ὑπολειφθείσης ἐκ τῶν ἀτμῶν τῷ ἀγγείῳ ποιότητος, στοχασμόν τινα περὶ τοῦ ἐκκενωθέντος μύρου ποιούμεθα. Τοῦτο οὖν ἐστιν ὃ διὰ τῶν εἰρημένων μανθάνομεν, ὅτι αὐτὸ μὲν τὸ τῆς θεότητος μύρον ὅ τί ποτε κατ' οὐσίαν ἐστὶν, ὑπὲρ πᾶν ἐστιν ὄνομά τε καὶ νόημα. Τὰ δὲ τῷ παντὶ ἐνθεωρούμενα θαύματα, τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην δίδωσι, δι' ὧν σοφὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον, καὶ κριτὴν, καὶ σωτῆρα, καὶ τὰ τοιαῦτα κατονομάζομεν· ἅπερ πάντα ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδείκνυται, ἣν πᾶσα ἡ κτίσις διὰ τῶν ἐνθεωρουμένων θαυμάτων, σκεύους τινὸς μυρεψικοῦ δίκην, ἐν ἑαυτῇ ἀπεμάξατο. Διὰ τοῦτο, φησὶν, νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε. Εἶπε τὴν αἰτίαν τῆς ἐπαινετῆς ἐπιθυμίας, καὶ τῆς ἀγαπητικῆς διαθέσεως. Τίς γὰρ τοιούτου κάλλους ἀνέραστος γίνεται, εἰ μόνον ὀφθαλμὸν ἔχοι τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον; Οὐ πολὺ μὲν τὸ καταλαμβανόμενον κάλλος, ἀπειροπλάσιον δὲ τὸ διὰ τοῦ φαινομένου στοχαστικῶς εἰκαζόμενον. Ἀλλ' ὥσπερ ὑλικὸς ἔρως τῶν ἔτι νηπιαζόντων οὐχ ἅπτεται (οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης), οὔτε μὴν τοὺς ἐν ἐσχάτῳ γήρᾳ πεπονηκότας ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν· οὕτω καὶ ἐπὶ τοῦ θείου κάλλους, ὅ τε νήπιος ἔτι καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ τῆς διδασκαλίας, καὶ ὁ παλαιὸς καὶ γηράσας, καὶ τῷ ἀφανισμῷ προσεγγίσας, ἀκίνητοι πρὸς τὴν ἐπιθυμίαν ταύτην εὑρίσκονται. Οὐ γὰρ ἅπτεται τῶν τοιούτων τὸ ἀόρατον κάλλος· μόνη δὲ ἡ τοιαύτη ψυχὴ ἡ διαβᾶσα τὴν νηπιώδη κατάστασιν, καὶ διὰ τῆς πνευματικῆς ἡλικίας ἀκμάσασα, μὴ προσλαβοῦσα σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἡ μήτε ὑπὸ νηπιότητος ἀναισθητοῦσα, μήτε ὑπὸ παλαιότητος ἀδρανοῦσα, ἣν νεᾶνιν ὀνομάζει ὁ λόγος· αὕτη πείθεται τῇ μεγάλῃ καὶ πρώτῃ ἐντολῇ τοῦ νόμου, ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως ἀγαπῶσα τὸ κάλλος ἐκεῖνο, οὗ ὑπογραφὴν καὶ ὑπόδειγμα καὶ ἑρμηνείαν οὐχ εὑρίσκει ἡ ἀνθρωπίνη διάνοια. Αἱ τοιαῦται τοίνυν νεάνιδες διὰ τῶν ἀρετῶν αὐξηθεῖσαι, καὶ καθ' ὥραν ἤδη τῶν θείων μυστηρίων τοῦ θείου θαλάμου ἐντὸς γενόμεναι, ἀγαπῶσι τοῦ νυμφίου τὸ κάλλος, καὶ διὰ τῆς ἀγάπης πρὸς ἑαυτὰς ἐπιστρέφουσι. Τοιοῦτος γὰρ ὁ νυμφίος, ὡς ἀντιδιδόναι τοῖς ἀγαπῶσι τὸν πόθον, ὁ οὕτως εἰπὼν ἐκ προσώπου τῆς σοφίας, ὅτι Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· καὶ, ὅτι Μεριῶ τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν (αὐτὸς δέ ἐστιν ἡ ὕπαρξις)· καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. Ἕλκουσι τοίνυν αἱ ψυχαὶ πρὸς ἑαυτὰς τοῦ ἀφθάρτου νυμφίου τὸν πόθον, ὀπίσω, καθὼς γέγραπται, Κυρίου τοῦ Θεοῦ πορευόμεναι. Τῆς δὲ ἀγάπης αὐτῶν αἰτία ἡ τοῦ μύρου εὐωδία γίνεται, πρὸς ἣν ἀεὶ τρέχουσαι τοῖς ἔμπροσθεν ἐπεκτείνονται, τοῦ κατόπιν λήθην ποιούμεναι. Ὀπίσω γάρ σου, φησὶν, εἰς ὀσμὴν μύρων σου δραμούμεθα. Ἀλλὰ αἱ μὲν οὔπω τῆς ἀρετῆς τὸ τέλειον ἔχουσαι, καὶ καθ' ἡλικίαν ἔτι νεάζουσαι, δραμεῖσθαι πρὸς τὸν σκοπὸν, ὃν ὑποδείκνυσιν ἡ ὀσμὴ τῶν μύρων, κατεπαγγέλλονται. Λέγουσι γὰρ, ὅτι Εἰς ὀσμὴν μύ-
