Migne Reading Room

PG 44 · cols. 840–849 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:840Read from the page
κίαν ὀνομάζει ὁ λόγος. Λέγουσι δὲ ἀπεχθῶς περι τὰς μίξεις ἔχειν τοῦτο τὸ ὄρνεον, καί τινι φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι, ὀκλάζοντα καὶ δυσανασχετοῦντα, καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. Ὅθεν μοι δοκεῖ τὴν καθαρότητα ἐν αινίγματι διὰ τοῦ ὀνόματος τούτου σημαίνειν ὁ λόγος. Ταύτας οὖν τὰς δοκοὺς ἐπὶ τοὺς ὀρόφους τῆς καθαρᾶς παστάδος βλέπει ἡ νύμφη. Ὁρᾷ δὲ καὶ τὸν ἐκ τῆς κυπαρίσσου κόσμον διά τινος εὐξέστου τε καὶ ἐναρμονίου συνθέσεως τὸ ὁρώμενον κάλλος ἐναγλαΐζοντα. Κυπάρισσον γὰρ εἶπεν εἶναι τὰ τοῦ ὀρόφου φατνώματα· φατνώματα δὲ λέγεται εἶναι, εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις τὸ τῆς ὀροφῆς κάλλος διαποικίλλουσα. Τί οὖν διὰ τούτων μανθάνομεν; Εὐπνοεῖ φυσικῶς ἡ κυπάρισσος· ἡ δὲ αὐτὴ καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος, καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτηδείως ἔχει, λεία τε γινομένη καὶ ἐναρμόνιος, καὶ πρὸς τοὺς διὰ τῶν γλυφίδων καλλωπισμοὺς ἐπιτήδειος. Τοῦτο οὖν οἶμαι διὰ τῶν λεγομένων ἡμᾶς παιδεύεσθαι, μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδηλον· ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν. Χρὴ γὰρ προνοεῖν ἐνώπιον Κυρίου καὶ ἀνθρώπων· καὶ Θεῷ μὲν πεφανερῶσθαι· ἀνθρώπους δὲ πείθειν, καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, καὶ λάμπειν τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξω. Ταῦτά ἐστι τὰ φατνώματα διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν ἡ κυπάρισσος, ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνουμένη, καθὼς ᾔδει τὰ τοιαῦτα συντιθέναι καλῶς τε καὶ ἐναρμονίως ὁ σοφὸς ἀρχιτέκτων Παῦλος, ὁ λέγων· Πάντα κατὰ τάξιν ἐν ὑμῖν καὶ εὐσχημόνως γινέσθω.
Scripture names a house. Now they say that this bird is averse to mating, and pairs with one another by a certain necessity of nature, crouching down and showing distress and signifying its displeasure. Hence it seems to me that Scripture signifies purity in a riddle through this name. These beams, then, the bride beholds upon the roofs of the pure bridal chamber. And she beholds also the adornment of cypress brightening the visible beauty through a finely planed and harmonious fitting together. For she said that the coffered ceilings of the roof are cypress; and coffering is said to be a well-proportioned and carved framework of boards diversifying the beauty of the ceiling. What, then, do we learn through these things? The cypress is naturally fragrant, and at the same time is impervious to rot and well suited for every skill of carpentry, becoming smooth and harmonious and fit for embellishments wrought by carving-tools. This, therefore, I think we are taught through what is said: that virtues should not only be rightly ordered as a habit within the soul in secret, but that we should not be neglectful of outward seemliness either. For we must take thought for what is honourable before the Lord and men, and be made manifest to God while persuading men, and have a good testimony from outsiders, and shine with luminous works before men, and walk becomingly towards outsiders. These are the coffered ceilings wrought through the sweet fragrance of Christ—whereof the cypress is a riddle—artfully fashioned in the seemliness of life, just as the wise master-builder Paul knew how to fit such things together well and harmoniously when he said: Let all things be done among you in order and becomingly.
Τούτων δὲ οὕτως κατορθωθέντων, ἐπαύξησις τοῦ ἐν ἡμῖν γίνεται κάλλους, τῆς πλατείας ἡμῶν φύσεως τὸ εὐῶδες καὶ καθαρὸν ἄνθος ἀναδιδούσης. Ὄνομα δὲ τῷ ἄνθει κρίνον ἐστίν. ᾧ ἡ φυσικῶς ἐνθεωρουμένη λαμπρότης τὴν τῆς σωφροσύνης μαρμαρυγὴν ὑπαινίσσεται. Ταῦτα γὰρ ἡ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα· Ἐγὼ μετὰ τὸ γενέσθαι πρὸς τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιαθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἑαυτῷ τὸν οἶκον, ἐμὲ ταῖς τῶν ἀρετῶν κέδροις ὀροφώσας τὴν στέγην, καὶ τῇ εὐπνοίᾳ τῶν κυπαρίσσων καλλωπίσας τὸν ὄροφον, γέγονα ἐκ τοῦ πεδίου τῆς φύσεως ἄνθος, εὐχροίᾳ τε καὶ εὐωδίᾳ τῶν λοιπῶν ἀνθῶν διαφέρουσα. Κρίνον γὰρ ἀνεφύην ἐκ τῶν κοιλάδων. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ἀληθῶς γὰρ ἡ διὰ τῶν προθεωρηθέντων ἡμῖν τῷ πλάτει φύσεως γεωργηθεῖσα ψυχή. Πεδίον γὰρ ἀκούσαντες, τὴν πλατύτητα τῆς ἀνθρωπίνης φύσεως ἐνοήσαμεν, διὰ τὸ πολλῶν τε καὶ ἀπείρων αὐτὴν δεκτικὴν εἶναι νοημάτων τε καὶ ῥημάτων καὶ μαθημάτων. Ἡ τοίνυν κατὰ τὸν ειρημένον τρόπον παρὰ τοῦ γεωργοῦντος τὴν φύσιν ἡμῶν ἐμπονηθεῖσα ψυχὴ, ἄνθος εὔοδμόν τε καὶ λαμπρὸν καὶ καθαρὸν ἀναφύεται ἐκ τοῦ τῆς φύσεως ἡμῶν πεδίου. Τὸ δὲ πεδίον τοῦτο, κἂν συγκρίσει τῆς οὐρανίας διαγωγῆς κοιλὰς ὀνομάζεται, οὐδὲν ἧττον πεδίον ἐστὶ, καὶ οὐ κωλύεται ἡ
When these things have been thus rightly accomplished, an increase of the beauty within us takes place, as our broad nature puts forth its fragrant and pure flower. And the name of the flower is lily, whereby the radiance naturally beheld within it hints darkly at the gleam of temperance. For the bride recounts these things concerning herself, saying: After the Bridegroom, shaded by the body, came beside our couch—He Who built Himself the house, making me His roof by roofing it with the cedars of the virtues, and adorning the ceiling with the sweet breath of cypresses—I have become a flower out of the plain of nature, excelling the rest of the flowers in fairness of hue and sweet fragrance; for I sprang up as a lily out of the valleys. And the wording runs thus: I am a flower of the plain, a lily of the valleys. Truly so is the soul cultivated through the things previously contemplated by us in the breadth of nature. For on hearing plain, we understood the breadth of human nature, inasmuch as it is receptive of many and boundless thoughts and words and branches of learning. The soul, therefore, laboured upon after the manner spoken of by Him Who cultivates our nature, springs up out of the plain of our nature as a sweet-scented, radiant, and pure flower. And even though this plain, in comparison with the heavenly way of life, is named a valley, it is nonetheless a plain, and she who has been
Notes, col. 840

