Migne Reading Room

PG 44 · cols. 828–837 · Read from the page

On the Song of Songs

On the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 44:828Read from the page
της δὲ οὔσης ἐν αὐταῖς τῆς συνηθείας, οἷον τολμᾷ αὕτη ἡ μεγαλόφρων παρθένος; Ἐμοὶ, φησὶν, ἀπόδεσμος, ὃν ἐξαρτῶ τοῦ αὐχένος ἐπὶ τὸ στῆθος, δι' οὗ τὴν εὐοσμίαν παρέχω τῷ σώματι, οὐκ ἄλλο τι τῶν εὐπνοούντων ἀρωμάτων ἐστίν· ἀλλ' αὐτὸς ὁ Κύριος στακτὴ γενόμενος ἔγκειται ἐν τῷ ἀποδέσμῳ τῆς συνειδήσεως, αὐτῇ μου τῇ καρδίᾳ ἐναυλιζόμενος. Ἡ γὰρ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ μέσῳ τῶν μαζῶν παρὰ τῶν τὰ τοιαῦτα ἐπεσκεμμένων εἶναι λέγεται. Ἐκεῖ δέ φησιν ἡ νύμφη ἔχειν τὸν ἀπόδεσμον, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται. Ἀλλὰ καὶ πηγήν τινα τοῦ ἐν ἡμῖν θερμοῦ, την καρδίαν φασίν· ἀφ' ἧς διὰ τῶν ἀρτηριῶν ἐφ' ἅπαν ἡ θερμότης τὸ σῶμα καταμερίζεται, δι' ἧς ἔνθερμά τε καὶ ζωτικὰ τὰ μέλη τοῦ σώματος γίνεται, τῷ πυρὶ τῆς καρδίας ὑποθαλπόμενα. Ἡ τοίνυν ἐν τῷ ἡγεμονικῷ παραδεξαμένη τὴν Χριστοῦ εὐωδίαν, καὶ τὴν καρδίαν αὐτῆς ἔνδεσμον τοῦ τοιούτου ποιήσασα θυμιάματος, πάντα τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα, οἷόν τινος σώματος μέλη ζέειν παρασκευάζει τῷ ἐκ τῆς καρδίας διήκοντι πνεύματι, μηδεμιᾶς ἀνομίας τὴν πρὸς τὸν Θεὸν ἀγάπην ἐν μηδενὶ μέλει τοῦ σώματος καταψυχούσης.
is the custom among them, what does this high-minded virgin dare? To me, she says, the sachet which I suspend from my neck upon my breast, through which I furnish sweet fragrance to my body, is none other of the sweet-breathing spices; rather, the Lord Himself, having become liquid myrrh, lies within the sachet of my conscience, dwelling within my very heart. For the local position of the heart is said by those who have investigated such matters to be in the midst of the breasts. And there the bride says she holds the sachet, in the place wherein the good is treasured up. Moreover, they also call the heart a certain fount of the heat within us, from which heat is distributed through the arteries over the entire body, whereby the members of the body become warm and vital, fostered from beneath by the fire of the heart. She, therefore, who has received the sweet fragrance of Christ in her governing faculty, and has made her heart a sachet of such incense, prepares all the individual pursuits of her life, like the members of a body, to be fervent with the spirit pervading from the heart, while no iniquity chills the love towards God in any member of the body.
Ἀλλ' ἐπὶ τὸν ἑξῆς λόγον μετέλθωμεν. Ἀκούσωμεν τί ἡ ἄμπελος ἡ εὐθηνοῦσα περὶ τῶν καρπῶν αὐτῆς διαλέγεται, ἡ ἐν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ Θεοῦ οἰκίας, καθώς φησιν ὁ Προφήτης, διηπλωμένη, καὶ διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ τε καὶ ἀκηράτῳ ζωῇ. Βότρυς, φησὶ, τῆς Κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Ἐγγαδδεί. Τίς οὕτω μακάριος, μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης μακαριότητος, ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾷν τὸν τοῦ ἀμπελῶνος δεσπότην; Ἰδοὺ γὰρ ὅσον ηὐξήθη ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν, ἡ στακτὴ αὐτῷ εὐώδης ποιησαμένη, καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένοι αὐτῇ τὸ ἀγαθὸν διαπαντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται, τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζοντος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέοντος. Ὁ γὰρ τὴν καρδίαν εὐφραίνων οἶνος, αἷμα σταφυλῆς μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεταί τε καὶ ὀνομάζεται. Διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως· τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐοδμίᾳ τὰ αἰσθητήρια· τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξουσίαν ἢ τῆς βρώσεως κατατρυφᾷν, ἢ ἐν συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι· ἐνταῦθα αἰτεῖ ἡ νύμφη τὸν ἀνθοῦντα βότρυν καρποφορεῖν, κύπρον τὴν οἰνάνθην κατονομάζουσα. Τὸ γὰρ γεννηθὲν ἡμῖν παιδίον Ἰησοῦς, ὁ ἐν τοῖς δεξαμένοις αὐτὸν διαφόρως προκόπτων, σοφίᾳ τε καὶ ἡλικίᾳ καὶ χάριτι, οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ἐν ᾧ γίνεται, καθὼς ἂν ὁ χωρῶν αὐτὸν ἱκανῶς ἔχῃ, τοιοῦτος φαίνεται, ἢ νηπιάζων, ἢ προκόπτων, ἢ τελειούμενος, κατὰ τὴν τοῦ βότρυος φύσιν· ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται, ἀλλὰ συνεξαλ-
But let us pass on to the next statement. Let us hear what the flourishing vine says concerning her fruits—she who is spread out upon all the sides of the house of God, as the Prophet says, and who through the tendrils of love is entwined about the divine and incorruptible life. A cluster of henna, she says, is my kinsman to me in the vineyards of Engaddi. Who is so blessed, or rather who so surpasses all blessedness, that in beholding his own fruit he beholds in the very cluster of his own soul the Master of the vineyard? For behold how greatly she has grown who in her own spikenard recognized the sweet breath of the Bridegroom: having become fragrant myrrh unto Him, and having bound up the spice in the sachet of her heart, so that the good might abide with her continually unexhaled, she becomes mother of the divine cluster, which before the Passion was in henna-bloom—that is, blossoming—and in the Passion poured forth wine. For the wine that gladdens the heart both becomes and is named blood of the grape after the dispensation of the Passion. Since, therefore, enjoyment in the cluster is twofold—the one from the blossom, when it gladdens the organs of sense with its sweet scent, and the other through the fruit already perfected, when it lies in one's power either to luxuriate in eating it or to be cheered with wine at banquets—here the bride asks to bear the blossoming cluster as fruit, naming the vine-blossom henna. For the Child born unto us, Jesus, Who advances variously in wisdom and stature and grace within those who have received Him, is not the same in all, but according to the measure of the one in whom He comes to be, according as he who contains Him is sufficiently able, such does He appear—either as an infant, or advancing, or being perfected—after the nature of the cluster, which is not always seen with the same form upon the vine, but alters together
Notes, col. 828