quality left behind in the vessel from the vapours, we form a certain conjecture concerning the ointment that was poured out. This therefore is what we learn through what has been said: that the ointment of the Godhead itself, whatever it is in essence, is above every name and every thought. Whereas the wonders beheld within the universe supply the matter for theological names, through which we name Him wise, powerful, good, holy, blessed and everlasting, and judge, and saviour, and the like; all of which point out a certain slight quality of the divine ointment, which the whole creation through the wonders beheld within it has wiped off and retained in itself after the likeness of some perfumer's vessel. For this reason, she says, the maidens have loved Thee, they have drawn Thee. She stated the cause of the praiseworthy desire and of the loving disposition. For who becomes loveless towards such beauty, if only he possess an eye able to gaze intently upon its bloom? Not great is the beauty that is comprehended, yet infinitely manifold is that which is conjecturally surmised through what appears. Yet just as material love does not lay hold of those who are still infants (for infancy has no capacity for the passion), nor indeed can one see those worn out in extreme old age in such states; so too in the case of divine beauty, both he who is still an infant and tossed by waves and carried about by every wind of teaching, and he who is old and aged and has drawn near to vanishing away, are found unmoved towards this desire. For the invisible beauty does not lay hold of such as these; rather, such a soul alone as has passed beyond the infant-like state, and has come to full bloom through spiritual stature, having taken on neither spot, nor wrinkle, nor any such thing—neither insensible from infancy, nor enfeebled by old age, whom the discourse names a maiden—she obeys the great and first commandment of the law, loving with her whole heart and strength that beauty whereof human thought finds neither delineation nor exemplar nor interpretation. Such maidens, therefore, having grown through the virtues, and having now at the ripe season of the divine mysteries come within the divine bridal chamber, love the beauty of the Bridegroom, and through love draw Him towards themselves. For such is the Bridegroom as to give back longing in return to those who love Him, He Who spoke thus in the person of Wisdom: I love those who love Me; and: I will apportion substance to those who love Me (and He Himself is substance), and I will fill their treasuries with good things. The souls therefore draw towards themselves the longing of the incorruptible Bridegroom, walking, even as it is written, after the Lord God. And the cause of their love becomes the fragrance of the ointment, towards which ever running they stretch forward to the things ahead, making forgetfulness of what lies behind. For after Thee, she says, we will run unto the scent of Thine ointments. Yet those who do not yet possess the perfection of virtue, and are still youthful in stature, promise to run towards the goal which the scent of the ointments points out. For they say: Unto the scent of Thine oint-