δὲ Χριστὸν ἐνοήσαμεν, ἐν ᾧ ὁ Θεὸς ἦν, τὸν κόσμον ἑαυτῷ καταλλάσσων, κατὰ τὴν Παύλου φωνήν· ὁ ἐν τῇ σαρκὶ διὰ τῶν δυνάμεών τε καὶ τῶν θαυμάτων ἑαυτὸν φανερώσας. Εἰ οὖν ἡ νοηθεῖσα ἡμῖν αὕτη κεφαλὴ χρυσίον ἀκήρατον παρὰ τοῦ λόγου κατωνομάσθη, διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι· ὃς Ἁμαρτίαν οὐκ ἐποίησε, φησὶν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος· χρυσᾶς δέ φησιν εἶναι τὰς χεῖρας ὁ λόγος· πρόδηλόν ἐστι τὸ διὰ τούτων νοούμενον, ὅτι τὸ καθ' ὅλου νοούμενον καθαρόν τε καὶ ἀναμάρτητον, καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον νομοθετεῖ τῇ χειρὶ ὁ λόγος. Χεῖρα δὲ νοοῦμεν πάντως τὴν τὰ κοινὰ τῆς Ἐκκλησίας εις τὰς τῶν ἐντολῶν χρείας διαχειρίζουσαν, ἧς ἔπαινός ἐστι τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει, κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον. Καθαρὰ δὲ γίνεται τότε ἡ χεὶρ, ὅταν διὰ τῆς τορείας ἅπαν ἀποξύσηται τὸ ἐμποδίζον τῷ κάλλει. Καθάπερ γὰρ πρός τινα ζώου μορφὴν ἀποτυποῦντες τὸ μάρμαρον, ἐκεῖνα διὰ τῆς τορείας ἐγγλύφουσι τῷ λίθῳ, καὶ ἐγκολάπτουσιν, ὧν περιαιρεθέντων πρὸς τὸ ἀρχέτυπον εἶδος ἀποτυποῦται τὸ μίμημα· οὕτω καὶ ἐπὶ τοῦ κάλλους τῶν τοῦ σώματος τῆς Ἐκκλησίας χειρῶν πολλὰ χρὴ διὰ τῆς τῶν λογισμῶν τορείας ἀποξεσθῆναι, ἵνα γένηται ἡ χεὶρ χρυσῆ ὡς ἀληθῶς καὶ ἀκήρατος. Πάντως δὲ πρόδηλα πᾶσίν ἐστιν, ὅσα μὴ περιαιρεθέντα τῆς χειρὸς τῷ κάλλει λυμαίνεται, οἷον τὸ ἀνθρωπαρέσκον, τὸ φιλόδοξον, τὸ φιλοκερδὲς, τὸ μόνον πρὸς τὸ φαινόμενον βλέπειν, τὸ περιφάνειάν τινα ἑαυτῷ διὰ τῶν ἐν χερσὶ πραγματεύεσθαι, τὸ εις τρυφὴν καὶ ἀπόλαυσιν ιδίαν τῇ τῶν ἐντολῶν ἀποκεχρῆσθαι παρασκευῇ· ᾗ χρὴ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τοῖς τῶν λογισμῶν ὀργάνοις ἀποξυσάμενον, ἐκεῖνο καταλιπεῖν μόνον τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον χρυσίον τῆς προαιρέσεως, τὸ τῇ ἀκηράτῳ κεφαλῇ ὁμοιούμενον. Σαφέστερον δ' ἂν γένοιτο ἡμῖν τὸ λεγόμενον διὰ τῆς τοῦ Ἀποστόλου φωνῆς· ὃς πιστὸν τὸν Θεὸν ὀνομάσας, οὐδὲν ἄλλο καὶ ἐν τοῖς οικονόμοις ζητεῖν ἀξιοῖ, ἢ τὸ πιστὸν εὑρεθῆναι· οὑτωσὶ γράψας τῷ ῥήματι. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οικονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Οὐκοῦν ὁ πιστὸς καὶ φρόνιμος οικονόμος ἀντὶ χειρὸς ὢν τῇ Ἐκκλησίᾳ, χρυσῆν καθ' ὁμοιότητα τῆς κεφαλῆς δείκνυσι τὴν χεῖρα τοῦ σώματος, τὸν σοφὸν ἑαυτοῦ δεσπότην διὰ τοῦ βίου μιμούμενος. Οὐκ ἦν τοιαύτη χεὶρ ἐν τῷ τῶν ἀποστόλων σώματι ὁ Ἰούδας ἐκεῖνος, ὁ ἐλεεινός τε καὶ δείλαιος, μᾶλλον δὲ ὁ στυγητὸς καὶ ἀποτρόπαιος, ὃς οικονομίαν πτωχῶν πεπιστευμένος, τὴν τῆς φιλοχρηματίας λέπραν οὐκ ἀπεξύσατο· ἀλλὰ φύλαξ ὢν τοῦ γλωσσοκόμου διὰ τοὺς κλέπτοντας, αὐτὸς ἑαυτοῦ κλέπτης ἐγένετο, ὃ ἐν ταῖς χερσὶν εἶχε διὰ τῶν ιδίων χειρῶν ὑφαιρούμενος, καὶ οὐ πρὸς τὴν ἐντολὴν, ἀλλὰ πρὸς τὰ χρήματα βλέπων· ὧν ἡ ἀπόλαυσις ἐγένετο· τί; Ἀγχόνη ἑκούσιος, ζωῆς ἀλλοτρίωσις, πανολεθρία ψυχῆς, μνημόσυνον πονηρὸν, παντὶ τῷ μετ' αὐτὸν χρόνῳ συνεκτεινόμενον. Οὐκοῦν τορευτὰς εἶναι χρὴ καὶ διαγλύφους τὰς χεῖρας, ἵνα περιαιρεθέντων τῶν κακῶν συμπεφυκότων, τὸ λειπό-