On the reading

Printed περι, for περὶ.

Printed αινίγματι, for αἰνίγματι.

Printed ειρημένον, for εἰρημένον.

PG 44:841Read from the page
ἐν αὐτῇ γεγωργηθεῖσα καλῶς ἄνθος γενέσθαι· ἐκ γὰρ τοῦ κοίλου ἐπὶ τὸ ὑψηλὸν ὁ βλαστὸς ἀνατέλλει, καθὼς ἔστιν ιδεῖν ἐπὶ τοῦ κρίνου γινόμενον. Ἐπιπολὺ γὰρ ἐπὶ τὸ ὄρθιον ἐκ τῆς ῥίζης καλαμοειδῶς ἀναδραμοῦσα ἡ βοτάνη τοῦ κρίνου, τότε τὸ ἄνθος ἐκ τῆς κορυφῆς ἀναδίδωσιν, οὐκ ὀλίγῳ τῷ μεταξὺ διαστήματι τῆς γῆς ἀποστήσασα, ὡς ἂν, οἶμαι, καθαρὸν ἐν μετεώρῳ διαμένοι τὸ κάλλος, τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον. Διὰ ταῦτα καὶ ὁ δίκαιος ὀφθαλμὸς τὴν τοῦτο γενομένην, ἤτοι γενέσθαι ποθήσασαν· ἀμφότερα γὰρ ἐκ τῶν ειρημένων ὑπενοήσαμεν, ἢ ὅτι μεγαλαυχεῖται ὡς ἤδη γενομένη ὅπερ ἐπεπόθησεν, ἢ ὅτι δεῖται τοῦ γεωργοῦ ἄνθος γενέσθαι, διὰ τῆς ἐκείνου σοφίας ἐκ τῶν κοιλάδων τῆς ἀνθρωπίνης ζωῆς εις κρίνου κάλλος ἀναδραμοῦσα· εἴτε οὖν γενέσθαι βούλεται τοῦτο, εἴτε καὶ γέγονεν ὅπερ ἠθέλησε, καλῶς ὁ δίκαιος ὀφθαλμὸς τοῦ νυμφίου, πρὸς τὴν ἀγαθὴν ἐπιθυμίαν τῆς πρὸς αὐτὸν ὁρώσης ἰδὼν, ἐπένευσε γενέσθαι κρίνον αὐτὴν, μὴ συμπνιγόμενον ταῖς τοῦ βίου ἀκάνθαις, ἃς θυγατέρας ὠνόμασεν, ἐνδειξάμενος, οἶμαι, κατὰ τὸ σιωπώμενον τὰς ἐχθρὰς τῆς ἀνθρωπίνης ζωῆς δυνάμεις, ὧν πατὴρ ὁ τῆς κακίας εὑρετὴς κατονομάζεται.
well cultivated within it is not hindered from becoming a flower; for the shoot springs up out of the hollow towards the height, just as may be seen happening in the lily. For after the plant of the lily has run straight upwards to a great height from the root like a reed, only then does it put forth the flower from its summit, setting it apart from the earth by no small interval between, so that, as I suppose, its beauty may abide pure aloft, unsoiled by contact with the earth. On this account also the righteous eye [of the Bridegroom], looking upon her who had become this, or had longed to become so—for we surmised both from what has been said: either that she exults at having already become what she longed for, or that she entreats the Husbandman that she may become a flower, running up through His wisdom out of the valleys of human life unto the beauty of a lily; whether, then, she wills to become this, or has indeed become what she willed—rightly did the righteous eye of the Bridegroom, looking upon the good desire of her who looks towards Him, grant by His nod that she should become a lily not choked by the thorns of life, which He named daughters, pointing silently, as I suppose, to the powers hostile to human life, whose father the inventor of vice is named.
Ὡς κρίνον οὖν, φησὶν, ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἐν μέσῳ τῶν θυγατέρων. Ὅσην ὁρῶμεν τῆς εις τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην. Πρώτη ἄνοδος, τὸ πρὸς τὴν καθαιρετικὴν τῆς Αιγυπτίας δυνάμεως ἵππον ὁμοιωθῆναι. Δευτέρα ἄνοδος, τὸ πλησίον αὐτὴν γενέσθαι, καὶ περιστερᾶς ποιῆσαι τὰ ὄμματα. Τρίτη τοίνυν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ Δεσπότου ὀνομασθῆναι. Ὅς ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ὁ ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστίν. Ἐπεὶ οὖν γέγονεν ἄνθος, μηδὲν ὑπὸ τῶν ἀκανθηφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, πρὸς τὸν ἀληθινὸν εἶδε Πατέρα, διὸ καὶ ἀδελφὴ τοῦ Κυρίου ὀνομάζεται, τῷ τῆς υιοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην εισποιηθεῖσα, καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα, πάλιν γίνεται ἑαυτῆς ὑψηλοτέρα, καὶ βλέπει τὸ μυστήριον, διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν· λέγω δὲ τῷ πνεύματι τῆς προφητείας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υιῶν. Τί οὖν ἐστιν ὃ τεθέαται; Δρυμὸν ὀνομάζει συνήθως ἡ ἁγία Γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον, τὸν τὰ ποικίλα τῶν παθημάτων εἴδη ὑλομανήσαντα, ἐν ᾧ τὰ φθαρτικα θηρία φωλεύει καὶ κατακρύπτεται, ὧν ἡ φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα, διὰ σκότους τὴν ισχὺν ἔχει. Μετὰ γὰρ τὸ δῦναι τὸν ἥλιον, φησὶν ὁ Προφήτης, νυκτὸς ἐπιγινομένης ἐν αὐτῇ τὰ θηρία τῶν φωλεῶν ἀναδύεσθαι. Ἐπειδὴ τοίνυν ὁ μονιὸς ὁ ἐν τῷ δρυμῶνι τρεφόμενος, τὴν καλὴν τῆς ἀνθρωπίνης φύσεως ἄμπελον ἐλυμήνατο, καθώς φησιν ὁ Προφήτης, ὅτι Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατ-
As a lily, then, He says, in the midst of thorns, so is My sister in the midst of the daughters. How great an advance in the ascent on high do we behold taking place in the soul! The first ascent was to be likened to the horse that destroyed the Egyptian power. The second ascent was for her to become a neighbour, and to acquire the eyes of a dove. And the third ascent is no longer to be named a neighbour, but sister of the Master: Whosoever shall do, He says, the will of My Father Who is in heaven, the same is My brother, and My sister, and mother. Since, therefore, she has become a flower, nowise harmed by the thorn-bearing temptations from becoming a lily, and forgetting her people and her father's house has looked towards the true Father—wherefore she is also named sister of the Lord, adopted into this kinship by the Spirit of adoption—and has been freed from fellowship with the daughters of the falsely named father, she again rises higher than herself, and beholds the mystery through the eyes of the dove, I mean by the spirit of prophecy. And what she says is as follows: As an apple tree among the trees of the wood, so is my kinsman in the midst of the sons. What, then, is it that she has beheld? Holy Scripture customarily names a wood the material life of men, run wild like a forest with the varied kinds of passions, wherein destructive beasts lurk in dens and hide themselves, whose nature, remaining inactive in light and sunshine, possesses its strength through darkness. For after the sun sets, says the Prophet, when night comes on, therein the beasts emerge from their dens. Since, therefore, the solitary wild boar nurtured in the thicket ravaged the fair vine of human nature—as the Prophet says: A boar out of the wood ravaged it, and a solitary wild beast
Notes, col. 841

