτό φησι πρὸς αὐτὴν ὁ Λόγος, ὅτι Γέγονας ἤδη καλὴ πλησιάσασα τῷ ἐμῷ φωτὶ, διὰ τοῦ προσεγγισμοῦ τὴν κοινωνίαν ἐφελκομένη τοῦ κάλλους. Ἰδοὺ εἶ καλὴ, φησὶν, ἡ πλησίον μου. Εἶτα ἐπισχὼν, καὶ οἷον ἐν προσθήκῃ τινὶ καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον, ειπών· Ἰδοὺ εἶ καλή. Ἀλλ' ἐν μὲν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν· ἐνταῦθα δὲ τὴν ἐκ τοῦ εἴδους τῶν ὀμμάτων γνωριζομένην· Ὀφθαλμοὶ γάρ σου, φησὶ, περιστερᾶς. Πρότερον μὲν γὰρ ὅτε ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν. Νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται· ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινός ἐστι τὸ περιστερᾶς τὰ ὄμματα εἶναι, ὅπερ μοι δοκεῖ τοιαύτην ἐμφαίνειν διάνοιαν, ἐπειδὴ ταῖς καθαραῖς τῶν ὀμμάτων κόραις ὁρᾶται τῶν ἀτενιζόντων τὰ πρόσωπα. Φασὶ γὰρ οἱ τοιαῦτα φυσιολογεῖν ἐπιστήμονες, ὅτι τὰς τῶν ειδώλων ἐμπτώσεις δεχόμενος, αἳ τῶν ὁρατῶν ἀποῤῥέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν ὁ ὀφθαλμός. Τούτου χάριν ἔπαινος γίνεται τῆς τῶν ὀφθαλμῶν εὐμορφίας τὸ τῆς περιστερᾶς εἶδος, τὸ ταῖς κόραις αὐτῶν ἐμφαινόμενον. Πρὸς ὃ γὰρ ἄν τις ἐνατενίσῃ, τοῦτο δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα. Ἐπεὶ οὖν μηκέτι πρὸς σάρκα καὶ αἷμα βλέπων, πρὸς τὸν πνευματικὸν βίον ὁρᾷ, καθώς φησιν ὁ Ἀπόστολος, ζῶν πνεύματι, καὶ πνεύματι στοιχῶν, καὶ τὰς πράξεις τοῦ σώματος θανατῶν τῷ πνεύματι, καὶ ὅλος δι' ὅλου πνευματικὸς γενόμενος, οὐ ψυχικὸς, οὐδὲ σάρκινος· τούτου χάριν μαρ-
upon the state of the soul as she rests in serene tranquillity. It comes to pass, therefore, since virtue stands directly opposed to vice, that both cannot be present together in the same person at once; for he who departs from temperance inevitably comes to be in a dissolute life, and he who abhors the impure life achieves undefilement in turning away from evil. So also in all other things: the humble-minded man is separated from arrogance, and he who has puffed himself up through conceit has thrust away humility. And what need is there to linger in recounting each particular? Just as in things opposed by nature the absence of the one becomes the positing and existence of the other, so then, since our free choice possesses the authority to conform itself to whichever it wills, rightly does the Word say to her who has been made beauteous: Having departed from fellowship with evil, you have drawn near to Me; and having approached the unapproachable Beauty, you yourself have also become fair, shaped like a mirror to My own impress. For human nature truly resembles a mirror, being transformed according to the reflections of its choices. For whether it looks upon gold, gold appears, and through the reflection it displays the very gleams of that substance; or if anything ugly should appear, it likewise takes the imprint of its foulness through likeness—acting the part of some frog, or toad, or centipede, or any other unpleasant sight in its own semblance, whichever of these it is found facing. Since, therefore, the soul purified by the Word, having put vice behind its back, has received within itself the solar disk and has shone forth together with the light that appeared within her, on this account the Word says to her: You have already become fair by drawing near to My light, attracting communion in beauty through your approach. Behold, you are fair, He says, my neighbour. Then, pausing, and beholding her as though come to a certain addition and intensification of beauty, He repeats the same utterance again, saying: Behold, you are fair. Yet in the former He named her his neighbour, whereas here He names her as recognized from the form of her eyes: For your eyes, He says, are those of a dove. Formerly, when she was likened to a horse, her praise lay in cheek and neck; now, however, when her own beauty has been manifested, the grace of her eyes is praised, and the praise of her eyes is that her eyes are those of a dove—which seems to me to indicate the following meaning, inasmuch as the faces of those who gaze intently are seen in the pure pupils of the eyes. For those skilled in giving natural accounts of such things say that the eye exercises vision by receiving the impacts of images which stream off from visible objects. On this account the form of the dove appearing in their pupils becomes the praise of the comeliness of the eyes; for whatever one gazes intently upon, of that one receives the likeness within oneself. Since, then, looking no longer towards flesh and blood, one looks towards the spiritual life—as the Apostle says, living by the Spirit, and walking by the Spirit, and putting to death the deeds of the body by the Spirit, and having become wholly spiritual throughout, not natural nor carnal—on this account witness is