On the reading

Printed την, for τὴν.

PG 44:829Read from the page
λάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινόμενος. Ἐπαγγέλλεται τοίνυν ἡ ἄμπελος τῷ ἰδίῳ καρπῷ, ὃς οὔπω μέν ἐστι πρὸς οἶνον ὥριμος, ἀλλὰ μένει τὸ πλήρωμα τῶν καιρῶν· οὐ μὴν ὡς εἰς τρυφὴν ἀναπόλαυστος. Τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν, τοῖς ἀτμοῖς τῆς ἐλπίδος ἡδύνων τὰ τῆς ψυχῆς αισθητήρια. Τὸ γὰρ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος, ἡ ἀπόλαυσις τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις τὸ προσδοκώμενον γίνεται. Οὕτως οὖν ὁ τῆς Κύπρου βότρυς ἐστὶ, βότρυς οἶνον ἐπαγγελλόμενος, οὔπω δὲ οἶνος γινόμενος, ἀλλὰ διὰ τοῦ ἄνθους (ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστὶ) τὴν ἐσομένην χάριν πιστούμενος. Ἡ δὲ τοῦ Καδδεὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ᾧ ἐνριζωθεῖσα ἡ ἄμπελος εὔτροφον καὶ ἡδὺν τὸν καρπὸν ἀπεργάζεται. Οἱ τοπικῶς ιστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Καδδεὶ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων. Ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ τοῦ Κυρίου σύμφωνον ἔχων τὸ θέλημα, καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος, ἀειθαλὲς γίνεται δένδρον, ταῖς τῶν ὑδάτων ἐπιῤῥοαῖς πιαινόμενον, ἐν τῷ καθήκοντι καιρῷ τὸν καρπὸν παρεχόμενος, τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ Καδδεὶ τῷ πίονι τόπῳ ἐῤῥιζωμένη, τουτέστιν ἐν βαθείᾳ τῇ διανοίᾳ, τῇ διὰ τῶν θείων διδαγμάτων καταρδομένῃ καὶ αὔξουσα, τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐκαρποφόρησεν, ᾧ τὸν γεωργὸν καὶ φυτηκόμον ἑαυτῆς ἐνορᾷ. Ὡς μακάριον τὸ τοιοῦτον γεώργιον, οὗ ὁ καρπὸς πρὸς τὴν τοῦ νυμφίου ὁμοιοῦται μορφήν! Ἐπειδὴ γὰρ φῶς ἀληθινόν ἐστιν ἐκεῖνος, καὶ ἀληθινὴ ζωὴ, καὶ δικαιοσύνη ἀληθὴς, καθὼς ἡ Σοφία φησὶ, καὶ πάντα τὰ τοιαῦτα, ὅταν τις διὰ τῶν ἔργων ταῦτα γένηται, ἃ ἐκεῖνός ἐστιν, οὕτω τὸν τῆς ἰδίας συνειδήσεως βότρυν βλέπων, αὐτὸν τὸν νυμφίον ἐν τούτῳ βλέπει, τῇ φωτεινῇ τε καὶ ἀκηράτῳ ζωῇ τὸ φῶς τῆς ἀληθείας ἐνοπτριζόμενος. Διὰ τοῦτό φησιν ἡ ἄμπελος ἡ εὐθηνοῦσα, ὅτι Ἐμὸς βότρυς ὁ δι' ἄνθος κυπρίζων· αὐτὸς ἐκεῖνός ἐστιν ὁ ἀληθινὸς βότρυς, ὁ ἐπὶ τῶν ξυλίνων ἀναφορέων ἑαυτὸν δείξας, οὗ τὸ αἷμα τοῖς σωζομένοις τε καὶ εὐφραινομένοις, πότιμόν τε καὶ σωτήριον γίνεται, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
its form with time—blossoming, putting forth henna-bloom, being perfected, ripening. The vine, therefore, gives promise by its own fruit, which is not yet ripe for wine, but awaits the fulness of the seasons, yet is not unenjoyable for delight. For instead of taste it gladdens the sense of smell with the expectation of good things, sweetening the faculties of the soul with the vapours of hope. For the sure and undoubted certainty of the hoped-for grace becomes enjoyment to those who through patience await that which is expected. Thus, then, is the cluster of henna: a cluster promising wine, not yet becoming wine, but through its blossom (and hope is the blossom) assuring the grace to come. And the addition of Gaddi signifies the rich land wherein the vine, having taken root, produces nourishing and sweet fruit. Those who have written local histories say that the allotment of Gaddi is well suited for the thriving of grape-clusters. Since, therefore, he who has his will in harmony with the law of the Lord, and makes this his meditation throughout the whole night and day, becomes an evergreen tree, fattened by the inflows of the waters, yielding its fruit in due season—on this account the Bridegroom's vine also, rooted in Gaddi, the rich place, that is, in deep understanding watered by the divine teachings and growing, bore as fruit this fair-blooming and blossoming cluster, wherein it beholds its own Husbandman and Planter. How blessed is such husbandry, whose fruit is likened unto the Bridegroom's form! For since He is true Light, and true Life, and true Righteousness, as Wisdom says, and all such things, when anyone through works becomes those things which He is, in thus beholding the cluster of his own conscience he beholds the Bridegroom Himself therein, mirroring the Light of truth in his luminous and incorruptible life. Wherefore the flourishing vine says: Mine is the cluster that puts forth henna-bloom through its blossom; He Himself is the true cluster, Who showed Himself upon the wooden carrying-poles, Whose blood becomes drinkable and saving unto those who are being saved and made glad, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ Δʹ.
Homily IV.
Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου· ιδοὺ εἶ καλὴ, οι ὀφθαλμοί σου περιστερᾶς. Ἰδοὺ εἶ καλὸς ἀδελφιδός μου, καί γε ὡραῖος. Προσκλίνη ἡμῶν σύσκιος, δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμων κυπάρισσοι. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υιῶν. Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. Εισαγάγετέ με εις οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην. Στηρίξατέ με μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλὴμ, ἐν δυνάμεσι καὶ ἐν ισχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
Behold, you are fair, my neighbour; behold, you are fair, your eyes are those of a dove. Behold, you are fair, my kinsman, yea and comely. Our couch is shaded; our beams are cedars, our coffered ceilings cypresses. I am a flower of the plain, a lily of the valleys. As a lily in the midst of thorns, so is my neighbour in the midst of the daughters. As an apple tree among the trees of the wood, so is my kinsman in the midst of the sons. In his shadow I desired and sat down, and his fruit was sweet in my throat. Bring me into the house of wine; set love upon me. Stay me with unguents, strew apples round about me, for I am wounded with love. His left hand is under my head, and his right hand shall embrace me. I have adjured you, O daughters of Jerusalem, by the powers and by the forces of the field, whether you stir up or awaken love, until he will.
Notes, col. 829