On the reading

Printed γεγωργηθεῖσα, for γεωργηθεῖσα.

Printed ιδεῖν, for ἰδεῖν.

Printed ειρημένων, for εἰρημένων.

Printed εις, for εἰς.

Printed Αιγυπτίας, for Αἰγυπτίας.

Printed υιοθεσίας, for υἱοθεσίας.

Printed εισποιηθεῖσα, for εἰσποιηθεῖσα.

Printed υιῶν, for υἱῶν.

Printed φθαρτικα, for φθαρτικὰ.

Printed ισχὺν, for ἰσχὺν.

PG 44:844Read from the page
ενεμήσατο αὐτήν · διὰ τοῦτο ἐμφύεται τῷ δρυμῶνι τὸ μῆλον, ὃ τῷ μὲν ξύλον εἶναι, τῆς ἀνθρωπίνης ὕλης ἐστὶν ὁμοούσιον· ἐπειράσθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας· τῷ δὲ τοιοῦτον φέρειν καρπὸν, δι' οὗ γλυκαίνεται τὰ τῆς ψυχῆς αισθητήρια, πλείονα ἔχει τὴν πρὸς τὸν δρυμὸν παραλλαγὴν, ἢ ὅσην ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον. Τὸ μὲν γὰρ κρίνον μέχρι τοῦ εἴδους καὶ τῆς εὐπνοίας τὸ τερπνὸν ἔχει. Ἡ δὲ τοῦ μήλου χάρις πρὸς τὰς τρεῖς αἰσθήσεις ἁρμοδίως καταμερίζεται, καὶ ὀφθαλμὸν εὐφραίνουσα τῇ ὥρᾳ τοῦ εἴδους, καὶ τὴν ὀσφραντικὴν ἡδύνουσα αἴσθησιν διὰ τῆς εὐπνοίας, καὶ τροφὴ γινομένη καταγλυκαίνει τὰ γευστικὰ αισθητήρια. Καλῶς οὖν εἶδεν ἡ νύμφη τὸ ἑαυτῆς πρὸς τὸν Δεσπότην διάφορον · ὅτι ἐκεῖνος μὲν ἡμῶν καὶ ὀφθαλμῶν γίνεται χάρις, φῶς γινόμενος, καὶ μύρον ἐν τῇ ὀσφρήσει, καὶ ζωὴ τοῖς ἐσθίουσιν. Ὁ γὰρ φαγὼν αὐτὸν, ζήσεται, καθώς φησί που τὸ Εὐαγγέλιον. Ἡ δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειωθεῖσα, ἄνθος γίνεται, μόνον οὐ τὸν γεωργὸν τρέφουσα, ἀλλὰ ἑαυτὴν καλλωπίζουσα. Οὐ γὰρ ἐκεῖνος ἐνδεὴς τῶν ἡμετέρων ἀγαθῶν, ἀλλ' ἡμεῖς τῶν ἐκείνου δεόμεθα, καθώς φησιν ὁ Προφήτης, Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
devoured it; for this reason the apple-tree is planted in the thicket, which, by being wood, is consubstantial with human matter—for He was tempted in all respects according to likeness, without sin—yet by bearing such fruit, whereby the faculties of perception of the soul are sweetened, possesses a greater difference in relation to the thicket than that which the lily possesses in relation to the thorns. For the lily possesses its delightfulness only as far as its appearance and fragrance; whereas the grace of the apple is fittingly distributed across the three senses, both gladdening the eye with the beauty of its appearance, delighting the olfactory sense through its fragrance, and, becoming nourishment, thoroughly sweetening the organs of taste. Rightly, therefore, did the bride perceive her own difference in relation to the Master: because He, on the one hand, becomes the grace even of our eyes by becoming light, and ointment in our sense of smell, and life to those who eat; For he who eats Him shall live, as the Gospel somewhere says. Human nature, on the other hand, perfected through virtue, becomes a flower, only not nourishing the Husbandman, but adorning itself; for He stands in no need of our good things, whereas we stand in need of His, even as the Prophet says, For Thou hast no need of my good things.
Διὰ τοῦτο βλέπει τὸν νυμφίον ἡ κεκαθαρμένη ψυχὴ, μῆλον ἐν τοῖς τοῦ δρυμοῦ ξύλοις γενομένη · ἵνα ἐγκεντρίσασα ἑαυτῇ πάντας τοὺς ἀγρίους τοῦ δρυμῶνος κλάδους, τῷ ὁμοίῳ καρπῷ βρύειν παρασκευάσῃ. Ὥσπερ τοίνυν τὰς θυγατέρας, διὰ τὸ ταῖς ἀκάνθαις ὁμοιωθῆναι, τὰ τοῦ ψευδωνύμου πατρὸς ἐνενοήσαμεν τέκνα· αἵτινες τῷ ἄνθει συμπαραφυεῖσαι, τῷ χρόνῳ καὶ αὐταὶ πρὸς τὴν τοῦ κρίνου μεταβαίνουσι χάριν · οὕτω καὶ ἐνταῦθα τοὺς προσεικασθέντας τοῖς τοιούτοις ξύλοις τοῦ δρυμοῦ ἀκούσαντες, οὐ φίλους σημαίνεσθαι τοῦ νυμφίου, ἀλλὰ τοὺς ἐναντίους ὑπενοήσαμεν, οὓς υἱοὺς ὄντας τοῦ σκότους καὶ τέκνα ὀργῆς, τῇ κοινωνίᾳ τοῦ καρποῦ εἰς υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας μετασκευάζει. Διὰ τοῦτό φησιν ἡ γεγυμνασμένη τὰ αἰσθητήρια ψυχὴ, ὅτι Καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου · καρπὸς δὲ ἡ διδασκαλία πάντως ἐστίν. Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὁ Προφήτης, ὑπὲρ μέλι τῷ στόματί μου. — Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. — Ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. Τότε γὰρ ἀληθῶς γλυκαίνεται τῷ λόγῳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶν φλογμὸν ἡ σκιὰ τοῦ μήλου διατειχίσῃ, ὡς μὴ συγκαίεσθαι ἡμᾶς ὑπὸ τοῦ τοιούτου ἡλίου, γυμνῆς τῆς κεφαλῆς ὑπερζέοντος. Οὐκ ἔστι δὲ ἄλλως ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψύξαι, μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης. Ὁρᾷς διὰ τί σοι ἡ ἐπιθυμητικὴ δύναμις ἔγκειται, ἵνα σοι πόθον ἐμποιήσῃ τοῦ μήλου, οὗ πολυειδὴς γίνεται τοῖς προσεγγίσασιν ἡ ἀπόλαυσις. Ὅ τε γὰρ ὀφθαλμὸς τῇ ὥρᾳ τοῦ κάλλους προσαναπαύεται, καὶ ὁ μυκτὴρ ἀναπνεῖ την εὐωδίαν, καὶ τὸ σῶμα τρέφεται, καὶ τὸ στόμα γλυκαίνεται, καὶ ὁ καύσων ἀποστρέφεται, καὶ ἡ σκιὰ θρόνος γίνεται, ᾗ ἐγκάθηται ἡ ψυχὴ, ἡ τῶν λοιμῶν τὴν καθέδραν ἀρνησαμένη.
For this reason the purified soul beholds the Bridegroom, having herself become an apple-tree among the trees of the thicket, so that, having grafted all the wild branches of the thicket into herself, she may cause them to teem with the like fruit. Just as, then, we understood the daughters, because of their being likened to the thorns, to be the children of the falsely named father—who, having sprung up alongside the flower, in time pass over, they too, unto the grace of the lily—so here also, upon hearing of those likened to such trees of the thicket, we understood not friends of the Bridegroom to be signified, but the adversaries, whom, though they were sons of darkness and children of wrath, He transforms through fellowship in the fruit into sons of light and sons of day. For this reason the soul whose faculties of perception have been trained says, His fruit is sweet in my throat; and the fruit is assuredly His teaching. For How sweet to my throat are Thy oracles, says the Prophet, more than honey to my mouth. — As an apple-tree among the trees of the thicket, so is my kinsman in the midst of the sons. — Under His shadow I desired and sat down, and His fruit is sweet in my throat. For then are the faculties of perception of the soul truly sweetened by the Word, when the shadow of the apple-tree walls us off against the scorching heat that arises from temptations, so that we are not burnt up together by such a sun boiling fiercely overhead upon a bare head. Yet it is impossible otherwise to find cooling relief beneath the shadow of the tree of life, unless desire leads the soul up towards this. You see why the appetitive faculty has been implanted within you: that it may engender in you a longing for the apple, the enjoyment whereof becomes manifold to those who have drawn near. For the eye rests in refreshment upon the bloom of its beauty, and the nostril inhales its fragrance, and the body is nourished, and the mouth is sweetened, and the burning heat is turned away, and the shadow becomes a throne whereon the soul sits enthroned—she who has renounced the seat of the pestilent.
Notes, col. 844

On the reading

Printed αισθητήρια, for αἰσθητήρια.

Printed την, for τὴν.

