ἡ ἵππος ἦν, τὴν ἐπαχθεῖσαν αὐτῇ κατὰ τὸ ἀόρατον δύναμιν, δι' ἧς ἡ νίκη κατὰ τῶν Αἰγυπτίων ἐγένετο, ἵππον ὁ λόγος ὠνόμασεν· ᾐσθάνοντο γὰρ κἀκεῖνοι τοῦ πολεμοῦντος, καὶ πρὸς ἀλλήλους ἐβόων, Κύριος πολεμεῖ τοὺς Αἰγυπτίους, καὶ φύγωμεν ἀπὸ προσώπου Κυρίου. Δῆλον δὲ ὅτι καταλλήλως τῇ παρασκευῇ τῶν ἐναντίων ὁ ἀληθινὸς ἀρχιστράτηγος τὴν ἰδίαν ἀνθώπλιζε δύναμιν. Οὐκοῦν ἦν τις ἀόρατος δύναμις, ἡ διὰ τῶν περὶ τὴν θάλασσαν θαυμάτων ἐνεργοῦσα τῶν Αἰγυπτίων τὸν ὄλεθρον, ἣν ἵππον ὁ λόγος ὠνόμασεν. Ἀγγελικὴν δὲ ταύτην στρατιὰν ὑπονοοῦμεν, περὶ ἧς φησιν ὁ προφήτης· ὅτι Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. Ἀλλὰ καὶ ἅρματος μνήμην Θεοῦ ἐποιήσατο ὁ Δαβὶδ λέγων· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον· ᾧ ὑποζεύγνυνται τῶν εὐθηνούντων αἱ χιλιάδες. Ἔτι δὲ καὶ ἡ τὸν προφήτην Ἡλίαν μεταίσιον ἐκ γῆς ἐπὶ τὸν αἰθέριον χῶρον ἀναλαμβάνουσα δύναμις τῷ τῶν ἵππων ὀνόματι παρὰ τῆς Γραφῆς ὀνομάζεται, καὶ αὐτὸν δὲ τὸν προφήτην ἅρμα λέγει τοῦ Ἰσραὴλ καὶ ἱππέα ἡ ἱστορία. Καὶ τοὺς περιοδεύοντας πᾶσαν τὴν οἰκουμένην, δι' ὧν κατοικίζεται καὶ ἡσυχάζει, Ζαχαρίας ὁ προφήτης ἵππους ὠνόμασε, διαλεγομένους πρὸς τὸν ἱππότην, τὸν μέσον ἑστῶτα τῶν δύο ὀρῶν. Οὐκοῦν ἔστι τις ἵππος τῷ τὸ πᾶν κεκτημένῳ· ἡ μὲν τὸν προφήτην ἀνάγουσα· ἡ δὲ τὴν οἰκουμένην οἰκίζουσα· ἡ δὲ ὑποζευγνυμένη τῷ ἅρματι· ἄλλη δὲ τὸν Θεὸν ἔποχον ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων λαμβάνουσα· ἄλλη δὲ τὴν Αἰγυπτίαν καταλύουσα δύναμιν. Πολλῆς τοίνυν οὔσης ἐν ταῖς θείαις Γραφαῖς τῆς διὰ τῶν ἐνεργειῶν φαινομένης διαφορᾶς, τῇ καθαιρετικῇ τῆς Αἰγυπτιακῆς δυνάμεως ἵππῳ παρεικάζεται ἡ διὰ τοῦ δρόμου τῆς ἀρετῆς τῷ Θεῷ πλησιάσασα. Οὕτω γάρ φησι πρὸς αὐτὴν ὁ Λόγος· ὅτι Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Πολλοὺς δὲ καὶ μεγάλους ἐπαίνους ὁ λόγος ἐν ἑαυτῷ περιείληφε· καί τις κατορθωμάτων κατάλογός ἐστιν, ἡ πρὸς τὴν ἵππον ταύτην ὁμοίωσις. Ὅσα γὰρ τοῦ Ἰσραὴλ ἐν τῇ παροικίᾳ τῶν Αἰγυπτίων μνημονεύεται, ἡ δουλεία, ἡ καλάμη, ὁ πηλὸς, ἡ πλινθεία, πᾶσα ἡ περὶ τὴν γῆν ἀσχολία, οἱ χαλεποὶ τῶν τοιούτων ἔργων ἐπιστάται, οἱ τὸν πήλινον αὐτοὺς καθ' ἑκάστην ἡμέραν ἀπαιτοῦντες φόρον, δι' οὓς τὸ ὕδωρ αἷμα γίνεται, καὶ τὸ φῶς σκοτίζεται, καὶ βάτραχοι τοῖς οἴκοις εἰσέρπουσι, καὶ ἡ καμιναία κόνις τὰς φλυκτίδας ἀπὸ τῶν σωμάτων ἀναζέειν ποιεῖ, καὶ τὰ καθ' ἕκαστον πάντα, ἡ ἀκρὶς, οἱ σκνίπες, ὁ βροῦχος, ἡ χάλαζα, τῶν πρωτοτόκων τὰ πάθη· ταῦτα πάντα καὶ ὅσα πρὸς τὸ κρεῖττον ἡ ἱστορία διέξεισι, δι' ὧν γίνεται τοῖς Ἰσραηλίταις ἡ σωτηρία, ἐπαίνων ἐστὶν ὑπόθεσις τῇ τῷ Θεῷ συναπτομένῃ ψυχῇ. Οὐ γὰρ ἂν ὡμοιώθη τῇ δυνάμει ἐκείνῃ, τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων κακῶν, δι' ἧς ἐλευθεροῦται ὁ Ἰσραὴλ τῆς πονηρᾶς τυραννίδος, εἰ μὴ ταῦτα πάντα καὶ ταύτῃ κατώρθωτο, τά τε καθαιρετικὰ τῆς Αἰγύπτου, καὶ τὰ παρασκευαστικὰ τῆς πρὸς τὸν Θεὸν πορείας, τῶν μετοικιζομένων πρὸς τὴν γῆν τῆς ἐπαγγελίας