On the reading

Printed αισθητήρια, for αἰσθητήρια.

Printed ιστορήσαντες, for ἱστορήσαντες.

Printed ιδοὺ, for ἰδοὺ.

Printed οι, for οἱ.

Printed ἡμων, for ἡμῶν.

Printed υιῶν, for υἱῶν.

Printed Εισαγάγετέ, for Εἰσαγάγετέ.

Printed εις, for εἰς.

Printed ισχύσεσι, for ἰσχύσεσι.

PG 44:832Read from the page
Φασὶ τοὺς τὸ χρυσίον ἐκκαθαίροντας, εἰ διά τινος ῥυπαρωτέρας ὕλης κατ' ἐπιβολὴν ἐμμιχθείσης ἀμαυρωθείη τῆς λαμπηδόνος τὸ κάλλος, τῇ διὰ τοῦ πυρὸς χωνείᾳ θεραπεύειν τὴν δυσχροίαν, καὶ πολλάκις τοῦτο ποιεῖν, καὶ καθ' ἑκάστην χωνείαν ἐπισκοπεῖν, ὅσον παρὰ την προτέραν ἐν τοῖς ἐφεξῆς γέγονεν ὁ χρυσὸς εὐχροώτερος, καὶ μὴ πρότερον παύεσθαι τῷ πυρὶ τὴν ὕλην ἀποκαθαίροντας, ἕως αὐτὸ χρυσίου τὸ εἶδος ἑαυτῷ μαρτυρήσῃ τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον. Τίνος δὲ χάριν τῆς παρούσης τῶν ἀνεγνωσμένων θεωρίας ἁπτόμενοι, τούτων τὴν μνήμην ἐποιησάμεθα, δῆλον ἡμῖν ἐξ αὐτῆς τῆς διανοίας τῶν γεγραμμένων γενήσεται. Χρυσῆ τις ἦν τὸ καταρχὰς ἡ ἀνθρωπίνη φύσις, καὶ λάμπουσα τῇ πρὸς τὸ ἀκήρατον ἀγαθὸν ὁμοιότητι· ἀλλὰ δύσχρους καὶ μέλαινα μετὰ τοῦτο τῇ ἐπιμιξίᾳ τῆς κακίας ἐγένετο, καθὼς ἐν τοῖς πρώτοις τοῦ Ἄσματος τῆς νύμφης ἠκούσαμεν, ὅτι μέλαιναν αὐτὴν ἐποίησεν ἡ τοῦ ἀμπελῶνος ὀλιγωρία, ἧς θεραπεύων τὴν δυσμορφίαν ὁ πάντα ἐν σοφίᾳ τεχνιτεύων Θεὸς, οὐ καινόν τι κάλλος ἐπ' αὐτὴν μηχανᾶται, ὃ μὴ πρότερον ἦν, ἀλλ' ἐπὶ τὴν πρώτην ἐπανάγει χάριν, δι' ἀναλύσεως τὴν τῷ κακῷ μελανθεῖσαν μεταχωνεύων πρὸς τὸ ἀκήρατον. Ὥσπερ τοίνυν οἱ ἀκριβεῖς χρυσογνώμονες μετὰ τὴν πρώτην χωνείαν ἐπισκοποῦσιν, ὅσον ἐπέδωκεν εἰς κάλλος ἡ ὕλη τῷ πυρὶ τὸν ῥύπον ἐνδαπανήσασα· καὶ πάλιν δευτέρας γεγονυίας χωνείας, εἰ μὴ ἱκανῶς παρὰ τὴν πρώτην ἀπεκαθάρθη, τὸ προστεθὲν κάλλος ἐπιλογίζονται, καὶ πολλάκις τὸ ἴσον ποιοῦντες, ἀεὶ τὰς τοῦ κάλλους προσθήκας διὰ τῆς ἐπιστημονικῆς δοκιμασίας ἐπιγινώσκουσιν· οὕτω καὶ νῦν ὁ θεραπευτὴς τοῦ μελανθέντος χρυσίου, καθάπερ τινὶ χώνῃ ψυχὴν λαμπρύνας διὰ τῶν προσαχθέντων αὐτῇ φαρμάκων· ἐν μὲν τοῖς φθάσασιν ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε· νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν αὐτῇ κάλλος. Φησὶ γάρ· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου, ιδοὺ εἶ καλή· οι ὀφθαλμοί σου περιστεραί.
They say that those who refine gold, if through some baser matter purposefully mixed in the beauty of its lustre has been dimmed, heal the discolouration by smelting with fire, and do this many times, inspecting at each smelting how much fairer in hue the gold has become in the subsequent ones beyond the former, and do not cease purifying the matter with fire until the very form of the gold bears witness for itself to its purity and freedom from alloy. For what reason, as we enter upon the present contemplation of what has been read, we have made mention of these things will become clear to us from the very meaning of what is written. Human nature was golden in the beginning, and resplendent through its likeness to the incorruptible Good; but afterwards it became discoloured and black through the admixture of vice, just as in the opening words of the Song we heard the bride say that neglect of the vineyard had made her black. Healing her deformity, God, Who fashions all things in wisdom, does not devise