PG 44:845Read from the page
Εἶτά φησιν · Εισαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, στηρίξατέ με ἐν μύροις. Στοιβάσατέ με ἐν μήλοις · ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ὅπως τρέχῃ τῷ θείῳ δρόμῳ ἡ καλῶς τῷ ἵππῳ προσεικασθεῖσα ψυχὴ, ὡς πυκνοῖς τε καὶ συντεταμένοις τοῖς ἅλμασι τοῖς ἔμπροσθεν ἐπεκτείνεται, πρὸς δὲ τὸ κατόπιν οὐκ ἐπιστρέφεται · πόσων ἔτυχεν ἐν τοῖς φθάσασι · καὶ ἔτι διψᾷ. Καὶ τοσαύτη τοῦ δίψους ἐστὶν ἡ ἐπίτασις, ὅτι οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι, οὐδ' ἱκανὸν οἴεται πρὸς θεραπείαν τῆς δίψης ὅλον ἐγχέασθαι τὸν κρατῆρα τῷ στόματι · ἀλλ' εις αὐτὸν τοῦ οἴνου τὸν οἶκον παραχθῆναι ζητεῖ, καὶ αὐταῖς ταῖς ληνοῖς ὑποσχεῖν τὸ στόμα, ταῖς τὸν οἶνον τὸν ἡδὺν ὑπερβλυζούσαις, καὶ ἰδεῖν τὸν βότρυν τὸν ταῖς ληνοῖς ἐνθλιβόμενον, καὶ τὴν ἄμπελον ἐκείνην τὴν τὸν τοιοῦτον βότρυν ἐκτρέφουσαν, καὶ τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου, τὸν οὕτως εὔτροφον τὸν βότρυν καὶ ἡδὺν ἀπεργαζόμενον · ὧν ἕκαστον περιττὸν ἂν εἴη διευκρινεῖσθαι, φανερᾶς οὔσης τῆς ἑκάστῳ τούτων ἐνθεωρουμένης τροπικῆς σημασίας. Πάντως δὲ κἀκεῖνο βούλεται κατιδεῖν τὸ μυστήριον, πῶς ἐρυθραίνεται τῷ πατητῷ τῆς ληνοῦ τὰ τοῦ νυμφίου ἱμάτια. Περὶ οὗ φησιν ὁ προφήτης, ὅτι Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐντὸς τοῦ οἴκου γενέσθαι ποθεῖ, ἐν ᾧ τὸ κατὰ τὸν οἶνόν ἐστι μυστήριον. Εἶτα ἐντὸς γενομένη, πάλιν ἐπὶ τὸ μεῖζον ἐξάλλεται. Ζητεῖ γὰρ τὸ ὑποταγῆναι τῇ ἀγάπῃ. Ἀγάπη δέ ἐστιν ὁ Θεὸς, κατὰ την Ἰωάννου φωνὴν, ᾧ τὸ ὑποταγῆναι τὴν ψυχὴν, σωτηρίαν εἶναι ὁ Δαβὶδ ἀπεφήνατο. Ἐπεὶ οὖν γέγονα, φησὶν, ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ, ἤτοι τάξατε ἐπ' ἐμὲ τὴν ἀγάπην. Ὅπως ἂν χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ταύτόν ἐστι δι' ἑκατέρου τὸ σημαινόμενον, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι, καὶ τοῦ τὴν ἀγάπην αὐτῇ ἐπιταχθῆναι.
Next she says: Bring me into the house of wine; set love over me; stay me with ointments; heap me round with apples, for I am wounded with love. How the soul that was rightly likened to the horse runs in the divine course, stretching forward with frequent and intense leaps towards what lies ahead, and not turning back towards what lies behind! How great are the things she has attained in what has gone before—and still she thirsts! And so great is the intensity of her thirst that she is not content with the mixing-bowl of wisdom, nor does she reckon it enough for the healing of her thirst that the whole mixing-bowl should be poured into her mouth; rather, she seeks to be brought into the very house of wine itself, and to hold her mouth beneath the very winevats that gush forth to overflowing with sweet wine, and to behold the cluster being pressed out in the winevats, and that vine which nourishes such a cluster, and the Husbandman of the true vine, Who renders the cluster so rich in nourishment and so sweet—each of which it would be superfluous to explain in detail, since the figurative meaning contemplated in each of them is manifest. Assuredly she wishes also to behold that mystery too: how the garments of the Bridegroom are reddened by the treading of the winepress, concerning Whom the prophet says, Why are Thy garments red, and Thy raiment as from a trodden winepress? Because of these things and things such as these, she longs to come inside the house wherein lies the mystery concerning the wine. Then, once she has come inside, she leaps forth again towards what is greater still; for she seeks to be subjected unto love. Now God is love, according to the voice of John, to Whom David declared that the subjection of the soul is salvation. Since, then, she says, I have come to be in the house of wine, subject me unto love—that is to say, set love over me. In whichever way one uses the inversion of the phrase, what is signified through either form is the very same: whether by being set under love, or by love being set over her.
Ἢ τάχα τι καὶ δόγμα τῶν ἀστειοτέρων διὰ ταύτης τῆς φωνῆς διδασκόμεθα, οἵαν ἀνατιθέναι τῷ Θεῷ τὴν ἀγάπην προσήκει, καὶ ὅπως πρὸς τοὺς ἄλλους ἔχειν. Εἰ γὰρ χρὴ πάντα κατὰ τάξιν καὶ εὐσχημόνως γίνεσθαι, πολλῷ μᾶλλον ἡ τάξις ἐν τοῖς τοιούτοις ἁρμόδιος. Οὐ γὰρ ἂν οὔτε ὁ Κάϊν ἐπὶ τῷ κακῶς διελεῖν κατεκρίθη, ει μετὰ τοῦ ὀρθῶς προσενεγκεῖν, καὶ τὸ πρέπον ἐν τῇ τάξει πεφύλαχε, τῶν αὐτῷ τε πρὸς χρείαν καταλειπομένων, καὶ τῶν τῷ Θεῷ ἀφιερωμένων. Δέον γὰρ ἐκ τῶν πρώτων γεννημάτων τῷ Θεῷ τῆς θυσίας ἀπάρξασθαι, αὐτὸς τῶν τιμιωτέρων ἐμφορηθεὶς, τὸν Θεὸν τοῖς λειψάνοις ἐδεξιώσατο. Χρὴ τοίνυν ειδέναι τῆς ἀγάπης τὴν τάξιν, ἣν ὑφηγεῖται διὰ τοῦ νόμου, πῶς μὲν ἀγαπᾶσθαι χρὴ τὸν Θεὸν, πῶς δὲ τὸν πλησίον, καὶ τὴν γυναῖκα, καὶ τὸν ἐχθρὸν, μήποτε ἄτακτός τις καὶ ἐνηλλαγμένη γένηται τῆς ἀγάπης ἡ ἀποπλήρωσις. Δεῖ γὰρ Θεὸν μὲν ἀγαπᾷν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς, καὶ δυνάμεως, καὶ αισθήσεως· τὸν δὲ πλησίον, ὡς ἑαυτόν· τὴν δὲ γυναῖκα, ει μὲν καθαρωτέρας ἐστὶ ψυχῆς, ὡς ὁ Χριστὸς τὴν Ἐκκλησίαν · ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα ·
Or perhaps we are also taught some more refined doctrine through this utterance: what sort of love it befits us to dedicate to God, and how we ought to be disposed towards others. For if all things ought to be done decently and in order, much more is order fitting in matters such as these. For neither would Cain have been condemned for dividing wrongly, if along with offering rightly he had also preserved what was fitting in the order both of the things left behind for his own need and of those consecrated to God; for whereas he ought to have made the first-fruit offering of his sacrifice to God from his earliest fruits, he himself gorged upon the more precious things and greeted God with the remnants. One must therefore know the order of love which He guides us into through the Law—how God ought to be loved, and how one's neighbour, and one's wife, and one's enemy—lest the fulfilment of love should ever become disorderly and inverted. For one must love God with the whole heart and soul and strength and perception; one's neighbour as oneself; one's wife—if a man is of a purer soul, even as Christ loved the Church, whereas the more passion-bound man, as his own body;
Notes, col. 845

