Διὰ τοῦτο νυμφίος ὁ ἐν ταῖς Παροιμίαις ὀνομάζεται υἱὸς, καὶ ἡ σοφία εἰς νύμφης τάξιν ἀντιμεθίσταται, ἵνα μνηστευσθῇ τῷ Θεῷ ὁ ἄνθρωπος ἁγνὴ παρθένος, καὶ κολληθεὶς τῷ Κυρίῳ γένηται πνεῦμα ἓν, διὰ τῆς πρὸς τὸ ἀκήρατόν τι καὶ ἀπαθὲς ἀνακράσεως νόημα καθαρὸν ἀντὶ σαρκὸς βαρείας γενόμενον. Ἐπειδὴ τοίνυν σοφία ἐστὶν ἡ λαλοῦσα, ἀγάπησον ὅσον δύνασαι ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως, ἐπιθύμησον ὅσον χωρεῖς. Προστίθημι δὲ θαῤῥῶν τοῖς ῥήμασι τούτοις, καὶ τὸ, Ἐράσθητι. Ἀνέγκλητον γὰρ τοῦτο καὶ ἀπαθὲς ἐπὶ τῶν ἀσωμάτων τὸ πάθος, καθώς φησιν ἡ σοφία ἐν ταῖς Παροιμίαις, τοῦ θείου κάλλους νομοθετοῦσα τὸν ἔρωτα. Ἀλλὰ καὶ ὁ νῦν προκείμενος λόγος τὰ ἴσα διακελεύεται, οὐ γυμνὴν τὴν περὶ τούτου συμβουλὴν προσάγων, ἀλλὰ δι' ἀποῤῥήτων φιλοσοφεῖ, τοῖς νοήμασιν εἰκόνα τινὰ τῶν κατὰ τὸν βίον ἡδέων εἰς τὴν τῶν δογμάτων τούτων κατασκευὴν προστησάμενος. Ἡ δὲ εἰκὼν γαμική τίς ἐστι κατασκευὴ, ἐν ᾗ κάλλους ἐπιθυμία μεσιτεύει τῷ πόθῳ, οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν τοῦ νυμφίου τῆς ἐπιθυμίας κατάρξαντος, ἀλλὰ προλαμβάνει τὸν νυμφίον ἡ παρθένος ἀνεπαισχύντως τὸν πόθον δημοσιεύουσα, καὶ εὐχὴν ποιουμένη τοῦ νυμφικοῦ ποτε κατατρυφῆσαι φιλήματος. Ἐπειδὴ γὰρ οἱ ἀγαθοὶ τῆς παρθένου προμνήστορες, πατριάρχαι τε καὶ προφῆται, καὶ νομοθέται προσήγαγον τῇ μεμνηστευμένῃ τὰ θεῖα χαρίσματα, ἅπερ ἕδνα καλεῖ ἡ συνήθεια, τὰ πρὸ τῶν γάμων δῶρα οὕτω κατονομάζουσα. Ταῦτα δὲ ἦν ἄφεσις παραπτωμάτων, ἀμνηστεία κακῶν, ἁμαρτίας ἀναίρεσις, μεταστοιχείωσις φύσεως, τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον μεταποίησις, παραδείσου τρυφὴ, βασιλείας ἀξίωμα, εὐφροσύνη τέλος οὐκ ἔχουσα. Ταῦτα τοίνυν ἡ παρθένος δεξαμένη τὰ θεῖα δωρήματα παρὰ τῶν καλῶν ἑδνοφόρων, τῶν διὰ τῆς προφητικῆς διδασκαλίας αὐτῇ προσαγαγόντων τὰ δῶρα, καὶ ὁμολογεῖ τὴν ἐπιθυμίαν, καὶ ἐπισπεύδει τὴν χάριν, ἤδη τῆς ὥρας τοῦ ποθουμένου κατατρυφῆσαι σπουδάζουσα. Ἀκροῶνται αὐτῆς συνήθεις τινὲς καὶ ὁμήλικες πρὸς μείζονα τὴν νύμφην ἐπιθυμίαν διερεθίζουσαι. Παραγίνεται δὲ καὶ ὁ νυμφίος, φίλων αὐτῷ τινων καὶ καταθυμίων χορὸν ἐπαγόμενος. Οὗτοι δ' ἂν εἰσιν τὰ λειτουργικὰ πνεύματα, δι' ὧν οἱ ἄνθρωποι σώζονται, ἢ οἱ προφῆται οἱ ἅγιοι, οἱ τῆς φωνῆς τοῦ νυμφίου ἀκούσαντες, χαίρουσί τε καὶ ἀγάλλονται τῆς ἀκηράτου συζυγίας ἁρμοζομένης, δι' ἧς ἡ κολλωμένη τῷ Κυρίῳ ψυχὴ, ἓν πνεῦμα γίνεται, καθώς φησιν ὁ Ἀπόστολος.