upon her some novel beauty that did not exist before, but brings her back to her original grace, re-smelting through dissolution her who had been blackened by evil back towards what is undefiled. Just as exact assayers of gold, then, inspect after the first smelting how much the matter has advanced towards beauty after consuming its dross in the fire, and again, when a second smelting has taken place, if it was not sufficiently purified in comparison with the first, reckon up the added beauty, and doing the same thing often, ever recognize the accessions of beauty through scientific testing—so also now the Healer of the blackened gold, having brightened the soul as in a crucible through the remedies applied to her, in what went before bore witness to a certain horse's comeliness in what appeared, whereas now He henceforth accepts as that of a virgin the beauty manifested in her. For He says: Behold, you are fair, my neighbour; behold, you are fair; your eyes are doves.
Παιδεύει διὰ τῶν εἰρημένων ὁ λόγος, ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν, τὸ πλησίον γενέσθαι τῆς τοῦ καλοῦ πηγῆς, καὶ προσεγγίσαι πάλιν τῷ ἀληθινῷ κάλλει, οὗ ἀπεφοίτησε. Φησὶ γάρ· Ἰδοὺ εἶ καλὴ, ἡ πλησίον μου. Διὰ τοῦτο πρότερον οὐκ ἦσθα καλὴ, διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης. Τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· Δεκτικὴ τῶν κατὰ γνώμην γέγονεν ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς ὅπερ ἂν ἡ ῥοπὴ τῆς προαιρέσεως αὐτὴν ἄγει, κατ' ἐκεῖνο καὶ ἀλλοιοῦται. Τοῦ τε γὰρ θυμοῦ παραδεξαμένη τὸ πάθος, θυμώδης γίνεται· καὶ τῆς ἐπιθυμίας ἐπικρατησάσης, εις ἡδονὴν διαλύεται. Πρὸς δειλίαν τε καὶ φόβον, καὶ τὰ καθ' ἕκαστον πάθη τῆς ῥοπῆς γενομένης τὰς ἑκάστου τῶν παθῶν μορφὰς ὑποδύεται· ὥσπερ δὴ καὶ ἐκ τοῦ ἐναντίου τὸ μακρόθυμον, τὸ καθαρὸν, τὸ ειρηνικὸν, τὸ ἀόργητον, τὸ ἄλυπον, τὸ εὐθαρσὲς, τὸ ἀπτόητον, πάντα ταῦτα ἐν ἑαυτῇ δεξαμένη, ἑκάστου τούτων ἐπισημαίνει τὸν χαρακτῆρα
Through what has been said the discourse teaches that the recovery of beauty consists in this: drawing near to the fount of the good, and approaching once more the true beauty from which she had departed. For He says: Behold, you are fair, my neighbour. On this account you were not fair formerly, because, estranged from the archetypal beauty through evil proximity to vice, you were altered towards ugliness. And the meaning of what is said is as follows: human nature was made receptive of whatever accords with its intent, and towards whatever the inclination of free choice leads it, according to that it is also altered. For when it receives the passion of wrath, it becomes wrathful; and when desire prevails, it is dissolved into pleasure. And when its inclination turns towards cowardice and fear and the several passions, it puts on the forms of each of the passions; just as, on the contrary, when it has received within itself long-suffering, purity, peaceableness, freedom from anger, freedom from grief, courage, and undauntedness—all these—it stamps the impress of each of these
Notes, col. 832

On the reading

Printed την, for τὴν.

Printed ιδοὺ, for ἰδοὺ.

Printed οι, for οἱ.

Printed εις, for εἰς.

Printed ειρηνικὸν, for εἰρηνικὸν.

