Migne Reading Room

PG 44 · cols. 816–825 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:816Read from the page
Φησὶ γάρ· Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες. Μαρτυρεῖται δὲ παρὰ τῶν τὰ τοιαῦτα παρατετηρηκότων, τοῦτο τὸ ὄρνεον μένειν, εἰ διαζευχθείη τῆς συζυγίας, εἰς τὸ ἐφεξῆς ἀσυνδύαστον, ὡς φυσικῶς ἐν αὐτῷ τὸ κατορθοῦσθαι τὴν σωφροσύνην. Διὰ τοῦτο τὸ αἴνιγμα τῶν ἐπαίνων συμπαρελήφθη ὑπὸ τοῦ Λόγου τοῦτο τὸ ὄρνεον, ὡς ἀντὶ χαλινοῦ γίνεσθαι τῇ σιαγόνι τῆς θείας ἵππου τὴν τῆς τρυγόνος ὁμοίωσιν, δι' ἧς ἡ καθαρὰ ζωὴ ἐπιπρέπειν τῇ τοιαύτῃ ἵππῳ διασημαίνεται. Διὸ θαυμαστικῶς φησι πρὸς αὐτὴν ὁ Λόγος· Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες. Ἐπάγει δὲ τούτῳ καὶ ἕτερον δι' ὁμοιώσεως ἔπαινον, λέγων· Τράχηλός σου ὡς ὁρμίσκοι. Ἅπαξ γὰρ ἐμπεσὼν τῇ τροπικῇ σημασίᾳ, διὰ τῶν περὶ τῶν ἵππων θεωρουμένων ἐπινοεῖ τῇ νύμφῃ τὸν ἔπαινον. Ἐπαινεῖ γὰρ τὸν τράχηλον τὸν ἐν σχήματι κύκλου γυρούμενον, ὃ δὴ περὶ τοὺς γαυροὺς τῶν πώλων ὁρῶμεν γινόμενον. Ἡ γὰρ τῶν ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον εὐπρεπέστερον ἑαυτοῦ τὸν πῶλον ποιεῖ· ὅρμος δὲ λέγεται κυρίως μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη κατὰ τὸ ἐντὸς μηνοειδὴς κοιλανθεῖσα, ὑποδέχεταί τε τῷ κόλπῳ τὴν θάλασσαν, καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ πελάγους προσπλέοντας. Ἐκ μεταφορᾶς δὲ διὰ τοῦ σχήματος ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται. Ὅταν δὲ ὑποκοριστικῶς ὁρμίσκον ἀντὶ ὅρμου λέγωμεν, τὴν ἐν ὀλίγῳ τοῦ σχήματος ὁμοιότητα διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμεθα. Πολλὰ τοίνυν εἰς ἐγκώμια συντελοῦντα τὴν νύμφην, ἡ πρὸς τοὺς ὁρμίσκους ὁμοιότης τοῦ τραχήλου ἐνδείκνυται· πρῶτον μὲν ὅτι εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐχένα, πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρᾷ· δι' ὧν ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον, μήτε τῷ λίθῳ προσπταίων, μήτε κενεμβατῶν τῷ βόθρῳ. Τοῦτο δὲ οὐ μικρόν ἐστιν εἰς εὐφημίαν ψυχῆς, τὸ, πρὸς ἑαυτὴν βλέπειν, καὶ δι' ἀσφαλείας πάσης πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι, πάντα τὰ ἐκ πειρασμῶν τινων ἐγγινόμενα πρὸς τὸν δρόμον ἐμπόδια, διαλλομένην καὶ ὑπερβαίνουσαν. Ἔπειτα δὲ καὶ αὐτὸ τὸ πρωτότυπον τῶν ὅρμων ὄνομα, ὅθεν διὰ τὴν τοῦ σχήματος ὁμοιότητα, ὁ περιδέρραιος κόσμιος ὁρμίσκος ὠνόμασται, μεγάλων τινῶν ἐγκωμίων ὑπερβολὴν περιέχει, ὅταν ὡμοιώθη τοῖς ὅρμοις ὁ τράχηλος. Τίνα δέ ἐστι τὰ ἐγκώμια τὰ διὰ τούτων ἡμῖν ὑπὸ τοῦ λόγου δηλούμενα; Ἡδύ τι καὶ σωτήριόν ἐστι τοῖς καταπλέουσιν ὁ λιμὴν, καὶ τὸ μετὰ τὴν ἐν θαλάσσῃ κακοπάθειαν, ὅρμον τινὰ καταλαβεῖν εὐδιάζοντα, ἐν ᾧ λήθην ποιησάμενοι τῶν ἐν θαλάσσῃ κακῶν, ὅλοι τῆς ἀναπαύσεως γίνονται, τοὺς μακροὺς πόνους δι' ἡσυχίαν παραμυθούμενοι, οὐκ ἔστιν αὐτοῖς οὐκέτι ναυαγίου φόβος, οὔτε ἡ τῶν ὑφάλων ὑπόνοια, οὔτε πειρατῶν κίνδυνος, οὔτε πνευμάτων ταραχὴ, οὔτε ἡ ἐκ βυθῶν ἀνοιδαίνουσα διὰ τῶν ἀνέμων θάλασσα· ἀλλὰ πάντων τῶν τοιούτων κινδύνων ἐκτὸς γίνονται οἱ χειμαζόμενοι, τοῦ πελάγους ἐν τῷ ὅρμῳ γαληνιάζοντος. Εἰ τοίνυν οὕτω τις τὴν ἑαυτοῦ ψυχὴν καταστήσειεν, ὡς αὐτήν τε γαλήνην ἔχειν ἐν ἀκύμονι τῇ ἡσυχίᾳ, μηδὲν παρακινουμένην ἐκ τῶν πνευμάτων
For He says: How beautified are your jaws like turtledoves! Now it is attested by those who have closely observed such matters that this bird, if parted from its mate, remains thereafter unpaired, so that temperance is naturally achieved within it. On account of this enigma of praises this bird was taken up along with the rest by the Word, so that in place of a bridle the jaw of the divine horse has the likeness of the turtledove, whereby a pure life is signified as befitting such a horse. Wherefore the Word says unto her with admiration: How beautified are your jaws like turtledoves! And to this He subjoins also another praise by way of likeness, saying: Your neck is like necklaces. For having once entered upon tropical signification, through the features observed about horses He devises praise for the bride. For He praises the neck that curves round in the shape of a circle, which very thing we see occurring in spirited colts. For the mention of necklaces points to the circle, whose shape displayed upon the neck renders the colt comelier than itself; now the word hormos strictly denotes coastal places wherein the shore, hollowed out inwardly in crescent form, both welcomes the sea into its bosom and through itself gives rest to those sailing in from the open main. And by metaphor, on account of its shape, the ornament worn round the neck is called hormos. And when by way of diminutive we say hormiskos instead of hormos, through such a word we point to the likeness of the shape on a small scale. Many traits, therefore, contributing unto praises of the bride are indicated by the likeness of the neck to necklaces: first, indeed, that in bending his neck into the shape of a circle, the colt looks towards the plantings of his own feet, whereby he makes his course both free from stumbling and secure, neither striking against a stone nor stepping blindly into a pit. And this is no small thing for the commendation of a soul: namely, to look unto herself, and with all security to press onward towards the divine course, leaping across and surmounting all obstacles to the course that arise from certain temptations. And next, even the primitive noun itself of roadsteads—whence, through likeness of shape, the collar ornament has been named a necklace—contains a surpassingly great measure of certain praises when the neck was likened unto roadsteads. And what are the praises declared to us through these things by the discourse? A sweet and saving thing for those sailing into port is a harbour, and, after hardship at sea, to reach some fair-weather roadstead wherein, having forgotten their evils at sea, they give themselves wholly to rest, solacing their long labours on account of quiet; no longer have they fear of shipwreck, nor suspicion of sunken reefs, nor danger of pirates, nor tumult of winds, nor the sea swelling up from the depths through the gales; rather, those tempest-tossed come to be outside all such dangers while the main lies calm within the roadstead. If, therefore, anyone should so dispose his own soul as both to keep calm itself in waveless quiet, stirred up in naught by the spirits
Notes, col. 816