On the reading

Printed Εισαγάγετέ, for Εἰσαγάγετέ.

Printed εις, for εἰς.

Printed την, for τὴν.

Printed ταύτόν, for ταὐτόν.

Printed ει, for εἰ.

Printed ειδέναι, for εἰδέναι.

Printed αισθήσεως, for αἰσθήσεως.

PG 44:848Read from the page
οὕτω γὰρ κελεύει ὁ τῶν τοιούτων διατάκτης Παῦλος. Τὸν ἐχθρὸν δὲ ἐν τῷ μὴ κακὸν ἀντιδοῦναι κακῷ, ἀλλὰ δι' εὐεργεσίας την ἀδικίαν ἀμείψασθαι. Νῦν δὲ συγκεχυμένην ἔστιν ἰδεῖν καὶ ἄτακτον ἐπὶ τῶν πολλῶν τὴν ἀγάπην, διὰ τῆς ἀκαταλλήλου ἀναρμοστίας πεπλανημένως ἐνεργουμένην. Οἳ χρήματα μὲν καὶ τιμὰς καὶ γυναῖκας, ἂν τύχωσι θερμότερον πρὸς αὐτὰς διακείμενοι, ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως ἀγαπῶσιν, ὡς καὶ τὴν ζωὴν ἂν ὑπὲρ αὐτῶν ἐθελῆσαι προέσθαι · Θεὸν δὲ τοσοῦτον ὅσον δοκεῖν· τῷ δὲ πλησίον μόλις ἂν ἐπιδείξαιντο τὴν τοῖς ἐχθροῖς ἀφορισθεῖσαν ἀγάπην. Ἡ δὲ πρὸς τοὺς μισοῦντας σχέσις ἐστὶ, τῷ μείζονι κακῷ τοὺς προλελυπηκότας ἀμύνεσθαι. Τάξατε οὖν, φησὶν, ἐπ' ἐμὲ τὴν ἀγάπην, ὥστε Θεῷ μὲν ἀνατιθέναι ὅσον ὀφείλεται, ἐπὶ δὲ τῶν ἄλλων ἑκάστου, τοῦ προσήκοντος μέτρου μὴ ἀστοχῆσαι. Ἢ καὶ τοῦτο τυχὸν ἔστιν ὑπονοῆσαι διὰ τοῦ λόγου, ὅτι Ἐπειδὴ ἀγαπηθεῖσα περὶ τὴν πρώτην, διὰ τῆς παρακοῆς ἐν τοῖς ἐχθροῖς ἐλογίσθην, νυνὶ δὲ πάλιν εις τὴν αὐτὴν ἐπανῆλθον χάριν, δι' ἀγάπης τῷ νυμφίῳ συναρμοσθεῖσα · κυρώσατέ μοι, φησὶ, τὸ τῆς χάριτος ταύτης τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον ῥοπήν.
for thus does Paul, the ordainer of such things, command; and one's enemy, in not rendering evil for evil, but repaying injustice through beneficence. Nowadays, however, among the many one may see love confounded and disorderly, operating erringly through an incongruous want of harmony: men who love wealth and honours and wives—if they happen to be more ardently disposed towards them—with their whole soul and strength, so as to be willing even to give up their life on their behalf; yet love God only so much as to seem to do so; while to their neighbour they would scarcely display even the love appointed for enemies; and their disposition towards those who hate them is to avenge themselves with a greater evil upon those who first aggrieved them. Set love over me, therefore, she says, so that I may dedicate to God as much as is owed, and in the case of each of the rest may not miss the fitting measure. Or perhaps one may also suppose this too through the saying: Since, having been loved at the first, through disobedience I was reckoned among enemies, yet now have returned once more unto the selfsame grace, having been joined in harmony to the Bridegroom through love—confirm for me, she says, the ordered and unshifting character of this grace, you friends of the Bridegroom, preserving for me in steadfastness through care and attentiveness my inclination towards the better.
Ταῦτα δὲ εἰποῦσα, πάλιν πρὸς τὸ ὑψηλότερον μέτεισι· στηριχθῆναι γὰρ πρὸς τὴν τῶν ἀγαθῶν βεβαιότητα τοῖς μύροις ζητεῖ. Στηρίξατέ με, φησὶν, ἐν μύροις. Ὢ παραδόξων καὶ καινῶν ἐρεισμάτων! Πῶς τὰ μύρα στύλοι τοῦ οἴκου γίνονται; Πῶς τῇ εὐπνοίᾳ τὸ πάγιον τῆς τοῦ ὀρόφου κατασκευῆς διερείδεται; Ἢ δῆλον πάντως ἐστὶν, ὅτι τὸ τῶν ἀρετῶν χρῆμα πολυειδῶς ἐν ἡμῖν κατορθούμενον, κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων καὶ ὀνομάζεται; Ἀρετὴ γάρ ἐστιν οὐ μόνον τὸ βλέπειν τὸ ἀγαθὸν, καὶ τὸ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαι, ἀλλὰ καὶ τὸ ἀμεταπτωτον ἐν τῷ καλῷ διασώζεσθαι. Ὁ τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις, τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὐτῷ προσγενέσθαι ζητεῖ. Ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρισται. Θαυμάσειε δ' ἄν τις καὶ τὸ τῶν εἰρημένων ἀκόλουθον, διὰ τίνων στοιβασθῆναι τὸν οἶκον ἐπιθυμεῖ. Οὐ βάτοις τισὶ καὶ ἀκάνθαις, καὶ χόρτῳ, καὶ καλάμῃ (μᾶλλον δὲ καθώς φησιν ὁ Ἀπόστολος, οὐ ξύλοις καὶ καλάμῃ καὶ χόρτῳ), οἷς οἱ ὑλώδεις οἶκοι κατασκευάζονται· ἀλλὰ στοιβὴ τῆς τοῦ οἴκου στέγης τὰ μῆλα γίνεται. Λέγει γὰρ, Στοιβάσατέ με ἐν μήλοις· ἵνα γένηται πάντα ἐν πᾶσιν αὐτῇ ὁ καρπὸς οὗτος, τὸ κάλλος, τὸ μύρον, ὁ γλυκασμὸς, ἡ τροφὴ, ἡ διὰ τῆς σκιᾶς ἀνάψυξις, ὁ ἀναπαύων θρόνος, ὁ βεβαιῶν στύλος, ὁ ἐπισκεπάζων ὄροφος. Ὡς κάλλος γὰρ μετὰ ἐπιθυμίας ὁρᾶται, ὡς μύρον ἡδύνει τὴν ὄσφρησιν, ὡς τροφὴ πιαίνει τὸ σῶμα καὶ γλυκαίνει τὴν γεῦσιν, ὡς σκιὰ καταψύχει τὸν καύσωνα, ὡς θρόνος ἀναπαύει τὸν κόπον · ὡς στέγη τοῦ οἴκου, σκέπη τῷ ἐνοικοῦντι γίνεται · ὡς στύλος παρέχει τὸ ἀμετάπτωτον·
Having spoken these words, she passes once more to what is loftier still; for she seeks to be stayed by the ointments unto firmness in good things. Stay me, she says, with ointments. O paradoxical and novel supports! How do ointments become pillars of the house? How is the steadfastness of the ceiling's structure propped up by fragrance? Or is it altogether clear that the reality of the virtues, achieved in manifold ways within us, also receives its names according to the differences of its operations? For virtue is not merely beholding the good and coming to share in the better, but also being preserved unfallingly in what is noble. Whoever, then, wishes to be stayed with ointments seeks that firmness in the virtues may accrue to him; for virtue is ointment, inasmuch as it has been separated from every foul stench of sins. Yet one might marvel also at the sequel of what has been said: wherewith she desires the house to be heaped and thatched. Not with certain brambles and thorns, and hay, and stubble (or rather, as the Apostle says, not with wood and stubble and hay), wherewith material houses are built; rather, the apples become the thatch of the roof of the house. For she says, Heap me round with apples: so that this fruit may become all in all to her—beauty, ointment, sweetness, nourishment, cooling relief through shadow, the throne that gives rest, the pillar that makes firm, the ceiling that shelters overhead. For as beauty it is beheld with desire; as ointment it sweetens the sense of smell; as nourishment it fattens the body and sweetens the taste; as shadow it cools the burning heat; as a throne it gives rest from toil; as the roof of the house it becomes a shelter for the indweller; as a pillar it affords unfalling stability;
Notes, col. 848