moreover, we understood Christ, in Whom God was reconciling the world to Himself, according to the voice of Paul — He Who manifested Himself in the flesh through mighty works and wonders. If, therefore, this head understood by us was named pure gold by the word because He is outside every sin — Who committed no sin, it says, neither was guile found in His mouth — and the word says that His hands are golden, what is meant by these things is plain: that the word ordains for the hand what is conceived as wholly pure and sinless, unmixed with and unreceptive of any vice. By hand we understand altogether that which administers the common goods of the Church for the needs enjoined by the commandments, whose praise it is to be likened to the nature of the head in purity and sinlessness. Now the hand becomes pure then, when through turning-work it scrapes away everything that hinders its beauty. For just as those who fashion marble into some form of a living creature carve and chisel into the stone through turning-work those parts upon whose removal the copy is shaped after the archetypal form, so too in the beauty of the hands of the body of the Church many things must be scraped away through the turning-work of reflections, in order that the hand may become golden in truth and undefiled. Plain to everyone surely are all the things that, when not removed, mar the beauty of the hand: such as pleasing men, love of glory, love of gain, looking solely to outward appearance, contriving some ostentation for oneself through the matters in one's hands, abusing for private luxury and enjoyment the provision gathered under the commandments; wherefore, having scraped away all these and suchlike things with the instruments of one's reflections, one must leave behind solely that pure and unadulterated gold of moral choice which is likened to the undefiled head. What is being said would become clearer to us through the voice of the Apostle, who, after naming God faithful, deems it right to seek nothing else in stewards as well than that one be found faithful, writing in these exact words: Moreover, what is sought in stewards is that a man be found faithful. Therefore the faithful and prudent steward, standing in place of a hand for the Church, shows forth the hand of the body golden after the likeness of the head, imitating throughout his life his wise Master. No such hand in the body of the apostles was that Judas, pitiable and wretched, or rather hateful and abominable, who, entrusted with the stewardship of the poor, did not scrape away the leprosy of covetousness; rather, being keeper of the money-box because of thieves, he became a thief unto himself, filching with his own hands what he held in his hands, looking not towards the commandment, rather towards the money — whereof the enjoyment became what? A voluntary noose, alienation from life, utter ruin of soul, an evil memorial stretching out across all time after him. Therefore the hands must be turned and carved, so that when the evils grown together with them have been stripped away, what re-