On the reading

Printed κόσμιος, for κόσμος.

PG 44:817Read from the page
τῆς πονηρίας, μήτε δι' ὑπερηφανίας οἰδαίνουσαν, μήτε τοῖς τοῦ θυμοῦ κύμασιν ἐξαφρίζουσαν, μήτε κατ' ἄλλο τι πάθος κλυδωνιζομένην, καὶ περιφερομένην παντὶ ἀνέμῳ, τῷ τὰ ποικίλα κύματα τῶν παθημάτων ἐγείροντι· εἰ τοίνυν αὐτή τε οὕτως ἔχοι, καὶ τοὺς ἐν τῷ πελάγει τοῦ βίου χειμαζομένους ἐν ταῖς παντοδαπῶν τῶν κακῶν τρικυμίαις ἐν ἑαυτῇ καταστέλλοι, λίαν αὐτοῖς καὶ ἀκύμαντον τὴν δι' ἀρετῆς ζωὴν ὑφαπλώσασα, ὥστε τοὺς ἐν αὐτῇ γεγονότας ἐκτὸς γίνεσθαι τῶν ἐκ ναυαγίου κακῶν, καλῶς τοῖς ὑπὸ τοῦ Λόγου ἐπαινουμένοις ὁρμίσκοις ὁμοιοῦται, τῆς πληθυντικῆς σημασίας τὴν ἐν ἑκάστῳ εἴδει τῆς ἀρετῆς τελειότητα σημαινούσης. Εἰ γὰρ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς ἂν πάντως ὁ ἔπαινος ἦν, ὡς οὐ τὴν αὐτὴν καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν μαρτυρίαν ἔχων· νῦν δὲ πᾶσαν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν ἡ πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις. Καὶ τοῦτο συμβουλή τίς ἐστι παρὰ τοῦ Λόγου τῷ κοινῷ τῆς Ἐκκλησίας προσαγομένη, τὸ μὴ δεῖν ἡμᾶς πρὸς ἕν τι τῶν ἀγαθῶν βλέποντας, ἀμελῶς περὶ τὰ λοιπὰ τῶν κατορθωμάτων ἔχειν. Ἀλλ' εἴ σοι γέγονεν ὅρμος ἡ σωφροσύνη, καθάπερ τισὶ μαργαρίταις τῷ καθαρῷ βίῳ τὸν τράχηλον λαμπρύνων· ἔστω σοι καὶ ἕτερος ὅρμος, ὁ τοὺς τιμίους λίθους τῶν ἐντολῶν ἐν ἑαυτῷ περιείργων, καὶ δι' ἑαυτοῦ τῆς δέρρης πλεονάζων τὸ κάλλος· ἔστω σοι καὶ ἄλλος κόσμος περιαυχένιος, ἡ εὐσεβής τε καὶ ὑγιαίνουσα πίστις, κύκλῳ τὸν τῆς ψυχῆς αὐχένα διαλαμβάνουσα. Οὗτός ἐστιν ὁ κλοιὸς ὁ χρύσεος ὁ ἐκ τοῦ ἀκηράτου τῆς θεογνωσίας χρυσίου τῷ τραχήλῳ περιλαμπόμενος· περὶ οὗ φησιν ἡ παροιμία· ὅτι Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ τῷ τραχήλῳ.
of wickedness, neither swelling up through pride, nor foaming forth with the waves of anger, nor tossed by waves according to any other passion, and carried round by every wind that stirs up the manifold waves of passions; if, therefore, she both be thus disposed herself, and calm within herself those tempest-tossed upon the main of life amid the triple waves of manifold evils, having spread out beneath them the smooth and waveless life through virtue, so that those who have come to be within her stand outside the evils of shipwreck, she is rightly likened unto the necklaces praised by the Word, the plural signification pointing to perfection in every form of virtue. For had she been likened unto one necklace alone, the praise would assuredly have been incomplete, as not possessing the same testimony over the remaining virtues as well; whereas now the likeness unto the multitude of necklaces embraces in its word the whole testimony of the virtues. And this is a certain counsel brought forward by the Word to the common body of the Church: that we must not, while looking towards some single good, be neglectful concerning the rest of right achievements. Rather, if temperance has become a necklace for you, brightening your neck by a pure life as though with certain pearls, let there be for you another necklace too, enclosing within itself the precious stones of the commandments, and through itself augmenting the beauty of your neck; let there be for you also another collar ornament, pious and sound faith, encircling round about the neck of the soul. This is the golden collar shining round the neck out of the unalloyed gold of the knowledge of God; concerning which the proverb says: You shall receive a crown of graces upon your head, and a golden collar about your neck.