On the reading

Printed την, for τὴν.

Printed εις, for εἰς.

Printed ἀμεταπτωτον, for ἀμετάπτωτον.

PG 44:849Read from the page
ὡς ἐμφανὲς μῆλον ὡραΐζει τὸν ὄροφον. Τί γὰρ ἄν τις ἐπινοήσειε περικαλλέστερον θέαμα μήλων συνθέσεως, ὅταν εὐδιάθετος ἡ ὀπώρα κατὰ τὸ συνεχὲς ἐφ' ὑπτίου τινὸς πρὸς αὑτὴν ἡνωμένη κατὰ τὴν ὄψιν ποικίλλεται, τοῦ ἐρυθήματος τῆς ὀπώρας καταμιγνυμένου πρὸς τὸ ὑπόλευκον. Ει τοίνυν δυνατὸν ἦν, ἐξ ἐπιπέδου τῶν μήλων θέσιν ἄνωθεν ἐπαιωρουμένην ὁρᾶσθαι, τί ἂν τῆς τοιαύτης ὄψεως ἦν γλαφυρώτερον; Ὅπερ ἐπὶ τῆς νοητῶν ἀγαθῶν ἐπιθυμίας ἐστὶν οὐκ ἀδύνατον. Οὐ γὰρ βαρὺ τῆς ὀπώρας ἐκείνης τὸ εἶδος, οὐδὲ εἰς γῆν βρίθον καὶ καθελκόμενον, ἀλλὰ πρὸς τὸ ὕψος τὴν ῥοπὴν ἐκ φύσεως ἔχει. Ἀναφυὴς γὰρ ἡ ἀρετὴ, καὶ πρὸς τὸ ἄνω βλέπει. Διὸ τῷ κάλλει τῶν τοιούτων μήλων ἐπιθυμεῖ ἡ νύμφη τὸν ὄροφον τοῦ ιδίου οἴκου ἐνωραΐζεσθαι. Οὐ γάρ μοι τοῦτο δοκεῖ κατὰ τὸ προηγούμενον τῷ λόγῳ σπουδάζεσθαι, ὡς ἐμφανές τι θέαμα διὰ τῆς τῶν μήλων συνθέσεως ἐπὶ τῆς στοιβῆς ὁρᾶσθαι. Τίς γὰρ ἂν γένοιτο διὰ τούτων πρὸς ἀρετὴν ὁδηγία, εἰ μή τι νόημα τῶν ὠφελούντων ἡμᾶς εἴη τοῖς εἰρημένοις ἐνθεωρούμενον;
as a visible apple-fruit it beautifies the ceiling. For what lovelier spectacle could anyone conceive than an arrangement of apples, when the ripe fruit, well-ordered and continuously united to itself upon some flat surface, is variegated to the sight as the ruddy blush of the fruit blends with its pale whiteness? If, then, it were possible for a flat arrangement of apples to be seen suspended aloft from above, what could be more graceful than such a sight? Yet in the case of desire for intelligible goods, this is not impossible; for the form of that fruit is not heavy, nor weighed down and dragged earthwards, but by nature possesses its inclination towards the height—for virtue grows upwards and looks towards what is above. Therefore the bride desires that the ceiling of her own house be beautified with the loveliness of such apples. For it does not seem to me that the primary aim of the Word is this: that some visible spectacle should be seen upon the thatch through the arrangement of the apples. For what guidance towards virtue could come about through these things, unless some thought among those that profit us were contemplated within what has been said?
Τί οὖν ἐστιν ὃ εἰκάζομεν; Ὁ ἐν τῷ δρυμῶνι τῆς φύσεως ἡμῶν ὑπὸ φιλανθρωπίας ἀναβλαστήσας, διὰ τοῦ μετασχεῖν σαρκός τε καὶ αἵματος, μῆλον ἐγένετο. Πρὸς ἑκάτερον γὰρ τούτων ἔστιν ἰδεῖν ἐν τῇ ὀπώρᾳ ταύτῃ διὰ τῆς χροιᾶς τὴν ὁμοίωσιν. Τῷ μὲν γὰρ ὑπερλευκαίνοντι μιμεῖται τὴν τῆς σαρκὸς ἰδιότητα, τὸ δὲ ἐπικεχρωσμένον ἐρύθημα συγγενῶς ἔχειν πρὸς τὴν τοῦ αἵματος φύσιν διὰ τοῦ εἴδους μαρτύρεται. Ὅταν τοίνυν ἡ ἐντρυφῶσα τοῖς θείοις ψυχὴ κατὰ τὴν στέγην ταύτην βλέπειν ἐπιθυμήσῃ, τοῦτο τῷ αἰνίγματι παιδευόμεθα. Ἐκ γὰρ τοῦ ἄνω βλέποντας ἡμᾶς προσέχειν τοῖς μήλοις, πρὸς οὐράνιόν ἐστι πολιτείαν ὁδηγεῖσθαι διὰ τῶν εὐαγγελικῶν διδαγμάτων. Ἅπερ ὁ ἄνωθεν ἐρχόμενος, καὶ ἐπάνω πάντων ὢν ὑπέδειξεν ἡμῖν διὰ τῆς ἐν σαρκὶ φανερώσεως, πάντῶν τῶν ἀγαθῶν πολιτευμάτων