PG 44:833Read from the page
τῇ καταστάσει τῆς ψυχῆς ἐν ἀταραξίᾳ γαληνιάζουσα. Συμβαίνει τοίνυν ἀμέσως πρὸς τὴν κακίαν τῆς ἀρετῆς διεστώσης, μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφότερον τῷ ἑνὶ παραγίνεσθαι· ὁ γὰρ τοῦ σωφρονεῖν ἀποστὰς, ἐν τῷ ἀκολάστῳ πάντως γίνεται βίῳ, καὶ ὁ τὸν ἀκάθαρτον βδελυξάμενος βίον, κατώρθωσεν ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ τὸ ἀμόλυντον. Οὕτω καὶ τᾶλλα πάντα, ὁ ταπεινόφρων τῆς ὑπερηφανίας κεχώρισται, καὶ ὁ διὰ τοῦ τύφου ἑαυτὸν ἐξογκώσας, τὴν ταπεινοφροσύνην ἀπώσατο. Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν; Πῶς ἐπὶ τῶν ἀντικειμένων τῇ φύσει ἡ τοῦ ἑνὸς ἀπουσία θέσις καὶ ὕπαρξις τοῦ ἑτέρου γίνεται, οὕτω τοίνυν ἐχούσης ἡμῶν τῆς προαιρέσεως, κατ' ἐξουσίαν ἔχειν ᾧπερ ἂν ἐθέλῃ τούτῳ συσχηματίζεσθαι, καλῶς φησι πρὸς τὴν ὡραιωθεῖσαν ὁ λόγος· ὅτι Ἀποστᾶσα μὲν τῆς τοῦ κακοῦ κοινωνίας ἐμοὶ προσήγγισας· πλησιάσασα δὲ τῷ ἀπροσίτῳ κάλλει, καὶ αὐτὴ καλὴ γέγονας, οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα. Κατόπτρῳ γὰρ ἔοικεν ὡς ἀληθῶς τὸ ἀνθρώπινον κατὰ τὰς τῶν προαιρέσεων ἐμφάσεις μεταποιούμενον. Ἄν τε γὰρ χρυσὸν ἴδοι, χρυσὸς φαίνεται, καὶ τὰς αὐτὰς αὐγὰς τῆς ὕλης διὰ τῆς ἐμφάσεως δείκνυσιν· ἄν τέ τι τῶν ειδεχθῶν ἐμφανείη, καὶ τούτου τὸ αἶσχος δι' ὁμοιώσεως ἀπομάσσεται, βάτραχόν τινα, ἢ φρῦνον, ἢ σκολόπενδραν, ἢ ἄλλο τι τῶν ἀηδῶν θεαμάτων τῷ οἰκείῳ ὑποκρινόμενον, ᾧπερ ἂν τούτων εὑρεθῇ ἀντιπρόσωπον. Ἐπειδὴ τοίνυν κατὰ νώτου τὴν κακίαν ποιησαμένη ἡ κεκαθαρμένη ψυχὴ ὑπὸ Λόγου, τὸν ἡλιακὸν ἐν ἑαυτῇ κύκλον ἐδέξατο, καὶ τῷ ὀφθέντι ἐν αὐτῇ φωτὶ συνεξέλαμψε, διὰ τοῦτό φησι πρὸς αὐτὴν ὁ Λόγος, ὅτι Γέγονας ἤδη καλὴ πλησιάσασα τῷ ἐμῷ φωτὶ, διὰ τοῦ προσεγγισμοῦ τὴν κοινωνίαν ἐφελκομένη τοῦ κάλλους. Ἰδοὺ εἶ καλὴ, φησὶν, ἡ πλησίον μου. Εἶτα ἐπισχὼν, καὶ οἷον ἐν προσθήκῃ τινὶ καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον, ειπών· Ἰδοὺ εἶ καλή. Ἀλλ' ἐν μὲν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν· ἐνταῦθα δὲ τὴν ἐκ τοῦ εἴδους τῶν ὀμμάτων γνωριζομένην· Ὀφθαλμοὶ γάρ σου, φησὶ, περιστερᾶς. Πρότερον μὲν γὰρ ὅτε ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν. Νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται· ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινός ἐστι τὸ περιστερᾶς τὰ ὄμματα εἶναι, ὅπερ μοι δοκεῖ τοιαύτην ἐμφαίνειν διάνοιαν, ἐπειδὴ ταῖς καθαραῖς τῶν ὀμμάτων κόραις ὁρᾶται τῶν ἀτενιζόντων τὰ πρόσωπα. Φασὶ γὰρ οἱ τοιαῦτα φυσιολογεῖν ἐπιστήμονες, ὅτι τὰς τῶν ειδώλων ἐμπτώσεις δεχόμενος, αἳ τῶν ὁρατῶν ἀποῤῥέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν ὁ ὀφθαλμός. Τούτου χάριν ἔπαινος γίνεται τῆς τῶν ὀφθαλμῶν εὐμορφίας τὸ τῆς περιστερᾶς εἶδος, τὸ ταῖς κόραις αὐτῶν ἐμφαινόμενον. Πρὸς ὃ γὰρ ἄν τις ἐνατενίσῃ, τοῦτο δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα. Ἐπεὶ οὖν μηκέτι πρὸς σάρκα καὶ αἷμα βλέπων, πρὸς τὸν πνευματικὸν βίον ὁρᾷ, καθώς φησιν ὁ Ἀπόστολος, ζῶν πνεύματι, καὶ πνεύματι στοιχῶν, καὶ τὰς πράξεις τοῦ σώματος θανατῶν τῷ πνεύματι, καὶ ὅλος δι' ὅλου πνευματικὸς γενόμενος, οὐ ψυχικὸς, οὐδὲ σάρκινος· τούτου χάριν μαρ-
upon the state of the soul as she rests in serene tranquillity. It comes to pass, therefore, since virtue stands directly opposed to vice, that both cannot be present together in the same person at once; for he who departs from temperance inevitably comes to be in a dissolute life, and he who abhors the impure life achieves undefilement in turning away from evil. So also in all other things: the humble-minded man is separated from arrogance, and he who has puffed himself up through conceit has thrust away humility. And what need is there to linger in recounting each particular? Just as in things opposed by nature the absence of the one becomes the positing and existence of the other, so then, since our free choice possesses the authority to conform itself to whichever it wills, rightly does the Word say to her who has been made beauteous: Having departed from fellowship with evil, you have drawn near to Me; and having approached the unapproachable Beauty, you yourself have also become fair, shaped like a mirror to My own impress. For human nature truly resembles a mirror, being transformed according to the reflections of its choices. For whether it looks upon gold, gold appears, and through the reflection it displays the very gleams of that substance; or if anything ugly should appear, it likewise takes the imprint of its foulness through likeness—acting the part of some frog, or toad, or centipede, or any other unpleasant sight in its own semblance, whichever of these it is found facing. Since, therefore, the soul purified by the Word, having put vice behind its back, has received within itself the solar disk and has shone forth together with the light that appeared within her, on this account the Word says to her: You have already become fair by drawing near to My light, attracting communion in beauty through your approach. Behold, you are fair, He says, my neighbour. Then, pausing, and beholding her as though come to a certain addition and intensification of beauty, He repeats the same utterance again, saying: Behold, you are fair. Yet in the former He named her his neighbour, whereas here He names her as recognized from the form of her eyes: For your eyes, He says, are those of a dove. Formerly, when she was likened to a horse, her praise lay in cheek and neck; now, however, when her own beauty has been manifested, the grace of her eyes is praised, and the praise of her eyes is that her eyes are those of a dove—which seems to me to indicate the following meaning, inasmuch as the faces of those who gaze intently are seen in the pure pupils of the eyes. For those skilled in giving natural accounts of such things say that the eye exercises vision by receiving the impacts of images which stream off from visible objects. On this account the form of the dove appearing in their pupils becomes the praise of the comeliness of the eyes; for whatever one gazes intently upon, of that one receives the likeness within oneself. Since, then, looking no longer towards flesh and blood, one looks towards the spiritual life—as the Apostle says, living by the Spirit, and walking by the Spirit, and putting to death the deeds of the body by the Spirit, and having become wholly spiritual throughout, not natural nor carnal—on this account witness is
Notes, col. 833