Ἡ μὲν οὖν διὰ τῶν ὁρμίσκων συμβουλὴ τοιαύτη. Καιρὸς ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον προσθεῖναι τῇ θεωρίᾳ, ὃν οἱ φίλοι τοῦ νυμφίου πρὸς τὴν παρθένον πεποίηνται. Ἔστι δὲ ἡ λέξις αὕτη· Ὁμοιώματα χρυσίου ποιήσωμέν σοι μετὰ στιγμάτων τοῦ ἀργύρου· ἕως ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ. Τούτων δὲ, τῷ μὲν πρὸς τὸν εἰρμὸν βλέποντι τῆς προαποδοθείσης ἡμῖν θεωρίας, δοκεῖ πως ἡ διάνοια συνηρτῆσθαι καὶ τὸ ἀκόλουθον ἔχειν. Ἡ δὲ λέξις ἐμβαθύνουσα ταῖς τροπικαῖς σημασίαις, δυσκατανόητον ποιεῖ τὸ διὰ τῶν αἰνιγμάτων δηλούμενον. Ἐπειδὴ γὰρ τὸ τῆς ψυχῆς κάλλος τῇ ἵππῳ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων ἁρμάτων ἀφωμοιώθη, τουτέστι τῇ ἀγγελικῇ στρατιᾷ· τῇ δὲ ἵππῳ ἐκείνῃ φησὶν ὁ καλὸς ἐπιβάτης, χαλινὸν μὲν εἶναι τὴν καθαρότητα, ἣν διὰ τοῦ ὁμοιῶσαι τὰς σιαγόνας ταῖς τρυγόσιν ἐνεσήμαινε· κόσμον δὲ περιαυχένιον τοὺς ποικίλους ὅρμους τοὺς διὰ τῶν ἀρετῶν περιστίλβοντας· βούλονταί τινα καὶ οἱ φίλοι προσθήκην τῷ κάλλει τῆς ἵππου ποιήσασθαι, ἐξ ὁμοιωμάτων χρυσίου κατακοσμοῦντες τὰ φάλερα, οἷς ἐνστίζουσι καὶ τοῦ ἀργυρίου τὴν καθαρότητα, ὡς ἂν μᾶλλον διαλάμποι τὸ κάλλος τοῦ προκοσμήματος, τῆς αὐγῆς τοῦ ἀργύρου πρὸς τὴν λαμπηδόνα τοῦ χρυσίου συγκιρναμένης. Ἀναγκαῖον δ' ἂν εἴη τὰς τροπικὰς ἐμφάσεις καταλιπόντας, ὠφελούσης ἡμᾶς διανοίας μὴ ἀποστῆσαι τὸν λόγον. Προσεικάσθη μὲν ἐκείνῃ τῇ ἵππῳ ἡ
Such, then, is the counsel conveyed through the necklaces. And it would be seasonable to add unto our contemplation the next saying also, which the friends of the Bridegroom have addressed unto the virgin. And the text runs thus: Likenesses of gold will we make for you with studs of silver, while the king is on his couch. Now to one looking at the sequence of the contemplation previously set forth by us, the thought of these words seems in some way to hang together and possess coherence. Yet the wording, plunging deep into tropical significations, renders hard to grasp what is declared through the enigmas. For since the beauty of the soul was likened unto the cavalry destructive of the Egyptian chariots, that is, unto the angelic host; and since the good Rider says to that cavalry that purity is its bridle—which He signified by likening her jaws to turtledoves—while its collar ornament is the manifold necklaces gleaming round about through the virtues; the friends also wish to make a certain addition unto the beauty of the cavalry, adorning its trappings out of likenesses of gold, whereupon they stud in the purity of silver as well, so that the beauty of the frontlet ornament may shine forth all the more as the gleam of the silver is blended with the radiance of the gold. Yet it would be needful, leaving aside the tropical figures, not to remove our discourse from a sense profitable to us. Likened indeed unto that cavalry was the
Notes, col. 817

On the reading

Printed λίαν, for λείαν.

