ἐνοικῆσαι ἐν ὑμῖν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ αἴσχους (σκοτασμὸς γὰρ ἡ τοῦ Κηδὰρ λέξις διερμηνεύεται), δέῤῥεις τοῦ Σολομῶντος γενήσεσθε, τουτέστι, ναὸς τοῦ βασιλέως ἔσεσθε, ἐν ὑμῖν οἰκήσαντος τοῦ βασιλέως Σολομῶντος. Σολομὼν δὲ εἰρηνικός ἐστιν, ὁ τῇ εἰρήνῃ ἐπώνυμος. Δέῤῥεις γὰρ Σολομῶντος ἀπὸ μέρους πᾶσαν τῆς βασιλικῆς σκηνῆς τὴν περιβολὴν κατωνόμασε. Τούτοις μοι δοκεῖ τοῖς νοήμασιν ὁμοίως Παῦλος προσεχέστερον ἐν τῇ πρὸς Ῥωμαίους φιλοχωρῆσαι, λέγων, ἐν οἷς συνίστησι τοῦ Θεοῦ τὴν περὶ ἡμᾶς ἀγάπην, ὅτι ἁμαρτωλοὺς ἡμᾶς ὄντας καὶ μέλανας, φωτοειδεῖς καὶ ἐρασμίους διὰ τοῦ περιλάμψαι τὴν χάριν ἐποίησεν. Ὥσπερ γὰρ ἐν νυκτὶ πάντα τῷ ἐπικρατοῦντι συμμελαίνεται ζόφῳ, κἂν λαμπρὰ κατὰ φύσιν ὄντα τύχῃ· φωτὸς δὲ ἐπιλαβόντος, οὐ παραμένει τοῖς ἐν τῷ ζόφῳ σκοτισθεῖσιν ἡ πρὸς τὸ σκότος ὁμοίωσις· οὕτω μετατεθείσης τῆς ψυχῆς ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, καὶ ἡ σκοτεινὴ τοῦ βίου μορφὴ πρὸς τὴν φωτεινὴν χάριν συμμεταβάλλεται. Ταῦτα καὶ πρὸς τὸν Τιμόθεον, ἃ πρὸς τὰς νεάνιδας λέγει ἡ τοῦ Χριστοῦ νύμφη, ὁ Παῦλος, ὁ λαμπρὸς ἐκ μέλανος μετὰ ταῦτα γενόμενος, ὅτι καλὸς ἠξιώθη καὶ αὐτὸς γενέσθαι, ὁ πρότερον βλάσφημος ὢν, καὶ διώκτης, καὶ ὑβριστὴς, καὶ μέλας· ὅτι Χριστὸς εἰς τὸν κόσμον ἦλθε λαμπροὺς ποιῆσαι τοὺς μέλανας, οὐ δικαίους πρὸς ἑαυτὸν καλῶν, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, οὓς τῷ λουτρῷ τῆς παλιγγενεσίας λάμπειν ὡς φωστῆρας ἐποίησε, τὸ ζοφῶδες αὐτῶν εἶδος ἀποκλύσας τῷ ὕδατι. Αὐτὸ τοῦτο καὶ ὁ τοῦ Δαβὶδ ὀφθαλμὸς ἐν τῇ ἄνω πόλει ὁρᾷ, καὶ ἐν θαύματι ποιεῖται τὸ θέαμα· πῶς ἐν τῇ πόλει τοῦ Θεοῦ, περὶ ἧς τὰ δεδοξασμένα λελάληται, Βαβυλὼν οἰκίζεται, καὶ ἡ πόρνη Ῥαὰβ μνημονεύεται, ἀλλόφυλοί τε καὶ Τύρος καὶ ὁ τῶν Αἰθιόπων λαὸς ἐν αὐτῇ γίνονται· ὡς μηκέτι τῶν ἀνθρώπων τινὰ τῇ πόλει ταύτῃ τὴν τῶν οἰκητόρων ἐρημίαν ἐπονειδίζειν λέγοντα· Μή τις ἔτι τῇ Σιὼν ἐρεῖ, Ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Κἀκεῖ γὰρ φυλέται τῆς πόλεως γίνονται οἱ ἀλλόφυλοι, καὶ Ἱεροσολυμῖται Βαβυλώνιοι, καὶ παρθένος ἡ πόρνη, καὶ λαμπροὶ οἱ Αἰθίοπες, καὶ Τύρος ἡ ἄνω πόλις· οὕτω καὶ ἐνταῦθα τὰς θυγατέρας Ἱερουσαλὴμ προθυμοποιεῖται ἡ νύμφη, συνιστῶσα τοῦ νυμφίου τὴν ἀγαθότητα, ὅτι κἂν μέλαινάν τινα λάβοι ψυχὴν, τῇ πρὸς ἑαυτὸν κοινωνίᾳ καλὴν ἀπεργάζεται, κἄν τις σκήνωμα ᾖ Κηδὰρ, φωτὸς οἰκητήριον γίνεται τοῦ ἀληθινοῦ Σολομῶντος, τουτέστι τοῦ εἰρηνικοῦ βασιλέως ἐν αὐτῇ κατοικήσαντος. Διὰ τοῦτό φησι· Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ· ἵνα πρὸς ἐμὲ βλέπουσαι, καὶ ὑμεῖς γένησθε δέῤῥεις Σολομῶντος, κἂν σκηνώματα ἦτε Κηδάρ.