On the reading

Printed ειδεχθῶν, for εἰδεχθῶν.

Printed ειπών, for εἰπών.

Printed ειδώλων, for εἰδώλων.

PG 44:836Read from the page
τυρεῖται ἡ τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη ψυχὴ, τὸ τῆς περιστερᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν, τουτέστι τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάζεσθαι. Ἐπεὶ οὖν γέγονε καθαρὸς ὁ αὐτῆς ὀφθαλμὸς δεκτικὸς τοῦ τῆς περιστερᾶς χαρακτῆρος, διὰ τοῦτο χωρεῖ καὶ τοῦ νυμφίου τὸ κάλλος θεάσασθαι. Νῦν γὰρ πρῶτον ἡ παρθένος ἀτενίζει τῇ τοῦ νυμφίου μορφῇ, ὅτε ἔσχε τὴν περιστερὰν ἐν τοῖς ὄμμασιν. Οὐδεὶς γὰρ δύναται Κύριον Ἰησοῦν ειπεῖν, ει μὴ ἐν Πνεύματι ἁγίῳ· καί φησιν· Ἰδοὺ εἶ καλὸς, ἀδελφιδός μου, καί γε ὡραῖος. Ἀφ' οὗ γὰρ οὐδὲν ἄλλο μοι καλὸν εἶναι δοκεῖ, ἀλλ' ἀπεστράφην πάντα ὅσα τὸ πρότερον ἐν καλοῖς ἐνομίζετο, οὐκέτι μοι πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε ἄλλο τι παρὰ σὲ καλὸν οἴεσθαι· οὐκ ἔπαινός τις ἀνθρώπινος, οὐ δόξα, οὐ περιφάνεια, οὐ κοσμικὴ δύναμις. Ταῦτα γὰρ τοῖς πρὸς τὴν αἴσθησιν βλέπουσιν, ἐπικέχρωσται μὲν τῇ τοῦ καλοῦ φαντασίᾳ, οὐ μήν ἐστιν ὅπερ νομίζεται. Πῶς γὰρ ἄν τι εἴη καλὸν, ὃ μηδὲ ὅλως ἔστι καθ' ὑπόστασιν; Τὸ γὰρ ἐν τῷ κόσμῳ τούτῳ τετιμημένον, ἐν μόνῃ τῇ οἰήσει τῶν νομιζόντων εἶναι, τὸ εἶναι ἔχει. Σὺ δὲ ἀληθῶς εἶ καλός· οὐ καλὸς δὲ μόνον, ἀλλ' αὐτῇ τῇ τοῦ καλοῦ οὐσίᾳ ἀεὶ τοιοῦτος ὑπάρχων, πάντοτε ὢν ὅπερ εἶ· οὔτε κατὰ καιρὸν ἀνθῶν, οὔτε ἐπὶ καιροῦ πάλιν ἀποβάλλων τὸ ἄνθος· ἀλλὰ τῇ ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν· ᾧ ὄνομα ἡ φιλανθρωπία. Ὁ γὰρ ἐξ Ἰούδα ἀνατείλας ἡμῖν Χριστὸς, ἀδελφὸς δὲ ὁ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν, ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθη.
borne to the soul freed from bodily attachment that she possesses the form of the dove in her eyes—that is, that the impress of the spiritual life shines forth in the discerning faculty of the soul. Since, therefore, her eye has become pure and receptive of the impress of the dove, on this account she becomes capable also of beholding the beauty of the Bridegroom. For now first does the virgin gaze intently upon the Bridegroom's form, when she has acquired the dove in her eyes. For no one can say Jesus is Lord except in the Holy Spirit; and she says: Behold, you are fair, my kinsman, yea and comely. For since nothing else seems fair to me, and I have turned away from all things that were formerly reckoned among fair things, my judgement of the good no longer errs so as to deem anything fair beside You: no human praise, no glory, no renown, no worldly power. For to those who look towards sense-perception these things are overlaid with an appearance of the good, yet they are not what they are supposed to be. For how could anything be fair which has no real subsistence at all? For that which is honoured in this world has its being solely in the opinion of those who suppose it to exist. But You are truly fair—and not merely fair, but ever existing as such in the very essence of the Good, always being what You are, neither blooming for a season nor again shedding Your blossom at a season, but extending Your bloom alongside the eternity of Your life—You Whose name is Loving-kindness towards mankind. For Christ, Who sprang up for us out of Judah—while the people of the Jews is brother to him who approaches You from the Gentiles—was rightly named kinsman of her who longs for Him, because of the manifestation of Your Godhead that came to pass in the flesh.
Εἶτα ἐπήγαγε, Προσκλίνη ἡμῶν σύσκιος. Τουτέστιν, ἔγνω σε, ἤτοι γνώσεται ἡ ἀνθρωπίνη φύσις, σύσκιον τῇ οικονομίᾳ γενόμενον. Ἦλθες γὰρ σὺ, φησὶν, ὁ καλὸς, ὁ ἀδελφιδὸς, ὁ ὡραῖος, πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος. Ει γὰρ μὴ συνεσκίασας αὐτὸς ἑαυτὸν, τὴν ἄκρατον τῆς θεότητος ἀκτῖνα συγκαλύψας τῇ τοῦ δούλου μορφῇ, τίς ἂν ὑπέστη σοῦ τὴν ἐμφάνειαν; Οὐδεὶς γὰρ ὄψεται πρόσωπον Θεοῦ, καὶ ζήσεται. Ἦλθες τοίνυν ὁ ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι, τοιοῦτος γενόμενος. Ἦλθες τὰς τῆς θεότητος ἀκτῖνας τῇ περιβολῇ συσκιάσας τοῦ σώματος. Πῶς γὰρ ἂν ἐχώρησε θνητὴ καὶ ἐπίκηρος φύσις τῇ ἀκηράτῳ καὶ ἀπροσίτῳ συζυγίᾳ συναρμοσθῆναι, ει μὴ τοῖς ἐν σκότει ζῶσιν ἡμῖν ἡ σκιὰ τοῦ σώματος πρὸς τὸ φῶς ἐμεσίτευσε; Κλίνην δὲ ὀνομάζει ἡ νύμφη, τῇ τροπικῇ σημασίᾳ τὴν πρὸς τὸ Θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύουσα. Ὡς καὶ ὁ μέγας Ἀπόστολος ἁρμόζεται τῷ Χριστῷ τὴν παρθένον ἡμᾶς, καὶ νυμφοστολεῖ τὴν ψυχὴν, καὶ τὴν προσκόλλησιν τῶν δύο εις ἑνὸς σώματος κοινωνίαν τὸ μέγα μυστήριον εἶναι λέγει τῆς τοῦ Χριστοῦ πρὸς τὴν Ἐκκλησίαν ἑνώσεως. Εἰπὼν γὰρ ὅτι Ἔσονται οι δύο εις σάρκα μίαν, ἐπήγαγεν· ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εις Χριστὸν καὶ εις τὴν Ἐκκλησίαν. Διὰ τοῦτο τοίνυν τὸ μυστήριον, κλίνην ἡ
Then she added: Our couch is shaded. That is, human nature has known You, or rather shall know You, as having become shaded through the dispensation. For You came, she says—You Who are fair, the Kinsman, the Comely One—having become shaded beside our couch. For had You not shaded Yourself, veiling the unmixed ray of the Godhead with the form of a servant, who could have endured Your manifestation? For no one shall see the face of God and live. You came, therefore, O Comely One, yet having become such as we are able to receive. You came having shaded the rays of the Godhead with the vesture of the body. For how could mortal and perishable nature have been capable of being joined to that undefiled and unapproachable union, had not the shadow of the body mediated towards the Light for us who live in darkness? And the bride names it a couch, interpreting by a figurative signification the blending of human nature with the Divine. Even so the great Apostle also betroths us as a pure virgin to Christ, and adorns the soul as a bride, and says that the cleaving together of the two into the fellowship of one body is the great mystery of Christ's union with the Church. For after saying, The two shall be one flesh, he added: This mystery is great, but I speak in reference to Christ and to the Church. Because of this mystery, therefore, the
Notes, col. 836