PG 44:820Read from the page
διὰ τῶν ἀρετῶν κεκαθαρμένη ψυχή. Ἀλλ' οὔπω τοῦ Λόγου γέγονεν ὑποχείριος, οὐδὲ ἐβάστασεν ἐφ' ἑαυτῆς τὸν ἐπὶ σωτηρίᾳ τοῖς τοιούτοις ἐποχούμενον ἵπποις. Χρὴ γὰρ πρῶτον διὰ πάντων κατακοσμηθῆναι τὸν ἵππον, εἶθ' οὕτως τὸν βασιλέα ἔποχον δέξασθαι. Εἴτε δὲ ἄνωθεν ἑαυτῷ ἐφαρμόζοι τὸν ἵππον, ὁ κατὰ τὸν Προφήτην ἐπιβαίνων ἐφ' ἡμᾶς τοὺς ἵππους, καὶ ἐπὶ σωτηρίᾳ ἡμῶν ἱππαζόμενος· εἴτε καὶ ἐν ἡμῖν γένοιτο, ἐνοικῶν τε καὶ ἐμπεριπατῶν, καὶ ἐπὶ τὰ βάθη τῆς ψυχῆς ἡμῶν διαδυόμενος, οὐδὲν διαφέρει κατὰ τὴν ἔννοιαν. ᾯ γὰρ ἂν τὸ ἓν ἐξ ἀμφοτέρων γένηται, συγκατωρθώθη καὶ τὸ λειπόμενον. Ὅ τε γὰρ ἐφ' ἑαυτοῦ τὸν Θεὸν ἔχων, καὶ ἐν ἑαυτῷ πάντως ἔχει· καὶ ὁ ἐν ἑαυτῷ δεξάμενος ὑπέβη τὸν ἐν αὐτῷ γεγονότα. Οὐκοῦν μέλλει ὁ βασιλεὺς τῷ ἵππῳ τούτῳ ἐπαναπαύεσθαι. Ταὐτὸν δέ ἐστιν ἐπὶ τῆς θείας δυνάμεως, καθὼς εἴρηται, καθέδρα τε καὶ ἀνάκλισις· ὁπότερον γὰρ ἂν ἐξ ἀμφοτέρων ἐν ἡμῖν γένηται, τὸ ἴσον ἡ χάρις ἔχει. Ἐπειδὴ τοίνυν οἱ ἑτοιμασταὶ τοῦ βασιλέως, εὔθετον πρὸς ὑποδοχὴν αὐτῷ διὰ τῶν προκοσμημάτων τὸν ἵππον ποιοῦσι· ταὐτὸν δέ ἐστιν ἐπὶ Θεοῦ, τὸ ἔν τινι καὶ τὸ ἐπί τινος γενέσθαι· καταλιπόντες τὸ κατὰ τὴν τροπικὴν σημασίαν ἀκόλουθον, οἱ παρασκευασταὶ καὶ θεράποντες, κλίνην τὸν ἵππον ἐποίησαν. Χρὴ γὰρ ἡμᾶς, φησὶν, ὁμοιώματα χρυσίου ποιῆσαι μετὰ στιγμάτων τοῦ ἀργυρίου, τὰ τοῦ ἵππου τὴν μορφὴν ὡραΐζοντα. Ἵνα γένηται ὁ βασιλεὺς οὐκ ἐν καθέδρᾳ, φησὶν, ἀλλ' ἐν ἀνακλίσει αὐτοῦ.
soul purified through the virtues. Yet she has not yet become subject unto the Word, nor has she borne upon herself Him Who rides for salvation upon such horses. For first the horse must be thoroughly adorned in all respects, and thereafter receive the King mounted upon it. And whether from above He fit the horse unto Himself—He Who, according to the Prophet, mounts upon us His horses and rides for our salvation—or whether He also come to be within us, both indwelling and walking within, and penetrating into the depths of our soul, it makes no difference as to the sense. For unto whomsoever the one of the two comes to pass, the remaining one has been achieved along with it as well. For both he who has God upon himself assuredly has Him within himself too; and he who has received Him within himself has placed himself beneath Him Who has come to be within him. Therefore the King is about to take His rest upon this horse. And in the case of the divine power, as has been said, sitting and reclining are the selfsame thing; for whichever of the two comes to pass in us, the grace holds an equal measure. Since, therefore, the King's preparers render the horse fit for His reception through the frontlet ornaments—and in the case of God, coming to be in someone and coming to be upon someone are the selfsame thing—leaving aside the sequence belonging to the tropical signification, the preparers and attendants made the horse a couch. For we must, it says, make likenesses of gold with studs of silver that beautify the form of the horse: so that the King may come to be, it says, not upon a seat, but upon His couch.