the ruler of the power of shame dwelt within you (for the word Kedar is interpreted as darkness), you shall become curtains of Solomon, that is, you shall be a temple of the King, once King Solomon has dwelt within you. And Solomon is peaceable, named after peace. For by curtains of Solomon from a part she named the entire encompassing hanging of the royal tabernacle. Upon these thoughts, it seems to me, Paul likewise dwelt more closely in the Epistle to the Romans, saying, where he commends God's love towards us, that when we were sinners and black, He made us luminous and lovely through grace shining round about us. For just as at night all things are blackened together by the prevailing gloom, even if by nature they happen to be bright, whereas when light lays hold of them, assimilation to darkness does not abide in the things darkened in the gloom; so too when the soul has been transferred from error towards the truth, the dark form of its life is likewise transformed together towards luminous grace. These things too which the bride of Christ says to the maidens, Paul—who afterwards became bright out of black—says also to Timothy: that he himself too was counted worthy to become fair, though formerly a blasphemer, and a persecutor, and an insolent man, and black; because Christ came into the world to make black ones bright, calling not the righteous to Himself, but sinners unto repentance, whom by the laver of regeneration He made to shine like luminaries, having washed away their gloomy form with the water. This very thing the eye of David also beholds in the city above, and holds the spectacle in wonder: how in the city of God, whereof glorious things have been spoken, Babylon is settled, and Rahab the harlot is remembered, and foreigners and Tyre and the people of the Ethiopians come to be within her; so that no one among men may any longer reproach this city with desolation of inhabitants, saying: Surely none shall any longer say to Sion, A man was born in her. For there too foreigners become fellow-tribesmen of the city, and Babylonians become Jerusalemites, and the harlot becomes a virgin, and the Ethiopians become bright, and Tyre becomes the city above; so too here also the bride fills the daughters of Jerusalem with eagerness, commending the goodness of the Bridegroom, in that even if He receive some black soul, through fellowship with Himself He renders her fair, and even if someone be a tent of Kedar, she becomes a dwelling-place of light once the true Solomon—that is, the peaceable King—has taken up His abode within her. For this reason she says: I am black and fair, O daughters of Jerusalem; so that looking towards me, you too may become curtains of Solomon, even though you were tents of Kedar.
Εἶτα ἐπάγει τοῖς εἰρημένοις τὰ ἐφεξῆς, δι' ὧν ἀναγκαίως ἀσφαλίζεται τὴν τῶν μαθητευομένων διάνοιαν, μὴ τῷ Δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι, ἀλλὰ τὴν ἑκάστου προαίρεσιν τοῦ τοιούτου εἴδους τὰς ἀρχὰς καταβάλλεσθαι. Μὴ βλέψητε πρός με, φησὶν, ὅτι ἐγώ εἰμι μεμελανωμένη. Οὐ τοιαύτη γέγονα παρὰ τὴν πρώτην. Οὐδὲ γὰρ εἰκὸς
Next she subjoins to what has been said the words that follow, whereby she necessarily safeguards the mind of those under instruction, not to ascribe the cause of the dark form to the Creator, but to understand that each person's free choice lays down the beginnings of such a form. Look not towards me, she says, because I am blackened. Not such did I become at the first. For neither is it reasonable for one