ἐν ἑαυτῷ δείξας τὰ ὑποδείγματα, καθώς φησιν ὁ Κύριος, ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τὸ δὲ αὐτὸ τοῦτο καὶ ὁ Ἀπόστολος, τὴν ταπεινοφροσύνην ἡμῖν ὑφηγούμενος, λέγει· Δυνατὸν γὰρ δι' ἑνὸς θεωρήματος πᾶσαν τὴν ἀλήθειαν πιστώσασθαι τῷ λόγῳ. Πρὸς γὰρ τοὺς τὰ ἄνω βλέποντας, Τοῦτο φρονείσθω, φησὶν, ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ὁ διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ, καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ἐν μετουσίᾳ τῆς ταπεινότητος ἡμῶν ἑκουσίως γενόμενος, καὶ μετὰ τῆς τοῦ θανάτου κατελθὼν πείρας. Διὰ ταῦτά φησιν ἡ νύμφη· Στοιβάσατέ με ἐν μήλοις, ἵνα πάντως εις ὕψος ὁρῶσα, βλέπω πρὸς τὰ τῶν ἀγαθῶν ὑποδείγματα τὰ ἐν τῷ νυμφίῳ δεικνύμενα. Ἐκεῖ ἡ πραότης· ἐκεῖ τὸ ἀόργητον · ἐκεῖ τὸ πρὸς ἐχθροὺς ἀμνησίκακον, καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον, καὶ τὸ δι' εὐεργεσίας τὴν κακίαν ἀμείβεσθαι · ἐκεῖ τὸ ἐγκρατὲς, τὸ καθαρὸν, τὸ
What, then, is it that we conjecture? He Who out of love for mankind sprouted up in the thicket of our nature, by partaking of flesh and blood, became an apple. For in relation to both of these one may see the likeness in this fruit through its hue: by its radiant whiteness it imitates the distinctive quality of flesh, while the ruddy blush laid over it bears witness through its appearance to its kinship with the nature of blood. Whenever, therefore, the soul that delights in divine things desires to gaze along this roof, we are instructed by this enigma; for from our looking upwards and attending to the apples, we are guided towards a heavenly way of life through the evangelical teachings—which He Who comes from above and is above all showed unto us through His manifestation in the flesh, having displayed within Himself the patterns of all noble ways of conduct, even as the Lord says, Learn from Me, for I am meek and lowly in heart. And the Apostle too, guiding us into humility of mind, says this very same thing—for through a single contemplation it is possible to confirm the whole truth for our discourse; for unto those who look towards the things above, Let this mind be in you, he says, which was also in Christ Jesus: Who, subsisting in the form of God, counted not equality with God a thing to be grasped, but emptied Himself, taking the form of a servant—He Who sojourned in human life through flesh and blood, and instead of the joy set before Him voluntarily came to share in our lowliness, and descended even unto the experience of death. Because of these things the bride says: Heap me round with apples, so that, gazing ever towards the height, I may look unto the patterns of good things displayed in the Bridegroom. There is meekness; there is freedom from anger; there is bearing no malice towards enemies, and kindness towards those who grieve us, and repaying wickedness through beneficence; there is self-control, purity,
Notes, col. 849

On the reading

Printed Ει, for Εἰ.

Printed ιδίου, for ἰδίου.

Printed πάντῶν, for πάντων.

Printed εις, for εἰς.