Ἡ μὲν οὖν ἀκολουθία τῆς λέξεως, καθὼς ὁ Λόγος ὑπέδειξε, τοῦτον ἔχει τὸν τρόπον· ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον, τί δή ποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται, ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα· καὶ οὐκ αὐτὸς ὁ ἄργυρος, ἀλλὰ τὰ ἐξ ὕλης ταύτης τῷ ὁμοιώματι τοῦ χρυσίου ἐγκροτούμενα στίγματα. Ὁ τοίνυν περὶ τούτων ὑπενοήσαμεν, τοιοῦτόν ἐστι· Πᾶσα ἡ περὶ τῆς ἀρρήτου φύσεως διδασκαλία, κἂν ὅτι μάλιστα δοκεῖ θεοπρεπῆ τινα καὶ ὑψηλὴν ἐμφαίνειν διάνοιαν, ὁμοίωμα χρυσίου ἐστὶν, οὐκ αὐτὸ τὸ χρυσίον. Οὐ γὰρ ἔστι παραστῆσαι δι' ἀκριβείας τὸ ὑπὲρ ἔννοιαν ἀγαθόν· κἂν Παῦλός τις ᾖ, ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, κἂν τῶν ἀλαλήτων ῥημάτων ἐπακροάσηται, ἀνέκφραστα μένει περὶ Θεοῦ τὰ νοήματα. Ἄρρητα γάρ φησιν εἶναι τῶν νοημάτων τούτων τὰ ῥήματα. Οἱ τοίνυν τοὺς λογισμούς τινας ἡμῖν ἀγαθοὺς ἐντιθέντες περὶ τῆς τῶν μυστηρίων ἐννοήσεως, αὐτὸ μὲν εἰπεῖν ὅπως ἔχει φύσεως ἀδυνατοῦσι, λέγουσι δὲ ἀπαύγασμα δόξης, καὶ χαρακτῆρα τῆς ὑποστάσεως, μορφὴν Θεοῦ, Λόγον ἐν ἀρχῇ, Λόγον Θεόν. Ἅπερ πάντα ἡμῖν μὲν τοῖς ἀθεάτοις ἐκείνου τοῦ θησαυροῦ, χρυσίον δοκεῖ· τοῖς δὲ δυναμένοις ἀναβλέπειν πρὸς τὴν ἀλήθειαν, ὁμοίωμά ἐστι χρυσίου καὶ οὐ χρυσίον, ἐν τοῖς λεπτοῖς τοῦ ἀργύρου διαφαινόμενον στίγμασιν. Ἀργύριον δὲ ἡ ῥηματικὴ σημασία ἐστὶ, καθώς φησιν ἡ Γραφή· Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Τὸ τοίνυν διὰ τούτων δηλούμενον, τοιοῦτόν ἐστιν, ὅτι ἡ θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας. Τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγιγνόμενον νόημα,
The sequence of the wording, therefore, even as the Word showed, stands in this wise; yet it is worthwhile not to pass over unconsidered why ever gold itself is not taken for adornment, rather than the likenesses of gold; and not silver itself, rather than the studs hammered out from this material upon the likeness of gold. Now what we surmised concerning these things is as follows: Every teaching concerning the ineffable nature, even though it seems as much as possible to display some God-befitting and lofty thought, is a likeness of gold, not the gold itself. For it is impossible to present with exactness the Good that surpasses conception; even if someone be a Paul, initiated in paradise into the unutterable mysteries, even if he listen to the unspeakable words, the thoughts concerning God abide beyond expression. For he says that the words of these thoughts are ineffable. Those, therefore, who implant in us certain good reasonings concerning the conception of the mysteries are unable indeed to tell how that nature stands in itself, yet they speak of radiance of glory, and stamp of subsistence, form of God, Word in the beginning, Word Who is God. All of which things, to us indeed who have not beheld that treasure, seem to be gold; whereas to those able to look upward towards the truth, they are a likeness of gold and not gold, shining through in the fine studs of silver. And silver is verbal signification, even as Scripture says: The tongue of the righteous is fire-tried silver. What is declared through these things, therefore, is as follows: that the divine nature lies beyond every apprehensive thought. And the conception arising in us concerning it,
Notes, col. 820