For this reason the son in Proverbs is named Bridegroom, and Wisdom is transposed into the rank of Bride, so that a human being might be betrothed to God as a chaste virgin, and, cleaving to the Lord, might become one spirit, having through blending with what is undefiled and passionless become pure thought instead of heavy flesh. Since, therefore, it is Wisdom who speaks, love as much as you are able with your whole heart and strength; desire as much as you have capacity for. And taking courage I add to these words also this: Fall in love. For among incorporeal realities this passion is blameless and passionless, as Wisdom says in Proverbs when she legislates passionate love for divine beauty. And the treatise now set before us enjoins the very same things, not bringing forward bare counsel concerning this, but philosophizing through secret mysteries, setting before our thoughts a certain image of things pleasant in life for the establishment of these doctrines. Now the image is a certain nuptial array, wherein desire for beauty mediates longing—not, after human custom, with the bridegroom initiating the desire; rather, the virgin anticipates the bridegroom, unashamedly making public her longing and offering a prayer that she may one day delight in the bridal kiss. For the good suitors on the virgin's behalf—patriarchs and prophets and lawgivers—brought to her who was betrothed the divine gifts of grace, which custom calls bridal gifts, thus naming the gifts given before marriage. And these were remission of trespasses, amnesty of evils, abolition of sin, transformation of nature, transmutation of the corruptible into the incorruptible, delight of paradise, dignity of kingship, gladness without end. Having received these divine gifts, therefore, from the noble bearers of bridal gifts who through prophetic teaching brought the gifts to her, the virgin both confesses her desire and hastens the grace, eager already to delight in the loveliness of Him Who is longed for. Certain companions and peers listen to her, stirring up the bride to greater desire. And the Bridegroom also arrives, bringing with Him a choir of certain friends dear to His heart. And these would be the ministering spirits through whom human beings are saved, or the holy prophets, who upon hearing the voice of the Bridegroom rejoice and exult as the undefiled union is fitted together, through which the soul that cleaves to the Lord becomes one spirit, as says the Apostle.
Πάλιν τοίνυν ἐν ταῖς Παροιμίαις ἐπαναλήψομαι τὸν λόγον· Μή τις ἐμπαθὴς καὶ σαρκώδης, ἔτι τῆς νεκρᾶς τοῦ παλαιοῦ ἀνθρώπου δυσωδίας ἀπόζων, πρὸς τὰς κτηνώδεις ἀλογίας κατασυρέτω τὰς τῶν θεοπνεύστων νοημάτων τε καὶ ῥημάτων ἐμφάσεις· ἀλλ' ἐκβὰς ἕκαστος αὐτὸς ἑαυτοῦ, καὶ ἔξω τοῦ ὑλικοῦ κόσμου γενόμενος, καὶ ἐπανελθὼν τρόπον τινὰ δι' ἀπα-
Again, therefore, in Proverbs I shall resume my word: Let no one who is passionate and fleshly, still reeking of the dead stench of the old man, drag down the significations of the divinely inspired thoughts and words towards brutish irrationalities; rather, let each one step forth out of himself, and pass outside the material cosmos, and return in a certain manner through passion-