On the reading

Printed ειπεῖν, for εἰπεῖν.

Printed ει, for εἰ.

Printed οικονομίᾳ, for οἰκονομίᾳ.

Printed Ει, for Εἰ.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

PG 44:837Read from the page
παρθένος ψυχὴ, την πρὸς τὸ Θεῖον κοινωνίαν ὠνόμασε. Ταύτην δὲ οὐκ ἄλλως ἦν δυνατὸν γενέσθαι, εἰ μὴ διὰ τοῦ συσκιον ἡμῖν διὰ τοῦ σώματος ἐπιφανῆναι τὸν Κύριον. Ὅς οὐ νυμφίος μόνον, ἀλλὰ καὶ οἰκοδόμος ἐστὶν, αὐτὸς ἐν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον, καὶ ὅλης τῆς τέχνης γινόμενος. Ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ, διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον· τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ κυπάρισσος, ὧν ὁ ἐγκείμενος τοῖς ξύλοις τόνος, πάσης σηπτικῆς αἰτίας κρείττων ἐστὶν, οὐ χρόνῳ εἴκων, οὐ σῆτας φύων, οὐκ εὐρῶτι φθειρόμενος. Ἐκ τούτων κέδροι μὲν, διὰ τὸ ἐπιμήκεις εἶναι, τὰ πλάτη τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσιν· αἱ δὲ κυπάρισσοι διὰ τῆς λεγομένης φατνώσεως, τὴν ἔνδοθεν τοῦ οἴκου κατασκευὴν ὡραΐζουσιν. Ἔχει δὲ ἡ λέξις οὕτως· Δοκοὶ οἴκων ἡμῶν κέδροι. Φατνήματα ἡμῶν κυπάρισσος. Πάντως δὲ τὰ δηλούμενα διὰ τῶν ξύλων αινίγματα, φανερὰ τοῖς ἐπακολουθοῦσι τῷ εἱρμῷ τῆς διανοίας ἐστίν. Βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐν τῷ Εὐαγγελίῳ ὁ Κύριος, λέγων ἐπὶ τοῦ καλῶς τὴν οικίαν ἐπὶ τὴν πέτραν οικοδομήσαντος, ὅτι Κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οι ἄνεμοι, καὶ ἦλθον οι ποταμοὶ, καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὸ οικοδόμημα. Ταύτης οὖν ἕνεκεν τῆς κακῆς ἐπομβρίας, χρεία τοιούτων ἡμῖν ἐστι δοκῶν. Αὗται δ' ἂν εἶεν αἱ ἀρεταὶ, αἳ τὰς τῶν πειρασμῶν ἐπιῤῥοὰς ἐντὸς ἑαυτῶν οὐ προσίενται, στεῤῥαί τε οὖσαι καὶ ἀνένδοτοι, καὶ τὸ πρὸς κακίαν ἀμάλακτον ἐν τοῖς πειρασμοῖς διασώζουσαι. Μάθοιμεν δ' ἂν τὸ λεγόμενον, τὴν ἐν τῷ Ἐκκλησιαστῇ ῥῆσιν τῷ προκειμένῳ συνεξετάσαντες. Ἐκεῖ γάρ φησιν· Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάζει ἡ οικία. Ὥσπερ γὰρ ει ἀσθενῆ τε καὶ ἄτονα ὑπὸ λεπτότητος εἴη τὰ ξύλα τὰ διειληφότα τὸν ὄροφον, ὀκνηρῶς δὲ ἔχῃ πρὸς τὴν τοῦ δώματος ἐπιμέλειαν ὁ τοῦ οἴκου δεσπότης, οὐδὲν ἀπώνατο τῆς στέγης, τοῦ ὄμβρου διὰ σταγόνων εισρέοντος. Κοιλαίνεται γὰρ ἐξ ἀνάγκης ὁ ὄροφος, εἴκων τῷ βάρει τοῦ ὕδατος, καὶ οὐκ ἀντέχει τῶν ξύλων ἡ ἀτονία πρὸς τὴν τοῦ βάρους προσβολὴν ὑποκλάζουσα. Διὰ τοῦτο ἐπὶ τὰ ἐντὸς διαδίδοται τὸ ἐναπειλημμένον τῇ κοιλότητι ὕδωρ, καὶ αἱ σταγόνες αὗται κατὰ τὸν παροιμιώδη λόγον ἐκβάλλουσιν ἐκ τοῦ ιδίου οἴκου τὸν ἄνθρωπον ἐν τῇ ἡμέρᾳ τοῦ ὑετοῦ. Οὕτως τῷ τῆς παραβολῆς αινίγματι διακελεύεται διὰ τῆς τῶν ἀρετῶν εὐτονίας ἀνενδότους εἶναι πρὸς τὰς τῶν πειρασμῶν ἐπιῤῥοὰς, μήποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων συμπτώσεως κοῖλοι γενώμεθα, καὶ τὴν ἐπιῤῥοούντων τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εισρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧν φθείρεται ἡμῖν τὰ ἀπόθετα. Αἱ δὲ κέδροι αὗται τοῦ Λιβάνου, ἃς ἐφύτευσεν ὁ Κύριος, αἷς ἐννοσεύσουσι τὰ στρουθία, ὧν ἡ τοῦ ἐρωδιοῦ καλιὰ καθηγεῖται. Αὗται τοίνυν αἱ κέδροι, αἱ ἀρεταὶ, τὸν οἶκον τῆς νυμφικῆς παστάδος κατασφαλίζονται, αἷς ἐννοσεύσουσιν αἱ ψυχαὶ, στρουθία γινόμενα, καὶ τῶν παγίδων ὑπεριπτάμεναι, ὧν καθηγεῖται ἡ τοῦ ἐρωδιοῦ καλιὰ, ἣν οι-