On the reading

Printed Ὁ, for Ὃ.

PG 44:821Read from the page
ὁμοίωμά ἐστι τού ζητουμένου. Οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκεῖνο τὸ εἶδος, ὃ οὔτε τις εἶδεν, οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιογραφεῖ τοῦ ζητουμένου, ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς ἐγγινομένην. Πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς, στιγμῆς τινος ἀμεροῦς δύναμιν ἔχει, μὴ δυναμένος ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς θείας κατανοήσεως· πάντα δὲ λόγον ἑρμηνευτικὸν, στιγμὴν βραχεῖαν δοκεῖν μὴ δυναμένην τῷ πλάτει τῆς διανοίας συνεπεκτείνεσθαι. Τὴν οὖν διὰ τῶν τοιούτων νοημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν. Καὶ τοῦτό ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον· ὅτι Σοὶ ποιήσωμεν, ὦ ψυχὴ, τῇ καλῶς πρὸς τὸν ἵππον ἀπεικασθείσῃ, ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα. Τοιαύτη γὰρ τούτων λόγων ἀργύρου ἡ δύναμις, ὡς ἐναύσματά τινα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ ῥήματα, μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα. Σὺ δὲ ταῦτα δεξαμένη, ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως τοῦ σοι ἐνανακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος εἶ καὶ οἶκος γενήσῃ. Τάχα δ' ἄν τις εἴποι τὴν Παύλου ψυχὴν, καὶ εἴ τις ἄλλη γέγονε κατ' ἐκείνην, τῶν τοιούτων ἀξιοῦσθαι ῥημάτων. Ἐκεῖνος γὰρ σκεῦος ἐκλογῆς ἅπαξ τῷ Δεσπότῃ γενόμενος, καὶ ἐφ' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ εἶχε τὸν Κύριον· ἐν μὲν τῷ βαστάζειν αὐτοῦ τὸ ὄνομα ἐναντίον ἐθνῶν καὶ βασιλέων ἵππος γενόμενος· ἐν δὲ τῷ μηκέτι αὐτὸν ζῇν, ἀλλ' ἐν ἑαυτῷ δεικνύειν ζῶντα ἐκεῖνον, καὶ δοκιμὴν διδόναι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, οἶκος περιληπτικὸς τῆς ἀπεριλήπτου γενόμενος φύσεως.
is a likeness of that which is sought. For it does not show forth that very form itself, which no one either has seen or is able to see, but through a mirror and through an enigma sketches in outline a certain semblance of that which is sought, arising in souls out of some conjecture. And every word significative of such thoughts possesses the force of a certain partless point, being unable to manifest what the mind intends; so that every thought indeed lies lower than the comprehension of God, while every interpretative word seems a brief point unable to stretch out alongside the breadth of the thought. He says, therefore, that the soul guided by the hand through such thoughts towards an inkling of things incomprehensible must through faith alone house within herself the nature that surpasses every mind. And this is what is spoken by the friends: Unto you, O soul rightly likened to the cavalry, let us make certain semblances and likenesses of the truth. For such is the power of these words of silver that the utterances seem to be certain spark-like kindlings, unable with exactness to manifest the indwelling thought. Yet when you have received these things, you shall become through faith both beast of burden and dwelling-place of Him Who is about to recline within you through His indwelling in you; for of the selfsame One you both are a throne and shall become a house. Perchance someone might say that the soul of Paul, and whatever other soul has come to be like hers, is deemed worthy of such words. For having once become a vessel of election unto the Master, he held the Lord both upon himself and within himself: in bearing His name before nations and kings, having become a horse; and in no longer living himself, but showing forth Him living within himself, and giving proof of Christ speaking within him, having become a house capable of containing the uncontainable nature.
Ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ (εἶεν δ' οὗτοι τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν), τελειότερόν πως γίνεται τῇ προσθήκῃ τῶν χαρισμάτων ἡ νύμφη. Καὶ μᾶλλον προσεγγίσασα τῷ ποθουμένῳ, πρὶν τὸ κάλλος αὐτοῦ τοῖς ὀφθαλμοῖς ἐμφανῆναι, διὰ τῆς ὀσφραντικῆς αἰσθήσεως τοῦ ζητουμένου ἐφάπτεται, οἷόν τινος χρωτὸς ἰδιότητα ὀσφραντικῇ δυνάμει κατανοήσασα, καί φησιν ἐπεγνωκέναι αὐτοῦ τὴν ὀσμὴν τῇ εὐωδίᾳ τοῦ μύρου, οὗ νάρδος ἐστὶ τὸ ὄνομα, ταύτῃ πρὸς τοὺς φίλους τῇ φωνῇ χρησαμένη, Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Ὥσπερ ὑμεῖς, φησὶν, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος χρυσίον, ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε, οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραδύτητος τῶν τοῦ λογικοῦ ἀργύρου στιγμάτων, ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου· οὕτω κἀγὼ διὰ τῆς εὐπνοίας τοῦ ἐμοῦ μύρου, τὴν αὐτὴν ἐκείνου εὐωδίαν τῇ αἰσθήσει
When the friends of the Bridegroom have bestowed these things as a grace upon the pure and virgin soul (now these would be the ministering spirits sent forth for service for the sake of those who are about to inherit salvation), the bride becomes in some way more perfect through the addition of the gifts of grace. And having drawn still nearer unto Him Who is longed for, before His beauty appears to her eyes, she lays hold of Him Whom she seeks through the sense of smell, having perceived by her olfactory power, as it were, the distinctive quality of some body, and she says that she has recognized His scent by the sweet fragrance of the ointment whose name is spikenard, using this utterance unto the friends: My spikenard gave forth His scent. Just as you, she says, bestow upon us not the unalloyed gold itself of the Godhead, but likenesses of gold through thoughts within our capacity, uncovering the things concerning Him not by radiant speech, but having afforded certain semblances of that which is sought through the slowness of the studs of rational silver; so I too, through the sweet breath of my ointment, with my sense that very fragrance of His
Notes, col. 821