was the cavalry, the discourse named that power brought invisibly against it—whereby the victory against the Egyptians came to pass—cavalry; for those men too perceived Him Who was warring against them, and cried out to one another, The Lord wars against the Egyptians, and let us flee from the face of the Lord. And it is plain that in correspondence with the array of the adversaries, the true Commander-in-chief armed His own power in opposition. There was, therefore, a certain invisible power working the destruction of the Egyptians through the wonders around the sea, which the discourse named cavalry. And we surmise this host to be angelic, concerning which the prophet says: Thou shalt mount upon Thy horses, and Thy horsemanship is salvation. Moreover, David also made mention of a chariot of God, saying: The chariot of God is ten-thousandfold; whereunto are yoked the thousands of those who prosper. Furthermore, the power too that takes up the prophet Elijah aloft from earth unto the ethereal region is called by Scripture by the name of horses, and the history calls the prophet himself also the chariot of Israel and its horseman. And those who traverse the whole inhabited earth, through whom it is peopled and enjoys quiet, Zechariah the prophet named horses conversing with the horseman who stood in the midst of the two mountains. There is, therefore, a certain cavalry belonging to Him Who possesses the universe: one bringing up the prophet; another peopling the inhabited earth; another yoked beneath the chariot; another receiving God mounted upon it for the salvation of mankind; and another destroying the Egyptian power. Since, then, there is great diversity appearing through their operations in the divine Scriptures, she who through the course of virtue has drawn near to God is likened unto the cavalry destructive of the Egyptian power. For thus says the Word unto her: Unto My cavalry among the chariots of Pharaoh have I likened you, O My neighbour. Now the saying has encompassed within itself many great praises; and the likeness unto this cavalry is a kind of catalogue of right achievements. For whatsoever things of Israel are recorded in the sojourn among the Egyptians—the bondage, the straw, the clay, the brickmaking, all the toil about the soil, the harsh overseers of such works who exacted from them each day the tribute of clay, on whose account the water turns to blood, and the light is darkened, and frogs creep into the houses, and the furnace-ash makes blisters boil up from their bodies, and all the particulars one by one: the locust, the gnats, the palmerworm, the hail, the sufferings of the firstborn—all these things, and whatsoever else the history recounts towards the better part, whereby salvation comes to pass for the Israelites, are a theme of praises for the soul united unto God. For she would not have been likened unto that power destructive of the Egyptian evils, whereby Israel is set free from wicked tyranny, unless all these things had also been rightly achieved by her: both the things destructive of Egypt, and the things preparatory for the journey towards God of those migrating unto the land of promise