virgin soul named communion with the Divine a couch. And this could not otherwise have come to pass, except by the Lord's appearing to us shaded through the body. He is not Bridegroom only, but also Builder, Himself both fashioning the house within us and becoming the whole of its craftsmanship. For He lays a roof upon the house, adorning the work with incorruptible timber; and such are the cedar and the cypress, wherein the vigour inherent in the wood prevails over every cause of decay, neither yielding to time, nor breeding wood-worms, nor being corrupted by rot. Of these, the cedars, because of their great length, span the breadths of the house with the roof, while the cypresses, through what is called coffering, beautify the interior furnishing of the house. And the wording runs thus: The beams of our houses are cedars; our coffered ceilings are cypress. Assuredly the riddles signified by the timbers are manifest to those who follow the sequence of the thought. In the Gospel the Lord calls the varied assaults of temptations rain, saying of him who built his house well upon the rock: The rain came down, and the winds blew, and the rivers came, and the building remained unharmed amidst these. Because of this evil downpour, therefore, we have need of such beams. And these would be the virtues, which do not admit the inflows of temptations within themselves, being firm and unyielding, and preserving unsoftened their resistance towards evil amid temptations. We may learn what is meant by examining the saying in Ecclesiastes alongside the passage before us. For there he says: In slothfulness the beam-work shall be brought low, and in idleness of hands the house drips through. For just as if the timbers supporting the roof should be weak and slack through thinness, and the master of the house should be slothful regarding the care of the building, he derives no benefit from the roof when the shower streams in by drops—for of necessity the roof sags, yielding to the weight of the water, and the slackness of the timbers cannot hold out, buckling beneath the onset of the load; wherefore the water caught in the hollow passes through to the interior, and those drops, according to the proverbial saying, drive a man out of his own house on a rainy day—even so, through the riddle of the parable, He bids us be unyielding through the vigour of the virtues against the inflows of temptations, lest, softened through the onset of passions, we become hollowed out and admit into our chambers the [inflow] of such waters streaming in from without upon the heart, whereby our laid-up treasures are ruined. Now these are the cedars of Lebanon, which the Lord planted, wherein the sparrows shall build their nests, at whose head is the heron's nest. These cedars, then—namely, the virtues—make fast the house of the bridal chamber, wherein souls, becoming sparrows and flying above the snares, shall build their nests, led by the heron's nest, which
Notes, col. 837

On the reading

Printed την, for τὴν.

Printed συσκιον, for σύσκιον.

Printed αινίγματα, for αἰνίγματα.

Printed οικίαν, for οἰκίαν.

Printed οικοδομήσαντος, for οἰκοδομήσαντος.

Printed οι, for οἱ.

Printed οικοδόμημα, for οἰκοδόμημα.

Printed οικία, for οἰκία.

Printed ει, for εἰ.

Printed εισρέοντος, for εἰσρέοντος.

Printed ιδίου, for ἰδίου.

Printed αινίγματι, for αἰνίγματι.

Printed εισρέουσαν, for εἰσρέουσαν.

Printed οι-, for οἰ-.