On the reading

Printed τού, for τοῦ.

PG 44:824Read from the page
παρεδεξάμην. Τοιοῦτον δέ τινα νοῦν δοκεῖ μοι τὸ λεγόμενον ἔχειν· Ἐπειδὴ πολλῶν καὶ διαφόρων ἀρωμάτων, ἀλλ' οὐ κατ' ἄλλην ἰδιότητα εὐπνοούντων, τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον, μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ᾗ ὄνομα νάρδος ἐστὶν, ὅλῳ τῷ σκευάσματι παρεχομένης τὸ ὄνομα· τὸ δὲ ἐκ πάντων τῶν ἀρωματικῶν ἰδιωμάτων εἰς μίαν συνερανιζόμενον εὔπνοιαν, ὡς αὐτὴν τοῦ νυμφίου τὴν εὐωδίαν ἡ κεκαθαρμένῃ αἴσθησις δέχεται· ταῦτα διὰ τῶν εἰρημένων παιδεύειν ἡμᾶς τὸν Λόγον οἰόμεθα, ὅτι ἐκεῖνο μὲν ὁ τί ποτε κατ' οὐσίαν ἐστὶ, τὸ πάσης ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως, ἀπρόσιτόν τε καὶ ἀναφὲς καὶ ἄληπτον· ἡ δὲ ἐν ἡμῖν διὰ τῆς τῶν ἀρετῶν καθαρότητος μυρεψουμένη εὐωδία, ἀντ' ἐκείνου ἡμῖν γίνεται, μιμουμένη τῷ καθ' ἑαυτὴν καθαρῷ τὸ τῇ φύσει ἀκήρατον, καὶ τῷ ἀγαθῷ τὸ ἀγαθὸν, καὶ τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον, καὶ τῷ ἀναλλοιώτῳ τὸ ἀναλλοίωτον, καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐν ἡμῖν κατορθουμένοις τὴν ἀληθινὴν ἀρετὴν, περὶ ἧς φησιν Ἀββακοὺμ ὁ προφήτης, ὡς τοὺς οὐρανοὺς πάντας διαλαβούσης. Οὐκοῦν ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου διεξιοῦσα, ὅτι Τὴν ὀδμὴν αὐτοῦ ἡ ἐμὴ νάρδος ἐμοὶ δίδωσι· ταῦτά μοι καὶ τὰ τοιαῦτα δοκεῖ φιλοσοφοῦσα λέγειν, ὅτι εἰς πᾶν ἄνθος εὐωδίας ἢ ἄρωμα ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας, πάντα ἑαυτοῦ τὸν βίον ἔμμυρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοδμίας ἀπεργασάμενος, διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν Θεὸν Λόγον, ὡς πρὸς ἡλίου κύκλον ἀτενῶς ἐνιδεῖν φύσιν οὐκ ἔχει· ἐν ἑαυτῷ δὲ καθάπερ ἐν κατόπτρῳ βλέπει τὸν ἥλιον. Αἱ γὰρ τῆς ἀληθινῆς ἐκείνης καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ κεκαθαρμένῳ βίῳ διὰ τῆς ἀποῤῥεούσης αὐτῶν ἀπαθείας ἐκλάμπουσαι, ὁρατὸν ποιοῦσιν ἡμῖν τὸ ἀόρατον, καὶ ληπτὸν τὸ ἀποόσιτον, τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσαι τὸν ἥλιον. Ταυτὸν δέ ἐστιν ὡς πρὸς τὸ ἐγκείμενον νόημα, ἢ ἀκτῖνας εἰπεῖν ἡλίου, ἢ τῆς ἀρετῆς ἀποῤῥοίας, ἢ τὰς ἀρωματικὰς εὐωδίας. Ὅ τι γὰρ ἂν ἐκ τούτων πρὸς τὸν τοῦ λόγου σκοπὸν ὑπηθώμεθα, ἓν ἐξ ἁπάντων ἐστὶ τὸ ἐγγινόμενον νόημα, τὸ διὰ τῶν ἀρετῶν ἡμῖν τοῦ πάντα νοῦν ὑπερέχοντος ἀγαθοῦ τὴν γνῶσιν ἐγγίνεσθαι, ὥσπερ ἔστι διά τινος εἰκόνος τὸ ἀρχέτυπον κάλλος ἀναλογίσασθαι. Οὕτω καὶ Παῦλος, ἡ νύμφη, ὁ διὰ τῶν ἀρετῶν τὸν νυμφίον μιμούμενος, καὶ ζωγραφῶν ἑαυτῷ διὰ τοῦ βίου τὸ ἀπρόσιτον κάλλος, ἔκ τε τῶν καρπῶν τοῦ πνεύματος, ἀγάπης τε καὶ χαρᾶς, καὶ εἰρήνης, καὶ τῶν τοιούτων εἰδῶν μυρεψῶν ταύτην τὴν νάρδον, Χριστοῦ εὐωδίαν ἔλεγεν ἑαυτὸν εἶναι, τὴν ἀπρέσιτον ἐκείνην καὶ ὑπερέχουσαν χάριν ἐν ἑαυτῷ ὀσφραινόμενος, καὶ τοῖς ἄλλοις ἑαυτὸν παρέχων ὥσπερ θυμίαμά τι κατ' ἐξουσίαν ἀντιλαμβάνεσθαι, ὃς κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν, ἢ ζωοποιὸς ἐγίνετο, ἢ θανατηφόρος εὔπνοια. Ὥσπερ τὸ αὐτὸ μύρον εἰ κάνθαρος καὶ περιστερὰ προστεθείη, οὐ ταυτὸν ἐπ' ἀμφοτέρων ἐργάζεται· ἀλλ' ἡ μὲν περιστερὰ ῥωμαλαιοτέρα διὰ τῆς εὐπνοίας
have I received. Now what is said seems to me to carry some such meaning as this: Since a skilful and well-proportioned blending of many diverse spices—though fragrant not according to some other property—produces such an ointment, while some single sweet-smelling herb among those cast in together, whose name is spikenard, furnishes its name to the whole compound; and since the purified sense welcomes as the very fragrance of the Bridegroom that sweet breath gathered together into one out of all the aromatic properties; through what has been spoken we think the Word instructs us in these things: that That Which ever exists according to essence, lying beyond the whole constitution and governance of beings, is unapproachable and intangible and incomprehensible; whereas the fragrance compounded within us as ointment through the purity of the virtues comes to stand for us in His stead, imitating by its own intrinsic purity That Which is unalloyed by nature, and by its good the Good, and by its incorruptible the Incorruptible, and by its unchangeable the Unchangeable, and by all the things rightly achieved according to virtue within us the true Virtue, concerning which Habakkuk the prophet speaks as having encompassed all the heavens. When, therefore, she recounts these things unto the friends of the Bridegroom—namely, My spikenard gives forth to me His scent—philosophizing thus, she seems to me to say these and suchlike things: that if anyone has culled every flower of fragrance or spice out of the manifold meadows of virtue, and having rendered his whole life redolent of ointment through the sweet odour of his several pursuits, should become perfect in all respects, he does not indeed possess a nature able to gaze intently upon God the Word Himself, as upon the disc of the sun; yet within himself, even as in a mirror, he beholds the sun. For the rays of that true and divine virtue, shining forth upon a purified life through the impassibility flowing down from them, render visible to us the Invisible, and comprehensible the Unapproachable, depicting the sun within our own mirror. And as regards the indwelling thought, it is the selfsame thing whether one speaks of rays of the sun, or effluxes of virtue, or aromatic fragrances. For whichever of these we lay down with a view to the aim of the discourse, one out of them all is the thought arising within us: that through the virtues there arises for us knowledge of the Good that surpasses every mind, just as through some image it is possible to reason upward to the archetypal beauty. Thus Paul also, the bride, who through the virtues imitated the Bridegroom and depicted for himself through his life the unapproachable beauty, compounding out of the fruits of the Spirit—love and joy and peace and suchlike kinds—this spikenard, used to say that he himself was a sweet fragrance of Christ, smelling within himself that unapproachable and surpassing grace, and presenting himself to others like a kind of incense to partake of freely, who, according to the disposition present in each person, became either a life-giving or a death-bringing breath. Just as the selfsame ointment, if applied to a dung-beetle and a dove, does not work the selfsame effect upon both; rather, on the one hand, the dove, stronger through the sweet breath
Notes, col. 824

On the reading

Printed κεκαθαρμένῃ, for κεκαθαρμένη.

Printed ὁ, for ὅ.

Printed εἰς, for εἴ τις.

Printed ἀποόσιτον, for ἀπρόσιτον.

Printed ὑπηθώμεθα, for ὑποθώμεθα.

Printed ἀπρέσιτον, for ἀπρόσιτον.

Printed ῥωμαλαιοτέρα, for ῥωμαλεωτέρα.

PG 44:825Read from the page
τοῦ μύρου γίνεται, ὁ δὲ κάνθαρος φθείρεται· οὕτω καὶ ὁ μέγας Παῦλος τὸ θεῖον ἐκεῖνο θυμίαμα, εἰ μέν τις ἦν περιστερὰ, ἢ Τῖτον, ἢ Σιλουανὸν, ἢ Τιμόθεον, συμμετεῖχεν αὐτῷ τῆς εὐωδίας τοῦ μύρου, προκόπτων ἐν παντὶ καλῷ τοῖς κατ' αὐτὸν ὑποδείγμασιν. Εἰ δὲ Δημᾶς τις ἦν ἢ Ἀλέξανδρος, ἢ Ἑρμογένης, οὐ φέροντες τὸ τῆς ἐγκρατείας θυμίαμα, κανθάρων δίκην ὑπὸ τῆς εὐωδίας ἐφυγαδεύοντο. Οὗ χάριν ἔλεγεν ὁ τοῖς τοιούτοις εὐπνοῶν μύροις, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον· οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Εἰ δέ τι συγγενὲς καὶ ἡ εὐαγγελικὴ νάρδος ἔχει πρὸς τὸ μύρον τῆς νύμφης, ἔξεστι τῷ βουλομένῳ διὰ τῶν γεγραμμένων ἀναλογίσασθαι, τίς ἦν ἐκείνη ἡ νάρδος ἡ πιστικὴ, ἡ πολύτιμος, ἡ καταχεθεῖσα μὲν τῆς κεφαλῆς τοῦ Κυρίου, πάντα δὲ τὸν οἶκον τῆς εὐωδίας πληρώσασα. Τάχα γὰρ οὐκ ἀπεξένωται τοῦ μύρου τὸ μύρον, ὃ τῇ νύμφῃ μὲν τὴν ὀδμὴν τοῦ νυμφίου δίδωσιν· ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτοῦ καταχυθὲν τοῦ Κυρίου, πληροῖ τῆς εὐωδίας τὸν οἶκον ἐν ᾧ τὸ συμπόσιον ἦν. Δοκεῖ γάρ μοι κἀκεῖ προφητικῷ τινι πνεύματι προμηνῦσαι διὰ τοῦ μύρου ἡ γυνὴ τὸ τοῦ θανάτου μυστήριον, καθὼς μαρτυρεῖ τοῖς παρ' αὐτῆς γεγενημένοις ὁ Κύριος λέγων· ὅτι Προέλαβεν εἰς τὸ ἐνταφιάσαι με. Καὶ τὸν οἶκον πληρωθέντα τῆς εὐωδίας ἀντὶ παντὸς τοῦ κόσμου, καὶ ὅλης τῆς οἰκουμένης νοεῖν ὑποτίθεται, εἰπών· ὅτι Ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, ἡ ὀσμὴ τοῦ ἔργου συνδιαδοθήσεται τῷ τοῦ Εὐαγγελίου κηρύγματι, καὶ μνημόσυνον ἔσται, φησὶ, ταύτης τὸ Εὐαγγέλιον. Οὐκοῦν ἐν μὲν τῷ Ἄσματι τῶν ᾀσμάτων, ἡ νάρδος τὴν ὀσμὴν τοῦ νυμφίου τῇ νύμφῃ δίδωσι· ἐν δὲ τῷ Εὐαγγελίῳ ὅλου τοῦ σώματος τῆς Ἐκκλησίας ἐν πάσῃ τῇ οἰκουμένῃ καὶ ἐν παντὶ τῷ κόσμῳ Χριστοῦ εὐωδία γίνεται, ἡ τότε τὸν οἶκον πληρώσασα, τάχα τις εὑρίσκεται διὰ τούτων κοινωνία ἐν ἀμφοτέροις, ὡς ἓν τὰ δύο δοκεῖν.
of the ointment, becomes so, whereas the dung-beetle perishes; so also as regards the great Paul and that divine incense: if anyone was a dove—whether Titus, or Silvanus, or Timothy—he shared along with him in the fragrance of the ointment, advancing in every good thing by the examples found in him. Whereas if someone was a Demas, or Alexander, or Hermogenes, unable to bear the incense of continence, after the manner of dung-beetles they were put to flight by the fragrance. On whose account he who breathed sweetly with such ointments used to say: We are a sweet fragrance of Christ among those being saved and among those perishing: unto the one an odour of death unto death, unto the other an odour of life unto life. And if the evangelical spikenard also bears some kinship to the ointment of the bride, anyone who wishes may reckon through the things written what that genuine, very costly spikenard was, which on the one hand was poured down upon the head of the Lord, and on the other filled the whole house with its fragrance. For perchance that ointment is not estranged from the ointment which on the one hand gives unto the bride the scent of the Bridegroom, and on the other in the Gospel, having been poured down upon the Lord Himself, fills with fragrance the house wherein the banquet was held. For it seems to me there too that by some prophetic spirit the woman foretokened through the ointment the mystery of His death, even as the Lord bears witness to the things done by her, saying: She has anticipated in anointing Me for burial. And He suggests that we understand the house filled with fragrance in place of the whole world and the entire inhabited earth, saying: Wheresoever this Gospel shall be proclaimed in the whole world, the scent of her deed shall be spread abroad along with the proclamation of the Gospel, and the Gospel, He says, shall be a memorial of her. Since, therefore, in the Song of Songs the spikenard gives the scent of the Bridegroom unto the bride, while in the Gospel that which then filled the house becomes a sweet fragrance of Christ belonging to the whole body of the Church in all the inhabited earth and in the whole world, perchance through these things a certain communion is found in both, so that the two seem to be one.
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἡ δὲ ἐφεξῆς ῥῆσις καταλλήλως μὲν τῇ τοῦ ἐπιθαλαμίου δράματος ὑποθέσει, ὡς παρὰ τῆς ἐν παστάδι παρεσκευασμένης, ἔχειν δοκεῖ· μείζονα δὲ καὶ τελειοτέραν ἐμφαίνει φιλοσοφίαν, ἣν κατορθῶσαι μόνον τῶν ἤδη τετελειωμένων ἐστί. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοὶ, ἀνὰ μέσον τῶν μασθῶν μου αὐλισθήσεται. Φασὶν ἐπιμέλειαν εἶναι ταῖς φιλοκόσμοις τῶν γυναικῶν, μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινηεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων· ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι, τὸ κατ' ἀλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα, ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἀποκρυπτούσαις, οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος, καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται. Ταύ-
And so much for these matters; while the next saying, on the one hand, seems to stand in keeping with the plot of the nuptial drama, as spoken by her who has been arrayed in the bridal chamber; yet on the other hand it displays a greater and more perfect philosophy, which belongs only to those already made perfect to achieve rightly. What, then, is that which has been spoken? A sachet of liquid myrrh is my kinsman unto me; between my breasts shall he lodge. Men say that women fond of adornment take care not merely through outward ornaments to devise for themselves attractiveness in the eyes of those who live with them, but strive through some sweet breath to make their bodies appear sweeter to their husbands, hiding within the wrapping of their garment the spice that works suitably towards such a need, which, as it gives forth its own vapour, thoroughly imbues the body as well with the sweet breath of the spice. While this
Notes, col. 825

On the reading

Printed ἐπινηεῖν, for ἐπινοεῖν.

Printed κατ' ἀλλήλως, for καταλλήλως.